GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.438-2.457 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.438-2.457
οἰκοῦσιν, ὧν ἐπῆρξε καὶ Κάδμος ποτέ.Οἷς πλησιόχωρός ἐστιν Ἀπολλωνία, Κορκυραίων τε καὶ Κορινθίων κτίσις,Ἑλληνὶς Ὠρικός τε παράλιος πόλις·ἐξ Ἰλίου γὰρ ἐπανάγοντες Εὐβοεῖςκτίζουσι, κατενεχθέντες ὑπὸ τῶν πνευμάτων.Ἔπειτα Θεσπρωτῶν τε καὶ τῶν Χαόνων ἔθνη κατοικεῖ βάρβαῤ οὐ πολὺν τόπον.Κόρκυρα νῆσος δʼ ἐστὶ κατὰ Θεσπρωτίαν.Μετὰ τοὺς δὲ Θεσπρωτοὺς Μολοττοὶ λεγόμενοιοἰκοῦσιν, οὓς κατήγαγεν Πύρρος ποτέ,ὁ Νεοπτολέμου παῖς, ἥ τε Δωδώνη Διός μαντεῖον ἵδρυμ᾿ ἐστὶ δʼ οὖν Πελασγικόν.Ἐν τῇ μεσογείῳ δʼ εἰσὶ μιγάδες βάρβαροι,οὓς καὶ προσοικεῖν φασι τῷ χρηστηρίῳ.Μετὰ τοὺς Μολοττὺς δʼ Ἀμβρακία Κορινθίωνἄποικός ἐστιν· ᾤκισεν δʼ ὁ Κυψέλου αὐτὴν πρότερον παῖς Γόργος· εἶτʼ ἈμφιλοχικόνἌργος λεγόμενον· τοῦτο δὲ κτίσαι δοκεῖἈμφίλοχος, υἱὸς Ἀμφιαράου μάντεως.