GetPassage urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.378-2.397 urn:cts:greekLit:tlg0068.tlg001.1st1K-grc1:2.378-2.397
χώραν ἀρίστην νεμομένων καὶ καρπίμην·διδυμητοκεῖν γάρ φασι καὶ τὰ θρέμματα· ἀὴρ διαλλάττων δὲ παρὰ τὸν Ποντικόνἐστὶν ὑπὲρ αὐτοὺς, καίπερ ὄντας πλησίον·οὐ γὰρ νιφετώδης οὐδʼ ἄγαν ἐψυγμένος,ὑγρὸς δὲ παντάπασι διὰ τέλους μένει·ὀξὺς δὲ ταραχώδης τε πρὸς τὰς μεταβολάς, μάλιστα τοῦ θέρους δὲ, πρηστήρων τε καίβολὰς κεραυνῶν τούς τε λεγομένους ἔχειτυφῶνας. Ἐνετῶν δʼ εἰσὶ πεντήκοντά πουπόλεις ἐν αὐτῷ κείμεναι πρὸς τῷ μυχῷ,οὓς δὴ μετελθεῖν φασιν ἐκ τῆς Παφλαγόνων χώρας κατοικῆσαί τε περὶ τὸν Ἀδρίαν.Ἐνετῶν ἔχονται Θρᾷκες Ἴστροι λεγόμενοι.Δύο δὲ κατʼ αὐτούς εἰσι νῆσοι κείμεναι,κασσίτερον αἳ δοκοῦσι κάλλιστον φέρειν.ὁπὲρ δὲ τούτους Ἴσμενοι καὶ Μέντορες Ἠριδανὸς, ὃς κάλλιστον ἤλεκτρον φέρει,ὅ φασιν εἶναι δάκρυον ἀπολιθούμενον,διαυγὲς ἀγείρων ἀποστάλαγμά τι.