GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:3.874-3.893 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:3.874-3.893
Τὴν Τάναῖν, ὅστις ἐστὶ τῆς Ἀσίας ὅρος, τέμνων γε τὴν ἤπειρον ἑκατέραν δίχα,πρῶτοι νέμονται Σαρμάται, δισχίλιαστάδιʼ ἐπέχοντες.Εἶτα μετὰ τούτους ἐστὶ Μαιωτῶν γένοςἸαζαματῶν λεγόμενον, ὡς Δημήτριοςὁ συγγραφεὺς εἴρηκεν, ὡς δʼ Ἔφορος λέγειΣαυροματῶν λέγεται ἔθνος.Τούτοις ἐπιμεμίχθαι δὲ τὰς Ἀμαζόναςτοῖς Σαυρομάταις λέγουσιν ἐλθούσας ποτέἀπὸ τῆς περὶ Θερμώδοντα γενομένης μάχης.ἐφ᾿ οἷς ἐπεκλήθησαν Γυναικοκρατούμενοι.Εἶτ᾿ ἔστιν Ἑρμώνασσα Φαναγόρειά τε,ἣν Τηΐους λέγουσιν οἰκίσαι ποτέ,καὶ Σινδικὸς λιμὴν, ἔχων οἰκήτοραςἝλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων. Ταύτας περιέχει τὰς πόλεις διακειμέναςνῆσος, κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρουχώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα,ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμίοις