GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.458-2.477 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.458-2.477
Εἰσὶ δʼ ἐπάνω τούτων ἔποικοι βάρβαροι.Ἐν τῇ παραλία δʼ ἔστʼ Ἀνακτόριον πόλις· ταύτην δʼ Ἀκαρνᾶνές τε καὶ Κορίνθιοιἀπῴκισαν· μετέπειτα δʼ Ἀκαρνανία·ὧν τοὺς μὲν Ἀλκμέωνά φασιν οἰκίσαι,τοὺς δὲ τὸν ἐκείνου παῖδʼ Ἀκαρνᾶνα κτίσαι.Κεῖνται δὲ καὶ νῆσοι κατὰ ταύτην πλείονες· Λευκὰς μὲν ἐν πρώταις, Κορινθίων κτίσις,εἶθ᾿ ἡ Κεφαλλήνων, Ἰθάκη δὲ πλησίον,ἥ τε Πελοποννήσῳ σύνεγγυς κειμένηΖάκυνθος, εἶτεν αἱ καθήκουσαι πέρανπρὸς τὸν Ἀχελῷον, λεγόμεναι δʼ Ἐχινάδες. Ἑξῆς διέξιμεν δὲ πάλι τὴν Ἑλλάδα,ἐπὶ κεφαλαίου τούς τε περὶ αὐτὴν τόπουςἐθνικῶς ἅπόντας κατʼ Ἔφορον δηλώσομενΜετὰ τοὺς Ἀκαρνᾶνες μὲν ἔστʼ Αἰτωλία,ἐξ Ἤλιδος λαβοῦσα τὴν ἀποικίαν· Κουρῆτες αὐτὴν γὰρ κατῴκουν τὸ πρότερον,ἀφικόμενος δʼ Αἰτωλὸς ἐκ τῆς ἬλιδοςΑἰτωλίαν ὠνόμασ᾿ ἐκείνους ἐκβαλών.