GetPassage urn:cts:greekLit:tlg0070.tlg001.1st1K-grc1:1.1-1.19 urn:cts:greekLit:tlg0070.tlg001.1st1K-grc1:1.1-1.19

1. Διαβάντων τὸν Εὐφράτην κατὰ Ζεῦγμα, πόλις ἐστὶν Ἀπάμεια, εἶτα Δαίαρα κώμη. Ἀπέχει δὲ Ἀπαμείας καὶ τοῦ Εὐφράτου ποταμοῦ σχοίνους γ΄. Εἶτα Χάραξ Σίδου, ὑπὸ δὲ Ἑλλήνων Ἀνθεμουσιὰς πόλις, σχοῖνοι ε΄· μεθʼ ἣν Κοραία ἡ ἐν Βατάνῃ, ὀχύρωμα, σχοῖνοι γʼ. Ἐν δεξιοῖς ταύτης Μαννούορρα Λὐυρὴθ, ὀχύρωμα καὶ κρήνη, ἐξ ἧς ἄρδουσιν οἱ ἐγχώριοι, σχοῖνοι ε΄. Εἶτα Κομμισίμβηλα ὀχύρωμα· παραρρεῖ δὲ ποταμὸς Βίληχα, σχολνοι δ΄. Εἶτα Ἄλαγμα ὀχύρωμα, σταθμὸς βασιλικὸς, σχοῖνοι γ΄· μεθʼ ὃν Ἴχναι πόλις Ἑλληνὶς, Μακεδόνων κτίσμα· κεῖται δʼ ἐπὶ Βάλιχα ποταμοῦ, σχοῖνοι γ΄. Εἶτα Νικηφόριον παῤ Εὐφράτην πόλις Ἑλληνὶς, κτίσμα Ἀλεξάνδρου βασιλέως, σχοῖνοι ε΄. Ἔνθεν παραποταμία Γαλάβαθα, κώμη ἔρημος, σχοῖνοι δ΄, Εἶτα Χουμβανὴ κώμη, σχοῖνος α΄ ἔνθεν Θιλλάδα Μιρράδα, σταθμὸς βασιλικὸς, σχοῖνοι δ΄, βασίλεια, Ἀρτέμιδος ἱερὸν, Δαρείου κτίσμα, κωμόπολις· ἐνταῦθα Σεμιράμιδός ἐστι διῶρυξ, καὶ λίθοις πέφρακται ὁ Εὐφράτης, ἵνα στενοχωρούμενος ὑπερκλύζῃ τὰ πεδία· θέρους μέντοι ναυαγεῖ τὰ πλοῖα, Εἶτα Ἀλλὰν κωμόπολις, σχοῖνοι δ΄· ἔνθεν Βηονὰν, Ἀρτέμιδος ἱερὸν, σχοῖνοι δ΄. Εἶτα Φάλιγα κώμη πρὸς τῷ Εὐφράτῃ· λέγοιτο δʼ ἂν ἑλληνιστὶ μεσοπορικὸν, σχοῖνοι Ϛ΄. Ἀπὸ Ἀντιοχείας ἕως τούτου σχοῖνοι ρκ΄· ἐντεῦθεν δὲ ἐπὶ Σελεύκειαν τὴν πρὸς τῷ Τίγριδι σχοῖνοι ρ΄. Παράκειται δὲ τῆ Φάλιγα κωμόπολις Ναβαγὰθ, καὶ παραρρεῖ αὐτὴν ποταμὸς Ἀβούρας, ὃς ἐμβέλλει εἰς τὸν Εὐφράτην· ἐκεῖθεν διαβαίνει τὰ στρατόπεδα εἰς τὴν κατὰ Ῥωμαίους πέραν. Εἶτα Ἄσιχα κώμη, σχοῖνοι δʼ· ἔνθεν Δοῦρα Νικάνορος πόλις, κτίσμα Μακεδόνων, ὑπὸ δὲ Ἑλλήνων Εὔρωπος καλεῖται, σχοῖνοι Ϛ΄. Εἶτα Μέραν ὀχύρωμα, κωμόπολις, σχοῖνοι ε΄. Εἶτα Γιδδὰν πόλις, σχοῖνοι ε΄. Εἶτα Βηλεσὶ Βιβλάδα, σχοῖνοι ζ΄. Ἔνθεν νῆσος κατὰ τὸν Εὐφράτην, σχοῖνοι Ϛ΄· ἐνταῦθα γάζα ἦν Φραάτου τοῦ ἀποσφάξαντος τὰς παλλακίδας, ὅτε Τηριδάτης φυγὰς ὢν εἰσέβαλεν. Εἶτα Ἀναθὼ νῆσος κατὰ τὸν Εὐφράτην σταδίων δ΄, ἐν ᾗ πόλις, σχοῖνοι δ΄· μεθʼ ἣν Θιλαβοὺς νῆσος κατὰ τὸν Εὐφράτην, ἔνθα γάζα Πάρθων, σχοῖνοι β΄. Εἶτα Ἴζαν νησόπολις, σχοῖνοι ιβ΄. Εἶτα Ἀείπολις, ἔνθα ἀσφαλτίτιδες πηγαὶ, σχοῖνοι ιϚ΄. Ἔνθεν Βεσήχανα πόλις, ἐν ᾗ ἱερὸν Ἀτάργατι, σχοῖνοι ιβ΄. Εἶτα Νεάπολις παρὰ τὸν Εὐφράτην, σχοῖνοι κβ΄. Ἔνθεν διαβάντων τὸν Εὐφράτην καὶ Ναρμάλχαν ἐπὶ Σελεύκειαν τὴν πρὸς τῷ Τίγριδι, σχοῖνοι θ΄. Ἄχρι τούτου Μεσοποταμία καὶ Βαβυλωνία· καὶ εἰσὶν ἀπὸ Ζεύγματος ἄχρι Σελευκείας σχοῖνοι ροα΄.

2. Ἐντεῦθεν ἄρχεται ἡ Ἀπολλωνιᾶτις, ἥτις κατέχει σχοίνους λγ΄. Ἔχει δὲ κώμας, ἐν αἷς σταθμὸς, πόλιν δὲ Ἑλληνίδα Ἀρτεμίτα· διὰ μέσης δὲ ταύτης ῥεῖ ποταμὸς Σίλλᾳ. Εἰσὶ δὲ εἰς αὐτὴν ἀπὸ Σελευκείας σχοῖνοι ιε΄. Νῦν μέντοι ἡ πόλις καλεῖται Χαλάσαρ.

3. Ἐντεῦθεν ἡ s Χαλωνῖτις, σχοῖνοι κα΄· ἐν ᾗ κῶμαι ε΄, ἐν αἷς σταθμὸς, πόλις δὲ Ἑλληνὶς Χάλα, ἀπὸ τῆς Ἀπολλωνιάτιδος σχοῖνοι ιε΄, Εἶτα ἀπὸ σχοίνων ε΄. ὄρος ὃ καλεῖται Ζάγρος, ὅπερ ὁρίζει τὴν Χαλωνῖτιν χώραν καὶ τὴν τῶν Μήδων.

4. Ἐντεῦθεν s Μηδία, ἥτις κατέχει σχοίνους κβ΄. Ἡ ἀρχὴ αὐτῶν ἡ χώρα Κάρινα· ἐν ᾗ κῶμαι ε΄, ἐν αἷς σταθμὸς, πόλις δὲ οὐδεμία.

5. Ἐντεῦθεν Καμβαδηνὴ, s ἥτις κατέχει σχοίνους λα΄, ἐν ᾗ κῶμαι ε΄, ἐν αἷς σταθμὸς, πόλις δὲ Βάπτανα ἐπʼ ὄρους κειμένη· ἔνθα Σεμιράμιδος ἄγαλμα καὶ στήλη.

6. Ἐντεῦθεν ἡ Μνδία ἡ ἄνω, σχοῖνοι λη΄· καὶ ἄρχεται εὐθὺς πόλις Κογκοβάρ· ἔνθα Ἀρτέμιδος ἱερὸν, σχοῖνοι γ΄. Εἶτα Βαζιγράβαν, ὅ ἐστι τελώνιον, σχοῖνοι γ΄. Εἶτα εἰς Ἀδραπάναν τὰ βασίλεια τῶν νολις, ἃ Τιγράνης ὁ Ἄρμένιος καθεῖλε, σχοῖνοι δ΄. Εἶτα Βάτανα, μητρόπολις Μηδίας καὶ θησαυροφυλάκιον καὶ ἱερὸν, ὅπερ Ἀναΐτιδος· ἀεὶ θύουσιν· σχοῖνοι ιβ΄, Εἶτα ἑξῆς τρεῖς κῶμαι, ἐν αἷς σταθμός.

7. Ἐντεῦθεν Ῥαγιανὴ Μηδία, σχοῖνοι νη΄. Ἐν ᾗ κῶμαι ι΄, πόλεις δὲ ε΄. Ἀπὸ σχοίνων ζ΄ Ῥάγα καὶ Χάραξ, ὧν μεγίστη τῶν κατὰ τὴν Μηδίαν ἡ Ῥάγα. Εἰς δὲ τὴν Χάρακα πρῶτος βασιλεὺς Φραάτης τοὺς Μάρδους ᾤκισεν· ἔστιν ὑπὸ τὸ ὄρος, ὃ καλεῖται Κάσπιος, ἀφʼ οὗ Κάσπιαι πύλαι.

8. Ἐντεῦθεν ὑπερβάντων τὰς Κασπίας πύλας ἐστὶν αὐλὼν καὶ ἡ Χοαρηνὴ, σχοῖνοι ιθ΄.· ἐν ᾗ Ἀπάμεια πόλις ἀπὸ σχοίνων δ΄· κῶμαι δέ δ΄, ἐν αἷς σταθμός. Ἐντεῦθεν Κομισηνὴ, s σχοῖνοι νη΄, ἐν ᾗ κῶμαι η΄, ἐν αἷς σταθμός· πόλις δὲ οὐκ ἔστιν.

10. Ἐντεῦθεν Ὑρκανία, σχοῖνοι ξ΄, ἐν ᾗ κῶμαι ια΄, ἐν αἷς σταθμοί.

11. Ἐντεῦθεν Ἀσταυηνὴ, s s s σχοῖνοι ξ΄, ἐν κῶμαι ιβ΄, ἐν αἷς σταθμοί· πόλις δὲ Ἀσαὰκ, ἐν ᾗ Ἀρσάκης πρῶτος βασιλεὺς ἀπεδείχθη· καὶ φυλάττεται ἐνταῦθα πῦρ ἀθάνατον.

12. Ἐντεῦθεν Παρθυηνὴ, σχοῖνοι κε, ἧς αὐλών· Παρθαύνισα ἡ πόλις ἀπὸ σχοίνων ς΄· ἔνθα βασιλικαὶ ταφαί Ἕλληνες δὲ Νίσαιαν λέγουσιν. Εἶτα Γάθαρ πόλις ἀπὸ σχοίνων Ϛ΄. Εἶτα Σιρὼκ πόλις ἀπὸ σχοίνων ε΄. Κώμας δὲ οὐκ ἔχει πλὴν μιᾶς, ἥτις καλεῖται Σαφρί.

13. Ἐντεῦθεν Ἀπαυαρκτικηνὴ, σχοῖνοι κζ΄. ἐν ᾗ πόλις Ἀπαυαρκτική. Εἶτα Ῥαγαῦ πόλις καὶ κῶμαι δύο.

14. Ἐντεῦθεν Μαργιαν ὴ, σχοῖνοι λ΄. Ἔνθα Ἀντιόχεια ἡ καλουμένη Ἔνυδρος· κῶμαι δὲ οὐκ εἰσίν.

15. Ἐντεῦθεν Ἄρεια, σχοῖνοι λ΄. Ἔνθα Κανδὰκ πόλις καὶ Ἀρτακαύαν πόλις καὶ Ἀλεξάνδρεια ἡ ἐν Ἀρείοις· κῶμαι δὲ δ΄.

16. Ἐντεῦθεν Ἀναύων χώρα τῆς Ἀρείας, σχοῖνοι νε΄, ἐν ᾗ πόλις μεγίστη Φρὰ καὶ Βὶς πόλις καὶ Γαρὶ πόλις καὶ Νιὴ πόλις· κώμη δὲ οὐκ ἔστιν.

17. Ἐντεῦθεν Ζαραγγιανὴ, σχοῖνοι κα΄. Ἔνθα πόλις Πάριν καὶ Κορὸκ πόλις.

18. Ἐντεῦθεν Σακαστανὴ Σακῶν Σκυθῶν, ἡ καὶ Παραιτακηνὴ, σχοῖνοι ξγ΄, Ἔνθα Βαρδὰ πόλις καὶ Μὶν πόλις καὶ Παλακεντὶ πόλις καὶ Σιγὰλ πόλις· ἔνθα βασίλεια Σακῶν· καὶ πλησίον Ἀλεξάνδρεια πόλις καὶ πλησίον Ἀλεξανδρόπολις πόλις· κῶμαι δὲ ἕξ.

19. Ἐντεῦθιν Ἀραχωσία, σχοῖνοι λϚ΄. Ταύτην δὲ οἱ Πάρθοι Ἰνδικὴν Λευκὴν καλοῦσιν· ἔνθα Βιὺτ πόλις καὶ Φάρσανα πόλις καὶ Χοροχοὰδ πόλις καὶ Δημητριὰς πόλις· εἶτα Ἀλεξανδρόπολις, μητρόπολις Ἀραχωσίας· ἔστι δὲ Ἑλληνὶς, καὶ παραρρεῖ αὐτὴν ποταμὸς Ἀραχωτός. Ἄχρι τούτου ἐστὶν ἡ τῶν Πέρθων ἐπικράτεια.

Ἰσαιδώρου Χαρακηνοῦ σταθμοὶ Παρθικοί.