GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.799-2.818 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.799-2.818
Τύρας βαθύς τʼ ὢν εὔβοτός τε ταῖς νομαῖς,τῶν ἰχθύων διάθεσιν ἐμπόροις ἔχων, ταῖς ὁλκάσιν τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ.Ὁλμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλιςΤύρας, ἄποικος γενομένη Μιλησίων.Ἐπὶ ταῖς δὲ καθʼ Ὕπανίν τε καὶ Βορυσθένηνποταμῶν διπλαῖσι συμβολαῖς ἔστιν πόλισ κτισθεῖσα, πρότερον Ὀλβία καλουμένη,μετἀ ταῦθ' ὑφ' Ἑλλήνων πάλιν Βορυσθένηςκληθεῖσα. ταύτην τὴν πόλιν Μιλήσιοικτίζουσι κατὰ τὴν Μηδικὴν ἐπαρχίαν.διακοσίων σταδίων δὲ καὶ δὶς εἴκοσινἀπὸ τῆς θαλάττης τὸν ἀνάπλουν Βορυσθένειἔχει ποταμῷ.Οὗτος δὲ πάντων ἐστὶ χρειωδέστατος,κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων τοὺς φυομένους νομάς τε τοῖς βοσκήμασιν.Ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦνὡς τετταράκοντα πλωτὸν, εἰς δὲ τοὺς ἄνωτόπους ἄπλωτός ἐστι κοῦ περάσιμος·