GetPassage urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.21-3.40 urn:cts:greekLit:tlg0057.tlg099.1st1K-grc1:3.21-3.40
Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι καὶ καίεσθαι, ἔστ’ ἂν ἐρυθροί τε ὦσι καὶ μεγάλοι· καὶ γὰρ φλεγμοναὶ ἐπιγίνονται τουτέοισι καὶ αἱμοῤῥαγίαι. ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι κατισχναίνειν πειρᾶσθαι ἐν τουτέῳ τῷ χρόνῳ. ὁκόταν δὲ ἀποκριθῇ ἤδη πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν. ἄμεινον δὲ καὶ ὑποκενώσαντα τὴν κοιλίην τῇ χειρουργίῃ χρέεσθαι, ἢν ὅ τε χρόνος ξυγχωρέῃ καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος.

Προγνωστικῷ θεωρήματι μέμικται θεραπευτικόν τι σμικρὸν, οὖ χωρὶς οὐχ οἶόν τε ἦν ἀσφαλῶς διδαχθῆναι τὸ προγνωστικόν. τοὺς γάρ τοι γαργαρεῶνας εἰ φλεγμαίνοντας ἀποτέμνοις ἢ ἀποσχάζοις, ἀκολουθήσουσιν αἱ αἱμοῤῥαγίαι τε καὶ φλεγμοναί· ὅταν δ’ ἀποκριθῇ ὃ δὴ σταφυλὴν καλοῦσι καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δ’ ἄνω λεπτότερον, ἐν τούτῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν καὶ μάλιστα τῆς κοιλίας προϋπελθούσης δαψιλῶς εἴτ’ οὖν αὐτομάτως εἴτε κατὰ πρόνοιαν τοῦ ἰατροῦ.

Ὁκόσοισι δ’ ἂν οἱ πυρετοὶ παύονται μήτε σημείων γινομένων λυτηρίων μήτε ἐν ἡμέρῃσι κρισίμοισι, ὑποστροφὴν προσδέχεσθαι χρὴ τουτέοισιν.

Ὅταν μηδέτερον ὦν εἶπε γένηται, τότε χρὴ προσδέχεσθαι τὴν ὑποστροφὴν, οὐχ ὅταν τὸ ἕτερον μὲν αὐτῶν γένηται, τὸ δὲ ἕτερον μή. τὰ γὰρ ἀλόγως ῥᾳστωνήσαντα φιλυπόστροφα, κἂν ἐν ἡμέρῃσι κρισίμοις γένηται τοῦτο. δῆλον δ’ ὅτι ταῦτ’ ἀλόγως ῥᾳστωνῆσαι λέγοιτ’ ἂν, ὅσα μήτε μετὰ σημείων λυτηρίων μήτ’ ἐν κρισίμοις ἡμέραις ἔδοξε πεπαῦσθαι.

Ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν, μετ’ οἰδήματός τε καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων καὶ οὐχ ἧσσον τῶν κάτω.

Ἃ διὰ τῶν ἔμπροσθεν εἶπε κατὰ μέρος περὶ πρώτων μὲν τῶν καθ’ ὑποχόνδρια, δευτέρων δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα, ταῦτα νῦν ἐπαναλαβὼν ἀπεφήνατο καθόλου. τρίτης γὰρ οὔσης τῆς αἰτίας τοῦ μηκύνειν τοὺς πυρετοὺς ἢ διά τι μόριον πεπονθὸς δυσιάτως ἢ διὰ χυμοὺς ὠμοὺς καὶ παχεῖς καὶ ἀπέπτους ἢ διά τι τῶν ἡμαρτημένων, ἐὰν μήτε μόριον ᾖ πεπονθὸς ἢ ἄλλο τι μηδὲν αἴτιον ἤτοι τοῦ κάμνοντος ἁμαρτάνοντος ἢ τῶν θεραπευόντων αὐτὸν ἢ διά τι τῶν ἔξωθεν, οἶον ὥραν, χώραν, κατάστασιν, οἴκησιν μοχθηρὰν, ὀχλήσεις, φροντίδας, λύπας, λείπεται τοῦτον ἐπὶ χυμοῖς ὠμοῖς καὶ δυσπέπτοις μηκύνειν. τούτους οὖν εἴωθεν ἡ φύσις εἰς τὴν τῶν ἀκυρωτέρων μορίων ἀποτίθεσθαι χώραν, ὅταν μὴ δυνηθῇ δι’ ἐκκρίσεως ἔξω τοῦ σώματος ἀπώσασθαι. λέλεκται γὰρ ἤδη πολλάκις ὡς οἱ θερμότεροί τε καὶ λεπτότεροι τοῦ σώματος χυμοὶ πρὸς τὰς ἐκκρίσεις εἰσὶν ἐπιτηδειότατοι, τοὺς δ’ ὠμοὺς καὶ παχεῖς ἤτοι δι’ ἀποστάσεως ἢ κατὰ σύμπεψιν ἡ φύσις ἰᾶται, καὶ  αὐτὸ δὲ τοῦτο τὸ κατὰ σύμπεψιν ἔκκρισίς τίς ἐστι δι’ οὔρων γινομένη τὰ πολλὰ, σπανίως δέ ποτε καὶ κατὰ γαστέρα.

Μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων.

Εἴρηται πολλάκις ὡς αἱ μὲν ἐκ τῶν θερμοτέρων χυμῶν νόσοι μετὰ τῆς τοῦ κάμνοντος δυνάμεως ἰσχυροτέρας δι’ ἐκκρίσεως κρίνονται. ταύταις δέ εἰσιν ἐναντίαι διαθέσεις, ἐφ’ ὧν ἥ τε δύναμις ἀσθενὴς, οἵ τε χυμοὶ ψυχροὶ, μήτ’ ἐκκρίσει μήτ’ ἀποστάσει κρινόμεναι, ἀλλ’ ἤτοι διαφθείρουσαι τοὺς κάμνοντας ἢ χρόνῳ παμπόλλῳ μόλις πεττόμεναι. μέσαι δ’ ἀμφοῖν εἰσιν αἱ δι’ ἀποστάσεως κρινόμεναι, καθ’ ἃς τῶν εἰρημένων ἀντιθέσεων δυοῖν τὸ μὲν ἕτερον ἐκ τῆς ἑτέρας ἐστὶ, τὸ δὲ ἕτερον ἐκ τῆς λοιπῆς. αἱ μὲν γὰρ ἀντιθέσεις αἱ δύο κατὰ μὲν τὴν τῶν χυμῶν φύσιν ἐστὶν ἡ ἑτέρα, κατὰ δὲ τὴν δύναμιν ἡ ἑτέρα, καθ’ ἑκάτερον δὲ αὐτῶν ἀλλήλοις ἀντίκεινται δύο, κατὰ μὲν τὴν τῶν χυμῶν οἱ θερμοὶ τοῖς ψυχροῖς, κατὰ δὲ τὴν τῆς δυνάμεως ἡ ἀσθενὴς τῇ ἰσχυρᾷ. ἐὰν μὲν οὖν οἱ χυμοὶ θερμοὶ τύχωσιν ὄντες, οὐ χρὴ τὴν δύναμιν ὑπάρχειν ἰσχυρὰν, εἰ μέλλει γενήσεσθαί τις ἀπόστασις. εἰ δὲ ψυχροὶ, δυνάμεως ἰσχυρᾶς αὐτοῖς δεῖ πρὸς τὰς ἀποστάσεις. ἡ διάγνωσις δὲ τῆς δυνάμεως ἡ μὲν οἰκειοτάτη καθ’ ἑκάστην αὐτῶν εἴρηται πρόσθεν ἀπὸ τῶν ἐνεργειῶν, ἡ δὲ ἀπὸ τῆς ἡλικίας κατὰ νεότητά τε καὶ γῆράς ἐστι, περὶ ἧς νῦν ὁ Ἱπποκράτης διορίζεται καί φησι, μᾶλλον δὲ γίνεσθαι καὶ θᾶσσον τὰς τοιαύτας ἀποστάσεις τοῖς νεωτέροις ἐτῶν τριάκοντα, τοῖς δὲ τούτων πρεσβυτέροις, οὐ μὴν ἤδη πω γέρουσιν ἧττόν τε γίνονται καὶ χρόνῳ πλείονι. τοῖς δὲ γέρουσιν ἥκιστα γίνονται, μεμνημένων ἡμῶν τῆς ἀρχῆς ὅλου τοῦ λόγου, καθ’ ὃν ὁ Ἱπποκράτης εἶπεν, ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ, περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ πρόφασιν ἐμφανέα. τούτων οὖν ἡμᾶς ἀναμιμνήσκων ἔφη τὰς τοιαύτας ἀποστάσεις ἔσεσθαι τοῖς νεωτέροις μᾶλλον.

