GetPassage urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.20-1.39 urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:1.20-1.39
Χρὴ δ’, ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα διορθοῦν.

Τὰ ἐξέχοντα τῶν χειρῶν ὀνομάζουσι θέναρα παρὰ τὸ θείνειν, ὡς ἔνιοι βούλονται τῶν χαιρόντων ἐτυμολογίαις. τούτοις γὰρ τοῖς ἐξέχουσι παίομεν ὅσαπερ ἂν παίωμεν. ἔνιοι δὲ οὐ πάντα τὰ ἐξέχοντα τῆς χειρὸς καλεῖσθαί φασιν, ἀλλὰ μόνα τὰ ὑπὸ τοῖς μεγάλοις δακτύλοις.

Ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν.

Δύο χρεῖαι τῆς ἐπιδέσεώς εἰσιν· ἡ μὲν ἑτέρα τὰ καλῶς ὑφ’ ἡμῶν ἀλλήλοις παρατεθέντα μέρη τοῦ καταγέντος ὀστοῦ κρατεῖν ἀσφαλῶς, ἡ δ’ ἑτέρα δεξάμενα τὰ ὀθόνια τὸν χυμὸν ἢ τὸ φάρμακον, ὅπερ ἀναφλεγμαντότατον εἶναι δοκιμάσωμεν, ἐπικείμενον αὐτὸ φυλάττειν ἀεὶ τοῖς πεπονθόσι μέρεσιν. ἔνιοι μὲν γοῦν τοῖς ἐμπλαστοῖς χρῶνται φαρμάκοις, ἐμπλάττοντες ὀθονίοις αὐτὰ καὶ μετὰ τὴν ἐπίθεσιν ἔξωθεν ἐπιδοῦντες, ἔνιοι δὲ χυμῷ τινι τῶν ἐπιτηδείων εἰς τοῦτο, καθάπερ οἴνῳ τε μόνῳ καὶ σὺν ἐλαίῳ καὶ πολλάκις τινὶ τῶν ὑγρῶν φαρμάκων, οἵα πέρ ἐστιν ἡ τοιαύτη κηρωτὴ διττῶς σκευαζομένη, ποτὲ μὲν ἤτοι γ’ ἐν ῥοδίνῳ τηκομένου τοῦ κηρωτοῦ ἢ ἐν ἐλαίῳ, ποτὲ δὲ πίττης τι προσλαμβάνουσα ξηρᾶς, ἣν δὴ καὶ πισσηρὰν ὀνομάζουσι κηρωτήν. τὰ δ’ ὑγρὰ φάρμακα καὶ σύστασιν ἔχει καὶ πάχος, οἷόν περ καὶ ἡ ὑγρὰ κηρωτή. γίγνεται δὲ τηκομένων ἐν ἐλαίῳ τῶν ἀφλεγμάντων ἐμπλάστρων, ὑπὲρ ὧν εἴρηται μέν τι καὶ ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἐπὶ πλέον δ’ ἔν τε τῇ θεραπευτικῆς μεθόδου πραγματείᾳ καὶ τῇ περὶ συνθέσεως φαρμάκων δυνάμεως. ὁ δ’ οὖν Ἱπποκράτης ὑγρᾷ μὲν κηρωτῇ κέχρηται. πολὺ μὲν γὰρ ἀφλεγμαντότερα τῆς σκληρᾶς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. τοῦ δὲ ποσοῦ καὶ τὴν χρῆσιν αὐτῆς ἐδήλωσε τὸν σκοπὸν εἰπὼν μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα. τὸν δ’ ἀντικείμενον ὅρον οὐκ ἐδήλωσεν ὡς ἡμῶν νοούντων. ἔστι δ’ αὐτὸς, ὡς οὐδ’ οὕτως ὀλίγῃ κηρωτῇ χρῆσθαι προσῆκεν, ὡς φθάσαι ξηρανθῆναι τὰ τῶν ἐπιδέσμων ὀθόνια, πρὶν ἐπιλύεσθαι διὰ τρίτης. ἄξιον δ’ ἐπισκέψεώς ἐστι διὰ τί κηρωτῇ κελεύει νῦν χρῆσθαι. καίτοι γε ἐν οἷς ἐξέσχεν ὀστοῦν τοῦ δέρματος οἴνῳ χρώμενος αὐστηρῷ μέλανι. δοκεῖ δέ μοι φρονεῖν μὲν ὥσπερ γενναιοτέρου βοηθήματος εἰς τὰ τοιαῦτα τοῦ οἴνου, παραλείπειν δ’ αὐτὸν ἐπὶ τῶν ἄλλων καταγμάτων, ἐν οἷς οὐκ ἐγυμνώθη τι τῶν συντριβέντων ὀστῶν διὰ τὸ πολλῆς ἐπιμελείας δεῖσθαι τὴν χρῆσιν. εἰ μὴ γὰρ συνεχῶς ἐπιβρέχοιτο, μεγίστη γίνεται βλάβη ξηραινομένων τῶν ὀθονίων. ἐπιβρέχειν δὲ συνεχῶς καὶ μάλιστα νύκτωρ οὐκ ἐθέλουσιν οἱ πλεῖστοι τῶν ὑπηρετουμένων τοῖς κάμνουσιν. ἀλλ’ ἐπεί περ εἰς τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι εἰς ἀκριβείην κράτισται, διὰ τοῦτ’ ἐφ’ ὧν ἐξέσχεν ὀστοῦν οἴνῳ χρῆσθαι κελεύει, ἔνθα δὲ χρῆται τῷ οἴνῳ, περὶ τῆς δυνάμεως αὐτοῦ τὰ πλείω. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐπειδὴ τὰ ἄλλα κατάγματα καὶ χωρὶς οἴνου δύναται θεραπεύεσθαι, μόνῃ τῇ κηρωτῇ χρωμένων ἡμῶν, οὐκ ἀναγκαῖόν ἐστιν ἐπ’ αὐτῶν προσφέροντας ἁμαρτεῖν ὁπότε μέγα διὰ τὴν τῶν ὑπηρετουμένων ἀμέλειαν. ἔνθα δὲ μέγας ὁ κίνδυνος, ἐνταῦθα καὶ αὐτοὶ μὲν ἑκόντες οἱ ὑπηρέται ταλαιπωρεῖσθαι προαιροῦνται καὶ ἡμῖν δὲ παρακαλοῦσι πείθονται. καὶ μέντοι καὶ συνεχέστερον ἐπιφαινόμεθα τοῖς τοιούτοις διὰ τὸ τοῦ κινδύνου μέγεθος ἐνίοτε καὶ παραμένοντες ὅλης νυκτὸς, ὅταν μὴ σφόδρα θαῤῥῶμεν τοῖς ὑπηρέταις τὰ κελευόμενα πρᾶξαι πάντα καλῶς.

