GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.518-2.537 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.518-2.537
Κόρινθον οἰκίσαντες ἐπιφανῆ πόλιν,ἄλλοι τʼ Ἀχαιοί· τοὺς πρὸς ἑσπέραν δʼ ὅρους καὶ ζέφυρον Ἠλεῖοί τε καὶ Μεσσήνιοιτὸ· πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμαΛάκωνες Ἀργεῖοί τε πρὸς ἀνιόντα δέἥξλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλειςἐν τῇ μεσογείῳ δʼ ἔστιν ἡ Φλιασία, τό τʼ Ἀρκάδων μέγιστον ἐν τούτοις ἔθνος.Τοὺς Ἀρκάδας μὲν οὖν λέγουσʼ αὐτόχθονας,ὕστερον Ἀλήτην δʼ οἰκίσαι Κορινθίους,Φάλκην δὲ τὸν Σικυῶνα, τὴν δʼ ἈχαΐανΤισαμενὸν, Ἤλιδος δ᾿ ὁπάρχειν Ὄξωλον ἡγεμόνα, Κρεσφόντην δὲ τῆς Μεσσηνίας,Εὐρυσθένην δὲ καὶ Προκλῆν Λακεδαίμονος,Ἄργους δὲ Κεῖσον καὶ μετʼ αὐτοῦ Τήμενον,τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγέλαον, ὡς λόγος,καὶ Δηϊφόντην, γαμβρὸν ὄντα Τημένου. Κρήτη δὲ νῆσος τῆς Πελοποννήσου πέρανκεῖται, μεγάλη τὸ μέγεθος εὐδαίμων τʼ ἄγαν,ἀπὸ τῆς Μαλείας τῆς Λακωνικῆς ἄκρας