Ὑποσκέπτεσθαι δὲ χρὴ τουτέοισιν εὐθέως περὶ τὰ τῆς ἀποστάσιος, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ἔχων ὑπερβάλλῃ.

Καὶ διὰ τῶν ἔμπροσθεν ἤδη περὶ τῶν χρονιζόντων νοσημάτων διαλεγόμενος ἐμνημόνευσε τῆς κ΄ ἡμέρας ὡς ἄχρι ταύτης, μηδέπω χρονίων ὑπαρχόντων αὐτῶν. εἴρηται δὲ πρόσθεν ἡ αἰτία τοῦ μὴ δύνασθαί τινα βέβαιον ὅρον ἕνα θέσθαι νοσημάτων ὀξέων, ὥστ’ οὐδὲν θαυμαστόν ἐστιν ἐν τεσσαρεσκαίδεκά τε λέγειν αὐτὸν ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, αὖθίς τε τῆς εἰκοστῆς μνημονεύειν. καὶ γὰρ καὶ κατ’ αὐτοὺς τοὺς ἀφορισμοὺς ἔνθα, τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον ἔσχατον ἔθετο τῆς κρίσεως τῶν ὀξέων νοσημάτων, ἐμνημόνευσε καὶ τῆς ιζ΄. ἔστι δ’ ἀρχὴ μὲν ἐκείνου τοῦ ἀφορισμοῦ τὰ ὀξέα τῶν νοσημάτων, κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τελευτὴ δὲ θεωρητὴ πάλιν ἡ ιζ΄. αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς ιδ΄, ἑβδόμη δὲ ἀπὸ τῆς ια΄.

Τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνονται, πολυχρονιωτέρου ἐόντος τοῦ πυρετοῦ.

Δεόντως, ἐπειδὴ καὶ τοῖς ἀποστάσει τινὶ μέλλουσι κρίνεσθαι τὴν δύναμιν τόνον ἔχειν τινὰ προσήκει καὶ μὴ παντάπασιν εἰς ἐσχάτην ἀτονίαν καταπεπτωκέναι. διὰ τοῦτ’ οὖν εἰς ὅσον ἂν ἡλικίας προήκοιεν τὰς ἀποστάσεις ἧττον γενέσθαι συμβαίνει, τοῖς γέρουσι δὲ οὐχ ἧττον, ἀλλ’ ἥκιστα. νυνὶ δ’ οὐ τοὺς γέροντας ἁπλῶς εἶπεν, ἀλλὰ τοῖσι τριάκοντα ἔτεσι παραβάλλων, γεραιτέρους ὠνόμασε τοὺς τούτων πρεσβυτέρους. ὅτι δ’ οὕτω χρῆται τῇ τοῦ γεραιτέρου προσηγορίᾳ καὶ διὰ τῶν ἔμπροσθεν ἐδείχθη καὶ διὰ τῶν ἑξῆς οὐδὲν ἧττον φανεῖται.

Χρὴ δὲ καὶ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι συνεχέος ἐόντος τοῦ πυρετοῦ· ἐς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ καταλαμβάνῃ πεπλανημένον τρόπον καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ προσπελάσῃ.

Εἴρηται κἀν τοῖς περὶ τῆς διαφορᾶς τῶν πυρετῶν, ὡς ἐπὶ τῶν μελαγχολικῶν χυμῶν γίνονται τεταρταῖοι. λέλεκται δὲ καὶ περὶ τῆς γενέσεως τοