GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.398-2.417 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.398-2.417
Λέγουσι γὰρ δὴ τὴν κεραύνωσιν προτοῦτὴν τοῦ Φαέθοντος δεῦρο γεγονέναι τινές· διὸ καὶ τὰ πλήθη πάντα τῶν οἰκητόρωνμελανειμονεῖν τε πενθικάς τ᾿ ἔχειν στολάς.Ἡ πλησίον χώρα δὲ τούτων κειμένηὑπὸ τῶν Πελαγόνων καὶ Λιβυρνῶν κατέχεται.Τούτοις συνάπτον δʼ ἐστὶ Βουλινῶν ἔθνος· ἑξῆς δὲ μεγάλη χερρόνησος Ὑλλικήπρὸς τὴν Πελοπόννησόν τι ἐξισουμένη·πόλεις δʼ ἐν αὐτῇ φασι πέντε καὶ δέκαὝλλους κατοικεῖν, ὄντας Ἕλληνας γένει·τὸν Ἡρακλέους γὰρ Ὕλλον οἰκιστὴν λαβεῖν, ἐκβαρβαρωθῆναι δὲ τούτους τῷ χρόνῳτοῖς ἔθεσιν ἱστοροῦσι τοῖς τῶν πλησίον,ὥς φασι Τίμαιός τε κἀρατοσθένης.Νῆσος κατʼ αὐτοὺς δʼ ἔστιν Ἴσσα λεγομένη,Συρακοσίων ἔχουσα τὴν ἀποικίαν. Ἡ δ᾿ Ἰλλυρὶς μετὰ ταῦτα παρατείνουσα γῆἔθνη περιέχει πολλά· πλήθη γὰρ συχνάτῶν Ἰλλυριῶν λέγουσιν εἶναι καὶ τὰ μέν