GetPassage urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.1-2.20 urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:2.1-2.20
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΑΓΜΩΝ ΥΠΟΜΝΗΜΑ Β.Ἢν δὲ ὁ βραχίων καταγῇ.

Τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς κατὰ τὸν ἔμπροσθεν λόγον, ὠνόμαζον πῆχυν ἐνίοτε μὲν ὅλον τὸ μόριον, ὃ μεταξὺ τῆς κατὰ καρπόν τε καὶ ἀγκῶνα διαρθρώσεώς ἐστιν, ἐνίοτε δὲ τοῖν κατ’ αὐτὸν δυοῖν ὀστοῖν τὸ μακρότερον οὕτως αὐτὸν ὀνομάζειν βραχίονά φασι τὸ μεταξὺ ἐὸν τῆς κατ’ ὦμόν τε καὶ ἀγκῶνα τὸ περιεχόμενον ὀστοῦν ἐν αὐτῷ, τινὲς δὲ τὰ μόρια μὲν οὕτως αὐτὸν ὀνομάζειν φασὶ τὰ μεταξὺ τῶν διαρθρώσεων, οὐ μὴν αὐτά γε τὰ ὀστέα. σύνηθες γὰρ εἶναι καὶ ἡμῖν οὕτως λέγειν, ἐπλήγη τὴν κεφαλὴν ὅδε τις ἢ τὴν γένυν ἢ τὴν ῥῖνα κἂν ἐν αὐτῷ μόνῳ τῷ δέρματι συστῇ τὸ γινόμενον ἐκ τῆς πληγῆς πάθημα, κἂν συνδιατεθῇ τι τῶν ἔνδον οἷον ὑμένα μυὸς ἢ νεῦρον ἢ ἀρτηρίαν ἢ φλέβα. καὶ τοίνυν ὅταν φῶμεν ἡλκῶσθαι τὸν βραχίονα, δηλοῦμεν τῇ λέξει τῇδε· γεγονέναι πάθος ἐν βραχίονι τὸ καλούμενον ἕλκος. ἐπεὶ δ’ ἐν τῷ λόγῳ τοῦ ἕλκους ἡ σὰρξ περιέχεται, κἂν μὴ διὰ τῆς ἰδίας αὐτὴν προσηγορίας καλέσωμεν, ἀλλά γε διὰ τοῦ ἕλκους ἐπεδειξάμεθα. τὴν γὰρ ἐν τῇ σαρκὶ διαίρεσιν ἕλκος ὀνομάζομεν, ὥστε ἐν τῷ φάναι Δίωνος, εἰ οὕτως ἔτυχεν, ἡλκῶσθαι τὸν βραχίονα, δηλοῦσθαι τὴν ἐν τῷ βραχίονι σάρκα. κατὰ τὸν αὐτὸν οὗν τρόπον ἐν τῷ φάναι καταγέντα τὸν βραχίονα καὶ ἑλκοῦσθαί φασι κατ’ ἐκεῖνο τὸ μόριον ὀστοῦν πεπονθέναι τὸ πάθος ὃ προσαγορεύεται κάταγμα. τοῦτο μὲν οὖν ἐν ὀνόματι καὶ σημαινομένῳ τὴν ἀμφισβήτησιν ἔχει, μήτ’ ὠφελοῦν μήτε βλάπτον ἡμᾶς εἰς τὴν τοῦ κατάγματος ἴασιν. ἃ δὲ ἐφεξῆς λέγει διδασκαλία τῆς ἰάσεώς ἐστιν, ἣν ποιεῖσθαι προσήκει συντριβέντος τοῦ βραχίονος, ὡς μὲν ἐμοὶ φαίνεται, σαφὴς οὖσα πᾶσα, καθάπερ καὶ ἄλλα τὰ πρόσθεν, ὅσα περὶ τοῦ πήχεος ἔγραψε· καὶ γὰρ κἀκείνων πλὴν ὀλιγίστων λέξεων ἦν σαφῆ προστιθέντα δι’ ἣν εἰς τὴν ἑκάστου τῶν κελευομένων ὑπ’ αὐτοῦ πράττεσθαι τὸ τῆς αἰτίας ἐμηκύναμεν τὸν λόγον ἔξω μὲν ὄντα τοῖ κατὰ τὸ κύριον σημαινομένου τῆς ἐξηγήσεως, εἰθισμένον δ’, ὡς ἔφην, τοῖς ἐξηγηταῖς. ἀλλὰ καὶ τούτους αὐτοὺς τοὺς λογισμοὺς ἑτέρωθι διὰ βραχέων αὐτοῦ εἰρηκότος οὐδ’ ἐνταῦθα τὴν εὕρεσιν αὐτῶν ἡμεῖς προσεθήκαμεν, ἀλλὰ τὴν τάξιν ὑπηλλάξαμεν. ἐπὶ δὲ τοῦ νῦν προκειμένου παντὸς καὶ ὁ λόγος σαφής ἐστι καθ’ ἑαυτὸν ἐξεταζόμενος καὶ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἔχει προειρημένην ἐν τοῖς περὶ τοῦ πήχεος λόγοις, ὑπὸ γὰρ τὰ καθόλου συμβουλευόμενα κατ’ ἐκεῖνον ἐπάγεται καὶ ταῦτα, πρῶτον μὲν τὸ σχῆμα τῆς ὅλης χειρὸς, εἶθ’ ἡ κατάστασις, εἶθ’ ἡ διάπλασις, ἐφ’ ᾗ θέσις ἐσχάτη καὶ ταῦτ’ ἤτοι γε εἴη διαφορά τις ἢ ἀνάληψις. ἐπὶ προεγνωσμένοις οὖν τούτοις εἴ τι παραπίπτοι βραχὺ μὴ σαφὲς ἐξηγησόμεθα διὰ τῶν ἑξῆς.

Ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται. ἐπὴν δ’ ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει.

Τῷ κατὰ τὴν λέξιν εἰρημένῳ λόγῳ προσθεῖναι χρὴ τὰ λεγόμενα πρόσθεν, ὡς ἐπειδὰν ἄλλο σχῆμα λάβῃ μετὰ τὴν ἐπίδεσιν ὁ μῦς τοῦ βραχίονος, ἔνια μὲν αὐτοῦ θλιβήσεται μέρη βιαίως ὑπὸ τῶν ἐπιδέσμων, ἔνια δὲ χαλαροὺς καὶ περιῤῥέοντας αὐτοὺς ἕξει καὶ συμβήσεται διὰ μὲν τὰ θλιβόμενα μόρια φλεγμονὴν γενέσθαι, διὰ δὲ τὸ χαλαρὸν τῆς ἐπιδέσεως διαστραφῆναι τὸ κῶλον, ὥστ’ οὐ χρὴ μεταβάλλειν τὸ σχῆμα τῆς χειρὸς, ἀλλ’ αὐτὸ ἀεὶ φυλάττειν ἔξ ἀρχῆς ἄχρι τέλους, ὡς καὶ πρόσθεν ἐῤῥέθη. εἰ δ’ αὖ πάλιν ἐμφυλάττῃς, ἐν ᾧ κατατείνας ἐπιδέσεις οὐδὲν μὲν οὔτε χαλαρὸν ἔσται τῆς ἐπιδέσεως οὔτε βιαίως θλῖβον. αὐτὸ δὲ σχῆμα μοχθηρὸν ὑπάρχον, ὡς ἐδείχθη πρόσθεν, ὀδύνην τε παρέξει καὶ δι’ ἐκείνην φλεγμονήν.

Δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε. ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁποῖοι οἱ στειλαιοί εἰσι τῶν σκαφίων, κρεμάσαι χρὴ ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα. καθίσαντα δὲ τὸν ἄνθρωπον ἀπὸ ὑψηλοῦ τινος τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθικνεῖσθαι τὸν ἄνθρωπον σμικροῦ δέοντα μετέωρον εἶναι. ἔπειτα θέντα τι ἄλλο ἔφεδρον καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον ἢ ἓν ἢ πλείω, ὅκως ξυμμέτρως σχοίη ὕψιος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. ἄριστον μὲν σκότος πλατὺ καὶ μαλθακὸν ἢ ταινίην πλατείην ἀμφιβάλλοντα τῶν μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν, εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῥωμένος ἐν τούτῳ σχήματι τοῦ πήχεος παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω ἐς τὸ κάτω.

