GetPassage urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:3.21-3.37 urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:3.21-3.37
Φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει ὃ βούλεται τεκμαρτέον. ἐς δὲ ταῦτα ἐκ τοῦ ἐλινύοντος ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος. ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρὸς ἐκ δὲ τοῦ κοινοῦ ἔκτασιν, σύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα, ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεα ἔκτασιν. ἀπὸ τούτου γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα.

Ἐπεὶ διὰ τῆς προτέρας ῥήσεως τοῦ κατὰ φύσιν ἐμνημόνευσεν, εἰκότως οὖν ἐξηγεῖται, τίς ἡ φύσις ἐστὶν αὕτη καὶ τίνα τὰ γνωρίσματα ταύτης, καί φησιν· φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει ὃ βούλεται τεκμαρτέον, ὡς εἰ καὶ οὕτως εἶπε, κατὰ φύσιν μὲν σχῆμα κατὰ μὲν τὰς ἐνεργείας ὁ σκοπὸς αὐτῶν καὶ ἡ χρεία δι’ ἣν ἐνεργοῦνται. ἐς δὲ ταῦτα, τουτέστι τὰ νῦν εἰρημένα, τὴν πάρεξιν καὶ διάτασιν ἀνάπλασίν τε καὶ θέσιν, ὡς ἂν οὐδεμίαν ἐνέργειαν ἐνεργοῦντος διὰ τοῦ πεπονθότος μορίου τοῦ κάμνοντος. ἑτέρους σκοποὺς τῆς τοῦ κατὰ φύσιν σχήματος εὑρέσεως, οὓς ἐφεξῆς αὐτὸς διέρχεται γράψας, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐλινύοντος μὲν λέγων τοῦ μηδὲν ὅλως ἐνεργοῦντος, ἀλλ’ ἡσυχάζοντος. ἐξ οὗ φησι τὰς ἰθυωρίας λαμβάνεσθαι, καθάπερ ἐπὶ τῆς χειρὸς ἐδίδαξεν, ὑποκεῖσθαι μὲν ἀξιῶν τὸ τοῦ πήχεος ὀστοῦν, ἐπικεῖσθαι δὲ τὸ τῆς κερκίδος. ἐκ δὲ τοῦ κοινοῦ τὸ μεταξὺ σχῆμα κάμψεώς τε καὶ ἐκτάσεως ἄκρας. ὅπερ ἐγγὺς εἶναί φησι τοῦ ἐγγωνίου σχήματος πήχεος πρὸς βραχίονα· καὶ καλεῖσθαί φασιν ἐγγώνιον σχῆμα τὸ κατ’ ὀρθὴν γωνίαν, τουτέστιν ἵνα τὸ τοῦ πήχεος ὀστοῦν πρὸς τὸ τοῦ βραχίονος ὀρθὴν ἐργάζηται γωνίαν. πάντων δὲ τῶν παλαιῶν ἀντιγράφων προκείμενον ἐχόντων τὸ ἐγγὺς, εἰδότων δὲ καὶ τῶν ἐξηγησαμένων τὸ σύγγραμμα ταύτην τὴν γραφὴν, κατὰ δύο τρόπους μοχθηρὸν γίνεται τὸ λεγόμενον, ἐάν τις ἐγγώνιον ἀκούῃ σχῆμα κατ’ ὀξεῖαν γωνίαν, ὀξείας δηλονότι γωνίας ὀνομαζομένης, ἥτις ἂν ἐλάττων ᾖ τῆς ὀρθῆς. ὅταν μὲν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα, τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν. ἡ δὲ τῆς ὀρθῆς ἐλάττων ὀξεῖα καλεῖται, καθάπερ ἡ μείζων ἀμβλεῖα. καὶ τοίνυν ἡ μὲν ὀρθὴ γωνία κατὰ μέγεθός ἐστιν οὐκ ἔχουσα τὸ μᾶλλόν τε καὶ ἧττον. ἀπερίληπτον δὲ ἀριθμῷ τὸ πλῆθός ἐστι τῶν ὀξειῶν τε καὶ ἀμβλειῶν ὑπαρχουσῶν. ἀπαρέγκλιτος μὲν γὰρ ἡ ὀρθὴ γωνία, διότι καὶ ἡ ἐφισταμένη κατ’ εὐθείας, εὐθεῖαν τηνικαῦτα τὴν γένεσιν ἐργάζεται δυοῖν θατέρων ὀρθῶν γωνιῶν, ὅταν ἀπαρέγκλιτος ἐφίσταται. κέκληκε δὲ αὐτὴν ὀρθὴν ἐργαζομένην γωνίαν, πρὸς τὸ ἕτερον μέρος τῆς ὑπερβεβλημένης εὐθείας. καὶ ἡ κλίσις αὐτῆς τὸ μᾶλλόν τε καὶ ἧττον ἀναρίθμητον ἔχει πλήθει.

Οἷον οὖν ἐστι τὴν ὀρθὴν γωνίαν ἑρμηνεῦσαι βουληθέντα λέγειν ἐγγὺς εἶναι τῆς ὀξείας. ἡγεῖται μὲν γὰρ ἡ τῆς ὀρθῆς νόησις, ἕπεται δὲ ἡ τῆς ὀξείας, ὅτι ἡ μὲν ὀρθὴ μία, καθάπερ εἶπον, ἄπειροι δὲ κατὰ πλῆθος αἱ ὀξεῖαι. τὸ μὲν οὖν ἐγγὺς εἶναι τῆς ὀρθῆς ὀξεῖάν τινα γωνίαν εἰκότως ἄν τις εἴποι. παμπόλλων γὰρ οὐσῶν αὐτῶν ταύτην νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, ἣ τῆς ὀρθῆς ἂν ἀπολείπεται βραχὺ καὶ μὴ πάνυ τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὴν εὐθειῶν ὑποξυνομένην ἔχει. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἀμβλειῶν παμπόλλων οὐσῶν ἐκείνας νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, ὅσαι τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὰς εὐθειῶν ἔχουσι μετρίως ἀμβλεῖαν, ἐγγὺς δὲ τῆς ὀξείας εἶναί τινα γωνίαν, ἀδιανόητον μὲν οὐκ οὔσης μιᾶς τῆς ὀξείας γωνίας ἡ ἐγγώνιον ἔχει σχῆμα καὶ προσέτι διὰ τὸ μὴ ἐγγώνια διὰ τοῖν δυοῖν γγ μήτε εὐγώνια διὰ τῆς εὖ συλλαβῆς κεκλῆσθαι σχήματα πρὸς μηδενὸς τῶν Ἑλλήνων, ἕνα γωνίαν ὀξεῖαν ἔχει, τὰ μέντοι τὴν ὀρθὴν ἔχοντα γωνίαν  εὐγώνια διὰ τῆς εὖ διφθόγγου καὶ ἐγγώνια διὰ τοῖν δυοῖν γραμμάτοιν καλοῦσι· μήτε οὖν ἀναγκαῖόν ἐστιν ἀκούειν ἐγγώνιον τοῦ κατ’ ὀρθὴν γωνίαν συγκειμένου σχήματος, ὅπερ γίγνεσθαι πέφυκεν, ὅταν ὀρθὴν γωνίαν ὁ πῆχυς ἐργάζηται πρὸς βραχίονα. ζητεῖν δὲ διὰ τί προσέθηκεν Ἱπποκράτης τὸ ἐγγύς. ὥσπερ οὖν εἰώθαμεν λέγειν πολλάκις, ἐρῶ καὶ νῦν· ἀσαφεῖς λέξεις ἐπιστημονικὴν μὲν οὐκ ἔχουσιν ἐξήγησίν· ἐὰν δὲ τὸ πιθανὸν μετὰ τοῦ καὶ προλεγόμενον ἀληθὲς εἶναι καὶ μὴ μάχεσθαι τῇ γνώμῃ τοῦ συγγράμματος τοῦ συγγραφέως ἀποδέχεσθαι χρή. τούτου τοίνυν ἐχόμενος τοῦ σκοποῦ πειράσομαι τὴν ἐγγὺς φωνὴν ἐξηγήσασθαι. λέγω δὲ τὸ μὲν ἐγγώνιον σχῆμα τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἔχειν, ἓν γάρ ἐστιν. ἡμᾶς δὲ μάλιστα μὲν οὐ δύνασθαι τοιοῦτον σχῆμα τῆς χειρὸς ἐργάζεσθαι, καθ’ ὃ διαβεβαιώσαιτο ἄν τις ἀπαρεγκλίτως ὀρθὴν εἶναι γωνίαν τῆς τῶν ὀστῶν συμβολῆς ἀρκεῖν ἡμῖν, εἰ μὴ πόῤῥω τούτου σχηματίσαιμεν. ἔπειτα δὲ οὐδὲ βούλεται τοιοῦτον σχῆμα τῆς ὅλης χειρὸς εἶναι· ἐπιδείξω γὰρ αὐτῆς τὸ κατὰ φύσιν σχῆμα, πλησίον μὲν τῆς ὀρθῆς γωνίας, ἀποκεχωρηκὸς δὲ βραχὺ πρὸς τὴν ἀμβλεῖαν, ὅπερ ἐστὶ πρὸς τὴν ἔκτασιν ῥέπον. ἡ δὲ ἀπόδειξίς μοι τοῦ λόγου γενήσεται, δι’ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψεν· ἐκ γὰρ τοῦ ἐλινύοντος ἔφη καὶ τοῦ ἔθεος εὑρίσκειν ἡμᾶς τὰ κατὰ φύσιν σχήματα. ταῦτα δὲ ἄμφω συντεθέντα σκοπὸν ἕνα ποιεῖ σύνθετον, ὡς εἰ καὶ οὕτως τις εἶπεν, ἐν οἷς ἀργοῦντες εἰθίσμεθα σχήμασιν ἕκαστον τοῦ σώματος μόριον ἔχειν, αἱρετέα ταῦτά ἐστι καὶ κατὰ τὰς θεραπείας. εὔδηλον γὰρ ὡς ὁ πρῶτος σκοπὸς τῶν ἐπιτηδείων σχημάτων ἐστὶν ἡ ἀνωδυνία. ταύτην οὖν εὔδηλον ὡς οὐδεὶς τῶν ἀλγούντων ὑπερβὰς ἐν ἄλλῳ ἂν σχήματι τὸ πλεῖστον μέρος τοῦ χρόνου σχηματίσαι τὸ μόριον. ἐὰν οὖν ἐπισκέψῃ τοὺς ἀλγοῦντας ἀνθρώπους, εὑρήσεις ὡς ἐπὶ τὸ πολὺ τὰς χεῖρας κατατιθεμένας, οὐκ ἀκριβῶς μέσας ἐκτάσεως ἄκρας καὶ κάμψεως ἐσχάτης, ἀλλ’ ἐπὶ τὴν ἔκτασιν ἑρπούσας. τὸ δὲ αὐτὸ συμβέβηκε καὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν τῶν σχημάτων. ἐν γὰρ τῷ κεκμηκότι ἀναπέπτασθαι μάλιστα ἐροῦμεν οἱ πάντες ἄνθρωποι τὸ ἀνωδυνώτατον σχῆμα, πρὸς μὲν τὸ μέσον ἔρχονται τοῦ τε ἀκριβῶς ὑπτίου καὶ πρηνοῦς ἐσχάτως, ἐκκλίνουσι δὲ βίᾳ βραχὺ πρὸς τὸ πρηνές. ὁ μὲν οὖν Ἱπποκράτης ταῦτα διελθεῖν βουλόμενος προσέθηκε τὸ ἐγγὺς οὐκ ἔχων διατείνεσθαι. τὸ μέντοι τῶν σχημάτων τῆς χειρὸς ἁπάντων ἀνωδυνώτατον εἶναι τὸ νῦν ὑπ’ ἐμοῦ λεγόμενον ἀκριβῶς οἴδασι καὶ ὅσοι τρίβωνές εἰσι τῶν τοιούτων ἔργων τῆς τέχνης ἀκούσαντες τὸν λόγον τοῦτον, οἱ δὲ ὅτε γνωρίζουσι τὴν κατ’ αὐτὸν ἀλήθειαν. ἐνέχεσθαι δὲ δεῖ τὸν ἐξηγούμενον ὁτιοῦν σύγγραμμα τῆς τε τοῦ συγγραφέως γνώμης καὶ τῆς τοῦ λεγομένου πράγματος ἀληθείας· ἐν οἷς οὖν ἄδηλόν ἐστι διὰ τὴν ἀσάφειαν ἡ τοῦ συγγραφέως γνώμη, τὸ δὲ ἀληθὲς χρὴ φυλάττειν· οὕτως γὰρ καὶ τοὺς μανθάνοντας ὠφελεῖσθαι συμβήσεται. τοῦτον οὖν τὸν σκοπὸν ἐν ἁπάσαις ταῖς ἐξηγήσεσι πειρῶμαι φυλάττειν. ἔνιοι δὲ τῶν ἐξηγητῶν οὐδ’ ἂν ἐθελήσωσι τυχεῖν αὐτοῦ δύνανται, τῶν μὲν ἔργων τῆς τέχνης ἀπείρως ἔχοντες, ἐπὶ δὲ τὸ σοφιστικὸν εἶδος ἐκτρεπόμενοι καὶ γενηθέντες οἱ καλούμενοι λογικοὶ ἰατροὶ, δι’ οὓς καὶ οἱ καλῶς χρώμενοι τῷ λόγῳ παρὰ τοῖς ἰδιώταις ὑποπτεύονται. τούτων μὲν δὴ χρὴ μεμνῆσθαι, κἂν ὀλιγάκις λέγονται, μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ τῆς προκειμένης ῥήσεως. ὥσπερ τοῦ τε ὑπτίου καὶ πρηνοῦς ἀνωδυνώτατόν ἐστι, καθ’ ὃ πλείστῳ χρόνῳ τοῦ βίου συνειθισμένοι σχεδὸν ἅπαντές εἰσι· προσχωρεῖ δὲ καὶ τοῦτο τῷ τῆς ἐκτάσεως· ἐν τούτῳ γὰρ τῷ σχήματι πλεῖστον χρόνον ἔχειν δυνάμεθα τὰ σκέλη μὴ μεταβάλλοντες. ὅτι δὲ καὶ ἀναγκαῖόν ἐστι μὴ μεταλλάττειν εἰς ἕτερον ἧττον ἀνώδυνον ἐν τοῖς περὶ μυῶν ὑπομνήμασι δέδεικται, μετὰ τῆς οἰκείας αἰτίας μεταβαλεῖν, οὐκ ἀποδείξεως, ἀλλ’ ἀναμνήσεως χρῄζει, καθάπερ γε καὶ ὅτι διὰ ταχέων ἐπανερχόμεθα πάλιν ἐπ’ αὐτοῦ. τὴν δ’ αἰτίαν οὐκ ἀναγκαῖον λύεσθαι μακροτέρου λόγου δεομένην· ἄμεινον γὰρ ἀντὶ τοῦ τὴν αἰτίαν εἰπεῖν, ἕτερόν τι χρησιμώτερον τοὺς νέους ὠφελῆσαι, μετὰ τοῦ φυλάττειν ἀκριβῶς τὴν Ἱπποκράτους γνώμην καταλελεγμένην πρὸς ἡμῶν ἐν ταῖς περὶ μυῶν κινήσεσιν. ἐν γὰρ τῇ τοῦ βραχίονος πρὸς τὸν πῆχυν διαρθρώσει τὸ κατὰ φύσιν ἐστὶ σχῆμα μέσον τῶν ὑπερβολικῶν ἑκατέρου, καθ’ ὃ μήτε ἐκτεῖναι μήτε κάμψαι μᾶλλον ἔτι δυνάμεθα, καὶ φαίνεταί γε τυγχάνον τῆς σαρκὸς τῶν ὀστῶν γυμνουμένων ἢ τοῦ πήχεος βαθμοῦ, ἣν ὁρίζουσιν αἱ δύο κορῶναι. πεπληρωμένη δὲ καὶ ὡς ὑπὸ τῆς γιγγλυμοειδοῦς τοῦ βραχίονος περιφερείας, ἣν οἱ μέσοι περιλαμβάνουσι κόνδυλοι. κατὰ δὲ τὰς ἐσχάτας ἐκτάσεις ἡ ὄπισθεν κορώνη τοῦ πήχεος εἰς τὴν ὀπίσω βαθμίδα τοῦ βραχίονος ἐμβαίνουσα, καθάπερ ἡ πρόσθεν ἐν ταῖς ἐσχάταις καμπαῖς· καὶ ὅσοι φύσει θατέραν ἔχουσι τὴν ὀπίσω κοιλότητα πλέον τῆς ἄκρας ἐκτάσεως εἰς τὴν ἐκτὸς χώραν ἀπάγουσι τὸν πῆχυν, ὥσπερ αὖ πάλιν οἱ τοῦ προσήκοντος ἐνδεέστεροι οὐκ ἀκριβῶς ἐκτείνουσιν. ὡς δὲ αἱ κατασκευαὶ τῆς διαρθρώσεως οὐχ ὅμοιαι πᾶσίν εἰσιν, οὐδὲ ἀκριβεῖς ὅροι τῆς ἐκτάσεως ἐπὶ πάντων, οὕτως οὐδὲ  ἡ μεσίτης ἡ αὐτὴ πᾶσιν ἔσται. ὅταν οὖν τὸ μῆκος τῆς ἄκρας ἐκτάσεως καὶ κάμψεως σχῆμα κατὰ φύσιν εἶναι λέγομεν, οὐ κατακριβωμένως, ἀλλ’ ἐν πλατεῖ νοεῖσθαί σε χρὴ τὸ μέσον τοῦτο, καλεῖ δὲ ὁ Ἱπποκράτης αὐτὸ κοινόν· ἀλλ’ ὥσπερ ἀδύνατόν ἐστι κατὰ τὸ ἀκριβέστατον ἐν μέσῳ σχήματι καθιστάναι τὴν χεῖρα, καθ’ ὃ μηδὲ βελόνης πάχος ἑλεῖν ἢ προσθεῖναι δυνατόν ἐστιν, οὕτως οὐ χρὴ μέσου τοῦδε πόῤῥω σχηματίζειν τὴν χεῖρα. κατὰ τοῦτο γὰρ ὁ τεχνικὸς στοχασμὸς τοῦ μὴ τεχνικοῦ διαφέρει, τοῦ μὲν τεχνικοῦ πλησίον ἀφικνουμένου τῆς ἀκριβοῦς συμμετρίας, τοῦ δὲ ἰδιώτου πλεῖστον ὅσον ἐνίοτε σφαλλομένου. δύναιτο ἂν οὖν καὶ κατὰ τοῦτο ὁ Ἱπποκράτης συμβουλεύειν τὸ ἐγγὺς τοῦ ἐγγωνίου σχήματος φυλάττειν, ἐγγώνιον μὲν καλῶν τὸ κατ’ ὀρθὴν γωνίαν, ἀξιῶν δὲ στοχαζομένους ἡμᾶς αὐτῆς μὴ πόῤῥω τῆς ἀκριβοῦς ἀφικνεῖσθαι συμμετρίας. ὃ δὲ ἔφην ἐγὼ διδάξειν τοὺς νέους χρησιμώτατον ἐς τὰ παρόντα καὶ δὴ φράσω, μεγίστην ἐν πᾶσι τοῖς κατ’ ἰατρικὴν δύναμιν ἔχειν τὸ ἔθος, ὡς ἐπίκτητον αὐτὸ φύσιν ὑπὸ τῶν μεγίστων ἰατρῶν ὠνομάσθαι. φαίνεται δὲ καὶ Ἱπποκράτης ἐν τοῖς ἀναγκαιοτάτοις σκοποῖς ἀεὶ τιθέμενος αὐτὸ καὶ δύναμιν ἐνδείξεως ἀπονέμων δευτέραν, ἐπὶ προτέρας δηλονότι τοῦ κατὰ φύσιν ὑπελάσσω εἶναι τὴν κατ’ αὐτὴν ἀκριβῶς ἰδέαν σχήματος, ὡς ἐπὶ πάντων τῶν καμνόντων ποιεῖσθαι, ἀλλ’ ὑπαλλάττειν ἐφ’ ἑκάστου τοῖς ἔθεσιν, ὁ μὲν οἰκείως ἐνίους μὲν ἑώρων δι’ ὅλης ἡμέρας καθημένους, ὅσοι τέχνας ἑδραίας ἔχουσιν, ἐνίους δὲ ἑστῶτας ἢ βαδίζοντας. εὔλογον οὖν ἔδοξέ μοι μᾶλλον ἐκτεταμένον σχηματίζειν τὸ σκέλος, ἐφ’ ὧν εἴθισται πλείστῳ χρόνῳ τοῦτο ἔχειν τὸ σχῆμα, καθάπερ καὶ ἧττον ἐκτεταμένον, ἐφ’ ὧν δι’ ὅλης ἡμέρας κέκλιται, καὶ τῇ πείρᾳ μεταβασανίσας, αὐτὸ τοιοῦτον εὗρον ὑπάρχειν, ὁποῖον καὶ ἤλπισα. καὶ περὶ τῶν χειρῶν κατὰ τὸν αὐτὸν λόγον δεῖ μὲν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος χρῆναι σχηματίζειν αὐτὰς, ἀλλὰ εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ἐκ τῶν ἐθῶν λαμβάνει τὴν ἔνδειξιν. ἐπεὶ δὲ καὶ διὰ τῆς πείρας ἁπάσας τὰς λογικὰς οἱ ἄνθρωποι ἐπινοίας κρίνουσιν, ἐμαρτυρήθη τὸ πρᾶγμα, βεβαίαν ἤδη τὴν πρόγνωσιν ἔχον οὐδὲ τοῦτο ἐφθόνησαν τῆς εὑρέσεως. ὑπὸ πάντων οὖν τῶν φίλων βασανισθὲν τὸ θεώρημα βέβαιον ἤδη γέγονε χρησιμώτατον εἰς τὰ τοιαῦτα, καὶ τὸν Ἱπποκράτην τοίνυν εἴπομεν ὑπαλλάττειν μὲν ἀξιοῦν τὸ ἀκριβὲς ἐγγώνιον σχῆμα τῇ διαφορᾷ τῶν ἐθῶν, τὴν ἀλλαγὴν δὲ βραχεῖαν ποιεῖσθαι, τουτέστιν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος.

Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἔχουσιν, εἰς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα ἢ μάλιστα εὔθετα καὶ εὔσχετα.

Ταῦτα καὶ πρόσθεν εἴρηται, κἂν παντελῶς αὐτὰ περιέλοι τις, οὐδὲν ἡ διδασκαλία βλαβήσεται. συμβαίνει δὲ ἐν τοῖς τοιούτοις βιβλίοις, ὅσα πολλῶν πραγμάτων ἑρμηνείαν ἔχει διὰ βραχείας λέξεως, ἄλλως καὶ ἄλλως ἐνίοτε τὸν γραφέα τὰ αὐτά πράγματα γράφειν, ἑαυτὸν σκοπούμενον ᾖ τινι λέξει χρήσεται μᾶλλον, εἶθ’ εὑρόντα τὸν βιβλιογράφον ἐνίας μὲν αὐτῶν ἐν τοῖς μετώποις γεγραμμένας, ἐνίας καὶ κατὰ τοῦ μετώπου, πάσας ἔγραψε τῷ ἐδάφει τοῦ συγγράμματος ἐν ᾗ κάλλιστα τάξει δόξουσιν εὐλόγως ἐγκεῖσθαι. τὸ γοῦν κατὰ τὴν προκειμένην λέξιν δηλούμενόν ἐστι τοιοῦτον. πλείονας ἔφην εἶναι καιροὺς τῷ θεραπευομένῳ. πρῶτον ἐν ᾧ παραγίνεται πρὸς τὸν ἰατρὸν ἔν τινι σχήματι πάντως ἔχων τὸ πεπονθὸς μέρος· εἶθ’ ἑξῆς ἄλλον, ἐν ᾧ κατεσκευάσθαι τοῖς ἰατροῖς ἑαυτὸν παρέχει γνωσομένοις τί τό τε συμβεβηκὸς αὐτῷ πάθημά ἐστι, καὶ τίνος δεῖται παρασκευῆς εἰς θεραπείαν· εἶθ’ ἑξῆς ὁ τῆς τούτων παρασκευῆς χρόνος καὶ μετ’ αὐτὸν ὁ τῆς διατάσεως, εἶτα μετὰ τοῦτον ἐπὶ μὲν τῶν καταγμάτων ὁ τῆς διαπλάσεως, ἐπὶ δὲ τῶν ἐξαρθημάτων ὁ τῆς ἐμβολῆς, εἶθ’ ὁ τῆς ἐπιδέσεως μετὰ τοῦτον, ὕστατος δὲ πάντων ὁ τῆς ἀναλήψεως μὲν ἐπὶ χειρὸς, ἀποθέσεως δὲ ἐπὶ σκέλους καὶ τῶν κατὰ νῶτα καὶ κεφαλὴν χωρίων. ἕξιν οὖν εἴρηκεν ἐν τῇ προκειμένῃ λέξει παρὰ τὸ ἔχειν τὴν ἐν τῷ μετὰ τὴν ἐπίδεσιν καιρῷ κατάστασιν τῶν ἐπιδεδεμένων. ἀντιδιῄρηκε δὲ αὐτῇ τὴν θέσιν ἀποτιθεμένων ἢ τριῶν γιγνομένων, ἅπερ ἐστὶ τὰ σκέλη καὶ ἡ κεφαλὴ καὶ ἡ σύμπασα ῥάχις, ὡς τὴν ἕξιν ἡμῶν ἀκούσωμεν ὡς ἐπὶ τῶν ἄλλων, οἷον ἐπί τε κλειδῶν καὶ χειρῶν καὶ πλευρῶν, ἀκρωμίου τε καὶ ὠμοπλάτης καὶ γένυος ἑκατέρας καὶ εἴ τι ἄλλο τοιοῦτον. βούλεται γὰρ ἐν τῇ μεταβολῇ τῶν εἰρημένων χρῆναι τὰ πεπονθότα μόρια, τὰ μὲν κεῖσθαι καλῶς καὶ ὅσα δύναταί γε θεῖναι, τὰ δὲ δέχεσθαι καλῶς, ἃ μὴ δύναται τιθέναι. εὔθετα μὲν ὠνόμασε τιθέμενα, εὔσχετα δὲ τὰ ἄλλα. τὰ μὲν γὰρ ἄλλα κατὰ τοὺς εἰρημένους αὐτῶν ἐστιν ἕτερα. κοινὸν δὲ ἐν πᾶσιν ἓν ταὐτόν ἐστι τὸ κατὰ φύσιν σχῆμα τοῦ μέρους. ἀποβλέπειν οὖν εἰς τοῦτό γε κελεύει στοχαζόμενον τοῦ τε τελευταίου καιροῦ τὴν γεγονυῖαν ἐπίδεσιν φυλάττοντα ἐν χρόνῳ πλείονι. ἐὰν οὖν ἐν ἄλλῳ σχήματι τὴν ἐπίδεσιν ποιησάμενοι μεταβάλλωμεν εἰς ἄλλο, κατὰ τὸν ὕστατον καιρὸν ἡ θέσις ὑπαλλαχθήσεται τῶν μυῶν καὶ τῶν νεύρων καὶ τῶν φλεβῶν, καὶ οὔτε εὔθετα οὔτε εὔσχετα  ἔσται, τουτέστιν οὔτε καλῶς ἀποκείμενα οὔτε καλῶς ἀνειλημμένα.

Διάτασις μάλιστα τὰ μέγιστα καὶ πάχιστα καὶ ὁμαλὰ καὶ ὅκου ἀμφότερα. δεύτερα ὧν τὸ ὑποτεταγμένον, ἥκιστα ὧν τὸ ἄων.

Ἡ διάτασις, φησὶ, μάλιστα γίνεται κατ’ ἐκεῖνα τὰ μόρια, καθ’ ἃ μέγιστα καὶ πάχιστά εἰσι τὰ ὀστᾶ καὶ τὰ περὶ αὐτὰ σώματα, τουτέστιν οἱ μύες. οὗτοι γάρ εἰσιν οἱ μάλιστα κατατείνεσθαι δεόμενοι, διότι καὶ μάλιστα ἀνασπᾶσθαι πεφύκασιν ἐπὶ τὰς ἑαυτῶν κεφαλάς. ἔστι δὲ τοιοῦτον μόριον ὁ μηρὸς, εἶθ’ ἑξῆς βραχίων καὶ κνήμη καὶ μετ’ αὐτὸν ὁ πῆχυς, εἶτα τὰ κατ’ ἄκραν χεῖρα καὶ πόδα, ἐξαιρομένων ἐν τῷ παρόντι τῶν κατὰ ῥάχιν. ἀλλὰ καὶ ὅκου, φησὶν, ἀμφότερα τὰ ὀστᾶ πέπονθεν, ἀλλὰ μᾶλλον χρὴ διατείνειν ὡς ἐπὶ πήχεος καὶ κερκίδος. ἥκιστα δὲ, τουτέστιν ἐλάχιστα καὶ μετριώτατα ὄντα ἄνω, καθάπερ ἐπὶ χειρὸς ἡ κερκίς. ἅπαντα δὲ ταῦτα ὡς ἔφην ἐν τῷ περὶ ἀγμῶν ἐξείργασται.

Μᾶλλον δὲ τοῦ μετρίου βλάβη, πλὴν παιδίων, ἔχειν ἀνάντη σμικρόν.

Παιδίων μὲν ἧττον τοῦ συμμέτρου γιγνομένη διάτασις, ἐάν τε ἐπὶ καταγμάτων ἐάν τε ἐπὶ ἐξαρθρημάτων μόνη ἀποτυχίαν φέρῃ· διαπλάσεως μὲν ἐπὶ τῶν καταγμάτων, ἐμβολῆς δὲ ἐπὶ τῶν ἐξαρθρημάτων. οὐ μὴν ἀλλ’ ἥ γ’ ἔτι βλάβην ἰδίαν ἔχει, καθ’ ἃ ἢ μᾶλλον αὕτη ὀδυνηρὰ μὲν ἐνεργουμένη, φλεγμονὰς δὲ ἐξ ὑστέρου καί πυρετοὺς καὶ σπασμοὺς, ἐνίοτε καὶ παραλύσεις ἐπιφέρει, καθάπερ Ἐρασίστρατος ἑωρακέναι φησὶν ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου διαταθέντος ἐπὶ πλέον. ἦττον δὲ οἱ παῖδες τῶν ἄλλων ἐπὶ τῇ πλεονασθείσῃ τάσαι βλάπτονται, διὰ τὴν ὑγρότητα καὶ μαλακότητα τῶν σωμάτων. ὡς γὰρ ἵμαντες οἱ μὲν ὑγροὶ καὶ μαλακοὶ τῶν σωμάτων ἀλύπως ἐπὶ πλέον ἐκτείνονται, ῥήγνυνται δὲ οἱ σκληροὶ καὶ ξηροὶ, κατὰ τὸν αὐτὸν τρόπον καὶ οἱ μύες καὶ τὰ νεῦρα τὰ μὲν ὑγρὰ καὶ μαλακὰ ῥᾳδίως ὑπακούοντα ταῖς τάσεσιν οὔτε ὀδυνᾶται σφοδρῶς οὔτε ἀποῤῥήγνυται, τὰ δὲ σκληρὰ καὶ ξηρὰ διὰ τὸ μὴ δύνασθαι χωρὶς μεγάλης βίας ἐκταθῆναι, σφοδρὰς ὀδύνας ἐπιφέρει, οὐ μόνον κατὰ τὰς ὑπερβαλλούσας τάσεις, ἀλλὰ κατὰ συμμέτρους. ἐν αὐτῷ δὲ τούτῳ καὶ σπῶνται καὶ ἀποῤῥήγνυνται μυῶν καὶ νεύρων ἶνες. οὐκοῦν τούτων τι γίγνεται τοῖς παιδίοις, οὔτε αὐτοῖς ἀκολουθοῦσιν αἱ φλεγμοναὶ καὶ δι’ αὐτὰς πυρετοὶ καὶ παραφροσύναι καὶ σπασμοὶ καὶ παραλύσεις. αὐτὸς μὲν οὖν ἐπὶ παιδίων ἐποιήσατο τὸν λόγον, ἡμᾶς δὲ δεῖ μεταφέρειν αὐτὸν οὖν ἐπὶ εὐνούχους τε καὶ γυναῖκας καὶ τοὺς ἐκ φύσεως ἢ ἔθους, ὑγροὺς καὶ μαλακοσάρκους· αἱ τοιαῦται γὰρ κράσεις τῶν σωμάτων καὶ ὑπακούουσί τε τῇ τάσει ῥᾳδίως οὐδεμία τε βλάβη μεγάλη δι’ αὐτὸ τοῦτο, κἂν πλεονασθῶσιν, ἀκολουθεῖν αὐτοῖς εἴωθεν. ὅσοι δὲ δι’ ἔθος ἢ φύσιν ἐσκλήρυναν τὸ σῶμα, μόγις μὲν ὑπακούουσι τῇ τάσει, καὶ διὰ τοῦτο καὶ ἧττον αὐτοὺς κατατείνεσθαι πρὸς τῶν ἰατρῶν αὐτὸς ἔφη, μεγάλας δὲ καὶ τὰς βλάβας ἴσχουσιν ἐπὶ ταῖς ἀμετροτέραις τάσεσιν. ἔχειν ἀνάντη σμικρὸν καὶ τοῦτο ὁμοίως τοῖς πρὸ τούτου διὰ διττῶν αἰτιῶν εἴρηται, πρῶτον δι’ ἀσφάλειαν καὶ ἕνεκα δὲ τοῦ μὴ πονεῖν τὰ πικρά· τὰ γὰρ ἐναντία διὰ τὴν ὀδύνην βλαβερά.

Διαρθρώσιος παράδειγμα τὸ ὁμώνυμον, τὸ ὁμόζυγον, τὸ ὅμοιον, τὸ ὑγιές.

Οὐχ ὁμώνυμον, ἀλλὰ συνώνυμον εἰρῆσθαι βέλτιον ἦν, εἴ γε τοὺς ὄντας ὁμωνύμους, ὃ μὴ προσείρηκεν, ἄνθρωπος δ’ ἀνθρώπῳ συνώνυμός ἐστι καὶ Ἱπποκράτης Ἱπποκράτει καὶ κύων χερσαῖος τῷ χερσαίῳ, καθάπερ ὁ θαλάττιος τῷ θαλαττίῳ. ὅσα μὲν οὖν τῶν ὀνομάτων ἓν εἶδος, ἐν πολλοῖς τῶν κατὰ μέρος σημαίνει, συνωνύμως ἐπ’ αὐτῶν λέγεται. ὅσα δὲ ἐπὶ διαφερόντων κατηγορεῖται, ταῦτα ἔθος ἡμῖν ἐστι λέγειν ὁμωνύμως κατηγορεῖσθαι. τὰ δὲ ὑποκείμενα καὶ δηλούμενα πρὸς αὐτῶν ὁμώνυμα ὑπάρχῃ. καὶ ἡ χεὶρ οὖν τῇ χειρὶ ταὐτὸν εἶδος ἔχουσα ὡς ὁμώνυμον εἶναι λέγοιτο. τοῦτο μὲν τὸ ὀνοματίζειν τισὶν οὐ μεγάλης ἄξιον σπουδῆς, τὰ δ’ ἐφεξῆς εἰς αὐτὴν τὴν τέχνην διαφέρει. κελεύει γάρ σε διαρθροῦν τὰ πεπονθότα σώματα παραδείγματι χρῆσθαι τῷ ὡμωνύμῳ καὶ ὁμοζύγῳ καὶ ὁμοίῳ καὶ ὑγιεῖ, ὁμωνύμῳ ἐν τῷ παραβάλλειν βραχίονι βραχίονα καὶ πῆχυν πήχει καὶ μηρὸν μηρῷ καὶ κνήμην κνήμῃ, ὁμοζύγῳ δὲ καθ’ ἕνα τὸν αὐτὸν ἄνθρωπον οὐκ ἄλλον ὅπερ κἀν τῷ περὶ ἄρθρων ἐδήλωσεν εἰπὼν, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα. προστίθησι δὲ τῷ ὁμοζύγῳ τὸ ὅμοιον. ἐνδέχεται γὰρ ὁμόζυγον μὲν εἶναι τὸ παραβαλλόμενον, οὐ μὴν ὅμοιόν γε. πολλάκις γὰρ ὁ ἕτερος βραχίων ἠτρόφησε κατά τινα διάθεσιν ἢ ἀπόστασιν  ἔσχεν ἢ βλαισσὸν τὸ σκέλος ἢ ῥαιβὸν ἐγένετο, διὸ καὶ πάλιν ἐπήνεγκε τὸ ὑγιὲς, οὐ ὀκνήσας πάντως τῇ δυνάμει εἰπεῖν αὐτὸ, οὕνεκα τοῦ μηδὲν ἡμᾶς παρακοῦσαι. τὸ γὰρ ὁμόζυγον ὑγιὲς πάντως ἐστὶν, ἂν ὅμοιον ἢ πλησίον ἢ ἀμφότερα φθάνοι κατ’ αὐτὸν τρόπον πεπονθέναι. τοῦτο δ’ ἐπ’ ἄλλων, ἀλλὰ τοῦτο δεησόμεθα τὸ ὁμοίως προσθεῖναι τῷ ὑγιές. ἀρκέσει μόνον ὑγιὲς εἰπεῖν, ἐν ἑαυτῷ καὶ τὸ ὅμοιον. ἴσως οὖν ἀμφότερα γεγραφότος αὐτοῦ τοῦ Ἱπποκράτους, ὡς ἐν ἄλλοις συνέβη τὸ ἐγγραφόμενον, οὐ τὸ ἕτερον αὐτῶν, ἀλλὰ μὴ τὰ δύο γράψαι.

Ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι. ἡ σκληρὴ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη παχῦναι.

Δῆσαι μὲν λέγει τὸ πυκνῶσαι, λῦσαι δὲ τὸ ἀραιῶσαι καὶ μαλακῦναι, μινυθῆσαι δὲ τὸ ἰσχνᾶναι. τὴν μὲν οὖν σκληρὰν τρίψιν εἰκὸς δήπου καὶ τὴν τριβομένην σάρκα παραπλησίαν ἑαυτῇ ποιεῖν ἐν τῷ πιλεῖν τε καὶ θλίβειν αὐτήν. οὕτως δὲ καὶ τὴν μαλακὴν τρίψιν, ὁμοίαν ἑαυτῇ καὶ τὴν σάρκα κατασκευάζειν, ὡς ἂν τῇ σκληρᾷ τἀναντία δρῶσαν. τὴν δὲ πολὺ διαφέρουσαν ὑπὸ πλέον ἰσχναίνειν εὔλογον. ἀνατρέφειν δὲ καὶ σαρκοῦν οὐχ ἁπλῶς τὴν ἀντικειμένην τῇ πολλῇ τὴν ὀλίγην, ἀλλὰ τὴν μετρίην, ὅπερ εἶπε καὶ πρόσθεν ἐπὶ τῆς τοῦ θερμοῦ ὕδατος χρήσεως. ἡ γὰρ παντελῶς ὀλίγη τρίψις ὁμοίως τῇ βραχείᾳ καταχύσει τοῦ ὕδατος οὐδὲν αἰσθητὸν ἐργάζεται. μέχρι τοσοῦτο τοίνυν χρὴ τρίβειν, ἕνεκα σαρκώσεως, ἄχρι περ ἂν ἐκφάνη τὰ αὐτὰ γνωρίσματα τοῖς ἐπὶ τῆς μετρίας καταχύσεως εἰρημένοις ἐν τῇ λέξει, καθ’ ἥν φησιν· ἔτι μετεωριζομένου δεῖ, πρὶν συμπίπτειν παύσασθαι. τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται. ὅτι δ’ οὐδὲν λείπει περὶ τῶν ἔργων τῆς ἀνατρίψεως ἐν τῷ δευτέρῳ τῶν ὑγιεινῶν ἐπιδέδεικταί μοι. γιγνώσκειν μέντοι χρὴ καὶ τοῦτο τοῖς πολλοῖς ἀγνοούμενον, ὡς οὐ τὴν ἐκ τῶν κάτω μερῶν ἄνω γιγνομένην τρίψιν ὀνομάζουσιν οἱ Ἕλληνες, ἀλλ’ ἅπασαν ἁπλῶς αὖ ἐπιτελουμένην καὶ σπάνιόν γέ ἐστι τὸ τῆς τρίψεως ὄνομα παρ’ αὐτοῖς εὑρεῖν. ἀνάτριψιν γὰρ ἔθος ἐστὶν αὐτοῖς ὀνομάζειν, ὃ νῦν ἡμίτριψιν καλοῦμεν.

Εἰδεῖν δὲ τὸ πρῶτον ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα. ἡρηῶσθαι δὲ, μὴ πεπιέχθαι τῷ πλήθει μὴ ἰσχύει. τὴν δὲ ἡμέρην ταύτην καὶ νύκτα ὀλίγῳ μᾶλλον, τὴν δ’ ὑστέρην ἧσσον, τρίτη χαλαρά. εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροις οἴδημα μαλθακὸν, τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν, ἰσχνότερον παρὰ πάσας τὰς ἐπιδέσιας τοῦτο. τῇ δ’ ὑστεραίῃ ἐπιδέσει, ἢν δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ. ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλείοσιν πιεχθήτω. τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον δὲ ἐπὶ πλείοσιν. τῇ δὲ ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσεως λυθέντα, εὑρεθήτω ἰσχνὰ, χαλαρὰ τὰ ὀστέα. ἐς δὲ νάρθηκας δεθέντα, ἢν ἰσχνὰ καὶ ἄκνησμα καὶ ἀνέλκεα ᾖ, ἐὰν μέχρις εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος. ἢν δέ τι ὑποπτένηται, λῦσαι ἐν μέσῳ νάρθηκας διὰ τρίτης ἐρείδειν, ἡ ἀνάληψις, ἡ ἀπόθεσις, ἡ ἐπίδεσις, ὡς ἐν τῷ αὐτῷ σχήματι ᾖ διαφυλάσσειν.

Ἑρμάσματα μὲν ὅτι ἕρματα λέγουσιν οἱ Ἕλληνες εὔδηλόν ἐστι κἀκ τοῦ παρὰ τοῦ ποιητοῦ λεχθέντος οὕτω·

ὑπὸ δ’ ἤρεον ἕρματα νηῶν.

ἀνάλογον δὲ αὐτῷ τὸ ἡρμόσθαι, τὸ οἷον ἐρηρεῖσθαι καὶ ἐστηρίχθαι δηλοῖ. τοῦτ’ οὖν διὰ τὸ πλῆθος τῶν ὀθονίων μᾶλλον ἢ τῆς ἰσχύος γίγνεται. κελεύει δὲ ἰδίως τὴν ἐκ τῆς ἐπιδέσεως θλίψιν. εἴρηται δὲ καὶ περὶ τοῦδε καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τὴν προκειμένην ῥῆσιν καὶ τὰ ἐφεξῆς γέγραπται τελειώτατα διά τε τοῦ περὶ ἀγμῶν καὶ τοῦ περὶ ἄρθρων, λανθανόντων ἐξηγεῖσθαι καὶ μεταφέρειν εἰς τόδε τὸ βιβλίον, ὅσα τελέως ἐν ἐκείνοις εἴρηται καὶ τοῦτο καὶ σαφῶς οὐχ ἡγοῦμαι προσήκειν. αἰσχρὸν γάρ μοί ἐστιν αὖθις τὰ ἀριζήλως εἰρημένα μυθολογεῖν, ὃ πάντων δεινότατον ἑρμηνεύειν τὸ νοηθὲν οὐκ ἐμοῦ μόνον φησίν. ὑπερβὰς κατὰ αὐτὰ, καὶ γὰρ σαφῶς εἴρηται τοῖς ἀνεγνωκόσι τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων, ἐπὶ τὰ συνεχῆ τρέψομαι.

Κεφάλαια, σχημάτων ἔθη, φύσεις ἑκάστου τῶν μελέων. τὰ εἴδεα ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι, κατακεῖσθαι ἐκ τοῦ ἔργου, ἐκ τοῦ ἀφεῖσθαι.

Εὔδηλον κατ’ αὐτῆς τῆς ῥήσεως ὅτι τὸ βιβλίον τοῦτο γεγραμμένον ἐν τύποις ἐξεδόθη μετὰ τὸν τοῦ γράψαντος αὐτοῦ θάνατον. εἰώθασι γὰρ οἱ τὰ τοιαῦτα ἐκγράφοντες  διττῶς ὑπὸ τοὐ συγγραφέως γραφέντα ἢ ἔξωθεν, ἕνεκα τοῦ διασκέψασθαι ποτέροις ἀμείνοσι αὐτοῖς ἑρμηνεῦσαι, ταῦτα ἐπιγράφειν αὐτῷ τῷ συγγράμματι. τί γὰρ πιστεῦσαι δύναται δὶς τὰ αὐτὰ γράψαι βουληθῆναι ἐν τούτῳ τῷ βιβλίῳ, μηδεμιᾶς ἀνάγκης εὐλόγου γενομένης, ἔτι τε μᾶλλον ἐν ᾧ βραχυλογίαν ἐσχάτην ἐπετήδευσεν, ἀλλ’ ἐπειδὴ τοῖς πρὸ ἡμῶν ἔδοξε καὶ τὰ τοιαῦτα ἐξηγῆσαι καὶ ἡμεῖς αὐτοῖς ἀκολουθήσαμεν. ὅταν μὲν οὖν τὰ κεφάλαια τῶν σχημάτων ἐν ἴσῳ τῶν σκοπῶν εἴρηκεν, εἰς οὓς ἀποβλέποντες εὑρήσομεν ἐφ’ ἑκάστῳ μέρει αὐτοῦ οἰκεῖον σχῆμα, πρόδηλόν ἐστι. καὶ μὲν δὴ καὶ ὅτι τὰ ἔθη τῶν σκοπῶν τοιούτων εἶς ἐστιν, εἴρηται καὶ πρόσθεν ἐν τῇδε τῇ ῥήσει· πάρεξις δὲ καὶ διάτασις καὶ κατάτασις καὶ τἄλλα κατὰ φύσιν. φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται τεκμαρτέον. ἐς δὲ ταῦτα ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐκ μὲν ἐλινύοντος καὶ ἀφειμένου τὰς ἰθυωρίας σκέπτεσθαι οἶον τὸ τῆς χειρός. ἐκ δὲ τοῦ κοινοῦ ἔκτασιν, σύγκαμψιν, οἶον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερα, οἶον σκέλεα ἔκτασιν. ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα. ταῦτα γεγραφὼς ἀνήρω πῶς οὐκ ἂν αὖθις ἔγραψεν αὐτῶν φαυλότερα κατὰ τὴν προκειμένην ῥῆσιν. προειπὼν γὰρ ἐν αὐτῇ ἔθεα τε καὶ φύσιας ἑκάστου μελέων, ἑξῆς τὰ εἴδεα, τουτέστι τὰς διαφορὰς αὐτῶν ἐξ ἐνεργειῶν γνωρίζεσθαι βούλεται. τινὲς δὲ καὶ προσεγράψαντο τὰ εἴδεα τῶν μελῶν, ἵνα ἡ λέξις οὕτως ἔχῃ· τὰ εἴδεα τῶν μελῶν. περὶ γοῦν σκελέων ὡς ἐπὶ παραδείγματος ἔφη· ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι. καὶ κατὰ ταῦτα προσέθηκεν ἐκ τοῦ κατακεῖσθαι, ὅπερ ταὐτὸν ἔσται τῷ προγεγραμμένῳ ῥήματι τῷ ἐλινύειν. καὶ μέντοι καὶ μᾶλλον ἐφεξῆς τούτων εἰπὼν, ἐκ τοῦ ἔργου καὶ τοῦ ἀφεῖσθαι. τὸ μὲν ἔργον ἀντὶ τῶν κατὰ μέρος ἔργων ἔλαβε, τοῦ τρέχειν καὶ ὁδοιπορέειν καὶ ἑστάναι. τὸ δ’ ἀφεῖσθαι ἀντὶ τοῦ ἐλινύειν, ὥστε οὐδὲν πλέον ἐν τῇδε τῇ ῥήσει διῆλθεν ἔργων καὶ ἡσυχίας· οὐδὲ γὰρ ὅτι φύσεις ὠνόμασε μελῶν ἐν ἀρχῇ τῆς ῥήσεως ἡγητέον αὐτὸν, ἀλλὰ τοῦτο τρίτον σχῆμα τῶν κεφαλαίων εἰρηκέναι, μηδὲν τἄλλο τῆς φύσεως εἰρηκότα γνώρισμα παρὰ τὰ ἔργα, τὸ ὅλον ὧδι ἔχει, καθάπερ ἐν τῇ μικρὸν ἔμπροσθεν εἰρημένῃ ῥήσει γέγραπται. κατὰ πάντας τοὺς καιροὺς τῆς θεραπείας τῶν κατὰ χειρουργίαν παθῶν ἓν σχῆμα φυλάττεσθαι χρὴ τὸ κατὰ φύσιν τοῦ μέρους. εὑρεθήσεται δὲ τοῦτο, φησὶν, ἐκ τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τουτέστιν ὅταν ἡσυχάζῃ τις, ἔκ τε τοῦ κοινοῦ, τουτέστι τοῦ μεταξὺ τῶν ὑπερβολικῶν, ἔκ τε τοῦ ἔθεος, ἐν τῇ δῆλόν ἐστι τὰ ἔργα καὶ τὸ ἐλινύειν περιέχεσθαι καὶ τὰ δύο ταῦθ’ ἕξομεν γενικώτατα γνωρίσματα τοῦ κατὰ φύσιν ἑκάστῳ μορίῳ γενομένῳ σχήματος, τό τε μέγα εἶναι τὸ ὑπερβολῶν αὐτὸ καὶ ἔθος. ἐγὼ δὲ ἐν τοῖς περὶ μυῶν κινήσεως ὑπὲρ τούτων διελθὼν, καὶ τὴν κατασκευὴν τῶν μορίων, ἣν ἐξ ἀνατομῆς εὑρίσκομεν, ἐνδεικνύμενος τὰ κατὰ φύσιν σχήματα τῶν μορίων, ὡς κἀν τῷ περὶ ἀγμῶν αὐτὸς ὁ Ἱπποκράτης ἐδίδαξε· δύναται δὲ ἄλλος ἄλλοις ὀνόμασί τε καὶ ῥήμασι χρώμενος περὶ τῶν εἰρημένων πραγμάτων ἕτερα φαίνεσθαι λέγειν, οἷον καὶ ὅταν τις φαίη τὸ ἀνώδυνον· οὐ γὰρ ἄλλο σχῆμά τι εὑρήσει πλὴν τοῦ κατὰ τὸ ἐλινύειν εἰθισμένου. τὸ δὲ αὐτὸ τοῦτο καὶ μέσον ἐστὶ τῶν ὑπερβολικῶν. ἀλλὰ κἀκ τῆς κατασκευῆς τῶν μορίων ἐνδεικτικῶς αὐτὸ τοῦτ’ ἔστι τὸ εὑρισκόμενον.

Ὅτι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει.

Καὶ τοῦτο πρὸς ὑποτυπώσει φαίνεται γεγραφὼς ὁ συγγραφεὺς τοῦ βιβλίου, τυχὸν ἴσως ταὐτὸ μηκῦναι βουλόμενος ἐν τῷ πρὸς ἔκδοσιν ὑφ’ ἑαυτοῦ γραφομένῳ. καὶ κατ’ ἄλλα τῶν ἀντιγράφων εὑρίσκεται γεγραμμένον οὕτως τὸ, διότι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει, προβάλλοντος αὐτὸ πρὸς ζήτησιν ἑαυτῷ τοῦ συγγραφέως χρησιμώτατον ὧν οὐκ ἐν τοῖς κατὰ χειρουργίαν μόνην, ἀλλὰ καὶ τοῖς κατὰ δίαιταν. ἐκθηλύνεται γὰρ ἅπαν ἀργούντων σῶμα καὶ ἄῤῥωστον γίνεται, κρατύνεται δὲ καὶ ῥώννυται πραττόντων αὐτῶν, τουτέστιν ἐνεργούντων, διττὴ ἡ πίστις τοῦ λόγου, πεῖρα μὲν ἁπάντων τῶν προσεχόντων τὸν νοῦν τοῖς ἐναργῶς φαινομένοις. ἡ δὲ ἀπὸ τῆς φυσικῆς κατασκευῆς ἔνδειξις ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασι λέλεκται. ἐν οὖν τοῖς κατὰ χειρουργίαν οὐ χρὴ παμπόλλῳ χρόνῳ φυλάττειν ἀκίνητα πεπονθότα μόρια, καθάπερ ἔνιοι ποιοῦσιν ἀσφαλείας ἕνεκεν, ἀλλὰ δεῖ κινεῖν αὐτὰ μετρίως, ὅταν ἀφλέγμαντα γένηται καὶ τοῦτο ἄρχεσθαι μὲν πράττειν, ὅταν ὕδωρ θερμὸν καταχέηται τοῦ πεπονθότος. ἐφεξῆς δὲ κἀν τοῖς λουτροῖς, εἶτα καὶ χωρὶς τούτων.

Ἢ πιέσει ἢ πλήθει.

καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ γεγραμμένον ἐν τύποις ὑπὸ τοῦ συγγράψαντος τὸ βιβλίον εἰς τοῦδε σαφῶς ἐγγραφόμενος  μετήνεγκεν. εἴρηται δὲ καὶ τελέως καὶ σαφῶς ἔμπροσθεν, ὡς νῦν οὐκ ἐλλειπτικῶς. χρὴ γὰρ προσυπακοῦσαι τὸ ὀθόνιον, ἵν’ ἡ λέξις ὅλη γένηται τοιαύτη. ἡ πίεσις τῷ πλήθει τῶν ὀθονίων γιγνέσθω μᾶλλον ἢ τῇ θλίψει.