Ὅπως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ καὶ ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλὰ ἀπολαμβάνηται.

Ὅτι μὲν οὖν οὕτως σχηματίζεσθαι προσήκει τὸν πῆχυν ὡς ὑποτετάσθαι μὲν τῇ κερκίδι, γωνίαν δὲ ὀρθὴν ἐργάζεσθαι πρὸς μὲν τὸ τοῦ βραχίονος ὀστοῦν ἔμπροσθεν εἴρηται. δυναμένου δὲ τούτου γίγνεσθαι καὶ κατωτέρω τῆς ἄκρας χειρὸς, ὡς πρὸς τὸν ἀγκῶνα, καὶ ἀνωτέρω, εἰκότως ἐπιδιωρίσατο καὶ περὶ τοῦδε, κελεύσας ἀνωτέρω βραχὺ τὴν ἄκραν τοῦ ἀγκῶνος χεῖρα ἔχειν. ἴσμεν γὰρ τὰ κατάῤῥοπα σχήματα ῥευμάτων αἴτια γιγνόμενα τοῖς πέρασι τῶν κώλων καὶ διὰ τοῦθ’ ὡς οἱ δι’ ὅλης τῆς ἡμέρας περιπατήσαντες, οἱ δ’ ἀλεώτερά πως ἔχοντες τὰ σκέλη πρὸ παντὸς ποιοῦνται, νύκτωρ αὐτὰ σχηματίζειν ὑψηλότερα τοῦ ὅλου σώματος. οὕτως οὖν κἀπὶ τῆς ὅλης χειρὸς ὁ Ἱπποκράτης κελεύει φυλάττεσθαι μὲν τὸ κατάῤῥοπον σχῆμα, μεταδιώκειν δὲ τὸ ἀνάῤῥοπον. κἂν ἐπὶ πλέον δ’ αὐτὴν ὑψηλοτέραν ἐκέλευσε τοῦ ἀγκῶνος ἴσχειν, εἰ μὴ καὶ τοῦτο τὸ σχῆμα τοῖς ἐν αὐτῷ χρονίζουσιν ὀδύνην παρεῖχεν, ὅλῃ τε τῇ χειρὶ καὶ μάλιστα τοῖς προσθίοις τοῦ βραχίονος μυσίν. ὅτι μὲν οὖν ὀδυνῶδές ἐστιν ἡ πεῖρά σε διδάξει. τὴν δ’ αἰτίαν τῆς ὀδύνης ἡ φύσις τῶν κινούντων μυῶν τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπιδείξεται. εἰσὶ γὰρ οἱ κατὰ τὸ πρόσω τε κἀκ τῶν ἔνδον μερῶν τοῦ βραχίονος, οὓς ὅταν κάμπτωμεν τὸν πῆχυν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνασπῶντες καὶ τείνοντες ἄνω συνανασπῶμεν καὶ συνανατείνομεν ἑαυτοῖς ὅλον τὸν πῆχυν, εἰς ὅσον ἐμπεφύκασι τοῖς κάτω μέρεσιν ἑαυτῶν, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλ’ ἀπολαμβάνηται ἐς ἄκρην. τοῦτο ἀναφέρειν ἐχρῆν πρὸς τὸ μὴ κατωτέρω τοῦ ἀγκῶνος ἄκραν τὴν χεῖρα ἔχειν. διὰ μέσου δὲ ἀμφοῖν εἴρηται τὸ, ἀλλὰ μικρῷ ἀνωτέρω, ὡς εἶναι τὸν ὅλον λόγον τοιοῦτον. ὅκως δὲ μὴ κατωτέρω ἄκραν τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἀπολαμβάνηται, ἀλλὰ σμικρῷ ἀνωτέρω.

Ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα.

Τὸ τὴν ἀρχὴν βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι κατὰ τὸ κάταγμα διττῶς γίγνεται, ποτὲ μὲν κατὰ τὸ μῆκος τοῦ κώλου νοούντων ἡμῶν αὐτὸ, ποτὲ δὲ καὶ κατὰ τὸ πλάτος. ὅροι δὲ τοῦ κατὰ τὸ μῆκος βαλλομένην τὴν ἀρχὴν τοῦ ἐπιδέσμου τὸ τὴν πρώην αὐτοῦ περιβολὴν ἐν κύκλῳ γιγνομένην ὅλον σκεπάσαι τὸ κάταγμα. εἰ δ’ ἤτοι τοσοῦτον ἀνωτέρω περιβάλλοις, ὡς μηδ’ ὅλως ψαῦσαι τοῦ συντριβέντος ἢ κατωτέρω πάλιν αὖ τοσοῦτον, ὡς μηδ’ ὅλως ἅψασθαι, τοῦτ’ ἂν ἀληθῶς εἴποι τις μὴ κατὰ τὸ κάταγμα τὴν ἀρχὴν τοῦ ἐπιδέσμου. οὕτως μοι νόει κατὰ τὸ κάταγμα βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι τὴν ἀρχὴν τῶν ὀθονίων, κατὰ τὸ πλάτος δὲ, ἐπεὶ δ’ ἄν αὐτὴν πρώτην ἐπίδεσιν ἐπίδεσμος ἤτοι γε τῇ τοῦ κατάγματος ἢ ἐξωτέρω ποιήσεται. ἐνταῦθα μὲν οὖν ὁ Ἱπποκράτης ὡς πρὸς τὸ μῆκος τοῦ κώλου βλέπων ἀπεφήνατο τὴν ἀρχὴν βάλλεσθαι κατὰ τὸ κάταγμα, τουτέστι μήτε ταπεινοτέραν μήθ’ ὑψηλοτέραν αὐτοῦ. δηλοῖ δὲ ἐξ ὧν ἐπιφέρων εἶπεν· ἐπὴν δὲ περιβάλλῃ κατ’ αὐτὸ δὶς ἢ τρὶς, ἐπὶ τὸ ἄνω δεδέσθω ἐπιδών. ἐν δὲ τῷ κατ’ ἰητρεῖον, ἔνθα φησὶ τὴν ἀρχὴν βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθα καὶ ἔνθα. πρὸς τὸ τοῦ κώλου πλάτος ἀναφέρων εἶπεν, ὡς δηλοῖ πάλιν κἀνταῦθα τὸ ἔνθα ἢ ἔνθα. ταύταις γὰρ ταῖς φωναῖς οἱ Ἕλληνες χρῶνται εἰς πλάτος δηλοῦντες. ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων ἡ λέξις οὕτως ἔχει· ἀρχὴν βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλὰ ἐπὶ τὸ ἅμμα.

Ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα.

Τὴν συμμετρίαν τῆς ἐπιβολῆς τῶν δεσμῶν ἐν τούτῳ τῷ λόγῳ διδάσκει. χρὴ γὰρ ἐρηρεῖσθαι μὲν αὐτοὺς εἰς τοσοῦτον, ὡς φυλάττειν ἀκίνητον τὰ κεχωρισμένα πέρατα τῶν ὀστῶν, οὐ μὴν οὕτως γε πεπιέχθαι σφοδρῶς, ὡς ὀδύνην παρέχειν τῷ κάμνοντι. πᾶσα γὰρ ὀδύνη χρονίζουσα καὶ μάλιστα ἐκθλίψεως αἰτία φλεγμονῆς γίγνεται. σκοποὶ μὲν οὗτοι τῆς τῶν ἐπιδέσμων πιέσεως, ἀκριβῶς δ’ αὐτῶν στοχάζεσθαι κατ’ ἀρχὰς μὲν οὐχ οἷόν τε, πολλάκις δ’ ἐπιδήσας δυνατόν. προσέχων γὰρ τὸν νοῦν ἀκριβῶς τῷ ποσῷ τῆς τάσεως ἣν ἐποιήσω περιβάλλων τὸν ἐπίδεσμον εἶτ’ ἐρωτήσας τὸν ἐπιδούμενον, ὁποίας αἰσθάνεται τῆς περιβολῆς τῶν ὀθονίων, ἐκ δευτέρου περιβάλλων ἴσως προτέρῳ, ἐκλῦσαι δεῖ τὴν τάσιν ἢ ἐπαυξῆσαι· θλίβεσθαι μὲν γὰρ εἰπόντος πρόδηλον ὡς ἐκλῦσαι προσῆκεν. οὕτω δὲ εἶναι χαλαρὸν εἰπόντος, ὡς μηδ’ ὅτι περίκειται γινώσκειν ἐπαυξῆσαι. καὶ μέντοι καὶ πρὶν ἐπ’ αὐτοῦ τοῦ τὸ κάταγμα σχόντος ἄρχεσθαι τῆς ἐπιδέσεως, ἔνεστί σοι προγυμνάσασθαι, παιδάριον ὑγιὲς ἐπιδέσαντι πολλάκις· ἀλλὰ τῷ πυνθάνεσθαι τὰς ἀρτίως εἰρημένας πεύσεις. ἑτοιμότερος γὰρ οὕτως ἔσῃ πρὸς τὰς ἐν τοῖς κατάγμασι ἐπιδέσεις, ἔτι κἀκεῖνο προσεννοῶν, ὅτι τῶν σωμάτων ὅσα μὲν ἰσχυρὰ καὶ σκληρότερα βιαιοτέρας ἀνέχεται τῆς πιέσεως, ὅσα δ’ ἀσθενῆ καὶ μαλακὰ τῆς ἀνειμένης ταῦτα χρῄζει.

Ἐπὴν δὲ περιβάλλῃ κατὰ τὠυτὸ δὶς ἢ τρὶς ἐπὶ τὸ ἄνω νεμέσθω ἐπιδέων, ἵνα αἱ ἐπιῤῥοαὶ τοῦ αἵματος ἀπολαμβάνωνται καὶ τελευτησάτω κεῖθι.

Αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ ἣν ἄνω πρῶτον κελεύει τὴν νομὴν τῶν ὀθονίων ποιεῖσθαι. βούλεται γὰρ τὰς ἐπιῤῥοὰς τοῦ αἵματος κωλύεσθαι τῶν ἄνω μερῶν τοῦ κώλου. κατὰ δὲ τὴν εἰρημένην ἐπίδεσιν οὐ μόνον ἀπείργεται τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεται. ἡ μὲν οὖν ἐπιῤῥοὴ μίαν ὁδὸν ἔχει τὴν ἄνωθεν κάτω, ἡ δ’ ἔκθλιψις ἀμφοτέρας, τήν τ’ ἄνωθεν κάτω καὶ τὴν κάτωθεν ἄνω. καὶ γὰρ εἰς τὸ κάτω τοῦ κώλου δυνατὸν ἐκθλῖψαί τι καὶ εἰς τὸ ἄνω. καὶ συμβουλεύει γε ἀμφοῖν ἐστοχάσθαι δύο κελεύων ἐπιδέσμοις χρῆσθαι· τὴν μὲν γὰρ ἀρχὴν ἔχουσιν ἀμφοτέροις ἀπὸ τοῦ πεπονθότος, ὡς κατὰ μῆκος σκοπούντων, ἐντεῦθεν δὲ τοῦ προτέρου μὲν ἄνω, τοῦ δευτέρου δὲ κάτω νεμομένου. βέλτιον γὰρ ἐκθλίβεσθαι τὸ αἷμα τοῦ πεπονθότος μορίου πρός τε τὰ ὑπερκείμενα μέρη τοῦ κώλου καὶ τὸ σῶμα ἅπαν, ἐπειδὴ τὸ ἄκρον ἔλαττόν ἐστιν ἢ ὥστε δέξασθαι χωρὶς βλάβης δαψιλῆ χυμὸν, ὅπου μετὰ τὸν πρῶτον ἐπίδεσμον ἐκθλίβοντα τοῦ πεπονθότος μορίου τὸ αἷμα πρὸς τὴν ἀρχὴν τῆς χειρὸς, ἐὰν ὁ δεύτερος βιαιότερον σφίγξῃ, φλεγμονὴ γίνεται κατά τε τὸν καρπὸν καὶ τοὺς δακτύλους. διὰ ταῦτα τοιγαροῦν ἄνω πρῶτον ἐκπιέζειν χρὴ, μάλιστα μὲν εἰ οἷόν τε πᾶν τὸ λυπῆσον, εἰ δ’ ὑπολείποιτό τι σμικρὸν, ἐκθλίβειν τοῦτο εἰς κάτω διὰ τοῦ δευτέρου τῶν ἐπιδέσμων· εἰ δὲ βιαιότερος αὐτοῦ τὴν γνώμην ὅλην παρακολουθήσας τῇ περὶ τῆς ἐπιδέσεως διδασκαλίᾳ.

Χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια.

Προσηκόντως εἶπε τοῦτο· τῶν γὰρ πρώτων ὀθονίων ἀρχομένων μὲν ἀπὸ τοῦ κατάγματος, ἄνω δ’ ἀναφερομένων κἀνταῦθα τελευτώντων ἀναγκαῖον ἔλαττον γίγνεσθαι τὸ μῆκος, οὐ τὰ δεύτερα μέλη λαμβάνειν, ἐφ’ ὧν κελεύει κάτω πρῶτον ἀπὸ τοῦ κατάγματος ἀφικνουμένους ἄνω πάλιν ἰέναι πρὸς τὸν αὐτὸν τόπον, ἔνθα τοῦ πρώτου τῶν ἐπιδέσμων τὸ τέλος ἐποιησάμεθα.

Τῶν δὲ δευτέρων ὀθονίων τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα.

Κατὰ λόγον ἐντεῦθεν γὰρ ἐκθλῖψαι βούλεται τὸ πλέον τοῦ αἵματος.

Περιβαλὼν δὲ ἅπαξ ἐς τὸ αὐτό.

Ἅπαξ κελεύει περιβάλλειν τοῦ δευτέρου τῶν ὀθονίων τὴν ἀρχὴν οὐ δὶς ἢ τρὶς, ὡς τοῦ προτέρου. βούλεται γὰρ ἄνω μᾶλλον ἢ κάτω τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεσθαι κατὰ τὴν εἰρημένην αἰτίαν.

Ἔπειτα νεμέσθω ἐς τὸ κάτω καὶ ἐπὶ ἧσσον πιέζων, ἐπὶ μεῖζον διαβιβάσκων.

Ἧττον σφίγγεσθαι τὸ κῶλον ὑπὸ τοῦ δευτέρου τῶν ἐπιδέσμων βούλεται δι’ ἃς εἶπεν αἰτίας. οὐ μὴν οὐδὲ πυκνὰς τὰς περιβολὰς τῶν ὀθονίων ποιεῖσθαι συμβουλεύων τοῦ προτέρου τῶν ἐπιδέσμων αὐτάρκως ἐργασαμένου τὴν ἐκ τῆς πυκνότητος χρείαν.

Ὡς ἂν αὐτέῳ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν.

Ὁ μὲν οὖν Ἱπποκράτης ἐπιδέσμοις δύο χρῆται πρὸ τῆς τῶν σπληνῶν ἐπιβολῆς, ἄλλοι δέ τινες ἐχρήσαντο τρισὶν, ἑνὶ μὲν ἐκ τοῦ κατάγματος ἄνω νεμομένῳ, καθάπερ ὁ Ἱπποκράτης ἐκέλευσε, δευτέρῳ δὲ ἐκ τοῦ κατάγματος κάτω καὶ τρίτῳ κάτωθεν ἄνω κατ’ ἀμφοτέρων ὁμοῦ τῶν προτέρων ἑλισσομένων. καὶ μέντοι καὶ τῶν τριῶν ἐπιδέσμων ὁ δεύτερος αὐτοῖς ἐστι βραχύτερος ἑκατέρου τῶν λοιπῶν, ἐκεῖνοι δ’ ἀλλήλοις ἴσοι διὰ τὸ τὸν μὲν πρῶτον αὐτῷ τε τῷ κατάγματι περιβάλλεσθαι δὶς ἢ τρὶς, ἑλίσσεσθαί τε περὶ τὸ κῶλον περιβολαῖς πυκνοτέραις, τὸν δὲ δεύτερον ἅπαξ μὲν τῷ κατάγματι περιβάλλεσθαι, τὰς δὲ περιβολὰς ἔχειν ἀραιοτέρας· τὸν δὲ τρίτον κατ’ ἀμφοῖν μὲν περιβάλλεσθαι. διὰ δὲ τὴν ἀραιότητα τῆς νομῆς οὐ γίγνεσθαι μακρότερον τοῦ πρώτου, ἀλλ’ ὅτι τοὺς εἰρημένους τρεῖς ἐπιδέσμους οἱ δύο περιέχουσιν ἐν ἑαυτοῖς, οὓς Ἱπποκράτης ἔγραψε, δῆλόν ἐστι, κἂν ἐγὼ μὴ λέγω, τοῦ δευτέρου τῶν ἐπιδέσμων εἰς δύο χρείας ὑπηρετοῦντος, ἃς ἐκεῖνοι διελόντες ἑνὶ μὲν ἐχρῶντο πρὸς τὴν ἐκ τοῦ κατεαγότος ἐπὶ τὸ κάτω νομὴν, ἑτέρῳ δὲ εἰς τὴν ἐντεῦθεν ἄνω πρὸς τὸ τοῦ πρώτου τῶν ἐπιδέσμων πέρας.

Ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ’ ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεάγματος καὶ ἐφ’ ὁκότερα ἂν περιῤῥέπειν ξυμφέρῃ.

Ἐν τοῖς κατάγμασι τῶν ὀστῶν ἡ ῥοπὴ τῆς διαστροφῆς ἐνίοτε μὲν ἐπὶ τὸ ἀριστερὸν, ἐνίοτε δ’ ἐπὶ τὸ δεξιὸν γίγνεται τοῦ κώλου. χρὴ τοίνυν τῶν πρώτων δύο ἐπιδέσμων ἐξ ὑπεναντίου ποιεῖσθαι τὴν ἐπίδεσιν, ἀρχομένου μὲν ἐξ ἐκείνου τοῦ μέρους, εἰς ὃ τὸ κῶλον ἐνέκλινε, περιῤῥέοντα δ’ ἐπὶ τοὐναντίον· οὕτως γὰρ ἰσόῤῥοπον ἀπεργασθήσεται τὸ κατεαγὸς ὀστοῦν. τοῦτ’ οὖν ἐστιν ὃ λέγει νῦν Ἱπποκράτης κελεύων ἡμᾶς τὴν νομὴν τῆς ἐπιδέσεως πρὸς τὸ σχῆμα τοῦ κατάγματος ποιεῖσθαι, ὅπερ ἐστὶ περιῤῥέπειν ἐπὶ τἀναντία τῆς ἐκτροπῆς αὐτῶν.

Μετὰ δὲ ταῦτα σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ· καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον.

Οἱ σπλῆνες στήριγμα τῶν πρώτων δυοῖν ἐπιδέσμων εἰσὶν, οὓς ἰδίως ὑποδεσμίδας ὀνομάζει, ἐπιβάλλεται δ’ αὐτοῖς ἐναντίως. ἐκεῖνοι μὲν γὰρ ἐγκάρσιοι περὶ τὸ κῶλον ἑλίττονται, κατὰ μῆκος δὲ οἱ σπλῆνες ἐπιτείνονται, τὴν πρώτην τὴν ἐκ δυοῖν ὀθονίων ἐπίδεσιν ὅλην καταλαμβάνοντες. κεχρῆσθαι δ’ αὐτοὺς ὀλίγῃ κηρωτῇ κελεύει· περιῤῥυέντες γὰρ ἀστήρικτοι γιγνόμενοι διὰ τὸ πλῆθος αὐτῆς, ὥσπερ καὶ διὰ τὴν ὀλιγότητα τὴν ἀρχὴν οὐδὲν ἑνωθήσονται τοῖς ὑποδέσμοισιν. ἔστι γὰρ ὥσπερ τι πρὸς ἐκείνοις αὐτοῖς ἡ κηρωτή· φαίνεται δὲ κἀπὶ τῶν ἄλλων ἁπάντων ὅσα κόλλῃ συνδεῖται τὸ μέτριον αὐτῆς ἄριστον. ἐπὶ δὲ τῶν σπληνῶν καὶ θλίψις γίνεται ξηρῶν τ’ ἐπιτεθειμένων τῶν ὀθονίων, ᾧπερ ἀντίκειται τὸ προσηνέστερον, ὥσπερ γε καὶ τῷ εὐθετώτερον ἀντίκειται τὸ διὰ τὸ πλῆθος τῆς κηρωτῆς ἀνέδραστον. εἰκότως οὖν ἔφη, καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον. ἐκ μὲν τοῦ μηδ’ ὅλως κεχρῆσθαι τῇ κηρωτῇ τοῦ σπληνὸς, ἀπολλυμένου τοῦ προσηνοῦς, ἐκ δὲ τοῦ πλέον ἢ χρὴ τοῦ εὐθέτου, τὸ γὰρ πλῆθος τῆς κηρωτῆς ὄλισθον αὐτῆς ἐργάζεται.

Ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς ἐναλλὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ’ ἀριστερά· καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος ἐς τὸ ἄνω ἄγειν. ἔστι δ’ ὅτε καὶ ἄνωθεν ἐς τὸ κάτω.

Αἱ μὲν ὑποδεσμίδες οὐκ ἐναλλὰξ ἀλλήλαις εἶχον τὴν νομὴν, ἀλλ’ ἐπὶ τοὐναντίον ἀμφότεραι τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς ἐπανῆγον τὸ κῶλον. οἱ δὲ μετὰ τοὺς σπλῆνας ἀπόδεσμοι σκοπὸν ἔχοντες, ὅλον μὲν τὸ κῶλον ἀποδεῖν, ἅπασαν δὲ τὴν ἐπίδεσιν ὁποίαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις ποιοῦνται τὴν νομὴν, ὁ μὲν ἐπὶ τὸ δεξιὸν μέρος, ὁ δ’ ἐπὶ θάτερον ἑλιττόμενος, ὡσαύτως δὲ κάτω μὲν ὁ ἕτερος, ἄνω δὲ ὁ ἕτερος. οὕτως γὰρ μάλιστα φυλάξουσι τὴν ἐπίδεσιν οἵαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις. διόπερ αἱ μὲν ἐπὶ τὰ δεξιά τε καὶ ἀριστερὰ κατὰ πᾶν ἴσαι γιγνέσθωσαν, αἱ δ’ ἄνω καὶ κάτω μὴ πολὺ μὲν ἀλλήλων ὑπερεχέτωσαν. ὅμως δ’ οὖν ἡ κάτωθεν ἄνω πλεονεκτείτω· ἀσφαλέστερον γὰρ τοῦτο διὰ τὴν ὀλίγον ὕστερον εἰρημένην αἰτίαν, ἡνίκα εἰς τὴν ἀρχὴν τοῦ κώλου τὸ αἷμα συνεβούλευσεν ἐκθλίβειν ἀπὸ τοῦ κατάγματος.

Τὰ δὲ ὑπόξηρα ἀκέεσθαι τοῖσι σπλήνεσι κυκλοῦντας. τῷ δὲ πλήθει τῶν περιβολέων μὴ πᾶν ἀθρόον ξυνδιορθοῦντα, ἀλλὰ κατὰ μέρος.

Τὰ πέρατα τῶν κώλων στενότερον ἔχει τὸ εὖρος, ἅπερ· ὑπόξηρα καλεῖ. ταῦτ’ οὖν αὐτῶν τὰ μόρια κελεύει περιβόλαια σπληνῶν ἐγκαρσίων πληροῦν ἅμα ταῖς τῶν ἐπιδεσμίων ἐπιβολαῖς πλεόνεσιν ἐνταῦθα γιγνομέναις οὐκ ἀθρόως ἐργαζόμενον τοῦτο. ποιήσεις γὰρ οὕτως ἀνώμαλον τὴν ἐπίδεσιν, ἀλλὰ κατὰ βραχὺ τὸ ἐνδεὲς ἀναπληροῦντα.

Προσπεριβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς χειρὸς ἄλλοτε καὶ ἄλλοτε.

Συμφλεγμαίνειν μὲν εἴωθεν ἅπαντα τὰ πλησιάζοντα μέρη τοῖς πεπονθόσι. τὰ δὲ πέρατα τῶν κώλων μᾶλλον, ὅτι μικρὰ καὶ ἄσαρκα τελέως ἐστὶ καὶ διὰ τοῦτο τὴν ἐπιῤῥέουσαν ἐκ τῶν περὶ τὸ κάταγμα χωρίων ὕλην ἐπιπόνως ἐπιδέχεται. παρηγορεῖν οὖν αὐτὰ βούλεται τῇ τῆς κηρωτῆς ἐπιθέσει, ἣν ὁπότε ψιλὴν ἄνευ τοῦ σκεπάσαι τινὶ βέλτιον ἦν ἐπιβάλλειν αὐτοῖς, οὔθ’ ἑτέροις ἐπιδέσμοις χρῆσθαι κατ’ αὐτῶν ἀστήρικτον ἔχουσι τὴν ἀρχὴν καὶ τελευτὴν καὶ διὰ τοῦτο περιῤῥυησομένοις ἐν τάχει. συνεχρήσαντο οὖν τοῖς ὅλου τοῦ κατάγματος ἐπιδέσμοις, οὓς χαλαροὺς εἰκότως ἐπιβάλλει μὴ μέλλοντάς γε δυσχερείας παρέξειν, ἀλλὰ καὶ μίαν μόνην τὴν κώλυσιν τῆς φλεγμονῆς, κρατήματος γὰρ μηδενὸς χρῆται τὸ κατεαγός.

Πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον αἱ δύο μοῖραι.

Κατὰ τὴν πρώτην ἁπασῶν ἐπίδεσιν πᾶσαν ἀξιοῖ τὸ πλῆθος τῶν ὀθονίων ἔλαττον ὑπάρχειν, ἧς οὐ δεησόμεθα προϊόντος τοῦ χρόνου. ἐδίδαξε γάρ σε πηλίκα χρὴ πλείστοις ὀθονίοις χρῆσθαι μικρὸν ὕστερον. ἐπεὶ δὲ τὸ πλῆθος τῶν ὀθονίων ἔκ τε τοῦ ἀριθμοῦ καὶ τοῦ μήκους τῶν ἐπιδέσμων τε καὶ σπληνῶν αὐξάνεται ζητήσεις ὡς ποτέρα μείζους ἢ πλείους κελεύει σοι ποιεῖν τοὺς ἐπιδέσμους ἐπὶ προσήκοντι τῷ χρόνῳ, καὶ μέντοι καὶ πηλίκον εἶναι προσήκει ἕκαστον. τὸ μὲν οὖν πλάτος τε καὶ μῆκος αὐτὸς ὥρισεν ἐν τῷ κατ’ ἰητρεῖον εἰπὼν, τριῶν ἢ τεττάρων πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος οὐδὲ νῦν εἰπεῖν παρέλειπε. δύο γὰρ ὑποδεσμίδας ἀξιοῖ ποιεῖσθαι δι’ ὅλης τῆς ἐπιδέσεως. τούς γε μὴν σπλῆνας ὅτι τριπήχεις ἢ τετραπήχεις εἶναι προσήκει καὶ τοῦτ’ αὐτὸς ἐδίδαξεν. ἀριθμὸν δ’ αὐτὸς εἰκὸς εἶναι τοσοῦτον, ὅσον δ’ ἂν αὐτάρκως περιλαμβάνῃ τὸ κῶλον. οἱ δ’ ἔξωθεν ἐπίδεσμοι κατὰ τῶν σπληνῶν ἐπιβαλλόμενοι δύο μὲν εἰς τὰ πολλὰ γενήσονται, κάτωθεν μὲν ἄνω τὴν φορὰν ποιούμενος ὁ ἕτερος αὐτῶν, ἄνωθεν δὲ κάτω πάλιν ὁ ἕτερος. ἐγχωρεῖ γε μὴν καὶ τρεῖς καὶ τέτταρας αὐτοὺς ποιεῖν, ἀλλ’ ἡμεῖς ἀεὶ δυοῖν χρώμεθα. πρὸς τούτους οὖν τις ἀποβλέπων τοὺς σκοποὺς εὔδηλον ὅτι στοχάσεται κατ’ ἀρχὰς μὲν ταῖς δύο μοίραις τῶν ὀθονίων χρῆσθαι. καθ’ ὃν δ’ ἂν χρόνον ἀφλέγμαντον ᾖ τὸ πεπονθὸς μέρος ταῖς τρισὶν. ἐν μὲν οὖν τῷ κατ’ ἰητρεῖον, ὡς ἔφην, ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων ἀξιοῦντος αὐτοῦ τριῶν ἢ τεττάρων εἶναι πήχεων τῶν ἰδίων δηλονότι τοῦ ἐπιδέσμου. γελοῖον γὰρ εἰ τύχῃ παιδίον δυοῖν ἢ τριῶν ἐτῶν οὕτω μακροῖς ὀθονίοις ἐπιδησόμενος ὡς ἀνδρὸς τελείου τεττάρων πήχεων εἶναι τὸ μῆκος ἢ τὸν τέλειον, οὕτως βραχέσιν ὡς τριῶν ἢ τεττάρων εἶναι τῶν τοῦ παιδίου, κατὰ μέντοι τοῦτο βιβλίον οὐχ ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων, ὥσπερ οὐδὲ τὸ πλάτος ἡμῖν ἀπολείπων στοχάζεσθαι. δῆλον γὰρ ὅτι πρὸς τὸ μέγεθος τοῦ κατάγματος ἁρμοττομένους ἡμᾶς εὑρίσκειν χρὴ τὸ μῆκος τῶν ἐπιδέσμων, ἀεὶ μὲν τῆς ἐπιδέσεως, ὡς αὐτὸς ἐκέλευσε, προσλαμβανούσης πολὺ τοῦ ὑγιοῦς, οὐκ ἀεὶ δὲ ταὐτὸ, ἀλλὰ κατὰ τὸ μέγεθος, ὡς ἔφη, τοῦ κατάγματος. εἰ δὲ δὶς ἢ τρὶς αὐτῷ τῷ κατάγματι περιβάλλειν χρὴ, μετὰ δὲ ταῦτα πυκναῖς ταῖς περιβολαῖς χρώμενον ἄνευ τελευτῆσαι πολὺ τοῦ ὑγιοῦς ἐπιβάλλοντα. τηλικοῦτον δηλονότι προσήκει τὸ πρῶτον ὀθόνιον ὑπάρχειν, ὡς ἐξαρκέσαι ταῖς πρώταις περιβολαῖς ταῖς εἰρημέναις. ὡσαύτως δὲ καὶ κατὰ τοὺς ἄλλους ἐπιδέσμους τὸ μῆκος αὐτάρκες γιγνέσθω, ὡς ταῖς ὑπ’ αὐτοῦ γεγραμμέναις λέξεσιν ἀρκέσαι. τό γε μὴν πλάτος τῶν ἐπιδέσμων ἐξ ὦν εἴρηκεν αὐτὸς σκοπῶν εὑρήσεις. ἡρμόσθω μὲν γὰρ, φησὶ, πεπιέχθω δὲ μή· τὸ δ’ ἡρμόσθαι τὸ οἷον ἐστηρίχθαι δηλοῖ. τοῦτο δ’ ἔσται μὴ πάνυ πλατέων παρεσκευάσθαι τῶν ὀθονίων, ῥυσοῦται γὰρ ἐν ταῖς περιβολαῖς τὰ τοιαῦτα, ἐπεὶ ἄλλως γε τὸ πλατύτερον ὀθόνιον, ὡς ἂν πλείονα τόπον περιλαμβάνον ἀσφαλέστερον κρατεῖ τὰ κατεαγότα μόρια τῶν ὀστῶν καὶ ὅσον ἐπὶ τοῦτο κάλλιστος ἂν ἦν πλατύτατος ὁ ἐπίδεσμος. ἀλλὰ γὰρ ἐπειδὴ ῥυσούμενος ὁ τοιοῦτος, ἐν οἷς ἂν παραθῇ τοῦτο πάθῃ μέρεσιν ἑαυτοῦ χαλαρώτερος γιγνόμενος, ἀπόλλυσι τὴν ἀσφαλῆ λαβὴν τῶν ὑποκειμένων σωμάτων, διὰ τοῦτο χρὴ μὴ πάνυ πλατὺν ὑπάρχειν αὐτόν. αὐξανέσθω δή σοι τὸ τοῦ ὑποδέσμου πλάτος ἄχρις ἂν ἐνδέχηται, ὡς μηδέπω γίγνεσθαι χαλαρὸν αὐτοῦ τὸ μέρος, διὸ καὶ τὰ τοιαῦτα πάντα κάλλιον ὁ τετριμμένος πράξει. στοχαστικοὶ γὰρ οἱ σκοποὶ καὶ οὐδεὶς τοιοῦτος, οἷον ἐν τῷ γράφειν τε καὶ ἀναγινώσκειν. διὰ τί δὲ πλείοσιν ὀθονίοις ὕστερον χρῆσθαι κελεύει, τηνικαῦτα ἀκούσῃ ὅταν ἐπὶ τὴν ῥῆσιν ἐν ᾗ ταῦτα γράφει παραγενώμεθα.

Σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα καὶ ὅρος ἐπιδεομένου εἰ ἐρωτῴης αὐτὸν εἰ πεπίεκται καὶ εἰ φαίη μὲν πεπιέχθαι, ἡσύχως δὲ καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα φαίη. τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος τὸν ὀρθῶς ἐπιδεόμενον.

Ἐπεὶ δὲ στοχαστικοῖς, οὐκ ἐπιστημονικοῖς σκοποῖς οὐδὲ ἡμᾶς χρησομένους ἐν ταῖς τῶν ὀθονίων περιβολαῖς, διὰ τοῦτο σημείοις ἀσφαλέσι κρίνειν ἀξιοῖ τὸ κατωρθωμένον τε καὶ διημαρτημένον αὐτοῖς. ἐὰν μὲν ἱκανῶς θλίβηται πρὸς τῶν ἐπιδέσμων ὁ κάμνων, ἐν τάχει λύσαντες ἄμεινον ἐπιδήσομεν, ἐὰν δὲ χαλαρώτεραι τοῦ προσήκοντος αἱ περιβολαὶ τῶν ὀθονίων ὦσι, μὴ πάνυ πολὺν ἀναμένωμεν χρόνον· ἡ μὲν γὰρ ἰσχυρὰ θλίψις ὀδύνην τε καὶ φλεγμονὴν καί ποτε καὶ νέκρωσιν ἐπιφέρει κατὰ τὸ τοῦ κώλου πέρας. ἡ χαλαρὰ δὲ ἐπιβολὴ τῶν ὀθονίων ἀκίνδυνος μὲν εἰς ταῦτα, διαστρέφεσθαι δὲ ἐπιτρέπει τῷ κώλῳ ἐπὶ τὸ κάταγμα. κατεπείγει τοιγαροῦν ἡ σφοδρὰ θλίψις, ὡς ἐν αὐτῇ τῇ ἡμέρᾳ κατεπιδεῖν ἀναγκάζειν, οὐ μήν γε ἡ χαλαρά· μίαν μὲν γὰρ ἀναμένει πάντως. δύναιτο δ’ ἄν ποτε καὶ τὰς δύο· διὰ τοῦτο γοῦν ἐρωτᾷν ἀκριβῶς χρὴ τὸ ἐπιδεδεμένον, ὁποίας τινὸς αἰσθάνεται τῆς τῶν ὀθονίων ἐπιβολῆς, ἵνα ἐξ ὧν ἀποκρίνεται διαγινώσκωμέν τι περὶ τῆς κατὰ τὴν ἐπίδεσιν ἐπανορθώσεως. προσῆκον δὲ, φησὶ, κατὰ τὸ κάταγμα δεῖν ἀποκρίνεσθαι τὸν ἐπιδεδεμένον αἰσθάνεσθαι μᾶλλον ἤπερ κατὰ τὰ ἄλλα μέρη τοῦ κώλου τῆς ἐκ τῶν ὀθονίων ἐπιδέσεως.  αἰσθητικώτερόν τε γὰρ τοῦτο τῶν θλιβέντων ἐστὶ, διότι τε πέπονθεν ἡμεῖς τε μᾶλλον ἐπιέσαμεν ἐνταῦθα τὸν ἐπίδεσμον, ὡς ἂν βουλόμενοι τὸ πᾶν αἷμα ἐκθλίβειν, ἐφ’ ἑκατέρου τοῦ κώλου πόῤῥω τοῦ κατάγματος, οὕτω γὰρ ἔμελλεν ἀφλέγμαντον ἔσεσθαι τὸ πεπονθός.

Σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν ἐπιδεθῇ καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑαυτῷ μὴ ἐπὶ ἧσσον πεπιέχθαι, ἀλλ’ ἐπὶ μᾶλλον. τῇ δ’ ὑστεραίῃ οἰδημάτιον ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν· μετριότητος γὰρ σημεῖον τῆς πιέσιός σου.

Ἐπειδὴ τὸ κῦρος τῆς ἐπιδέσεως ἐν τῷ ποσῷ τῆς πιέσεώς ἐστιν, ὑφίσταται δὲ τὸ ποσὸν τοῦθ’ ὑπαλλάσσεσθαι διὰ τὴν ἐν μαλακότητί τε καὶ σκληρότητι διαφορὰν τῶν μορίων, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ τινὰ μὲν σώματα φύσει δυσαίσθητα, τινὰ δὲ εὐαίσθητα ὑπάρχειν, εἰκότως ἐκ πολλῶν σημείων πειρᾶται τὴν ἀσφάλειαν τῶν θεραπευομένων πορίζεσθαι. διὰ τοῦτ’ οὖν οὐκ ἤρκεσεν αὐτῷ μόνα τὰ ἐκ τῆς ἐρωτήσεως, ἀλλὰ καὶ τοῖς μορίοις αὐτοῖς ἀξιοῖ προσέχειν ἡμᾶς καὶ μάλιστά γε τοῖς πέρασιν αὐτῶν. οἰδημάτιον γὰρ ἔσεσθαί φησιν, ἐὰν συμμέτρως πιέσωμεν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν μαλθακὸν, ὅπερ ἐστὶ τὸ εἶκον, εἰ πιέζομεν αὐτὸ, τοὺς δακτύλους ἐπιβάλλοντες, ὡς εἴ γε τοῦτο τὸ οἰδημάτιον ἢ μηδ’ ὅλως εὕροιμεν ἢ σκληρὸν εἰδέναι χρὴ σαφῶς, ἐνδεέστερον μὲν πεπιέχθαι τὸ κάταγμα, μηδ’ ὅλως εὑρεθέντος ἐπὶ μᾶλλόν γε τεθλίφθαι σκληροῦ φανέντος. εὔδηλον γὰρ ὅτι τῶν ἐκθλιβομένων χυμῶν ὑπὸ τῆς ἐπιδέσεως ἐπὶ τὸ πέρας τοῦ κώλου πολλῶν γιγνομένων, πληρωθήσεται τὸ ἄκρον αὐτοῦ καὶ θλιβόμενον τοῖς δακτύλοις οὐχ ὑπείξει. καὶ τοῦτ’ ἔσται σοι σημεῖον σφοδρᾶς πιέσεως, ὥσπερ γε καὶ εἰ μηδ’ ὅλως οἰδήσειεν ἡ ἄκρα χεὶρ, ἔσται σοι καὶ τοῦτο τεκμήριον τοῦ μηδ’ ὅλως ἐκτεθλίφθαι τε πρὸς τῆς ἐπιδέσεως. ἀνάλογον μὲν γὰρ ἀεὶ τῷ πόσῳ τῆς πιέσεως τὸ ποσὸν τῶν ἐκθλιβομένων γίνεται χυμῶν. ἀναλόγως δὲ τούτῳ τὸ ποσὸν ὂν τοῦ οἰδήματος, ὥστ’ εἰκότως ἀντίτυπον μὲν καὶ μέγα τὸ κατ’ ἄκρον τὸ κῶλον οἴδημα γίγνεται, σφοδρῶς θλιψάντων τὸ κατεαγὸς αὐτοῦ μέρος. εἶκον δὲ καὶ μικρὸν ἀτρέμα πιεσάντων, ὥσπερ εἰ καὶ μηδ’ ὅλως πιέσαιμεν, οὐδ’ ὅλως ἔσται τὸ οἴδημα. πρόδηλον οὖν ὡς μεγάλου μὲν ἀντιτύπου φανέντος οἰδήματος ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν ἀντικωλυτέον ἐστὶ καὶ καταντλητέον ὕδατι πολλῷ θερμῷ παραχέοντας δαψιλὲς ἔλαιον ἐπιδετέον τε μετρίως πιέζοντας. εἰ δὲ μηδ’ ὅλον εἴη γεγονὸς οἴδημα κατὰ τὴν δευτέραν ἡμέραν, ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἐπιλύσας δήσεις εὐτονώτερον, εἰ δὲ μέτριον εἴη γεγονὸς οἰδημάτιον, ὁ μὲν οὖν Ἱπποκράτης καὶ τοῦτο διὰ τρίτης λύει, ἐγὼ δὲ εἰς τὴν τετάρτην ἡμέραν ἀναβαλλόμενος ἐνίοτε μὲν καὶ πέμπτην μάλιστα ἐν χειμῶνι χεῖρον οὐδὲν εὗρον γιγνόμενον.

Τελευτώσης δὲ τῆς ἡμέρης ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι, τῇ δὲ τρίτῃ χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα, κἢν μέν τι τούτων τῶν εἰρημένων ἐλλίπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἐστὶν ἐπίδεσις τοῦ μετρίου· ἢν δέ τι τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου καὶ τουτέοισι σημαινόμενος τὸ ὕστερον ἐπιδέων ἢ χαλᾷν μᾶλλον ἢ πιέζειν.

Οὐ μὰ Δία, καθάπερ οἴονταί τινες, ἐκ τῆς τάσεως μακροτέρων γιγνομένων τῶν ὀθονίων ἡ ἐπίδεσις ἐν τῷ χρόνῳ χαλαρωτέρα φαίνεται, ἀλλ’ ὅτι προστέλλεται τὸ κῶλον ἰσχνούμενον, ὅταν ὀρθῶς ἐπιδέηται, καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ παντὸς ἐπὶ πάντων τῶν καταγμάτων, ὡς καὶ αὐτὸς ὁ Ἱπποκράτης δηλώσει.