Ὅτι τῇ φύσει δικαιοσύνης ἐστὶ τὸ οἰκεῖον νέμειν ἑκάστῳ οὐ κατὰ νόμον, ἀλλὰ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔν τε τοῖς κατὰ φιλοσοφίαν ἐπιδέδεικται λόγοις. εἴρηται δὲ διὰ τῶν ἔμπροσθεν ἤδη καὶ πρός γε τούτῳ λέλεκται δίκαιον εἶναι σχῆμα τὸ φυλάττον ἑκάστου τῶν ἐν τῷ κώλῳ μορίων τὴν οἰκείαν θέσιν. ἐδείχθη δὲ ταὐτὸ τοῦτο καὶ ἀνωδυνώτατον εἶναι τῶν ἄλλων ἁπάντων ὅπερ ἐστὶν ἔν τε τῇ χειρὶ τοῦ βραχίονος ἐν ὀρθῇ γωνίᾳ τὴν πρὸς τὸν πῆχυν ἐργαζόμενον σχέσιν. ἐν τούτῳ δὴ τῷ σχήματι καταστήσαντα τὴν ὅλην χεῖρα κελεύει τὸν μὲν ἄνθρωπον καθίσαι, παραθεῖναι δ’ αὐτῷ ἔμπροσθεν ξύλον ἐγκάρσιον τηλικοῦτόν τε καὶ τοιοῦτον ἡλίκον τε καὶ ὁποῖον τῶν σκαφείων εἰσὶν οἱ στειλαιοί. σκαφίας δὲ δηλονότι κέκληκε δι’ ὧν σκάπτομεν τὴν γῆν ἐν οἷς εἰσι καὶ αἱ καλούμεναι δίκελλαι, σμινύας δ’ αὐτὰς ὀνομάζουσιν οἱ Ἀττικοί. βούλεται δὲ τὸ παρατεταμένον ξύλον μὲν εἶναι ἀκίνητον, ὡς μήτε ἀνωτέρω μήτε κατωτέρω μεθίστασθαι κατὰ τὴν χειρουργίαν. ἔξεστι δὲ τοῦτο σειραῖς αὐτοῦ δεθέντος ἐξ ἑκατέρου τῶν περάτων, ἃς σειραῖς ἐνῆφθαι χρὴ πρὸς ὑψηλόν τι χάριν τοῦ κρέμασθαι τὸν στειλαιόν. ὑποβάλλειν οὖν πρόσθεν αὐτοῦ τὸν θεραπευόμενον ἀξιοῖ τὴν χεῖρα, τοῦτο δ’ ἔσται κατὰ τὴν μασχάλην ἐνταθέντος ἐγκαρσίου τοῦ στειλαιοῦ. τὸν δ’ ἄνθρωπον αὐτὸν οὗ καταγεὶς ὁ βραχίων κελεύει καθίζειν οὕτως ὑψηλὸν, ὡς μικροῦ δεῖν μετέωρον εἶναι. καθίζειν μὲν οὖν αὐτὸν προστάττει βουλόμενος αὐτὸν ἐξαρκέσαι τῇ χειρουργίᾳ καὶ μὴ κάμνειν ἑστῶτα. μὴ ταπεινὸν δὲ τοῦτο πράττειν, ἀλλ’ ὡς ἄν τις μάλιστα καθήμενος ὑψηλότερος γένηται. καὶ διὰ τὸν ἰατρὸν μὲν ὅπως ὀρθῶς ἐνεργοῖτο καὶ μὴ ἐπὶ πλεῖστον ἀναγκάζοιτο νεύειν κάτω. χειριζομένῳ δ’ αὐτῷ βέλτιον οὕτω καθῆσθαι· πεφύκασι γὰρ ἐν ταῖς κατατάσεσι τῆς χειρὸς οἱ κάμνοντες ὀδυνώμενοι καὶ συνακολουθοῦντες τοῖς κατατείνουσιν, ἐπανατίθεσθαί τε καὶ μηκέτι φυλάττειν ἀκριβῶς τὴν ἐξ ἀρχῆς ἕδραν. ἐν τούτῳ δὲ συμβαίνει τὴν κατάτασιν ἐκλύεσθαι. ὅπως οὖν μὴ γίγνοιτο τοῦτο καὶ τὸν ἔσχατον ὅρον τῆς ὑψηλῆς καθήσεως τὸν πεπονθότα σχηματίζει μετέωρον, εἰ βραχὺ μετεωρισθείη, στήσεται. τοῦτο δὲ ποιήσας οὔτ’ αὐτὸς ἑαυτὸν οὔτε τοὺς ἄλλους λήσεται, μὴ λαθὼν δὲ ῥᾳδίως αὖθις ἐπὶ τὸ πρῶτον σχῆμα πρὸς τὸ τῶν ἄλλων ἀχθήσεται καὶ αὐτὸς ἐφ’ ἑαυτό. καὶ μὲν δὴ καὶ ὅτι τοῖς μὲν οὕτω καθημένοις ἐπὶ τὸ στῆναι βραχυτάτη μεταβολὴ, τοῖς ταπεινοῖς δὲ παμπόλλη, ὥστε καὶ τὴν ἐκ τοῦ μεταβάλλειν τε τῆς καθέδρας σχῆμα βλάβην ἐσομένην ἐλαχίστην μὲν γίγνεσθαι τοῖς ὑψηλοῖς καθημένοις, μεγίστην δὲ τοῖς ταπεινοῖς. εὔδηλον οὖν ὅτι διὰ τοῦτο χρῆται καὶ τῷ πλαγίῳ ξύλῳ κατὰ τὴν μασχάλην, ἵνα μὲν κατατεινομένης τῆς χειρὸς ἀκολουθῶν ὁ ἄνθρωπος ἐκλύῃ τὴν τάσιν, ὅπερ ἡμεῖς εἰώθαμεν ἄνευ ξύλου πολλάκις ἐργάζεσθαι διὰ βρόχων περιβεβλημένων τῇ μασχάλῃ. χρὴ δὲ δηλονότι τῶν βρόχων τούτων τὰ πέρατα τείνεσθαι πρὸς τοὐπίσω, καθάπερ πάλιν ἑτέρων βρόχων περιθέσει διατείνομεν ἐφ’ ἑκάτερον τὸ κατεαγὸς ὀστοῦν, ὅταν ἡ διὰ τῶν χειρῶν κατάτασις ἐνδεεστέρα τοῦ προσήκοντος ᾖ. ταύτης δέ ποτε μόγις ἐλπὶς εἰς ἀνύσειν τὸ δέον, ὥσπερ ἐπὶ τῶν παιδίων οὐδεμία χρεία βρόχων, ἔτι δὲ μᾶλλον οὐδ’ ὀργάνων ἐχόντων ἄξονας, οἷς περιβάλλοντες τὰ πέρατα τῶν βρόχων ἰσχυροτέραν ἐργαζόμεθα τὴν ἀντίτασιν καὶ μάλιστά γε τούτῳ τῷ τρόπῳ τῆς ἀντιτάσεως ἐπὶ τῶν ἐξαρθρημάτων χρώμεθα. τοῦ δὲ νῦν ἀξιουμένου γίγνεσθαι τρόπου κατατάσεως οἷόν τι καὶ τοῦτ’ ἔστιν, ἐστηρίχθαι βούλεται τὸν πῆχυν ἐπί τινος, ὃ οὗτος ὠνόμασεν ἔφεδρον, τουτέστιν ἐπί τινος τοιούτου ἐφ’ οὗ καθεζόμενος ἑδραίως ἐπικειμένων αὐτῷ σκυτίνων ἐπικεφαλαίων εἴτ’ ἐξάπτεται κατὰ τὸ κάτω πέρας τοῦ βραχίονος, τὸ κατ’ ἀγκῶνα τῶν βάρος ἐχόντων τι σωμάτων. αὐτὸς δ’ εἶπε τῶν σταθμίων τι, ταῦτα δέ ἐστιν οἷς χρώμεθα συνήθως ἐξ ὕλης χαλκοῦ καὶ σιδήρου καὶ μολύβδου γεγονός· καὶ μέντοι καὶ ὡς ἱμάντα χρὴ πλατὺν καὶ μαλθακὸν ἢ ταινίαν εὔτονον δηλονότι περιβεβλῆσθαι τῷ κάτω πέρατι τοῦ βραχίονος, ἐξ οὗ τῶν σταθμίων ἡ ἐξάρτησις ἔσται.

Ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων. κατορθώσας δὲ τοῖσιν θέναρσι τὸ ὀστέον, ῥηϊδίως δὲ κατορθώσεται. ἀγαθὴ γὰρ ἡ κατάτασις, ἥν τις καλῶς παρασκευάσηται. ἔπειτα ἐπιδείτω τάς τε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα καὶ τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη χειριζέτω καὶ ἐρωτήματα ταῦτα ἐρωτάτω καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, ἢν μετρίως ἔχῃ ἢ οὔ. καὶ διὰ τρίτης ἐπιδείτω καὶ ἐπὶ μᾶλλον πιεζέτω.

Ὡς ἑδραιότερον αἱρεῖται τοῦτο σχῆμα τῷ χειρουργοῦντι, καθάπερ ἐν τῷ κατ’ ἰητρεῖον ἠξίωσε γράψας· ἑστεῶτα δὲ δεῖ ἐπ’ ἀμφοτέρων βεβεῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις δρῇν γε τῷ ἑτέρῳ ἐπιβεβεῶτα μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα.

Καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω· καὶ ἢν ὑποπτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου τοῦ χρόνου λυσάτω καὶ εὐθετησάμενος μετεπιδησάτω.

Ὅπερ ἐπὶ τοῦ πήχεος εἴρηκεν ἔμπροσθεν ἀξιώσας προσυπακούειν σε τοῦτο καὶ νῦν ἀξιῶ κατὰ λόγον πάντων ἀποβαινόντων ἐν ταύτῃ χρόνου τῇ προθεσμίᾳ τοὺς νάρθηκας ἐπιβάλλειν, ἀλλ’ ἐπὶ μὲν τοῦ πήχεος ἑβδομαῖον ἁπλῶς ἐκέλευσε νάρθηξι δεσμεῖν, ἐπὶ δὲ τοῦ βραχίονος τῷ καλουμένῳ παραδιαζευκτικῷ συνδέσμῳ τὴν ἑρμηνείαν ἐποιήσατο. φησὶ μὲν ὡς ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω. διὰ γὰρ τὸ μέγεθος τῶν περὶ τὸν βραχίονα μυῶν ἐν πλείονι χρόνῳ τελείως ἰσχνὰ καὶ δευσὰ γίνεται τὰ περὶ τὸ κάταγμα μόρια. τοιούτων δὲ ὄντων αὐτῶν ἐδείχθη καιρὸς εἶναι τῆς τῶν ναρθήκων ἐπιθέσεως.

Κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. ἐπὴν δὲ ταύτας ὑποβάλῃ, λύειν χρὴ καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισιν καὶ ἐπὶ ἐλάσσοσιν ἐπιδεῖν. δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαιτᾷν καὶ πλείω χρόνον, τεκμαίρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ τὴν ῥώμην ὁρῶν.

Τὸ διὰ πώρου συνδεῖσθαι τὰ κεχωρισμένα μέρη τοῦ συντριβέντος ὀστοῦ κρατύνεσθαι κέκληκεν, ὡς καὶ πρόσθεν ἐπὶ τοῦ πήχεος. ὅσῳ δὲ μεῖζόν ἐστι τὸ τοῦ βραχίονος ὀστοῦν τοσούτῳ δηλονότι καὶ ὁ χρόνος αὐτῷ τῆς πωρώσεως μακρότερος γίγνεται. τὰ δ’ ἄλλα πάντα διὰ τῶν ἐπὶ τοῦ πήχεος εἰρημένων ἐστὶ δῆλα, μηδεμιᾶς οὖν ἐξηγήσεως δεόμενα.

Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι βραχίων κυρτὸς πέφυκεν ἐς τὸ ἔξω μέρος καὶ διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ καλῶς ἰητρεύηται. ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα εἰς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει διαστρέφεσθαι ἐπὴν κατεαγῇ. χρὴ τοίνυν, ἐπὴν τοιοῦτό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα· καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν. οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο. φυλάσσεσθαι μέντοι χρὴ ὅπως μὴ ᾖ ἄγαν ἐς τὸ ἔσω μέρος.

Τὰ κατὰ τὴν ῥῆσιν ὅλην ἄχρι τῆς τελευτῆς τοῦ κατὰ τὸν βραχίονα λόγου πάντ’ ἔστι σαφῆ· καὶ γὰρ τὴν αἰτίαν αὐτὸς εἶπε τῆς ἐπὶ τοὐκτὸς διαστροφῆς καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς ἐπὶ τἀναντία περιῤῥοπῆς. ἐδίδαξε καὶ τὸν πολύπτυχον σπλῆνα καὶ μεταξὺ τῶν πλευρῶν τε καὶ τοῦ ἀγκῶνος ἐκέλευσε τιθέναι χάριν τοῦ τὸν βραχίονα μὴ ψαύειν τῶν πλευρῶν, ἀλλ’ ἐν τῷ μεταξὺ χώρας οὔσης, κἂν εἰς ἐκείνην ὠθούμενον ὑπὸ τῆς τῷ στήθει προσαγούσης αὐτὸν ταινίας ἀδιάστροφον γίγνεσθαι, τῆς φυσικῆς αὐτοτέρως εἰς τὴν ἔξωθεν χώραν ἐκτροπῆς ἐπανορθουμένης ὑπὸ τῆς ἔσω ῥοπῆς.

Ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων ξύγκειται, ὥσπερ καὶ χεὶρ ἄκρη.

Ἀναλογία τίς ἐστι τοῖς τῆς χειρὸς ὅλης μέρεσι πρὸς τὰ τοῦ σκέλους· ὁποῖον μὲν γὰρ ἐν τῇ χειρὶ βραχίων ἐστὶ, τοιοῦτον ἐν τῷ σκέλει μηρός· ὁποῖος δὲ ἐν ἐκείνῃ πῆχυς, ἐν σκέλει κνήμη. καὶ δὴ τὸ λοιπὸν μέρος ἡ ἄκρα χεὶρ ἀνάλογόν ἐστι ποδὶ, περὶ ὃν οὐδὲν ἴδιον ὄνομα τοιοῦτον ἔχομεν ἄκρας χειρὸς, ὁποῖον πούς ἐστι χωρὶς τοῦ σκέλους. εἰκότως οὖν καὶ πόδα μὲν ἁπλῶς εἶπε μὴ προσθεὶς ἄκρον. χεῖρα δὲ οὐκέθ’ ἁπλῶς ὠνόμασεν, ἀλλ’ ἄκραν προσέθηκε. ταῦθ’ ἡμῖν ὑπὲρ τῆς τῶν ὀνομάτων χρήσεως αὐτάρκως εἴρηται. περὶ δὲ τῶν πραγμάτων αὐτῶν ἐφεξῆς λέγομεν· ἀκόλουθος μὲν ἦν οἶς ἔμπροσθεν διῆλθεν ὁ περὶ τῆς ἄκρας χειρὸς λόγος. ὁ δ’ οὐ περὶ ταύτης μόνης, ἀλλὰ καὶ περὶ τοῦ ποδὸς ἅμα διδάσκει καὶ πλείω λόγον ὑπὲρ ἐκείνου ποιεῖται, διότι πλείονος ἐπιμελείας δεῖται. φησὶν οὖν ἐκ πολλῶν καὶ μικρῶν ἄμφω συγκεῖσθαι τὰ μόρια, προστιθέντες δ’ ἡμεῖς εἴπωμεν ἂν καὶ σκληρῶν· ἀμύελά τε γάρ ἐστι καὶ ἥκιστα σηραγγώδη, λιθιδίοις ἐοικότα μικροῖς. ἔστι δ’ ὅλης τῆς χειρὸς ἀναλογία πρὸς ὅλῳ τῷ σκέλει, οὕτως καὶ τοῖς ἄκροις αὐτῶν. ὁποῖος μὲν γάρ ἐστιν ἐν χειρὶ καρπὸς, τοιοῦτος ἐν ποδὶ ταρσὸς, ὁποῖον δὲ μετακάρπιον ἐν χειρὶ, τοιοῦτον τὸ πεδίον ἐν ποδί. περὶ δὲ τῆς τῶν δακτύλων ἀναλογίας, κἂν ἐγὼ μὴ λέγω, δῆλον. ἔξωθεν δὲ τῶν εἰρημένων ἐστὶν ἐν τῷ ποδὶ τὰ κατὰ τὴν πτέρναν ὀστᾶ, διὸ καὶ τοῦ ποδὸς ὁ λόγος αὐτῷ γίγνεται μακρότερος ἤπερ τῆς ἄκρας χειρός. οἷα μὲν γὰρ πρὸς ἐκείνην αὐτῷ κοινὰ πρῶτον διῆλθεν, ὅσα δὲ ἴδια προσέθηκεν ἐκείνοις ἐφεξῆς· ὁ μὲν οὖν καρπὸς ἐξ ὀκτὼ πάντων ὀστῶν σύγκειται, τὸ δὲ μετακάρπιον ἐκ τεττάρων, ἕκαστος δὲ τῶν δακτύλων ἐκ τριῶν, ὡς εἶναι τὰ πάντα τῆς ἄκρας χειρὸς ἑπτὰ καὶ εἴκοσι. τά γε μὴν τοῦ ποδὸς αὐτῶν μὲν τῶν δακτύλων εἰσὶ τεσσαρακαίδεκα· δύο γὰρ ὀστᾶ μέγας ὁ δάκτυλος αὐτοῦ ἔχει, τὸ δὲ πεδίον ἐκ πέντε σύγκειται, καὶ διὰ τοῦτ’ ἀμφοτέρων τῶν μορίων ἐννεακαίδεκά ἐστιν ὅσαπερ ἐν ἄκρᾳ χειρὶ μετακαρπίου τε καὶ δακτύλων. ἑνὶ μὲν γὰρ ἀπολείπεται τὸ μετακάρπιον ὀστῷ τοῦ πεδίου, ἑνὶ δὲ οἱ δάκτυλοι τῆς χειρὸς ὀστῷ πλεονεκτοῦσι τῶν ἐν τῷ ποδί. καὶ διὰ τοῦτο συναμφότερα συναμφοτέροις ἴσον ἔχει τὸν ἀριθμόν· λοιπὸν ἐν χειρὶ μὲν ὁ καρπὸς ἐξ ὀκτὼ τῶν πάντων ὀστῶν ἐστιν, ἐν ποδὶ δὲ ταρσὸς ἅμα τῇ πτέρνῃ τε καὶ ἀστραγάλῳ τῶν πάντων ὀκτώ. τοῦ γὰρ τῆς πτέρνης ὀστοῦ μεγίστου ὄντος ἁπάντων τῶν ἐν ἄκροις ἀμφοτέροις τοῖς κώλοις ὑπεστηριγμένου τε τῷ ἀστραγάλῳ καὶ τῇ κνήμῃ καὶ σχεδὸν ὅλον τὸ σῶμα βαστάζοντος, ὁπόταν ὀρθοὶ στῶμεν, ἐν δὲ τοῖς πρόσω μέρεσι συνηρθρωμένου πρὸς τὸ κυβοειδὲς, ὥσπερ γε καὶ τοῦ ἀστραγάλου κεφαλὴ πρὸς τὸ σκαφοειδὲς, οἷς ἀμφοτέροις ἄλλα τε περιδιήρθρωται τὰ κατὰ τὸν ταρσὸν τοῦ ποδὸς μάλιστα κείμενα· καὶ εἴπερ τις ἐθέλει καὶ τὸν ἀστράγαλον ἄκρον τῷ σκέλει προσνέμειν, ὁ αὐτὸς ἀριθμὸς ἔσται τῶν ὀστῶν ἐν ἑκατέρῳ πέρατι τῶν κώλων, ὥστε τρόπῳ διδασκαλίας οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει διαφέρεσθαι τοὺς ζ΄ καὶ κ΄ εἶναι λέγοντας ὀστᾶ πρὸς τοὺς στ΄ καὶ κ΄ εἰπόντας. εἰ μὲν γὰρ προσνέμοις ἄκρῳ τῷ σκέλει τὸν ἀστράγαλον ζ΄ καὶ κ΄ ἔσται. χωρὶς δὲ ἐκείνου τὰ πάντα τοῦ ποδὸς στ΄ καὶ κ΄ ὀστᾶ γίνεται. διὰ τοῦτ’ οὖν ὀρθῶς προσεῖπε· ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν σύγκειται ὀστῶν, ὥσπερ καὶ χεὶρ ἄκρη, τὸν μὲν λόγον ποιούμενος ὡς πρὸς εἰσαγομένους καὶ ἀνατετμηκότας, ἀναμιμνήσκων δέ ὧν ἐμάθομεν εἰς τὰ παρόντα χρησίμων· οὐ γὰρ δὴ τοῦτο μόνον εἰδέναι προσῆκεν, ὡς ἐκ πολλῶν καὶ σκληρῶν καὶ μικρῶν ὀστῶν ἑκάτερον ὧν εἴπομεν σύγκειται. προσαναμεμνῆσθαι δὲ χρὴ καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος ἑκάστου καὶ τὴν πρὸς τὰ πλησιάζοντα σχέσιν, ὅπερ ὀνομάζεται θέσις, ἵν’ ὅταν ἐκ τῆς ἰδίας χώρας κινηθῇ τι τῶν ἐν τούτοις τοῖς μέρεσιν ὀστῶν ἑτοίμως αὐτῷ καταντῶμεν.

Κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος· τὰ μὲν οὖν τιτρωσκόμενα ἐν ἑλκοσίων μέρει εἰρήσεται ὡς χρὴ ἰητρεύειν.

Χρῶτα καλοῦσιν οἱ Ἴωνες, ὃ ἦν τοῦ σώματος ἡμῶν σαρκῶδες, ἐν ᾧ μάλιστα γένει τὸ δέρμα καὶ οἱ μύες εἰσὶν, ἐφεξῆς δὲ οἱ ὑμένες καὶ σπλάγχνα. τὸ δὲ τῶν ὀστῶν γένος οὐκ ὀνομάζουσι χρῶτα, καθάπερ οὐδὲ τοὺς χόνδρους, οὐδὲ τοὺς συνδέσμους. οὕτως οὖν καὶ Ὅμηρος φαίνεται τῇ προσηγορίᾳ χρώμενος ἐν οἷς φησιν·

Ἀεὶ τῶν ἔσται χρὼς ἔμπεδος ἢ καὶ ἀρείων.

καὶ ἔμπαλιν·

Ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.

ὁ τοίνυν προσεῖπεν ἐπὶ τῶν προειρημένων μορίων, ἅπερ ἦν πούς τε καὶ ἄκρα χεὶρ οὐ πάνυ τι κατάγνυσθαί φησι τὰ ὀστᾶ χωρὶς ἕλκους· τῷ γὰρ σὺν χρωτὶ τιτρωσκομένῳ τὸ αὐτὸ σημαίνει τῷ μεθ’ ἕλκους, οὐδὲ διάφορον οἴεται κατὰ τὸν ἐνεστῶτα λόγον ἕλκους εἰπεῖν ἢ τραύματος. ὀλίγιστον δέ ἐστιν ἐν ἄκροις τοῖς κώλοις. τὸ γὰρ σαρκῶδες, ὥσπερ πλεῖστον ἐν βραχίονί τε καὶ μηρῷ, τοῦτ’ οὖν τὸ ὅλον ἑτοίμως πάσχει προσπεσόντος τινὸς ἔξωθεν ἄκρᾳ χειρὶ καὶ ποδὶ τοῦ δυναμένου κατάξαι τι τῶν ἐν αὐτοῖς ὀστῶν. αἰτίαι γάρ εἰσι γοῦν γενικώταται τέσσαρες ὀστῶν κατάγματος ἤτοι θλάσαι τι δυνάμενον ἰσχυρῶς ἐμπεσόν. ἔστι δὲ δῆλον ὅτι χρὴ τὸ τοιοῦτον σῶμα σκληρὸν μὲν κατὰ τὴν οὐσίαν, οὐ σμικρὸν δὲ κατὰ τὸν ὄγκον ἢ διατεμνόμενον τὸ δέρμα μόνον ἤ τι τῶν μετ’ αὐτὸ τὸ μέχρι τῶν ὀστῶν, ἀλλὰ καὶ αὐτὰ τὰ ὀστᾶ· καὶ καλεῖ γ’ ἕδραν αὐτὸς τὸ τοιοῦτον πάθημα τῶν ὀστῶν ἐν τῷ περὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων καὶ μέντοι καὶ καθαλλόμενοί τινες ἀφ’ ὑψηλοῦ διέκλασαν ἤτοι τῆς κνήμης ὀστοῦν ἢ τὸ τοῦ μηροῦ ξηροτέρων αὐτοῖς καὶ οὐ πάνυ πυκνῶν ὄντων. ἴδομεν δὲ καὶ κατὰ παλαίστραν κάταγμα γιγνόμενον κατὰ περίκλασιν. οὕτω γὰρ ἄν τις ἑρμηνεύσειε σαφῶς, ὥσπερ κἀπὶ τοῦ συντριβέντος τὴν κνήμην, μετὰ τῆς περόνης ἅμα τραύματι μεγάλῳ γυμνωθέντων τῶν ὀστῶν. συνέβη γὰρ ἐκεῖνο γενέσθαι τὸ κάταγμα τῆς κνήμης ἐγκαρσίας ὑποβεβλημένης τῷ τοῦ παλαίοντος κώλῳ καταναγκαζομένων αὐτῆς κάτω τῶν περάτων ἀμφοτέρων παραπλησίου συμβαίνοντος τῷ γιγνομένῳ, ὥσπερ περὶ τὰ κλώμενα ξύλα κατὰ προαίρεσιν ὑφ’ ἡμῶν αὐτῶν. ἐπιτιθέντες γὰρ αὐτὰ καθ’ ἑκατέρου μηροῦ λοξὰ κἀπὶ τῶν χειρῶν ἑκάτερον τὸ ἄκρον ἰσχυρῶς ἀναγκάζοντες κάτω κατὰ τὸ μέσον αὐτῶν ὁρῶμεν ῥηγνύμενα.

Ὥσπερ οὖν οὔτε μέγα ξύλον οὔτ’ εὔτονον, ἀλλὰ καὶ σμικρὸν καὶ ἄῤῥωστον ἐν τούτῳ τῷ τρόπῳ κλῶμεν, οὕτως ἐπειδὰν ὀστοῦν ἀσθενὲς ᾖ φύσει κατὰ τὰς εἰρημένας ἐνεργείας διακλᾶται μέσον τοιούτων. ἀλλ’ ὁ τοιοῦτος τρόπος τῶν παλαισμάτων ἐν ἄκροις τοῖς κώλοις ὀστῶν, οὔθ’ ὅταν ἀφ’ ὑψηλοῦ πηδήσαντες ἢ καταφερόμενοι τηρήσουσιν ἐπὶ τῆς γῆς ἢ βιαίως τὸν πόδα διασπῶντες, μᾶλλον γὰρ ἐν ταῖς τοιαύταις πληγαῖς οἱ σύνδεσμοι τῶν ὀστῶν ἤπερ αὐτὰ κατάγνυται. τοῦτο δ’ αὐτοῖς συμβαίνει καὶ διὰ τὴν σμικρότητα μὲν, ἀλλὰ καὶ διὰ τὴν σκληρότητα μᾶλλον, οὐ μὴν οὐδὲ τοῖς ἔξωθεν αὐτοῖς ἐμπιπτόντων σφοδρῶς δύναταί τι ῥᾳδίως συντρῖψαι μὴ σκληρότερόν τε τῶν ὀστῶν ὑπάρχον, ἀξιόλογον δὲ τῷ μεγέθει. τὸ δὲ τοιοῦτον οὐδὲ τοῦ δέρματος φείδεται, καθάπερ οὐδ’ ὅταν ὀξὺ τὸ τιτρῶσκον ᾖ· καὶ γὰρ καὶ τοῦτο φθάνει προδιατέμνον ἃ τοῖς ὀστοῖς ἐπίκειται, πρὶν ἐντυχεῖν αὐτοῖς ὅπερ εὐλόγως ἔφη μὴ πάνυ τι κατάγνυσθαι τὰ ὀστᾶ ταῦτα χωρὶς ἕλκους. ἀλλ’ ἐπεὶ μέλλει περὶ τῶν μεθ’ ἕλκους καταγμάτων ἰδίαν ποιεῖσθαι τὴν διδασκαλίαν, ἐν τοῖς ἐφεξῆς εἰς ἐκεῖνο τοῦ βιβλίου χωρίον ἀνέβαλε καὶ τὸν περὶ τούτων λόγον.

Ἢν δέ τι κινηθῇ ἐκ τῆς χώρης ἢ τῶν δακτύλων ἄρθρον ἢ ἄλλο τι τῶν ὀστέων τοῦ ταρσοῦ καλεομένου ἀναγκάζειν μὲν χρὴ ἐς τὴν ἑωυτοῦ χώρην ἕκαστον, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ εἴρηται.

Οὐχ ὡς προειρηκώς τι περὶ τῶν ἐν τῇ χειρὶ συνισταμένων ὀστῶν εἶπε τὸ, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ, ἀλλ’ εἰ καὶ οὕτως ἔτυχεν εἰπών· ἀναγκάζειν μὲν χρὴ εἰς τὴν ἑαυτοῦ χώραν ἕκαστον τῶν ἐν τῷ ποδὶ, κατὰ δὲ τὸν αὐτὸν τρόπον χρὴ καὶ τὰ ἐν τῇ χειρί. γέγραπται δὲ ἐν τισὶ μὲν ἀναγκάζειν, ἐν τισὶ δὲ καταναγκάζειν εἴρηται. σημαίνει δ’ ἡ λέξις τοῖον, εἰ εἶπε μὲν τιθέντα ἐν τῇ οἰκείᾳ χώρᾳ τὸ κινηθὲν ὀστοῦν. κινεῖται δὲ ἀποῤῥηγνυμένων τῶν συναπτόντων αὐτὰ πρὸς τὰ πλησιάζοντα συνδέσμων, ἀλλὰ οὔτε πάντες οἱ περιέχοντες ἐγκύκλως σύνδεσμοι τὸ κινηθὲν ὀστοῦν ἀποῤῥήγνυνται. σπάνιον γὰρ ἀκριβῶς τὸ τοιοῦτον καταλιπὸν ἅπασαν τὴν ἑαυτοῦ χώραν τὸ βλαβὲν οὕτως ἀναπηδᾷν πρὸς τὸ δέρμα καὶ μάλιστα οἷς ἐστι χαλαρὸν, ὥστε γε σύντομον ἀνθίσταται τὴν ἑαυτοῦ φορὰν τοῦ κινηθέντος ὀστοῦ. διὰ τοῦτο οὖν οὐδὲ εἰς τὸ κάτω τοῦ ποδὸς εἴωθε τὰ πολλὰ τὸ κινηθὲν ὀστοῦν ἐξίσχειν, ὅτι σκληρὸν καὶ παχὺ τὸ ταύτης δέρμα τὸ καλούμενον ἴχνος· ἀλλὰ καὶ διότι τὰ πλήττοντα τοὐπίπαν ἐκ τῶν ἄνω μερῶν ἐμπίπτει τῷ ποδί. μόνος οὖν οὗτος εἰς τὸ κάτω μέρος ἐκστήσεται τὸ κινηθὲν ὀστοῦν, ὅταν ἀφ’ ὑψηλοῦ τινος ὁ ἄνθρωπος ἐπὶ λίαν τραχεῖς ἐξοχὰς ἢ ὀξείας ἔχοντα πηδήσεται. τὰ μὲν οὖν πάντοθεν ἀπολυθέντα τελέως, ὁκόταν τῆς ἑαυτοῦ χώρας εἴτε κάτω τοῦ ποδὸς εἴτ’ ἄνωθεν χωρήσειε χαλεπώτερόν ἐστιν εἰς τὴν οἰκείαν ἐμβαλεῖν χώραν. εἰ δέ γε καὶ σπανίως τυχηθείη τινὰ τὸ ἔργον, ἀλλὰ καὶ τὸ φυλάξαι γε τὴν χώραν ἀεὶ χαλαρόν. ἔνθα γὰρ ὀστοῦν πάλιν σφοδρότερον κινηθῇ, κλήσεται τοὺς κρατοῦντας αὐτὸ συνδέσμους, οὐκ ἔχοντα δὲ ἐκ μέρους μὲν ἐχόμενα φυλαττομένων ἡμῶν τῶν συνδέσμων, ἐκ μέρους δ’ ἀπολελυμένα καθάπερ ἂν ἀποῤῥαγῶσιν εἰ προκύπτειν εἴωθε, διατείνοντας οὖν ὅλον τὸν πόδα καταναγκάζειν αὐτὸν προσήκει.

Καὶ ἰητρεύειν δὲ κηρωτῇ καὶ σπλήνεσιν καὶ ὀθονίοισιν, ὥσπερ καὶ τὰ κατήγματα, πλὴν τῶν ναρθήκων. τὸν μὲν αὐτὸν τρόπον πιεζεῦντα, διὰ τρίτης δὲ ἐπιδέοντα. ὑποκρινέσθω δὲ ὁ ἐπιδεόμενος παραπλήσια οἷάπερ καὶ ἐν τοῖσι κατήγμασι καὶ περὶ τοῦ πεπιέχθαι καὶ περὶ τοῦ χαλαρὰν εἶναι.

Ὁποίαν ἐπὶ τῶν καταγμάτων ἐκέλευσε θεραπείαν, τοιαύτην ἀξιοῖ σε ποιεῖσθαι καὶ νῦν ἐπὶ τῶν ἐν ἄκροις τοῖς κώλοις κινηθέντων ὀστῶν· καὶ γὰρ ἀπὸ διατάσεως ἄρξασθαι χρὴ χάριν τοῦ καλῶς διαπλάσαι τὰ κεκινημένα τῶν ὀστῶν καὶ μετὰ τὴν διάπλασιν ἐπιδοῦντα τῶν αὐτῶν ὑποστοχάζεσθαι σκοπῶν. ἀφλέγμαντόν τε μὲν γὰρ εἶναι βουλόμεθα τὸ μόριον ἐσφίγχθαι τε καὶ διακρατεῖσθαι τὸ πεπλασμένον ὀστοῦν ὑπὸ τῶν ὀθονίων. ἐδείχθη δ’ ἔμπροσθεν ταῦτα οὐ δυνάμενα γενέσθαι καλῶς ἄνευ τοῦ τὸ μὲν ἐν τοῖς πεπονθόσι μορίοις αἷμα πρὸς τὴν ἀρχὴν τοῦ κώλου καὶ τὸ πέρας ἐκθλίβεσθαι, κωλύεσθαι δ’ ἐπιῤῥεῖν ἄλλο. πρὸς ταῦτα δ’ οὖν, εἴ τι μεμνήμεθα, σκοποῦντες εὕρομεν ἅπασαν τὴν καταγματικὴν ἐπίδεσιν ἣν κελεύει ποιεῖσθαι πλὴν τῶν ναρθήκων, ἐπειδὴ τοῦ μέρους ἡ φύσις οὐ προσίεται τὴν τούτων ἐπίθεσιν. ὁμαλὴν γὰρ εἶναι δεῖ τὴν ἐπιφάνειαν τῶν μερῶν οἷς μέλλομεν νάρθηκας, οὐ μὴν τοιοῦτός ἐστιν ὁ ταρσὸς τοῦ ποδός.

Ὑγιῆ δὲ γίνεται ἐν εἴκοσιν ἡμέρῃσι τελέως ἅπαντα πλὴν ὁκόσα κοινωνέει τοῖσι τῆς κνήμης ὀστέοισι καὶ αὐτέῃ τῇ ἵξει. ξυμφέρει δὲ κατακεῖσθαι τοῦτον τὸν χρόνον· ἀλλὰ γὰρ οὐ τολμέουσιν ὑπερορῶντες τὸ νόσημα, ἀλλὰ περιέρχονται πρὶν ὑγιέες γενέσθαι. διὰ τοῦτο καὶ οἱ πλεῖστοι οὐκ ἐξυγιαίνουσι τελέως, ἀλλὰ πολλάκις ἐπιβάλλειν αὐτοὺς ὁ πόνος ὑπομιμνήσκει εἰκότως· ὅλον γὰρ τὸ ἄχθος τοῦ σώματος οἱ πόδες ὀχέουσιν. ὁκόταν οὖν μήπω ὑγιέες ἐόντες ὁδοιπορέουσι φλαύρως ξυναλθάσσεται τὰ ἄρθρα κινηθέντα. διὰ τοῦτο ἄλλοτε καὶ ἄλλοτε ὀδυνῶνται τὰ πρὸς τῇ κνήμῃ, τὰ δὲ κοινωνέοντα τοῖσι τῆς κνήμης ὀστέοισιν μείζω τε τῶν ἑτέρων ἐστὶ καὶ κινηθέντων τούτων πολυχρονιωτέρα ἡ ἄλθαξις. ἴησις μὲν οὖν ἡ αὐτή.

Λέγει τῆς ὅλης κνήμης εἴγε καὶ τὸ κατὰ τὴν ἴξιν αὐτὸ σημαίνει τὸ κατ’ εὐθὺ πολλάκις ἐν πολλοῖς εἰρημένον, ἀλλὰ καὶ κατωτέρω τρὶς ἐφεξῆς κέχρηται τῷ ὀνόματι περὶ κνήμης διαλεγόμενος ἐν τῇ ῥήσει· τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος αὕτη τε ἔσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν, ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ ἔσω τοῦ ἔξωθεν, ὡς καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν, λεπτότερον καὶ μακρότερον.

Ὀθονίοισι δὲ πλείοσι χρέεσθαι καὶ σπλήνεσιν.

Εἰθίσθη ὡς κατὰ χώραν μένειν τὰ ἐμβληθέντα τῶν ὀστῶν καὶ τοῖς ὀθονίοις καὶ τοῖς σπλήνεσι χρῆσθαι καὶ μάλισθ’ ὅταν ναρθήκων ἐπίδεσιν οὐκ ἐφίεται τὸ χωρίον ἀνώμαλον ὑπάρχον.

Καὶ ἐπὶ πᾶν ἔνθεν καὶ ἔνθεν ἐπιδέειν, πιέζειν δὲ ὥσπερ καὶ τἄλλα πάντα ταύτῃ μάλιστα ᾗ ἐκινήθη καὶ τὰς πρώτας περιβολὰς τῶν ὀθονίων κατὰ ταῦτα ποιέεσθαι.

Ἔμπροσθεν ἐκέλευσεν ἡμᾶς ἐν ταῖς ῥοπαῖς τῶν κατεαγότων, ἵν’ εἰ μὲν ἐπὶ τῇ δεξιᾷ ῥέποιεν εἰς τὰ ἀριστερὰ περιτρέποιμεν, εἰ δ’ εἰς ἐκεῖνα, πρὸς τὴν δεξιὰν ἐπανάγωμεν, ἐν δὲ τοῖς κατὰ τὸν πόδα τοὐπίπαν ἰσόῤῤοπον ποιεῖσθαι χρὴ τὴν ἐπίδεσιν, ἐπειδὴ τὰ τῆς ἰδίας χώρας ἐξιστάμενα τῶν ὀστῶν οὐκ εἰς τὰ πλάγια ποιεῖται τὴν ῥοπὴν, ἀλλ’ εἰς τὸν ἄνω τόπον ἢ τὸν κάτω.

Ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέεσθαι. ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι κατ’ ἄρθρα σίνεσιν. αἱ δὲ πιήζιες καὶ αἱ καλάσιες ἐν τοῖσιν αὐτέοισιν χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων ἅπερ ἐπὶ τοῖσιν πρόσθεν καὶ τὰς μετ’ ἐπιδέσιας ὡσαύτως χρὴ ποιέεσθαι. ὑγιέες δὲ τελέως οὗτοι γίνονται ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖσθαι. ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον καὶ ἐπὶ μᾶλλον.

Ἔνθα πραΰνειν μὲν ὀδύνην, χαλάσαι δὲ τὴν τάσιν βούλεται τῶν σωμάτων, ἐνταῦθα πλέονι χρῆσθαι καταντλήσει θερμοῦ ὕδατος, ἔστι δὲ μάλιστα ἐν τοῖς κατ’ ἄρθρα τοιαῦτα παθήματα· νευρωδέστερά τε γὰρ καὶ ὀστωδέστερα ταῦτα τὰ μόρια. θλίβεται οὖν ὑπὸ τοῦ φλεγμαίνοντος καὶ μᾶλλον αἰσθάνεται τῆς ὀδύνης, ὅτι νευρωδέστερα εἶναι. σίνεσιν δ’ εἶπε τὰ οἷον βλάμματα, διότι καὶ τὸ βλάπτεσθαι σίνεσθαι καλεῖ.

Ὅσοι δὲ πηδήσαντες ἀφ’ ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ ἰσχυρῶς, τουτέοισι διΐστανται μὲν τὰ ὀστέα, φλεβία δ’ ἐκχυμοῦνται ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δ’ ἐπιγίνεται καὶ πόνος πουλύς. τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης.