Ὁκόσα δὲ ἐκχυμώματα ἢ φλάσματα ἢ σπάσματα ἢ οἰδήματα ἀφλέγμαντα ἐξεργᾶται, ἐκ τοῦ τραύματος ἐς μὲν τὸ ἄνω τοῦ σώματος τὸ πλεῖστον, βραχὺ δέ τι καὶ ἐς τὸ κάτω, μὴ κατάντη τὴν χεῖρα ἔχοντα ἢ τὸ σκέλος, τιθέμενον τὴν ἀρχὴν κατὰ τὸ τραῦμα καὶ μάλιστα τὰ ἐρείδοντα, ἥκιστα τὰ ἄκρα, μέσως τὰ διὰ μέσου. τὸ ἔσχατον πρὸς τὰ ἄνω τοῦ σώματος νεμόμενον ἐπιδέσει, πιέσει. ἀτὰρ καὶ ταῦτα πλήθει μᾶλλον ἢ ἰσχύϊ, μάλιστα δὲ τουτέοισιν ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα, ὡς ἂν ἄνευ ναρθήκων καὶ καταχύσει χρῆσθαι πλέονι.

Φλάσματα διὰ τοῦ φ καλεῖν ἔθος Ἱπποκράτει κατὰ τὴν τῶν Ἰώνων διάλεκτον, ἃ πρὸς ἡμῶν ὀνομάζεται διὰ τοῦ θ θλάσματα. γίνεται δὲ βαρέος τινὸς ἐμπεσόντος τῷ σώματι, ὡς ἂν εἴποι τις, διασπάσαντος τὸ σαρκῶδες γένος. ἐνίστασθαι πέφυκεν, ὅταν ἡ διαθλασθεῖσα σὰρξ εἰς τὴν ὑπὸ τῷ δέρματι χώραν αἷμα προσχέῃ. τὸ τοιοῦτον πάθος ἐκχύμωμα καλεῖται καὶ γίνεται δηλονότι τοῦτο μὴ διαιρουμένου τοῦ δέρματος. εὔδηλον δὲ ὅτι καὶ φλέβες μικραὶ συνδιαιροῦνται τῇ σαρκὶ κατὰ τὴν τῶν ἐκχυμωμάτων γένεσιν. τὰ δὲ σπάσματα περὶ τὰς ἶνας γίνεται τῶν μυῶν ἐπὶ πλέον ταθείσας, ὡς ἰνίας ῥαγῆναι, καὶ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν τὰ τοιαῦτα παθήματα ῥήγματα. τούτων οὖν πρῶτος ὁ Ἱπποκράτης μνημονεύσας ἐφεξῆς αὐτὸς ἔγραψεν οἰδήματα, πάντας οὕτως ὀνομάζειν εἴωθε τοὺς παρὰ φύσιν ὄγκους· οἱ μετ’ αὐτὸν εἰς φλεγμονὰς καὶ σκίῤῥους καὶ κληθέντα ὑπ’ αὐτοῦ ἰδίως οἰδήματα διῃρήκασι. φλεγμονὰς δὲ ὁ Ἱπποκράτης ὀνομάζει τὰς φλογώσεις, ἀφ’ ὧν τοὔνομα τίθεται τοῖς θερμοῖς ὄγκοις. ἔξωθεν δὲ τῶν εἰρημένων ἐστὶ τὸ καλούμενον ἐρυσίπελας, φλογῶδες μὲν ἀεὶ, σὺν ὄγκῳ δὲ οὐκ ἀεί. ταῦτα οὖν ἅπαντα τὰ κατειλημμένα παρ’ Ἱπποκράτει ὀνομαστὶ πάθη τὴν μὲν κατὰ δίαιταν καὶ φαρμακείαν ἑτέραν ἔχει θεραπείαν, τὴν δὲ κατὰ χειρουργίαν ἐξ ἐπιδέσεως τρόπου γινομένην, ὅταν καὶ μάλιστα ἐκ τῆς προϋπαρχούσης ἐπιδέσεως τὴν γένεσιν ἐσχηκότα, περὶ ὧν νῦν ποιεῖται τὸν λόγον. τὸ γὰρ ἐξεργᾶται ἐκ τοῦ τρώματος, οἷον ἐκθλίβεται ἢ ἐξαιρεῖται δηλοῖ. τινὲς ἄντικρυς ἐξαίρεται γράφουσιν, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι. τὴν δ’ ἐπίδεσιν αὐτῶν ἐν μὲν τῷ περὶ ἀγμῶν ἀπ’ αὐτοῦ τὸ οἴδημα ἔχοντος μορίου ποιεῖται, νυνὶ δὲ ἀπὸ τοῦ τρώματος. δῆλον δ’ ὅτι καλεῖ τρώματα τὴν βλάβην τοῦ μορίου καὶ τοιοῦτόν γε τῆς καταγματικῆς ἐπιδέσεως ὑπαλλάττει νῦν, ὅτι τὴν πλείστην νομὴν τῶν ἐπιδέσμων ἐπὶ τὸ ἄνω ποιεῖσθαι κελεύει, βραχὺ δέ τι τὸ κάτω. τὸ μηδὲ κατάντη τὴν χεῖρα ἔχοντα ἢ τὸ σκέλος, κοινὸν μέν ἐστι πρὸς τὴν καταγματικὴν ἐπίδεσιν, ἀλλ’ ὡς μεγίστην ἔχον αὐτὸ δύναμιν ἐπὶ τῶν νῦν προκειμένων οὕτως ἔγραψε, μή πως ἀμελέστερον σχόντες εἰώθαμεν, ἐνίοτε μεγάλην αἱρώμεθα βλάβην. ὅσα γὰρ ἀξιόλογον βλάβην ἢ ὠφέλειαν ἔχει καλῶς καὶ μὴ καλῶς γινόμενα, ταῦτα ἀναμιμνήσκειν οὐκ ὀκνήσει συνεχέστερον. ἐφ’ ὧν δὲ μικρὰν ὠφέλειαν ἢ βλάβην οἶδε γιγνομένην, ἀρκεῖται περὶ τούτων ἅπαξ εἰπεῖν. ἐπὶ μὲν οὖν τῶν καταγμάτων, ὅταν εὐθέως ἐπιδέηται, πρὶν ἤτοι φλεγμῆναι τὸ πεπονθὸς ἤ τι τῶν νῦν εἰρημένων ἐπιγενέσθαι παθῶν, τοῦ μὲν μηδὲν ἐπιῤῥεῖν τῷ πεπονθότι παραπλησίως ἡ πρόνοια τῶν νῦν εἰρημένων ἐστὶν, οὐ μὴν τοῦ γε διαφορεῖσθαι τὸ περιεχόμενον ἐν τῷ πεπονθότι, καθάπερ κἀπί τι τοιοῦτον καὶ τοῖς κατὰ χύσιν προσέθηκεν, οὐχ ὡς οὐδ’ ὅλως ἐπ’ ἐκείνῳ χρώμενος, ἀλλ’ ὡς νῦν μᾶλλον. ἐπὶ πλέον γὰρ δεῖ τοῖς τοιούτοις ὕδατος θερμοῦ καταχεῖν, ἵνα διαφορηθῇ τὸ περιεχόμενον ἐν τοῖς ὠγκωμένοις. οὕτως οὖν καὶ αὐτὸς ἐν τῷ περὶ πτέρνης λόγῳ καθ’ ἣν ἀφ’ ὑψηλοῦ πηδησάντων ἐκχύμωμά τι γίγνεται σὺν τοῖς ἄλλοις οἷς ἔγραψεν εἰς τὴν θεραπείαν αὐτῶν χρησίμοις καὶ τοῦτο προσέθηκεν, ὕδατι θερμῷ πλείστῳ, οὐ τῇ πιέσει τὴν ἀσφάλειαν ἔχει τὸ ἐπιδούμενον μόριον. εἴρηται μὲν οὖν αὐτῷ κἀπὶ τῶν καταγμάτων. χρεία δὲ μείζων ἐπὶ τῶν νῦν προκειμένων ἐστὶν, ὅπως μήτε θλίβοιτο καὶ διαφοροῖτο. διὰ τὴν αὐτὴν οὖν αἰτίαν καὶ χωρὶς ναρθήκων ποιεῖται τὴν ἐπίδεσιν, ὥστε κατὰ δύο τῆς καταγματικῆς αὐτὴν ἀποκεχωρηκέναι, καθόσον ἧττόν τε πιέζεσθαι δεῖται καὶ μάλιστα ἐπ’ αὐτῶν ἀξιοῖ τὰ ὀθόνια κοῦφα εἶναι καὶ λεπτὰ καὶ μαλθακὰ καὶ καθαρά. τούτων γὰρ μάλιστα χρῄζει τὰ πιέζεσθαι μὲν ἧττον δεόμενα, διαφορεῖσθαι δὲ μᾶλλον. προσέθηκε δὲ τὸ χωρὶς φλεγμονῆς εἶναι δεῖν ἕκαστον τῶν εἰρημένων παθῶν, εἰ μέλλοιτο διὰ τῆς εἰρημένης ἐπιδέσεως θεραπεύεσθαι, διότι τὰ φλεγμαίνοντα τὴν ἐξ ἐπιδέσεως πίεσιν οὐδὲ μετρίως γιγνομένην ἀνέχεται καὶ διὰ τοῦτο θεραπεύομεν αὐτὰ καταπλάσμασί τε καὶ συνεχέσιν ὕδατος θερμοῦ καταχύσεσι καὶ φαρμάκοις ὑγροῖς, ὅσα δηλονότι φλεγμονὰς ὠφελεῖσθαι ἱκανά.

Τὰ δὲ ἐκπτώματα ἢ στρέμματα ἢ διαστήματα ἢ ἀποσπάσματα ἢ ἀποκλάσματα ἢ διαστρέμματα, οἷα τὰ κυλλὰ, τὰ ἑτερόῤῥοπα, ἔνθεν μὲν ἐξέστη συνδιδόντα, ὅπη δὲ συντείνοντα, ὡς ἐς τἀναντία ῥέπῃ ἐπιδεθέντα ἢ πρὶν ἐπιδεθῆναι σμικρῷ μᾶλλον ἢ ὥστε ἐξ ἴσου εἶναι. καὶ τοῖσιν ἐπιδέσμοισι καὶ τοῖσι σπλήνεσι καὶ τοῖσιν ἀναλήμμασι καὶ τοῖσι σχήμασι, κατατάσει, ἀνατρίψει, διορθώσει, ταῦτα καὶ καταχύσει πλείονι.

Περὶ τούτων ἁπάντων παθῶν ἔν τε τῷ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς ἐδίδαξε τελεώτατα καὶ νῦν ὥσπερ ἄλλων πολλῶν, οὕτως καὶ τούτων, οἷον ἐπιτομήν τινα γράφει, καθ’ ἑαυτὴν μὲν ἀσαφῆ διὰ συντομίαν, εὔδηλον δὲ τοῖς προσανεγνωκόσιν ἐκεῖνα τὰ βιβλία. καὶ ἡμεῖς δὲ ὅτι φθάνομεν αὐτὰ προεξηγήσασθαι, διὰ τοῦτο νῦν ὀλίγα ἀναμνήσεως ἕνεκεν ἐροῦμεν. ἐὰν δέ τις ἐκ τοῦ κατ’ ἰητρεῖον ἄρχεται, τοῦτο χρὴ τὸν διδάσκαλον σαφηνείας ἕνεκεν λέγειν ὅσα κατὰ τὸ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς ὁ Ἱπποκράτης ἔγραψεν, ἐν ὑπομνήματι δὲ μεταγράφειν αὐτὰ καὶ παρατίθεσθαι νῦν. κέκληκεν οὖν ἐν τῇ προκειμένῃ ῥήσει ὁ Ἱπποκράτης ἐκπτώματα μὲν ἐπὶ τῶν ἐξηρθρηκότων, στρέμματα δὲ φώνει μὲν, ὅταν διάρθρωσις ἀπαθής ἐστιν, ἐστράφη δὲ τὰ περὶ αὐτὴν νευρώδη σώματα καὶ γίνεται μάλιστα τοῦτο τοῖς κενεμβατεῖν λεγομένοις. διαστήματα δὲ ἐπὶ τῶν ψαυόντων μὲν ἀλλήλων ὀστῶν φύσει καὶ χωρὶς διαρθρώσεως, ἀποστάντων δὲ διά τι πάθημα. καὶ κατὰ τὸ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς μέμνηται διϊσταμένων ὀστῶν ἀπ’ ἀλλήλων ὀνομαστί. κατὰ μὲν ἀγκῶνα πήχεος, κερκίδος, ἐν δὲ τῇ ἄκρᾳ τῷ γόνυϊ τῶν συντιθέντων αὐτὴν κατὰ τὸν πόδα τῶν πλησιαζόντων τῇ πτέρνῃ. τὰ δὲ ἀποσπάσματα τῶν ὀστῶν γίγνεται, καθάπερ αὐτὸς ἀπ’ ἀκρωμίου διῆλθεν, ὅταν τῶν συνδούντων αὐτὰ διασπασθέντων ἀποχωρισθῇ πλεῖστον ἀπ’ ἀλλήλων συνεχόμενα πρότερον. τὰ δὲ ἀποκλάσματα καλεῖται μὲν ὑπὸ τῶν νεωτέρων ἀπάγματα. μέμνηται δὲ αὐτῶν ἐπὶ τέλει ἐν τῷ περὶ ἀγμῶν καὶ ταῖς περὶ ἀγκῶνος εἶναι ἴνεσι καὶ τὸ ἄπαγμα γέγραφεν αὐτὸς, ὅθεν ὁρμηθέντες οἱ μετ’ αὐτὸν ἀπάγματα προσηγόρευσαν ὅσα πλησίον τῆς διαρθρώσεως γίνεται κατάγματα, δι’ ὅλου τοῦ πάχους τῶν ὀστῶν, ὡς ἀπ’ ἀλλήλων διαστῆναι τὰ μεγάλα καὶ καλοῦσιν οἱ νεώτεροι αὐτὰ κατάγματα καυληδὸν γεγονέναι τὰ δὲ διαστρέμματα τῶν στρεμμάτων διαφέρει, καθόσον ἅπτεταί πως τῆς διαρθρώσεως ἐπ’ ὀλίγον αὐτὴν διαστρέφοντα καὶ συμμετακινοῦντα. γίνεται δὲ καὶ περὶ ἓν ὀστοῦν, μάλιστα δὲ κνήμην ἐπὶ τῶν παιδίων, ἣν καὶ μετὰ παραθέσεως τῶν ἐξευθυνόντων ἑκατέρωθεν ἐπιδοῦμεν ἐκ φιλύρας ἤ τινος οὕτως εὐτόνου τε καὶ μαλακοῦ ξύλου, ποιούμενοι δὲ λεπτὰ σανίδια. κάλλιστα δὲ ἐποίησε καὶ αὐτὸς προσθεὶς τὸν διὰ τῶν περιστρεμμάτων λόγον τὰ ἑτερόῤῥοπα. εἴτε γὰρ, ὥς τινες γράφουσι, τὰ οἷα τὰ κυλλὰ ταῦθ’ ἑτερόῤῥοπα κατὰ πάσας τὰς γραφὰς τὰ ἑτερόῤῥοπα συμφωνεῖται πᾶσιν. καὶ γὰρ εἴσω καὶ ἔξω τὴν ῥοπὴν ἴσχει πολλάκις ἡ διάρθρωσις ὅλη καὶ μάλιστα ἐν σκέλεσι κατὰ γόνυ καὶ κατὰ σφυρὰ, καὶ καλεῖται τὰ μὲν ἔξω ῥέποντα βλαισὰ, τὰ δὲ ἔσω ῥαιβὰ καὶ κυλλά. τούτοις ἅπασι τοῖς εἰρημένοις πάθεσιν ἐπίδεσις ἁρμόττει, δύο τούτους ἔχουσα σκοποὺς, ὅπου μὲν ἀπεχώρησε τὸ μόριον, ἐκεῖθεν αὐτὸ προσάγεσθαί τε καὶ ἐπικεῖσθαι διὰ τῶν ἐπιδέσμων· ἐὰν δὲ ἐξέσται χαλαρὸν εἶναι τὸ χωρίον, ὅπως δέχηται τὸ διὰ τῆς ἐπιδέσεως ὠθούμενον εἰς αὐτό. συνδιδόναι δὲ, τουτέστιν ἀνιέναι καὶ μὴ τείνειν ἔνθα χρὴ, τὸν ἐπίδεσμον ὑπακουστέον ἐστί. τὸ δὲ ἐξέστῃ κατ’ ἐκεῖνο τὸ μέρος τῆς ῥήσεως ἐν ᾧ φησιν, ὅπη δὲ, ὡς γενέσθαι τὴν ὅλην λέξιν τοιαύτην· ὅθεν μὲν ἐξέστη συνδόντα, τουτέστι χαλῶντα τὸν ἐπίδεσμον, ὅπη δὲ ἐξέστη συντείνοντα ὡς εἰς τἀναντία ῥέπειν τῆς χώρας, εἰς ἣν ἐξέστη. τῆς δὲ εἰς τἀναντία ῥοπῆς τοῖς ἐξεστῶσιν ὅρος οὕτω κατὰ φύσιν ἔθετο. νικηθήσεται γὰρ οὕτω ἡ ἐπίδεσις ὑπὸ τοῦ παθήματος εἰθισμένου τοῦ μορίου πολυχρονίῳ διαστροφῇ, ἀλλ’ ἐπέκεινα βραχὺ τοῦ κατὰ φύσιν ἄγειν ἀξιοῖ. τοῦτο γάρ ἐστι τὸ λεγόμενον ὑπ’ αὐτοῦ σμικρῷ μᾶλλον, ὥστε ἐξ ἴσου εἶναι. τὸ γὰρ κατὰ φύσιν ἴσον ἐστὶ καὶ τὴν εἰς ἐναντίον τόπον ῥοπὴν ἐξ ἁπάντων κελεύειν, ποιεῖν ἡμᾶς ὅσα παραλαμβάνομεν εἰς τὴν ἐπίδεσιν, ἃ καὶ κατὰ λέξιν αὐτὸς ὀνομαστὶ καὶ τοῖσιν ἐπιδέσμοισιν. εἰπὼν, καὶ τοῖσι σπλήνεσι καὶ τοῖσι ἀναλήμμασι καὶ πρὸς τούτοις ἔτι κατατάσει, ἀνατρέψει, διορθώσει. κατὰ πάντα γὰρ ταῦτα δυνατόν ἐστι περιῤῥέπειν εἰς τἀναντία τὴν ἐπίδεσιν ἐπὶ πλέον τοῦ κατὰ φύσιν, ἀλλὰ καὶ καταχύσει πλέονι χρῆσθαι, καὶ λέγει προσθεὶς ἐνταῦθα τῷ πλέονι παραλελειμμένον μὲν ἐν τῇ προτέρᾳ ῥήσει, συνεπινοούμενον δὲ τοῖς εἰρημένοις. ἐπ’ ἐκείνων μὲν οὖν ἕνεκα τοῦ διαφορῆσαι, ἐπὶ τούτων δὲ τοῦ μαλακῦναι χάριν ὕδατος θερμοῦ καταχύσει χρῆται πλείονι.

Τὰ δὲ μινυθήματα πολὺ προσλαμβάνοντα τοῦ ὑγιέος, ἐπιδεῖν ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ συντακέντα πλέονα ἢ αὐτόματα ἐμινύθη ἢ ἄλλῃ ἢ τῇ ἐξ ἐπιδέσεως παραλλάξαντα  ἐκκλίει εἰς τὴν αὔξησιν καὶ ἀνάπλασιν τῶν σαρκῶν ποιήσεται.

Τὴν ῥῆσιν ταύτην ἔνιοι μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὥσπερ καὶ ἄλλας πολλὰς, ἐπέδρασαν ὀλίγα περιλαλήσαντες, οἱ δὲ ἐπιχειρήσαντες σαφῶς ἐξηγήσασθαι ἥμαρτον τῆς ἀληθείας, ὡς θαυμάζειν μὲν τίνι τρόπῳ τὰ μινυόμενα μόρια, τουτέστιν ἰσχνὰ καὶ ἄτροφα γινόμενα, πρὸς τὴν κατὰ φύσιν εὐκρασίαν ἐπανῆγον. ἐγὼ δὲ καὶ ὅσα μὲν ἐν σημαινομένῳ λέξεως ἤ τινι σαφηνιστικῷ προβλήματι ζητεῖται, βλάβην οὐδεμίαν ἡγοῦμαι φέρειν εἰς τῆς τέχνης ἔργα τοῖς μανθάνουσιν, εἰ καὶ κακῶς τις ὑπολάβοι περὶ αὐτῶν. τὰ δ’ ἀγγεῖα τῆς ὠφελούσης ἀγωγῆς γραφόμενα βλάπτειν ἀναγκαῖον ἤ τινι ἀσκουμένῳ κατὰ τὴν τέχνην. ὡς τοίνυν αὐτὸς ἐθεράπευσα διὰ παντὸς ἠτροφηκότα μόρια διδάξω. πρότερον πῶς ἤδη τῆς ἐξ αὐτῶν ὠφελείας ἀπολαύωσιν οἱ μανθάνοντες, εἶθ’ ἑξῆς τὴν ῥῆσιν ἐφαρμόσαι πειράσομαι τοῖς ἀληθέσιν. ἐν γὰρ τοῖς σαφῶς γεγραμμένοις ἴσχεσθαι μὲν δὴ πάντως τῆς τῶν πραγμάτων ἀληθείας πειράσομαι καὶ τὴν τοῦ παλαιοῦ λέξιν, ἐὰν οἷόν τε ᾖ, τούτοις ὁμολογοῦσαν ἐπιδεικνύειν. εἰ δὲ ἀδύνατοί ποτε τοῦτο πρᾶξαι εἴημεν, τὸ οὖν ἀληθὲς ὁ νέος ἤδη γιγνωσκέτω. τῶν γοῦν γιγνομένων ἐν μέρεσί τισιν ἰσχνοτήτων αἱ πλεῖσται διὰ τὸ πολυχρόνιον ἡσυχίαν αὐτῶν ἢ καταγματικῆς αὐτῶν ἐπιδέσεως τρόπῳ εἰς τὰ παθήματα ταῦτα ἔρχονται. ἥ τε γὰρ ἡσυχία τὴν δύναμιν ἄῤῥωστον ἐπιδείκνυσι τῶν ἡσυχαζόντων μορίων, ἥ τ’ ἐπίδεσις ἐκθλίβουσα τὸ αἷμα τῶν ἐπιδουμένων, τὸ μὲν εἰς τὴν ἄνω χώραν, τὸ δὲ εἰς τὴν κάτω τὴν τροφὴν αὐτῶν ἀφαιρεῖται, ὥστε καὶ τὴν ἴασιν ἐναντίαν χρὴ ποιεῖσθαι τῇ γενέσει τοῦ πάθους, ῥωννύντας αὐτὴν τὴν δύναμιν τοῦ πεπονθότος μορίου χορηγοῦντας αὐτῇ δαψιλὲς αἷμα. ἡ μὲν οὖν δύναμις ῥώννυται τρίψεσί τε καὶ μετρίαις καταχύσεσι καὶ κινήσεσι. κατ’ ἀμφότερα τὰ γένη, τὸ ποιὸν καὶ τὸ ποσὸν, ἐπιτήδεια ταῖς κινήσεσιν. ἕνεκα δ’ ἐπιῤῥεῖν πλέον οἷόν τε ἐπιδέσεώς τε τῆς κατὰ τὴν προκειμένην καὶ καταχύσεως μετρίας ὕδατος θερμοῦ καὶ κινήσεως καὶ τρίψεως, ἅπερ καὶ τὴν δύναμιν ἐπιῤῥωννύει. εἶναι δὲ χρὴ πάντα μέτρια, κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν. οὐ γὰρ ἀπόχρη μόνον τὴν τρίψιν ἢ τὴν κίνησιν ἢ τοῦ θερμοῦ κατάχυσιν ὕδατος μήτε πολλὴν μήτε παντάπασιν ὀλίγην ὑπάρχειν, ἀλλ’ ἐν τούτοις χρὴ τὴν μὲν τρίψιν ἐν τῷ μέσῳ σκληρᾶς καὶ μαλακῆς, ὀλίγης τε καὶ πολλῆς εἶναι. τὸ δὲ εὔκρατον ἐν τῷ μεταξύ ἐστι τοῦ τε μηδέπω θερμαίνοντος, ὃ χλιαρὸν καλεῖται, καὶ τοῦ δάκνοντος ἤδη θερμοῦ καὶ λυποῦντος, ὃ δὴ ζέον ὀνομάζεται. καὶ τὸ πλήθει δὲ δηλονότι μέσον εἶναι προσῆκεν αὐτῷ πολλοῦ τε καὶ ὀλίγου. καὶ τόν γε τῆς ποσότητος λόγον αὐτὸς ἐδίδαξεν εἰπὼν ἔμπροσθεν, ἔτι μετεωριζομένου δεῖ πρὶν συμπίπτειν παύεσθαι. κατὰ τοῦτον δὲ τὸν χρόνον ἐρυθρότατον ὡσαύτως συμβαλλόμενον ὁρᾶται τὸ μόριον. ἅπαντα μὲν οὖν ὅσα λεπτὰ καὶ ἄτροφα γίνεται σαφῶς ἀναιμότερα φαίνεται τῶν κατὰ τὴν φύσιν ἐχόντων καὶ μόγις ἐρυθραίνεται καὶ τριβόντων καὶ καταχεόντων ὕδωρ θερμὸν ὁ σκοπὸς τῆς ποσότητός ἐστιν ἔρευθος κτήσασθαι τὸ μόριον, ὁ δὲ αὐτὸς οὗτος χρόνος ὀγκωδέστερον αὐτὸ δείκνυσιν. ἐὰν δὲ ἐπιμείνῃ ὁ τρίβων ἢ καταχεών, ὅ τε ὄγκος συμπίπτει καὶ παύεται τὸ ἔρευθος. καὶ μέντοι καὶ προγνώσει τό τε ἐνίατον ἢ καὶ δυσίατον ἐν τοῖς μινυθήμασιν ἐκ τοῦ ῥᾳδίως ἢ μόγις ἔρευθος κτᾶσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. ποιῷ δὲ τοῦτο δυσχερῶς κτωμένοις καὶ διά τινος τῶν θερμαινόντων φαρμάκων ὑγρῶν τὴν ἀνάτριψιν ποιούμενος καὶ μάλιστα ὅσα βραχὺ θαψίας μὴ παλαιᾶς, ἀλλὰ καὶ καταχρίω τινὶ τῶν πιττόντων φαρμάκων τὰς τοιαύτας ἰσχνότητας. ὅσα δέ τινά ποτέ εἰσι πιττωτὰ ἢ δρωπακιστὰ νοήσεις ἀκούσας καὶ πίτανα, ἀλλὰ δρώπακα, καί σοι λέγειν ἐξέστω καθότι περ ἂν βουληθῇς. οὐ γὰρ ἀττικίζειν διδάσκειν πρόκειταί μοι τοὺς νέους ἐν τοῖσδε τοῖς ὑπομνήμασιν, ἀλλὰ τὰ χρησιμώτατα τῶν ἔργων τῆς ἰατρικῆς τέχνης διεξέρχεσθαι καὶ ταῦτα πιττόντων φαρμάκων κατὰ τοὺς προειρημένους σκοπούς. ἐὰν μὲν γὰρ ἡ πρώτη χρῆσις εὔλογόν τε καὶ εὔρυθρον ἀπεδείξατο μόριον, ἤδη παύεσθαι προσῆκεν· εἰ δὲ μὴ, καὶ δεύτερον ἐπιχρίειν καὶ τρίτον ἐπὶ τινῶν μὲν καθ’ ἑκάστην ἡμέραν, ἐπὶ τινῶν δὲ διὰ τρίτην ἢ τετάρτην, ὡς ἂν μάλιστα δεόμενον ἴδῃς τὸν πεπονθότα τόπον. οὐ προστίθημι δὲ ἐνίοτε κατὰ τὸν λόγον τῶν σκόπων, τὸ θερμὸν γίγνεσθαι τὸ μόριον, ἀνατριβόμενον ἢ πιττούμενον, ἐπειδὴ συνεπινοεῖται τοῦτο τὸ ἐρυθρῷ. κατὰ γὰρ τὸν αὐτὸν χρόνον εἰς ἔρευθός τε καὶ θερμασίαν ἐπιδίδωσιν, οὕτως ἀεὶ θεραπεύων ἐγὼ τὰς παρὰ φύσιν ἰσχνότητας, ὀλιγάκις ἐδεήθην ἐπιδέσεως. εἰ δέ ποτε δεηθείην, ὡς Ἱπποκράτης ἔγραψεν, ἐπέδησα προσέχων αὐτοῦ τῇ λέξει, καθ’ ἣν εἶπεν ἀλλοίῃ τῇ ἐπιδέσει. τὸ γὰρ ἀλλοίῃ πρὸς τὴν καταγματικὴν ἀντιθεὶς εἶπεν, ἡ τὴν θλίψιν σφοδροτέραν ἐπὶ τῶν πεπονθότων ποιουμένη. ἡ οὖν ἀλλοία ἐπίδεσις εὐθὺς μὲν κἀν τῇ πρώτῃ τῶν ὀθονίων ἐπιβολῇ διαφέρει τῇ καταγματικῇ, οὐκ ἐπ’ αὐτοῦ τοῦ θεραπευομένου μορίου τὴν ἀρχὴν τιθεμένων ἡμῶν, ὡς  ἐφ’ ἑλκῶν τε καὶ καταγμάτων ἐγχυμωμάτων τε καὶ θλασμάτων, ὅσα τ’ ἄλλα μικρῷ ἔμπροσθεν εἴπομεν, εἰώθαμεν ποιεῖν. ἔπειτα δὲ μὴ πιέζειν κατὰ τὸ πεπονθὸς μόριον, ἀλλὰ ἀνίεσθαι μὲν κατὰ τοῦτο, πιέζειν δὲ μάλιστα μὲν ὅθεν ἤρξω κατὰ τὸ ὑγιὲς, ἑξῆς δέ σε κελεύει μὲν τὴν τάσιν ἐν τῇ κατὰ ὑγιὲς νομῇ μέχρι τοῦ πεπονθότος. ὅταν δὲ ἐπὶ τὸ πεπονθὸς ἀφίκηται, μάλιστα ἐκλελυμένῃ χρῆσθαι τῇ περιβολῇ τῶν ὀθονίων. χειμῶνος μὲν οὖν καὶ αὐτῷ συμπεριβαλεῖν τὸν ἐπίδεσμον, ὅπως μὴ θερμαίνῃ τὸ χαλαρὸν δηλονότι καὶ πιέσεως οὐδὲ τοὐλάχιστον ἔχοντα. θέρους δὲ τὸ μὲν ὑγιὲς ἐπιδῷ, τὸ περιεχόμενον αἷμα κατ’ αὐτὸ πρὸς τῆς ἀνατρέψεως δεόμενον ἐκθλίβων, αὐτὸ δὲ τὸ θεραπευόμενον οὐκ ἐπιτηδείως τῇ ἐπιδέσει ἐπιθερμαίνειν αὐτὸ καὶ διαφορεῖν. ὅταν δὲ ἱκανῶς ἄτροφον ὅλον τὸ σκέλος ἢ χεὶρ ὅλη γεγένηται, τὸ ἀντικείμενον κῶλον ἐπιδῶ, τὴν ἀρχὴν ἐκ τῶν κάτω μερῶν ποιησάμενος, εἶτ’ ἀναλαμβάνων ἐπὶ μὲν σκέλους ἄχρι τοῦ βουβῶνος, ἐπὶ δὲ χειρὸς ἄχρι μασχάλης καὶ ὤμου. κατὰ γὰρ τὸν αὐτὸν τρόπον ἀποσχίζονται τῆς μεγάλης φλεβὸς, ἐν μὲν τοῖς κάτω μέρεσι τοῖς καθ’ ἱερὸν ὀστοῦν αἱ τὰ σκέλη τρέφουσαι φλέβες, ἐν δὲ τοῖς ἄνω τοῖς κατὰ κλεῖς αἱ τὰς χεῖρας. ὅταν οὖν ἡ τῆς ἑτέρας φλεβὸς ἐπιῤῥοὴ τοῦ αἵματος εἰς τὸ συζυγοῦν κῶλον ἀποκλεισθῇ, πρὸς τὸ ἕτερον ἥκει τὸ αἷμα καὶ διὰ τοῦτο τὴν μὲν κατὰ τὸ ὑγιὲς σκέλος ἐπίδεσιν ἐσφίγχθαι χρὴ μέχρι τοῦ μὴ θλίβειν οὕτως, ὡς ὀδύνην ποιεῖν. ἤτοι δὲ γυμνὸν εἶναι χρὴ τὸ πεπονθὸς μόριον ἢ ὀλίγον ἐρίοις ἐσκεπάσθαι μέχρι τοῦ μηροῦ, ὁπότε ψυχρὸν εἴη τὸ περιεχόμενον. οὐκ ὄντος δὲ ψυχροῦ γυμνόν τε εἶναι συμφέρει καὶ συνεχῶς ἀνατρίβεσθαι πρὸς ταῖς σινδόσιν, εἶτα φαρμάκοις θερμαίνουσιν, ὅταν ᾖ δυσεκθέρμαντα. ταχέως δὲ θερμαινομένων ἔλαιον μόνον ἀρκεῖ βραχύτατον ἔχον κηροῦ. προσμένει τε γὰρ μᾶλλον τοῦτο καὶ ἦττον διαφορεῖ. κατὰ τὴν αὐτὴν ἀναλογίαν κἀπὶ τῶν χειρῶν ἅπαντα γίγνεται. καὶ γὰρ ἐπιδετέον ἐστὶ τὴν ἀπαθῆ, καθάπερ τὸ σκέλος καὶ θερμαντέον ἰσχυρῶς τὴν πεπονθυῖαν ἀνατρίψει τε καὶ κινήσει. καὶ ὅταν μὴ παντάπασιν ὁ κάμνων ἠλίθιος, πυνθάνεσθαι βέλτιον αὐτὸν τὸ πότερον τῆς ἐν. τῷ θεραπευομένῳ μορίῳ θερμασίας αἰσθάνεται παραπεμφθείσης ἢ πεπαῦσθαι φαίνεται σαφῶς αὐτὸ, κἄν φησι πεπαῦσθαι, καιρὸς ἤδη τῆς δευτέρας χρήσεώς ἐστι τῶν θερμαινόντων τε καὶ ῥωννύντων αὐτό. τέτταρα δὲ αὐτά ἐστι κατὰ γένος, τὰ διὰ σινδόνων ἀνατρίψεως, ὕδατος θερμοῦ καταχύσεως, ἀνάτριψις ἤτοι διὰ τοῦ φαρμάκου θερμαίνοντος ἢ δι’ ἐλαίου κατάχρισις ἁπλοῦ δρώπακος. ἐὰν δέ ποτε φαίνηταί σοι λίαν κατεψῦχθαι τὸ θεραπευόμενον μέρος, ἔστω ποικίλος ὁ δρῶπαξ ἐπεμβεβλημένον ἔχων ἄσφαλτον καὶ θεῖον ἄπυρον ὀλίγον καὶ πύρεθρον. ὅτι μὲν οὖν οὕτω χρὴ θεραπεύειν τὰ λελεπτυσμένα σώματα, οἶδα, παμπόλλους ἰασάμενος. εἰ δὲ καὶ τὴν Ἱπποκράτους ῥῆσιν ἐξηγοῦμαι καλῶς, οὐκέτι διαγίνεσθαι δύναμαι πᾶσαν κατὰ εἶδος ἐξήγησιν ἀσαφοῦς λέξεως, ἄχρι μὲν τοῦ πιθανοῦ προερχομένην, τὸ δὲ ἐπιστημονικὸν καὶ βέβαιον οὐκ ἔχουσαν. ἐξηγοῦμαι δὲ τὴν ῥῆσιν οὐχ ὡς οἱ πλεῖστοι κατὰ τὴν τοιάνδε γραφήν· ὡς ἂν ἐξ ἐπιδρομῆς συντακέντα πλέον ἢ αὐτὰ ἐμινύθει· μοχθηρὸν γὰρ ἔχει τὸν νοῦν, ἀλλ’ ὡς ἔνιοι γράφουσι μετὰ τοῦ ἄρθρου κατὰ τήνδε τὴν λέξιν, ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ συντακέντα. λέγει γὰρ συντακέντα τὰ λεπτυνθέντα χωρία διὰ τὴν ἀκινησίαν τε καὶ ἀτροφίαν. ταῦτα δ’ οὖν αὐτά φησιν ἐξ ἐπιδρομῆς τοῦ αἵματος, ὡς εἰ καὶ ἐπιῤῥοῆς εἶπεν, ἰᾶσθαι δεῖν, αἵματος ἀφικομένου δηλονότι πρὸς τὰ πεπονθότα πλέονος ὅσου δεῖσθαι δόξειεν, ἂν ἢ κατὰ φύσιν εἶχε. συμβήσεται γὰρ οὕτως εἰς τὴν αὔξησιν ἐκκλῖναι τὰ μινυθήματα τῆς πρόσθεν ἐπιδέσεως ἀλλοίας χρησάμενος. δέδεικται δὲ αὐτῆς ὀλίγον ἔμπροσθεν ἡ ἀλλοιότης ἢ καὶ τὴν δύναμιν ἀλλοίαν ἀναγκαίαν ἀκολουθεῖν. ἡ μὲν γὰρ πρόσθεν ἀπέλθῃ τοῦ πεπονθότος μορίου τὸ αἷμα, χορηγεῖ δὲ αὐτὴ δαψιλέστερον, εἰ κατὰ φύσιν εἶχεν. ὅτι μὲν γὰρ τὸ κατὰ φύσιν ἔχειν αὔταρκες ὄν τὸ περιεχόμενον ἐν αὐτῷ καὶ διὰ τοῦτο πλέον οὐκ ἐχρῆν ἐπιῤῥεῖν τοῦ μέλλοντος εἰς θρέψιν τε καὶ διαναπνοὴν ἀναλίσκεσθαι. νυνὶ δὲ κενοῦ καὶ ἀναίμου μορίου τοῦ πεπονθότος γεγονότος πολλῷ πλέον εἶναι χρὴ τὸ ἐπιῤῥέον, ἵνα μὴ τρέφηται μόνον, ὡς ὅταν γένηται ὑγιὲς, ἀλλὰ καὶ ἀνατρέφηται. καὶ τὰς ἀπορίας δὲ νῦν πλέονας ἀναγκαῖόν ἐστι γενέσθαι διὰ τὸ συνεχῶς θερμαίνεσθαι τὸ μόριον. ἅπαντα γὰρ αὐτὸ θερμαίνει κατὰ τὴν θεραπείαν γιγνόμενα καὶ ἡ τρίψις καὶ ἡ κίνησις καὶ ἡ φαρμακεία καὶ ἡ πιττία καὶ τοῦ πιττωκοῦ τὸ κατεχόμενον καὶ ὕδωρ θερμόν. ὁ γὰρ Ἱπποκράτης καὶ τούτῳ φαίνεται χρώμενος, ἴσως διὰ τὴν ἀπορίαν τῶν βαλανείων ἐν τῷ τότε χρόνῳ. ἐμοὶ δὲ ἤρκεσται κατ’ ἐνεστῶτα τὸ κατὰ τὰς ἐν τῷ βαλανείῳ πυέλας ὕδωρ εἴς τε τὸ θερμῆναι μετρίως θεραπευόμενα μόρια καὶ τὸν ἐκ τῶν τάσεων κόπον αἴρεσθαι· χρὴ δὲ κινεῖν αὐτὰ κατὰ τὰς συνήθεις ἐνεργείας καὶ τοῦτο πράττειν οὐχ ἅπαξ ἀθρόως ἑκάστης ἡμέρας, ἀλλὰ πολλάκις, ὥσπερ τὴν τρίψιν ἄχρι τοῦ διαθερμανθῆναι παραλαμβάνοντας, εἶτα παύοντας. ἐγὼ μὲν οὖν οὕτως ἐφαρμόζω τῇ ῥήσει τὴν ἀληθῆ θεραπείαν, ἧς ἐγὼ ἔργῳ τὴν δύναμιν ἔδειξα μυρίων ἐξ ἐπιδέσεως καὶ χρονίας ἡσυχίας καταλελεπτυσμένων ἀνατρέψας μόρια. καιρὸς δ’ ἂν εἴη καὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐξηγήσασθαι τὴν γνώμην, ὧν  οἱ πλεῖστοι μὲν, ὡς ἔφην, περιλαλήσαντες μόνον, ἀνεξήγητον εἴασαν τὴν ῥῆσιν, ὀλίγοι δ’ ἐπεχείρησαν κατὰ τὴν αὐτὴν λέξιν ἐφαπλῶσαι τὴν ὅλην διάνοιαν ἐξ αὐτῆς ἐπιδέσεως τὴν τοιάνδε. κελεύειν φασὶ τὸν Ἱπποκράτην τὰ μινυθήματα δι’ ἐπιδέσεως ἄρχεσθαι θεραπεύειν, ἵνα συντακέντα, τουτέστι καταλεπτυνθέντα πλέον αὐτὰ ἢ πρόσθεν ἐλελέπτυντο μεταβολὴν εἰς τοὐναντίον σχῆμα λαμβάνοιτο· πολλὰ γὰρ τῶν παθῶν οὕτω φασὶ θεραπεύεσθαι καὶ παραδείγματα φέρουσι, ναυτιώδεις δέ τινας ἐμετικῷ φαρμάκῳ θεραπευθέντας καὶ ἐκκρίνοντας συνεχῶς κάτω δριμέα διὰ καθαρτικοῦ ἰαθέντας. ἐνίους δὲ βήττοντας ὑπὸ τῶν βῆχα κινούντων σφοδρότερον. ἔνιοι δὲ αὐτῶν καὶ τοῦ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένου μέμνηνται κατὰ λέξιν οὕτως ἔχοντος· ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται. εἴπερ οὖν φασιν οὐ μόνον διὰ τῶν ἐναντίων τοῖς πάθεσι βοηθημάτων, ἀλλὰ καὶ τῶν ὁμοίων αἱ θεραπεῖαι γίγνονται καὶ νῦν οὕτως Ἱπποκράτης ἐκέλευσεν ἡμᾶς τὰ μινυθήματα θεραπεύειν, ἀρχομένους ἐπὶ τῆς ἐπὶ μᾶλλον αὐτὰ λεπτῦναι δυναμένης ἐπιδέσεως, ὅπερ ἐξ ἐπιδρομῆς συμβαίνειν φασὶ ἐπὶ πλεῖον, καὶ βραχέως συντακέντων τῶν μερῶν ἐπὶ τὰ τῆς ἐπιδέσεως ἀνοθούντων γένοντο πάλιν ἀνατρέψεις αὐτοῖς καὶ τὴν εὐσαρκίαν ἐγκλείειν σχοίη τὸ μόριον. ὁρῶντες δὲ οἱ οὕτως ἐξηγούμενοι ἀλλοίῃ τῇ ἐπιδέσει μηδ’ ὅλως ὑπ’ αὐτῶν ἐξηγήσεως τυχεῖν δυνάμενον, ἀλλοίῃ τῇ ἕξει γράφουσιν, ὥστε γίγνεσθαι τρεῖς διαφερούσας ἀλλήλων γραφάς· μία μὲν, ἀλλοίῃ δὲ ἕξει. καὶ γὰρ οὕτως ἐν ἐνίοις τῶν ἀντιγράφων εὑρίσκεται γεγραμμένον. οἱ δ’ οὖν ἄλλῃ τῇ ἕξει γράφοντες οὐκ ἐπὶ τὴν ἐπίδεσιν ἀναφέρουσι τὴν λέξιν, ἀλλ’ ἐπὶ τὸ πεπονθὸς μόριον, ὅ φασιν, ἀλλοίῃ χρησάμενον ἕξει, ἣν εἶχεν ἔμπροσθεν, ἐκκλίνειν πρὸς εὐτροφίαν τὴν ἕξιν ταύτην αὐτῷ γίγνεσθαι δι’ ἐπιδέσεως ἐπὶ πολὺ συντηκούσης, ὥσπερ οὐκέτι αὐτῆς ἐπιδέσεως εἰς τὴν ἰσχνότητα τῶν ἀτροφησάντων μορίων ἀφικνουμένων, ἀλλὰ νῦν ἴσως αὐτῆς τι μελλόντων πειρᾶσαι. τῆς γὰρ ὀνομαζομένης ὑπὸ τῆς ἐπιδέσεως καταγματικῆς κοινῆς δεούσης, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, καὶ ἄλλων παθῶν ἐν οἷς ἦν τὰ ἐκχυμώματά τε καὶ θλάσματα καὶ σπάσματα, λεπτυνούσης τὰ μόρια. τὴν οὖν ἕξει διὰ τῆς αὐτῆς ἐπιδέσεως ἀρχὴν ἀνατρέψεως πορίζεσθαι τοῖς ἠτροφηκόσιν; ὅθεν ἔνιοι τὴν λέξιν οὕτως ἔγραψαν, ὡς ἂν ἐξ ἐπιδρομῆς συντακέντων πλέον ἢ αὐτόματος ἐμινύθη, διαδράσασθαι τὴν ἀτοπίαν τοῦ λόγου νομίσαντες, αὐτομάτῳ φύσει λελεπτύνθαι τὰ μόρια. καὶ τὸ νῦν διδασκόμενον οὐχὶ πάντων εἶναι τῶν μινυθημάτων κοινὸν, ἀλλὰ μόνον τῶν αὐτομάτων τὸν κοινὸν καὶ καθόλου λόγον τῆς διδασκαλίας εἰς μικρὸν κόσμον συντείνονται· ὀλίγιστα γὰρ τὰ κατ’ ἄλλην αἰτίαν ἀτροφοῦντα καὶ πάνυ σπάνια τὰ ἄλλα πάντα διὰ τὴν πολυχρονίαν ἐπίδεσίν τε ἅμα καὶ ἡσυχίαν τῶν πεπονθότων μορίων εἰς τὴν τοιαύτην ἀφικνεῖ διάθεσιν. καὶ τούτων γὰρ εὔλογόν ἐστι μᾶλλον ἢ ἄλλων τινῶν μεμνῆσθαι τὸν Ἱπποκράτην, τοῖς προειρημένοις ὑπαρχόντων. εἴρηται γὰρ αὐτῷ μέχρι δεῦρο περί τε καταγμάτων καί τινων ἄλλων παθῶν, ὅσα παραπλησίας ἐπιδέσεως δεῖται. τούτοις οὖν εἰδὼς ἑπομένην ἰσχνότητα τῶν μορίων εἰκότως ἐπεχείρησε διδάσκειν ὥσπερ αὐτήν ἐστι θεραπευτέον. ὃ δὲ δὴ μέγιστον ἄν τις ἐγκαλέσειε τοῖς ἐπιδέσει λεπτυνούσῃ χρῆσθαι τὸν Ἱπποκράτην νομίζουσι καὶ δὴ φράσω. πρόκειται μὲν ἀνατρέψαι τὰ λελεπτυσμένα, γενέσθαι δὲ τοῦτο ἀδύνατόν ἐστιν, ἄνευ τοῦ τὴν δύναμιν αὐτῶν ῥωσθῆναι καὶ χορηγίαν ὕλης τροφίμου σχεῖν ἄφθονον. ἣν δὲ οἴονται δεῖν αὐτὸν παραλαμβάνειν, ἀνείργει μὲν τὴν ἐπιῤῥοὴν τοῦ αἵματος, ἀσθενῆ δὲ ἐργάζεται τὴν δύναμιν, ἣν δὲ ἐγώ φημι λέγεσθαι πρὸς Ἱπποκράτους ἀλλοίην, ὡς πρὸς τὴν ἐργαζομένην δηλονότι τὰ μινυθήματα, τούτων δι’ ἑτέρων ἐργάζεσθαι. χρὴ γὰρ ἄρχεσθαι μὲν ἀπὸ τῶν ὑγιῶν, οὐκ ἀπὸ τῶν πεπονθότων, τῶν ἐκ πολλῶν τὴν ἐπιβολὴν ποιουμένων αὐτοῖς εὔπηκτον, ὡς ἐκπιέσαντα κατὰ τὴν ὀδύνην ἄχρι τοῦ μηδεμίαν ὀδύνην γενέσθαι, φλεγμονὴν ἐργάζεσθαι δυναμένην, ἥκειν ἄχρι τοῦ πεπονθότος ἐκλύοντα κατὰ βραχὺ τὴν πίεσιν· ἀλλὰ καὶ τὸ συνεπιδεῖν τῷ πεπονθότι τὸ ὑγιὲς σκέλος οὐδένα λόγον ἔχει κατὰ τὴν ἐξήγησιν αὐτῶν. ἵνα μὴ ἐπὶ πολὺ συντακῇ τὰ λελεπτυσμένα τὴν ἐπίδεσίν φασιν αὐτὸν παραλαμβάνειν. εἰς τοῦτο δ’ οὐ μόνον οὐδὲν ὠφελεῖ τὸ ἕτερον σκέλος ἐπιδούμενον, ἀλλὰ καὶ βλάπτει. τὸ γὰρ εἰς ταὐτὸ πρότερον ἀφικνούμενον αἷμα δὴ, ὡς νῦν ἅπαν ἐς τὸ πεπονθὸς ἀπωθεῖται. εἴ γε μὴν τῶν παραδειγμάτων, ὦν οἱ τὴν προειρημένην ἐξήγησιν εἰρηκότες παρατίθενται μοχθηρὸν πρόδηλόν ἐστι, μηδὲ ὅμοιον ἐχόντων παρ’ Ἱπποκράτους διδασκομένων. ὑγιὴς γὰρ ὁ λογισμός ἐκκρῖναι βουλόμενος πᾶν ἀθρόως τὸ τὴν αἰτίαν ἐργαζόμενον, ἐμπεπλασμένον δηλονότι δυσαπολύτως τοῖς χιτῶσι τῆς κοιλίας. οὕτως γὰρ καὶ τὰ συῤῥέοντα καὶ βραχὺ δριμέα καὶ τὴν κοιλίαν ἐρεθίζοντα, πρὸς ἀπόκρισιν ἀθρόως κενῶσαι λόγον ἔχει, καθάπερ γε καὶ ἐπὶ τὴν μετρίαν βῆχα κινοῦντα διὰ σφοδροτέρας ἀθρόως ἐκκαθαιρεῖται. τούτοις δὲ ὅμοιον οὐδὲν  ἔχει τὸ λεγόμενον ὑπ’ αὐτῶν ἐπισυντήκειν ἀξιούντων τὸ λελεπτυσμένον χωρίον, ἵνα ἀρχὴν ἀνατρέψεως σχῇ. διὰ γὰρ τῆς ἐπιπολῆς ἡ δύναμις τῶν ἠτροφηκότων εὔρωστος γίγνοιτ’ ἂν, οὔθ’ ὕλης τροφίμου χορηγία. τὸ δὲ καὶ τῶν τετανικῶν μνημονεῦσαι αὐτοῖς ἀλογώτατον· ἐπιδεικνύουσι γὰρ ἑαυτοὺς τῆς Ἱπποκράτους τέχνης ἀμαθῶς ἔχοντας, εἴ γε τἀναντία τῶν ἐναντίων ἐκεῖνος εἶναί φησι τῆς θεραπευτικῆς μεθόδου. μὴ γινώσκοντες δὲ ἔνιοι τὴν δύναμιν τοῦ λόγου πρὸς ἀντιλογίαν ἐτρέποντο, κοινόν τι τοῦτο πεποιηκότες ἅπασι τοῖς προπετῶς ἀντιλέγουσι καὶ διαβάλλειν πειρωμένοις ἃ μηδ’ ὅλως ἔμαθον. οὐχ ὅπως γὰρ ἀνατρέπεται τὸ τἀναντία τῶν ἐναντίων εἶναι βοηθήματα δι’ ὧν εἶπεν Ἱπποκράτης ἐπὶ τῶν τεχνικῶν, ἀλλὰ κατασκευάζεται καὶ κατ’ αὐτὸν τὸν ἀφορισμὸν, ὡς αὐτοῖς ψυχρὸν εἶναι ἔφη ὕδωρ θέρμης ἐπανάκλησιν ποιεῖσθαι, θέρμην δὲ ταῦτα λύεσθαι, τὴν αὐτῶν θέρμην ταύτην, ἥτις ἰᾶται ψυχρὰ πάθη, ποτὲ μὲν διὰ τρίψεως ἐργαζόμεθα, ποτὲ δὲ διὰ φαρμάκου θερμαίνοντες ἢ γυμνασίων ἢ χύσεως ὑδάτων θερμῶν. καὶ μᾶλλον δ’ εἰπεῖν καὶ ἀσφάλτῳ δὴ πολλάκις, ὡς ἔφην, διὰ τοῦ πιττῶσαι τὸ θερμανθῆναι δεόμενον, ἔστι δ’ ὅτε καὶ διὰ ψυχροῦ καταχύσεως· ἀλλὰ τὰ μὲν ἄλλα πάντα κατὰ τὴν ἑαυτῶν δύναμιν ἔχοντα, τὸ θερμαίνειν ἀεὶ χρήσιμά εἰσι τοῖς θερμανθῆναι δεομένοις μορίοις τε καὶ πάθεσι. τὸ δὲ ψυχρὸν ὕδωρ, ἅτε ψυχρὸν ὅσον ἐφ’ ἑαυτῷ, σπανίως χρήσιμον γίγνεται, ἐπὶ μόνου σώματος ἰσχυρὸν ἔχοντος τὸ ἔμφυτον θερμὸν, ὠφελίμως παραλαμβανόμενον. ἐπεὶ γοῦν εὔσαρκος, φησὶν αὐτὸς, ἔστιν ὅτε χρήσιμον γίγνεται τὸ ψυχρὸν, οὐδ’ οὖν ἐπὶ τοῦ αὐτοῦ κατὰ πάντα καιρὸν, ἀλλὰ θέρεος. τίς γὰρ οὐκ οἶδεν ἢ τίς οὐκ εἴρηκε τῶν περὶ ψυχροποσίας γραψάντων ἐργαζομένην αὐτὴν δυοῖν, ἢ βλάβην ἐκ καταψύξεως ἢ θερμασίας πλείονος ἐκ τοῦ βάθους ἐπάνοδον. ἐὰν μὲν οὖν ἱκανῶς ᾖ θερμὸν τὸ σῶμα, τηνικαῦτα συμβαίνει μὴ νικᾶσθαι μὲν ὑπὸ τοῦ ψυχροῦ τὴν ἐν αὐτῷ θερμότητα πυκνωθέντος τοῦ δέρματος, ἐπισχεθείσης δὲ τῆς ἀναπνοῆς αὐξηθῆναι. ἐὰν δὲ ἧττον θερμὸν ᾖ, ὡς ἀντισχεῖν τῷ προσπίπτοντι ψυχρῷ μέχρι τοῦ βάθους ἀφικνουμένης αὐτῆς τῆς δυνάμεως, ἁλίσκονται ἐκ καταψύξεως πάθεσιν. ἴσως δὲ καὶ ταῦτά μοι περιττῶς νῦν εἰρήσεται, ἑτέρωθι, καθάπερ ἔφην, ἐπιδεδειχότι· τὰ πρῶτα θεραπεύοντα πρώτως εἶναι δεῖ ἐναντία. πρώτως δὲ δηλονότι λέγεται τὰ διὰ μέσου μηδενὸς, οἷς ἀντίκειται τὰ διὰ μέσου τινὸς, ἃ καὶ κατὰ συμβεβηκὸς, οὐ πρώτως, ὠφελεῖ. φλυαροῦσι δ’ οἱ μνημονεύοντες καὶ γαστρὸς ὑπαγωγῆς καὶ βηχικῶν φαρμάκων καὶ ψυχροῦ καταχύσεως εὐλόγως μὲν ἐνίοτε γιγνομένων, οὐδὲν δ’ ἐχόντων ὅμοιον τῷ νῦν ἡμῖν προκειμένῳ λόγῳ. δεῖξαι γὰρ ἐν αὐτῷ δεῖ πῶς ἡ λεπτύνουσα μετρίως ἐπίδεσις ἢ ῥώμην ἐργάζεται τοῖς λελεπτυσμένοις μορίοις ἢ πλείονος αἵματος ἐπιῤῥοήν. ἔς τ’ ἂν δὲ μὴ δύνανται δεῖξαι ταῦτα μάτην παραδείγματα γράφουσι, πρὸς τὸ μηδὲ ἀπόδειξιν ἐπιστημονικὴν γίγνεσθαι διὰ παραδείγματος. ἐδείχθη δὲ κατὰ τὸ περὶ παραδείγματος ὑπόμνημα πρὸ τούτων χρεία τῶν παραδειγμάτων, ὅτι μὴ τοῖς νοσοῦσι νοήσεως ἕνεκα λέγομεν αὐτὰ, ὡς νομίζουσί γ’ ἔνιοι καὶ μάλισθ’ ὅσοι ὁμοίως τοῖς ῥήτορσιν εἰς ἐπίστασιν αὐτοῖς χρῆσθαι, τοῦ παντὸς ἁμαρτάνοντες, ὥσπερ κἄν σοι Πλάτωνά φασι δι’ ἐπαγωγῶν ὡς τὸ πολὺ τὰς ἀποδείξεις ποιεῖσθαι. δέδεικται γὰρ ὡς κἀκεῖνος ἕνεκα σαφηνείας ἐχρῆτο ταῖς ἐπαγωγαῖς. ὅτῳ μὲν οὖν φίλον ἀκριβῶς ἐπίστασθαι δύναμιν ἐπαγωγῆς τε καὶ παραδείγματος, ἐπὶ τὸν ἴδιον ἑκατέρου λόγον ἀφικνείσθω γεγραμμένον ἡμῖν ἑτέρωθι. νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανήξω καὶ παρασκευάσας ὅ μοι λέλεκται μέχρι δεῦρο, ἀναγνόντας ἐπιμελῶς τοὺς ὁμιλοῦντας τοῖσδε τοῖς γράμμασιν ἐπὶ τὴν τῆς εἰρημένης ῥήσεως· ἐξήγησιν ἀφικνεῖσθαι, μαρτυροῦσαν τῇ λελεγμένῃ ὑφ’ ἡμῶν ἐπ’ αὐτὴν ἤδη μεταβήσομαι. ἵνα δὲ μᾶλλον ἅπασα γένηται σαφὴς, οὐχ ὅλην αὐτὴν ἀθρόως γράψων, ἀλλὰ κατὰ μέρος τὴν ἐξήγησιν οὕτω ποιήσομαι.

Βέλτιον δὲ καὶ τὸ ἄνωθεν, οἷον κνήμης καὶ τῶν μηρῶν καὶ τὸ ἕτερον σκέλος τῷ ὑγιεῖ συνεπιδεῖν, ὡς ὁμοιότερον ᾖ καὶ ὁμοίως ἐλινύῃ καὶ ὁμοίως τῆς τροφῆς ἀποκλείηται καὶ δέχηται.

Τὴν τῶν μινυθημάτων ἐπίδεσιν ὀλίγον ἔμπροσθεν ἀλλοίαν ἔφη χρῆναι ποιεῖσθαι τῆς καταγματικῆς. ἐν ἐκείνῃ γὰρ πρόκειται, πρὸς τῷ τὴν ἐπιῤῥοὴν τοῦ αἵματος ἀνείργεσθαι, ἔτι καὶ τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσι μορίοις ἄνω τε καὶ κάτω διωθεῖσθαι, πρὸς τῷ ἡσυχάζειν αὐτὰ μηδ’ ὅλως κινούμενα. διὰ γὰρ τῆς τοιαύτης ἔν τισι τελέως ἀφλέγμαντα γενέσθαι τὰ πεπονθότα μόρια· νυνὶ δὲ οὔτ’ ἀνείργειν τὴν ἐπιῤῥοὴν τοῦ αἵματος οὔτ’ ἐκκρίνειν τὸ περιεχόμενον ἐν αὐτοῖς οὔτε ἀκίνητα φυλάττειν, ἀλλὰ τἀναντία τούτων ἅπαντα πρόκειται πράττειν. τὴν οὖν ἐπίδεσιν, ὡς ἔφην, καὶ πρόσθεν ἄρξασθαι ἀπὸ τῶν τινων ὑγιῶν χρή.  πιέζουσαν δὲ ταῦτα τὸ μὲν ἐξ αὐτῶν αἷμα χρὴ ταῖς λελεπτυσμέναις ἐκθλίβειν, αὐτὰ δὲ ἐν τῷ τελείως ἀπολαύειν κωλύειν. ἐπὶ μὲν οὖν κνήμης ἢ πήχεος πεπονθότων ἱκανὸν ἂν εἴη τὴν ἀρχὴν τῆς ἐπιδέσεως ἀπὸ βουβῶνος ποιεῖσθαι. μηροῦ δὲ ἢ βραχίονος πεπονθότων, ἀναγκαῖόν ἐστιν ἀντικείμενον ἐπιδεῖν κῶλον, ἐκ τῶν κάτω μὲν ἀρχομένους, ἀνιόντας δὲ ἄχρι βουβῶνος ἢ μασχάλης. εἰ δέ ποτε καὶ μεγάλως πῆχυς ἢ κνήμη πεπόνθοι, καθ’ ἑκάτερον ἐπιδεῖν σκέλος ἢ βραχίονα ἄμεινόν ἐστιν, ὡς ὁμοίως τούτῳ τὸ μὴ πεπονθὸς σκέλος ὑπερκειμένου τοῦ πεπονθότος μέρους εἴργηται καὶ μὴ τρέφηται. διὰ τοῦτο οὖν εἶπεν, οἷον κνήμης καὶ τῶν μερῶν καὶ τὸ ἕτερον σκέλος τῷ ὑγιεῖ συνεπιδεῖν, ὡς ὁμοίως φησὶν ἐλινύειν, τουτέστι ἀργεῖν τὸ ἕτερον, σκέλος δηλονότι τῷ κατὰ τὸ πεπονθὸς μηρῷ καὶ ὁμοίως ἀποκλείηται. τὸ δὲ δέχηται διὰ τὸ μὴ βούλεσθαι τῆς τροφῆς, ἀποκλείειν αὐτὸ τὸ ἐπιδούμενον, ὡς μηδ’ ὅλως διέρχεσθαί τι μέρος αὐτῆς. εἴ γέ τις σφίγγει γενναίως, ἀποκλείεται τελείως εὐθὺς μὲν καὶ τοῦ νεκρωθῆναι τὸ μόριόν ἐστι κίνδυνος. εἰ δὲ καὶ μὴ γένοιτό ποτε τοῦτο, τὴν τροφήν γε πάντως, ὥσπερ καὶ τῶν κατὰ τὸν μηρὸν μορίων, οὕτω καὶ κατὰ τὴν κνήμην ἀφαιρήσεται. πρόκειται μὲν οὖν ἡμῖν οὐδὲ λεπτῦναι τὸν μηρὸν, ἀλλ’ ἀναθρέψαι τὴν κνήμην. ἐπεὶ δὲ ὁ τῆς ἐπιδέσεως τρόπος ἀτροφώτερον τὸ μόριον ἐξ ἀναγκῆς ἐργάζεται προσιέμενοι τὴν τοιαύτην βλάβην ἄχρι τινὸς, εἶθ’ ὕστερον, ὅταν ἤδη μετρίως ἔσχῃ σαρκώσεως ἡ κνήμη, κοινὴν ἀμφοτέρων ποιούμεθα πρόνοιαν. ἀποστῆναι τοιγαροῦν χρὴ κἀνταῦθα τῆς ἐξηγήσεως, οἰομένων αὐτῷ τῷ λελεπτυσμένῳ μορίῳ τὰ ὑπερκείμενα καὶ καθ’ ἑκάτερον σκέλος ἐπιχειρεῖν συλλεπτύνειν, ἕνεκα τοῦ κρύπτεσθαι τὴν ἰσχνότητα τῶν ἠτροφηκότων καὶ μὴ κατάφωρον γίγνεσθαι, μηδὲ ἐξελέγχεσθαι τῇ παραθέσει τῶν εὐτροφούντων. οὐ μόνον γὰρ Ἱπποκράτης, ἀλλ’ οὐδὲ τῶν ἐπιτυχόντων ἰατρός τις ἠξίωσεν ἂν ἡμᾶς καλῶς ἰᾶσθαι.

Ὀθονίων πλήθει, μὴ πιέσει.

Καὶ πρόσθεν ἤδη πολλάκις ἐκέλευσεν οὕτω πράττειν, ἐφ’ ὦν ἀνώδυνον ἀκριβῶς βούλεται φυλάττεσθαι τὸ ἐπιδούμενον.

Ἀνιέντα πρῶτον τὸ μάλιστα δεόμενον καὶ ἀνατρίψει χρώμενον σαρκούσῃ καὶ καταχύσει ἄνευ ναρθήκων.

Πρῶτον εἴρηκεν ἤτοι κατὰ τὸν χρόνον ἢ κατὰ τὴν δύναμιν καὶ κατὰ τὸν χρόνον ἤτοι τῆς μιᾶς ἐπιδέσεως ἢ τῶν ἐφεξῆς ἀλλήλων παραβαλλομένων. ἐπεὶ δὲ ταῦτα πάντα εἰσὶν ἀληθῆ, διὰ τοῦτο δῆλόν ἐστι τὸ λεγόμενον, εἰ μὴ ἄρα ταῦτα πάντα βουλόμενος ἡμᾶς ἀκούειν, οὕτως ἔγραψεν. εὐθὺς οὖν ἐπ’ αὐτῆς τῆς πρώτης ἐπιδέσεως, ἐπειδὴ ταύτην ἐκ πολλοῦ ποιεῖσθαι χρὴ, τὴν μὲν πρώτην ἐπιβολὴν τῶν ὀθονίων ἐρείδοντα, τὰ δὲ ἐφεξῆς ἀεὶ καὶ μᾶλλον ἀνιέντα, μάλιστα δὲ κατὰ τὸ τῆς ἀναθρέψεως δεόμενον κῶλον, πιθανὸν ἂν εἴη. τὸ μὲν κατὰ δύναμιν πρῶτον ἐπὶ τοῦ θεραπευομένου μορίου λελέχθαι, τὸ δὲ κατὰ χρόνον τῆς ἐπὶ πρώτης ἐπιδέσεως. εἰ δ’ ἐπὶ πασῶν τῶν ἐπιδέσεων ἀλλήλαις παραβαλλομένων ἀκούομεν τῆς ῥήσεως, ὁ νοῦς ἔσται τοιοῦτος. εἰ κατὰ τὰς πρώτας ἐπιδέσεις συνεπιδέοις τῷ ὑγιεῖ, πάντως παρέξει ποτὲ αὐτὸς γυμνοῦν αὐτό. τοῦτ’ οὖν αὐτὸ πρῶτον ἐπὶ τῶν μάλιστα δεομένων ἀναθρέψεως πράττειν καὶ διὰ τοῦτο μὴ καλῶς τρεφόμενα, τοῦ δ’ αἵματος ἐπὶ τὸ πεπονθὸς ἑλκομένου διά τε τῆς ἀνατρίψεως καὶ τῶν ἄλλων ὅσα σμικρὸν ἔμπροσθεν εἶπον, ἡ σάρκωσις ἐν αὐτῷ μᾶλλόν τε καὶ θᾶττον ἔσται. τῆς μὲν οὖν ἀνατρίψεως καὶ τῆς θερμῆς καταχύσεως ὕδατος αὐτὸς ἐμνημόνευσε, τοῦ φαρμάκου δὲ οὐκ ἐμνημόνευσεν, ἐπειδὴ τῆς χειρουργίας μόνης ὠφελείας ἐνταῦθα γινώσκει. οὐδὲ γὰρ τὸ διακινεῖν αὐτὰ μετρίως ἄχρι τοῦ μὴ κοπωθῆναι, παραλελεῖφθαι δὴ χρὴ δοκεῖν ὑπ’ αὐτοῦ. ἐπεὶ δ’ οὖν αὐτὸς ἐδίδαξε τὰ τοῖς διδασκομένοις ὁμογενῆ, τῇ δὲ ἀνατρίψει κίνησις ἅπασα τῶν ἀτροφούντων ὁμογενής ἐστιν. ὅπου δὲ καὶ θάτερον σκέλος ἐλινύειν ἐκέλευσεν, ὁμοίως τῷ κατὰ τὸ πεπονθός κῶλον ὑγιεῖ μορίῳ, δῆλός ἐστι τῷ ἀνατρίβειν ἀξιῶν κινεῖσθαι. δυνατὸν γάρ ἐστι πῆχυν ἄνευ βραχίονος κινεῖν καὶ κνήμην ἄνευ μηροῦ, θεραπεύων ἀτροφίαν, οὐ χρῄζει ἀκινήτου πήχεος καὶ κνήμης. ἐπίσταται γὰρ οὕτως ἐκ τῶν ὑποκειμένων ἅμα τῇ κινήσει θεραπευόμενα. τῆς δὲ ὁδοιπορίας αὐτῶν διὰ τῶν πεπονθότων γινομένης ἐκεῖνα φθάνει προαπολοῦντα. καὶ γὰρ ταῖς ἀνατρίψεσι καὶ ταῖς πιττώσεσι καὶ ταῖς τῶν θερμαινόντων φαρμάκων προσφοραῖς πλεονεκτεῖ. μέγιστον δὲ τεκμήριον ἔσται σοι τοῦ θερμαινομένων τῶν ἀκρωτηρίων ἐπιῤῥεῖν αἵματος κώλοις πλέον ἡ γιγνομένη κατ’ αὐτὰ θερμότης καὶ ἐρυθρότης. τελέαν μὲν ἤδη τούτων ἔχεις τὴν ἴασιν, ἐμοῦ προστεθεικότος ἐκείνοις ἃ Ἱπποκράτης εἶπε καὶ τὴν τῶν θερμαινόντων φαρμάκων προσφορὰν, ἐν ᾧ γένει καὶ ἡ πίττωσίς ἐστιν. ὁ δὲ Ἱπποκράτης οὐκ ἐμνημόνευσεν ὅλως ἐν τούτῳ τῷ βιβλίῳ φαρμάκου, καίτοι  μνημονεύσας ἐνίων παθῶν, δεομένων τῆς ἐκ φαρμάκων ἰάσεως, ἐν οἷς ἐστι τὰ ἐκχυμώματα καὶ τὰ στρέμματα καὶ τὰ σπάσματα. διότι μὲν τὴν κατὰ χειρουργίαν ὠφέλειαν ἐν αὐτῷ φυλάξαι προὔθετο καὶ ταύτην οὐ πᾶσαν, ὡς ἔφην, ἀλλ’ ἀναγκαιοτάτην τε καὶ χρησιμωτάτην τοῖς ἀρχομένοις μανθάνειν τὴν τέχνην.

Τὰ δὲ ἑρμάσματα καὶ ἀποστηρίγματα οἷον στήθεϊ, πλευρῇσι, κεφαλῇ καὶ τοῖσιν ἄλλοισιν ὅσα τοιαῦτα. τὰ μὲν σφυγμῶν ἕνεκεν, ὡς μὴ ἐνσείηται, τὰ δὲ καὶ τῶν διαστάσεων τῶν κατὰ τὰς ἁρμονίας. ἐν τοῖσι κατὰ τὴν κεφαλὴν ὀστέοισιν ἐρεισμάτων χάριν ἐπί τε βήχεων ἢ πταρμέων ἢ ἄλλης κινήσεως, οἷα τὰ κατὰ θώρακα καὶ κεφαλὴν ἀποστηρίγματα γίγνεται, τουτέων ἁπάντων αἱ αὐταὶ ξυμμετρίαι τῆς ἐπιδέσεως. ᾗ μὲν γὰρ τὰ σίνη μάλιστα πιέζειν, ὑποτιθέναι οὖν εἰρίον μαλθακὸν, ἁρμόζον τῷ πάθει, ἐπιδεῖν δὲ μὴ μᾶλλον πιεζεῦντα ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείεσθαι, τάς τε διαστάσιας τῶν ἁρμονιῶν ψαύειν τὰ ἔσχατα ἀλλήλων, μήτε ἀμφὶ τοῖσι πταρμοῖσι καὶ βηξὶν, ἀλλ’ ὥστε ἀποστήριγμα εἶναι καὶ μήτε ἀναγκάζηται μήτε ἐνσείηται.

Ἐκ μὲν τοῦ μὴ κελεύειν αὐτὸν ἠρεῖσθαι ἢ πιέχθαι τὴν ἐπίδεσιν ἐπί τε παρεῤῥαμένων καὶ περιβαλλομένων ἔξωθεν, ὁμοίως εἰρηκέναι καὶ περὶ τῆς ἐπιδέσεως αὐτῆς, ἢν διὰ τῶν ὀθονίων ποιούμεθα, δῆλον ἦν τῆς ἑρμάζειν φωνῆς τὸ σημαινόμενον ἀπὸ τῶν ἑρμάτων εἰληφὼς, ὡς καὶ ὁ ποιητὴς μνημονεύων εἶπεν.

ὑπὸ δ’ ᾔρεον ἕρματα νηῶν.

ὡς οὐδὲν διαφέρων ἢ ἐρείσματα εἰπεῖν ἢ στηρίγματα. φαίνεται δὲ πολλάκις μὲν κεχρημένος τῷ ἑρμάζειν ἐπὶ τε τῶν ἐπιδέσμων καὶ σπληνῶν καὶ παρερμάτων, σημαίνων τό γε στηρίζειν. ἤκουσαν δὲ κατὰ πάσας τὰς ῥήσεις τοῦ ἑρμάζειν οἱ ἐξηγηταὶ ταὐτὸ σημαινόμενον, ὅπερ κἀκ τοῦ στηρίζεσθαι· ἀλλὰ νῦν γε φαίνεται γράψας ἐφεξῆς ἀλλήλων τὰς δύο φωνὰς, τήν τε τῶν ἑρμασμάτων καὶ τὴν τῶν στηριγμάτων, ἐνδείκνυσθαι διάφορον ἐξ αὐτῶν τι σημαίνεσθαι. μή τις οὖν ἑρμάσματα μὲν ὠνόμασε τὰ κατὰ τὴν ἐπίδεσιν αὐτῶν ἕνεκα τοῦ φυλάττεσθαι τὸ πεπονθὸς ἀκίνητον, ὑποβαλλόμενά τε καὶ περιβαλλόμενα οὐ μόνον πρὸς τὰς μὲν πρώτας ὑποδεσμίδας ἔχοντα καὶ ἄλλας τινὰς χρείας. ἀλλὰ καὶ τὴν τῶν ἑρμασμάτων, εἶθ’ ἑξῆς τοὺς σπλῆνας ἑρμάσματα καὶ αὐτοὺς ὄντας οὐ μόνον τοῦ κατάγματος, ἀλλὰ καὶ τῶν ἐπιδέσμων, εἶτα τοὺς ἔξωθεν αὐτοῖς περιβαλλομένους ἐπιδέσμους κατὰ τοὺς νάρθηκας καὶ τὰ παρέρματα. πάντα γὰρ ταῦτα τοῦ κρατεῖν ἕνεκα τὰ ὑποβεβλημένα περιτιθέμενα τὴν τῶν ἑρμασμάτων ἔχει χρείαν οὐ πρὸς αὐτὰ μόνον, ἀλλὰ καὶ πρὸς τὰ κατάγματα. ἀποστηρίγματα δὲ δοκεῖ μοι λέγειν ὅσα χωρὶς ἐπιδέσεως ἔξωθεν ὅλῳ τῷ πεπονθότι μορίῳ παρατιθέμενα ἐκ δεξιῶν ἢ ἀριστερῶν ἢ κάτωθεν ἢ ἄνωθεν. ὀνομάζω δὲ νῦν ἄνωθέν τε καὶ κάτωθεν, ὡς κατὰ μῆκος ὅλου τοῦ σώματος. ἐν γὰρ τῇ κατὰ τὸ πάχος αὐτοῦ διατάσει τὰ μὲν ὑποστηρίγματα κάτω εἰσὶ, τὰ δὲ ἐπεμβλήματα πάντ’ ἄνωθεν ὁποῖ’ ἄττα. στηρίζεται δὲ τὸ μὲν ἄκρως ἐνίοτε περιϊστάμενον κάτωθεν, ὀρθὸν ἄνωθεν. κεφαλὴ δὲ προσκεφαλαίοις τέ τισι καὶ ὑπαυχενίοις ἐρίοις τε καὶ ῥάκεσι μαλακοῖς. καὶ σωλῆνες δὲ καὶ παρατιθέμενοι τοῖς κατεαγόσι σκέλεσιν ἑκατέρωθεν στηρίγματα ἂν εἴη. τὸ δ’ ἐντιθέμενον εἰς τὴν μασχάλην ἔριον στρογγύλον, ὅταν ἐκπεπτωκὸς τὸ κατ’ ὦμον ἄρθρον ἐμβαλλόμενον ἐπιδῶμεν, ἐγχωρεῖ προσαγορεύειν ἑρμάσματά τε καὶ στηρίγματα. διὰ τί δὲ ἐπιδεῖται καὶ αὐτὸ καθ’ ὅπερ τι μέρος γίγνεται τῆς ὅλης ἐπιδέσεως. ἕρματά γε μὴν ἔξωθεν ἐπιτιθέμενά τε καὶ παρατιθέμενα θώρακι καὶ κεφαλῇ στηρίγματα μᾶλλον, οὐχ ἑρμάσματα κλητέον. ἐπενοήθη δὲ ταῦτα τοῖς ἰατροῖς διὰ τὰς ἀναγκαίας κινήσεις τῶν μορίων, ἐνίας μὲν κατὰ φύσιν οὔσας, ὡς ἀναπνοὴν ἐπὶ τῶν κατὰ θώρακα σφυγμῶν καὶ μηνίγγων, ἐνίας δὲ παρὰ φύσιν, ὡς βῆχα καὶ πταρμὸν καὶ λυγμόν. ὅσοι δὲ ἐν τοῖς φλεγμαίνουσι μορίοις γίγνονται σφυγμοὶ καὶ προσέτι κατὰ τὰς κεφαλαλγίας τὰς σφοδρὰς ἐν ταῖς κατὰ τοὺς κροτάφους ἀρτηρίαις. καὶ παλμοὶ δὲ πολλάκις μὲν ἐφ’ ὑποχονδρίων γιγνόμενοι, ἔστι δ’ ὅτε δὴ καὶ κατ’ ἄλλα μόρια στηριγμάτων ἐδεήθη, καὶ τά γε στηρίγματα ταῦτα ποιητέον, ποτὲ μὲν αὐτὰ μόνα, ὡς ἐπὶ τῶν κατὰ τοὺς κροτάφους ἀρτηριῶν, ἐν κεφαλαλγίαις σφοδραῖς ἢ τῶν κατὰ ὑποχόνδρια παλμῶν ἢ τραυμάτων αἱμοῤῥαγίαν ἀπειλούντων, ἐνίοτε δὲ ἔριον ἐπιδέσμῳ περιλαμβάνοντες ἁπλῶς, καὶ χωρὶς δὲ ἐπιδέσμων ἐνίοτε στηρίζομεν. ἐρίῳ τε στηρίζομεν τὰ κατὰ θώρακά τε καὶ αὐχένα καὶ κεφαλὴν ὑπαυχενίοις τε μαλακοῖς καὶ σακκίοις κούφοις κέγχρον θερμὴν ἔχουσιν, ὅταν ἅμα πυριαθῆναί τε καὶ στηρίζεσθαι δέονται, μασχάλην δὲ καὶ νῦν ἐκπεσοῦσαν καὶ ἀνατεθεῖσαν τοῖς μαλακοῖς ἑρμάσμασιν ἐνίοτε στηρίζομεν. ἐπεμβληθεῖσι δ’ ἐνίοτε στηρίζομεν ἔξωθεν ἁπαλοῖς στηρίγμασι. κοινοῦ τοίνυν ὄντος σκοποῦ τοῖς ἰδίως ὀνομαζομένοις ἑρμάσμασι καὶ στηρίγμασιν  εἰκότως. οἵ τ’ ἐξηγησάμενοι τὸ βιβλίον ἓν ἐξ ἀμφοῖν οἴονται σημαίνεσθαι καὶ ἡμεῖς αὐτοὶ πολλάκις ἀδιαφόρως χρώμεθα τοῖς ὀνόμασιν. ὁ δὲ κοινὸς σκοπός ἐστιν, ὃν ὀλίγον ἔμπροσθεν εἶπον, ὅπως ἐν ταῖς κινήσεσι μὴ σείηται τὰ μόρια. διαφορᾶς μέντοι τινὸς οὔσης ἰδικῆς, ἣν ἄρτι διῆλθον, ὅταν ἀκριβολογούμεθα, στηρίγματα μὲν ἐροῦμεν ὅσα τῆς ἐπιδέσεως ἔξωθέν ἐστιν, ἑρμάσματα δὲ τὰ κατ’ αὐτὴν ἐκείνην καὶ οὕτως διοριούμεθα, τὰ μὲν τοῖς ἀναγκαίως κινουμένοις μορίοις, ὧν ταῖς κινήσεσι παύειν οὐκ ἔστιν ἐφ’ ἡμῖν, στηρίγματα καλεῖσθαι, τὰ δὲ ἐν τοῖς ἀκινήτοις ἑρμάσματα. σκέλος μὲν γὰρ καὶ χεῖρα κινεῖν ἐφ’ ἡμῖν ἐστι, θώρακα δὲ καὶ μήνιγγας οὐκ ἐφ’ ἡμῖν. καὶ παλμὸς ἔν τινι μορίῳ γιγνόμενος οὐκ ἐφ’ ἡμῖν ἐστιν, ὥσπερ οὐδὲ βὴξ ἢ πταρμὸς ἢ λυγμὸς καὶ ὅ τι μάλιστα δυνατὸν ἀντέχειν αὐτοῖς ἐπὶ χρόνον ἱκανὸν, ὡς μὴ γίγνοιτο. βιάζεται γὰρ ὕστερον ὅταν ἰσχυρὰς σχῇ τὰς γεννώσας αἰτίας αὐτῆς καὶ μόνοις τοῖς καρτερικωτάτοις δυνατὸν ἀνδράσιν ἀντισχεῖν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῶν φαίνεται. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης ἔγραψε κατὰ τὴν προκειμένην ῥῆσιν ἐπὶ μὲν τῶν σφυγμῶν εἰπὼν, ὡς μὴ ἐνσείηται. καὶ προσέτι ἐπὶ τῆς κατὰ τὴν κεφαλὴν ἁρμονιῶν διαστάσεως τῷ τῶν ἑρμασμάτων ἐφεξῆς ὀνόματι κεχρημένος, ἐπὶ δὲ βηχῶν καὶ πταρμῶν καὶ ὅλως τῶν κατὰ τὴν κεφαλὴν καὶ θώρακα κινήσεων τῷ τῶν στηριγμάτων. ἡ μὲν οὖν τῶν ἁρμονιῶν διάστασις ἐπὶ κεφαλῆς ἐν ταῖς καλουμέναις ῥαφαῖς γίγνεται κυρίως μὲν ἁρμονιῶν ὀνομαζομένων, καθ’ ἃ ψαύει τὰ τῆς κεφαλῆς ἀλλήλων ὀστᾶ, κατὰ μεταφορὰν δὲ ῥαφῶν· ἥρμοσται γὰρ ἀκριβῶς ἀλλήλοις τὰ κατὰ τὸ κρανίον ὀστᾶ καὶ διὰ τοῦτο καθ’ ἁρμονίαν ἡ σύνθεσις αὐτῶν εἰκότως ἂν λέγοιτο γεγονέναι, καθ’ ὁμοιότητα δὲ τὴν πρὸς τὰ ῥαπτόμενα ῥάκη. ῥᾷον αὐτὰ τοίνυν ἐνίοτε διίστανται, καί ποτε καὶ ὀδύνην ἐπιφέρουσιν, ὅταν φλεγμαίνωσιν οἱ συνάπτοντες αὐτὸν τὸν περικράνιον ὑμένα τῇ σκληρᾷ μήνιγγι καὶ φλέβιά τινα μικρὰ συνεξερχόμενα κατὰ τὰς ῥαφὰς φλεγμαίνει πολλάκις, ἐφ’ ὦν διάθεσις ἡ κίνησις τῆς σκληρᾶς μήνιγγος ἐπιπιπτούσης τοῖς φλεγμαίνουσιν ὀδύνην ἐργάσεται. παραπλησίως δὲ καὶ κατά τινας φλεγμονὰς ἢ κινήσεις τῶν ἀρτηριῶν ἀλγηδόνας ἀποτελεῖ. καὶ δεῖται τὰ τοιαῦτα παθήματα συμμετρίας ἀκριβοῦς τῶν στηριγμάτων, ὅπως μήτε χαλαρὰ τοῖς πεπονθόσι μέρεσι προσπίπτοντα κινουμένῳ διασείηται ῥᾳδίως αὐτὰ καὶ διὰ τοῦτο πόνον ἐπάγει. μήτε αὖ πάλιν αὐτὰ τὰ στηρίγματα περαιτέρω τοῦ προσήκοντος ἐρηρεισμένα θλίβην ἐργαζόμενα παροξύνει τὰς ὀδύνας. ἡ δ’ αὐτὴ συμμετρία τῆς τῶν ἐπιδέσμων περιβολῆς εἴρηται πρόσθεν αὐτῷ καὶ κατ’ ἄλλα τινὰ πάθη προσηκόντως γίγνεσθαι τῆς καταγματικῆς ἡλικίας καὶ ἐπιδέσεως χρῄζοντα. καὶ διὰ τοῦτο ἔφη νῦν, τούτων δὲ αἱ αὐταὶ συμμετρίαι· τούτων δὲ λέγων τῶν νῦν εἰρημένων, αὐτὰς δὲ τοῖς προειρημένοις συμμετρίας εἶναι φάσκων, εἶτα καὶ τῶν συμμέτρων αὐτῶν ἀναμιμνήσκων ἐν οἶς φησιν· ᾗ μὲν γὰρ τὰ σίνη μάλιστα πιέζει, τουτέστιν ἔνθα εἰσί. τὸ γὰρ ᾗ νῦν ἀντ’ ἐπιῤῥήματος τοπικοῦ, διὸ καὶ δασύνειν αὐτὸ καὶ περισπᾷν χρή. καὶ τοῦτο δὲ τούτῳ τῷ πάθει συμφέρον ἐπιτιθέναι κελεύων τὸ ἁρμόζον ἢ στηρίζον δηλονότι τῇ περιβολῇ τοῦ ἐπιδέσμου ποιεῖσθαί φησι χρῆναι μὴ μᾶλλον πιέζοντος ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείεσθαι, ὅπερ ἐστὶν ὑπὸ στενοχωρίας κωλύεσθαι τὴν κίνησιν τῶν σφυζόντων, ὀδυνηρὸν γὰρ τοῦτο. πρὸς αὐτῷ δὲ καὶ ἄλλον ὅρον ἔθετο κατὰ τὰς διαστάσεις τῶν ῥαφῶν ἰδίως ὑπάρχοντα, καθ’ ὧν φησι, τάς τε διαστάσιας τῶν ἁρμονιῶν συμψαύειν τὰ ἔσχατα ἀλλήλων, ἔσχατα λέγων καθ’ ἃ μηκέτι μᾶλλον ἐγχωρεῖ συμψαύειν. δηλοῦται δ’ ἐκ τούτου ἡ σφοδρὰ καὶ ἄμετρος θλίψις· ὥσπερ γὰρ οὐ χρὴ κεχαλάσθαι τὴν ἁρμονίαν τῶν ὀστῶν, οὕτως οὐδὲ εἰς ἄκρον ἐσφίγχθαι· καὶ γὰρ καὶ τοῦτο παρὰ φύσιν. οὗτοι μὲν οὖν εἰσι τῆς ἰσχυρᾶς πιέσεως οἱ ὅροι. τῆς δ’ ἀμυδροῦς ἐφεξῆς ὅροι μήτε ἀμφὶ τοῖς πταρμοῖς τε καὶ βηξὶν, ὡς εἰ καὶ οὕτως εἶπε, μήτε ἐν τοῖς πταρμοῖσι καὶ ταῖς βηξί σε σείεσθαι καὶ κλονεῖσθαι συμπεπονθότα μόρια, μηδενὸς αὐτὰ συνέχοντος, ἐν ᾧ σφοδραὶ κινήσεις τὰ χαλαρὰ καὶ ἀστήρικτα μόρια διασείουσαι βιαιότερον ἢ ὡς τοῖς πεπονθόσι πρέπει μήτε παροξύνουσι τοὺς πόνους αὐτῶν. ἡ τοίνυν συμμετρία τῶν στηριγμάτων ἐστὶν, ἣν ἐπὶ τέλει τῆς ῥήσεως ἔγραψεν, εἰπὼν ὡς μήτε διαναγκάζηται μήτε ἐνσείηται, τουτέστιν, ἵνα μήτε βιαίως θλίβηται τὰ πεπονθότα μήτε ἐν ταῖς κινήσεσι σείηται, τουτέστιν ἵνα μήτε βιαίως μήτε χαλαρῶς ἐπιδεδεμένα ᾖ.