Ἐκχυμοῦσθαι τὰς φλέβας εἶπε σημῆναι βουλόμενος ἐκχεῖσθαι τὸν ἐν ἑαυταῖς περιεχόμενον ἔξω χυμὸν, ὅπερ ἐστὶ τὸ αἷμα. γίγνεται δὲ τοῦτο θλασθέντος αὐτοῦ τοῦ χιτῶνος· ὅσα γὰρ θλάττεται σώματα τὴν φυσικὴν ἕνωσιν ἀπόλλυται κατὰ πολλὰ μέρη καὶ μικρὰ διασπώμενα, καθ’ ἃ καὶ περιεκχεῖται τὸ αἷμα. τοῦτο οὖν τὸ ἐκχυθὲν αἷμα δέχονται μὲν αἱ περιεχόμεναι χῶραι τὴν φλέβα, δεξάμεναι δὲ οὐ φυλάσσουσιν οἷον ἐδέξαντο, μελαίνεται μὲν γὰρ ἐν τῷ χρόνῳ, καθάπερ εἰ κἀκτὸς ἐκχυθὲν ἐχρόνισε, καὶ γίνεται πάθος ὃ καλεῖται θρόμβωσις, ἐξ οὗ παθήματος ἐγγενομένου τῷ αἵματι, θρόμβος μὲν ἤδη τὸ αἷμα καλεῖται καὶ ἔστι. μέλαν δὲ γίγνεται τῇ χρόᾳ καὶ σήπεται ἐντεῦθεν μοχθηρῶς. ἀλλὰ ταῦτα μὲν οὐχ οἷόν τε χαλεπώτατα συμπίπτειν τοῖς ἐκχύμασιν, ἵν’ ὅταν ὑπὸ τῆς φύσεως κρατεῖται μεταβάλλῃ, καθάπερ καὶ ἄλλο κατὰ τὰς πεττομένας φλέγμονας αἷμα, καὶ γίγνεται πῦον. ἵνα δὲ κρατήσῃ τοῦ αἵματος ἡ ἐν τοῖς μορίοις φύσις, ἐστοχάσθαι χρὴ δυοῖν τούτοιν, ἑτέρου μὲν ὡς μὴ φλεγμῆναι τὰ σώματα καὶ ὅπως τοῦτο γίγνεται πρότερον ἐμάθομεν, ἑτέρου δὲ τοῦ διωρίσθαι τὸ παρεκκεχυμένον αἷμα. τοῦτο οὖν στοχαζόμενος ὁ Ἱπποκράτης κατὰ μέρος ἐφεξῆς πάντα συμβουλεύει. διΐσταται δὲ, ἔφη, τὰ ὀστέα τῶν οὕτω πηδησάντων ἀποῤῥηγνυμένων δηλονότι τῶν συμφυόντων αὐτὰ συνδέσμων, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν κατὰ τὸν ταρσὸν ἐλέγομεν. ἔζευκται δὲ τῇ πτέρνῃ κατὰ τὸ ἄνω μέρος ὁ ἀστράγαλος. ἔμπροσθεν δὲ τὸ καλούμενον κυβοειδὲς, ὥσπερ γε καὶ τῷ ἀστραγάλῳ κατὰ τὰ πρόσω μέρη συνήρθρωται τὸ σκαφοειδὲς ὀνομαζόμενον ὀστοῦν καὶ τούτοις ἀμφοτέροις τῷ τε κυβοειδεῖ καὶ τῷ σκαφοειδεῖ τὰ τοῦ ταρσοῦ τέτταρα. δέδεικται δὲ ὑπὲρ τούτων ἁπάντων τῶν ὀστῶν τῶν τε κατὰ πόδα καὶ ἄκραν χεῖρα κατὰ τὸ περὶ τῶν ὀστῶν ὑπόμνημα.

Κοινωνέει δὲ φλεψὶ καὶ νεύροις ἐπικαίροισιν, ὁ τένων δὲ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν. ὕδατι δὲ θερμῷ πλείστῳ τουτέοισιν χρῆσθαι καὶ ὀθονίοισι πλείοσιν· ἐπὶ τουτέοισι δεῖ καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων.

Τῷ τῆς πτέρνης, φησὶν, ὀστέῳ κοινωνεῖ μὲν νεῦρα μεγάλα, τοῦτο γὰρ αὐτὸ νῦν δηλοῖ τὸ ἐπίκαιρα· καθάπερ δὲ καὶ φλέβες οὐ μικραί. συμπέφυκε δὲ ὀπίσθιος τένων ὁ ἐκ τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν γενόμενος. εἴρηται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τῇ τῶν μυῶν ἀνατομῇ· καὶ χρὴ ταῦτά γε ἀκριβῶς μεμαθηκέναι τὸν ἀκολουθεῖν βουλόμενον οἷς νῦν ὁ Ἱπποκράτης διδάσκει.

Καὶ ἢν μὲν τύχῃ ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ ἐᾷν οὕτως· ἢν δὲ παχὺ καὶ σκληρὸν οἷα μετεξέτεροι ἴσχουσι, κατατέμνειν χρὴ ὁμαλῶς καὶ διαλεπτύνειν μὴ διατρώσκοντα.

Τῶν προειρημένων παθημάτων περὶ τὴν πτέρναν τε καὶ κατὰ τὰ συνεχῆ μόρια γενομένων κίνδυνός ἐστιν ὀδύνας τε μεγάλας ἀκολουθήσειν καὶ φλεγμονὴν οὐ σμικράν. ὀστώδη τε γὰρ τὰ χωρία καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ὀστῶν, ἀλλ’ ἐκ πάνυ μικρῶν συνηρθρωμένα, ὥστε ἐὰν καὶ βραχέα τινὰ γένηται φλεγμονῆς μεγάλας ὀδύνας ἔσεσθαι διὰ τὴν θλίψιν. ὁ δ’ ἐμφυόμενος τῇ πτέρνῃ τένων ἀξιόλογος ὢν τὸ μέγεθος, εἰ φλεγμήνῃ, κίνδυνον ἕξει σπασμῶν. καὶ μὴν καὶ νεῦρα κατὰ τὸ μόριον τοῦτο μεγάλα τέτακται ψαύοντα τῶν ὀστῶν, ὡς καὶ τοῦτ’ ἔμαθες ἐν τῇ τῶν νεύρων ἀνατομῇ. ταῦτα οὖν τἄλλα τῆς θεραπείας ἁπάσης ἠκριβῶσθαι χρὴ κατά τε τὴν τῆς διαίτης λεπτότητα καὶ τὸ πλῆθος τοῦ καταντλουμένου θερμοῦ, καὶ μέντοι καὶ τὸ δέρμα τὸ κάτω ὃ προσαγορεύουσιν ἴχνος ἐπὶ πολλοῦ χρή. σύμμετρον δὲ ἐφ’ ὧν σκληρόν ἐστιν ὅρον τοῦ βάθους τῆς τομῆς ποιούμενος τὴν σκληρότητα. τυλοῦται γὰρ ἐπ’ ἐνίων, ὡς μηδ’ ἐπὶ βραχὺ προχεῖν αἵματος, ἢν μὴ μέχρι βάθους ἱκανοῦ καθιῇ τις τὴν σμίλην. αὐτὸ μὲν δὴ τοῦτο αὐτοῦ προσήκει τέμνειν τὸ μέρος ὃ οὔτε προχεῖ τι τοῦ αἵματος, ἐκείνου δὲ φείδεσθαι καθὸ τέμνομεν εὐθέως αἱμάσεται· καὶ γὰρ ὀδυνᾶται τεμνόμενον. ἐκεῖ δὲ οὐχ ἁπλῶς τέμνειν, ἀλλ’ ὁμαλῶς τὸ σκληρὸν τοῦ δέρματος. ἔχοις δ’ ἂν τρεῖς σκοποὺς τοῦ τέμνειν ὁμαλῶς, κατὰ μὲν τὸ μῆκος τῆς τομῆς, ἕτερον δὲ τὸ βάθος καὶ τρίτον καὶ τὸ μεταξὺ διάστημα. χρὴ γὰρ ἴσας τε τῷ μήκει καὶ πλάτει τὰς τομὰς ἀλλήλαις τέμνειν, ἴσον τε διεστηκυίας ὥσπερ ἅπαν ὁμοίως τὸ ἴχνος ἀλύπως ἐπεκτείνηται κατὰ τὸν τῆς φλεγμονῆς καιρόν. ἴσμεν γὰρ ὅτι τε τὰ φλεγμαίνοντα πάντα γίγνεται καὶ ὡς αἱ τάσεις ὀδύνας τε γεννῶσι καὶ φλεγμονὰς αὔξουσι καὶ σπασμοὺς ἐπικαλοῦνται. ὡς οὖν ἡ πολλὴ κατάντλησις ὕδατος θερμοῦ παραχεομένου δαψιλοῦς ἐλαίου τὴν τάσιν ἐκλύουσα μεγάλως ὀνίνησιν, οὕτως καὶ τὰς τομὰς ἐπενόησε ποιεῖσθαι τοσοῦτον κατιούσας εἰς τὸ βάθος, ὡς μηδέπω τιτρώσκειν τὸ ἔναιμον τοῦ δέρματος, ἐπινενοῆσθαι χρησίμως αὐτῷ τὰς ἀμυχὰς, ὅπου κἀπὶ τῶν ἄλλων μορίων, ὅταν γε μεγάλως φλεγμαίνῃ, σχάζειν ἀναγκαζόμεθα τὸ δέρμα, τοῦτο μὲν κενοῦντές τι τῆς περιουσίας τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, τοῦτο δὲ καὶ δι’ ἀναπνοὰς ἐργαζόμενοι καὶ προσέτι τὴν τάσιν ἐκλύοντες ἣν ἐκ τῆς φλεγμονῆς ἔσχεν. ἐπὶ δὲ τοῦ ποδὸς, ἐπειδὴ καὶ μᾶλλον ἐπὶ τὸ σχάζειν τὸ δέρμα παραγενησόμεθα, κἂν μηδέπω φλεγμαίνῃ, διότι σκληρότατον ὂν, ἐφ’ ὅ γε τοιοῦτόν ἐστιν οὐ δύναται προσεπεκτείνεσθαι κατὰ τὰς φλεγμονάς· αὐτό τε οὖν ὀδυνήσεται τεταμένον ἰσχυρῶς, θλάσεται δὲ τῇ περιτάσει τὰ ὑποκείμενα καὶ μάλιστα τὸν συμπεφυκότα τένοντα πλάτος ἐκ μιᾶς ἀπονευρώσεως ἑνὸς τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν ἔχει τὴν γένεσιν. ἐάν περ οὖν οὗτος εἰς ὀδύνην τε καὶ φλεγμονὴν ἀφίκηται, κίνδυνος ὅλῳ τῷ μυῒ παραθεῖναι τὰ αὐτά. τοῦτο δ’ εἰ γένοιτο καὶ σπασμὸν ἀκολουθήσειν εἰκός. διὰ ταῦτ’ οὖν ἅπαντα τέμνειν μὲν, ὡς εἴρηται, προσήκει τὸ ἴχνος, ἑξῆς δὲ λεπτύνειν, ὡς ἔφην, τουτέστι λεπτὸν ἐργάζεσθαι. γένοιτο δ’ ἂν τοῦτο τῆς μὲν σκληρότητος αὐτοῦ μαλαττομένης, τοῦ δὲ πλήθους καθαιρομένου. γενήσεται δ’ ἄμφω ταῦτα καταντλούντων ἔλαιόν τε καὶ ὕδωρ θερμὸν οὐκ ὀλίγον· εἶτ’ ἐπὶ τῇ καταντλήσει πρὸ τῶν ἐπιδέσμων ὑπολειφόντων ἔλαιον μηδεμίαν ἔχον στύψιν.

Ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα· ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα ἐπιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξεις αὗται χωρίζουσι μὲν τὴν πτέρνην, ᾗ τὸ θλάσμα ἐγένετο.

Τῷ μὲν ἀγαθῶς ἀντὶ τοῦ καλῶς οὗτός τε καὶ οἱ ἄλλοι παλαιοὶ πολλάκις εἰρήκασιν. ἀξιοῖ δὲ καὶ τὰ περὶ τὴν πτέρναν ἐπιδεῖν τῷ καταγματικῷ τρόπῳ μεμφόμενος τοὺς οὕτως ἐπιδοῦντας, ὡς ἐπιδεῖν εἰθίσμεθα πολλάκις ἕνεκα τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων αὐτοῖς φαρμάκων ἢ καταπλασμάτων ἢ καὶ τινας ἐπιβροχάς. ἔστι δ’ ὁ τρόπος τῆς ἐπιδέσεως ᾧ μέμφεται τοιόσδε.

Τῆς ἀρχῆς τοῦ ἐπιδέσμου λοξῆς ἀνατεταμένης κατὰ τὸ σφυρὸν ἡ νομὴ τῆς ἐπιδέσεως γίγνεται πρὸς τὸ κάτω τοῦ ποδὸς ἔμπροσθεν τοῦ προπετοῦς τῆς κνήμης πέρατος ὃ καλοῦσιν ἀστράγαλον. ἐντεῦθεν δὲ πάλιν ὑποστρεψάντων ἐγκαρσίως ὑπὸ τὸ τοῦ ποδὸς ἴχνος ἐπίδεσμος ἀχθεὶς καὶ διελθὼν ὅλον τὸν πόδα μέχρι τῆς ἀντικειμένης χώρας αὖθις ἀνάγεται λοξὸς, ἐκ τῶν κάτω τε καὶ πρόσω μερῶν τοῦ ἀστραγάλου ψαύων αὐτοῦ, καθάπερ καὶ πρόσθεν τε κατήγετο τῇ αὐτῇ χρωμένων τῇ νομῇ συντυχεῖν ἀναγκαῖόν ἐστι κατὰ τὸ πρόσω τοῦ ποδὸς ἑαυτῷ τὸν ἐπίδεσμον γενέσθαι τὸ σχῆμα παραπλήσιον τῷ χ γράμματι. κἀντεῦθεν κύκλῳ κατὰ τὸ σφυρὸν ἑλιχθέντα παραγενέσθαι πάλιν ἐπ’ ἐκεῖνον τὸν τρόπον, ὅθεν ἤρξατο καὶ οὕτως ἐκ δευτέρου τὰς αὐτὰς ἔχειν περιβολὰς αἷς διῆλθον, ὡς ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθεῖν, εἶτ’ ἐντεῦθεν εἴς τε τὸ τρίτον ἑλιχθέντα κατὰ τὴν αὐτὴν νομὴν ἐπὶ τὴν ἀρχὴν ἀφικέσθαι πάλιν ἐντεῦθέν τε περὶ τὸ σφυρόν. ἔνιοι δ’ ὅταν ἑλίξωσι τὴν ὑπὸ τὸ ἴχνος ἐγκαρσίαν οὐκ εὐθέως ἀνάγουσι λοξὸν ἐπὶ τὸ σφυρὸν ἄνω τὸν ἐπίδεσμον, ἀλλὰ κυκλοτερῶς πρῶτον ἑλίττουσιν ἐπὶ τὸν ταρσὸν, ὥσπερ γε καὶ τὸ σφυρόν. ἔνιοι κυκλοτερῶς ὡς διαλαμβάνεσθαι τὰς λοξὰς ὑπὸ τῶν κυκλοτερῶν. αἱ μὲν οὖν συνήθως γιγνόμεναι περιβολαὶ τῶν ἐπιδέσμων ἐνταῦθα μύες εἰσίν. ἐν δὲ τοῖς προκειμένοις πάθεσι τοιαῦται, διότι μήτε προσυποβάλλεταί τι πρὸ τῶν ἐπιδέσμων ἕτερον οὗ τῆς κρατήσεως ἐν ἐκείνῃ ἐπίδεσις γίγνεται μήτ’ ἀπαθής ἐστιν ἡ πτέρνα, καθάπερ ἐπ’ ἐκείνων, ἀλλ’ αὕτη πρώτη πέπονθεν, ὥστε ὁ προειρημένος τρόπος τῆς ἐπιδέσεως ἐπὶ τὴν πτέρναν ἐκθλίβειν τὸ αἷμα χωρίζει αὐτὴν τὴν ἐπίδεσιν. χρὴ δὲ τὸ ἐναντίον τούτου γίγνεσθαι τῆς ἐπιδέσεως ἐκ τῆς πτέρνης παραπλησιάζοντα χωρία τὸ αἷμα διωθουμένης, ὅπερ ὁ καταγματικὸς τρόπος τῆς περιβολῆς τῶν ὀθονίων ἐργάζεται μόνος, ὡς ἔμπροσθεν ἐμάθομεν· ἐκείνῳ τοιγαροῦν καὶ νῦν κέχρηται.

Καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης.

Τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομάζουσιν οἱ παλαιοὶ σφακελὸν, ἀλλὰ ἐν τῇ μὲν τῶν σαρκώδων μορίων καὶ ἄλλοις ὀνόμασι χρῶνται. λέγει οὖν αὐτὸς καὶ σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα ὀνόματα. κατὰ δὲ τοῦ φθειρομένου δι’ ὅλης αὐτῆς οὐσίας ὀστοῦ σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα τοῖς ὀστοῖς, ὅταν ἡ παρακειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα καὶ διαβρέξασα τούτοις αὐτὰ διασήψῃ.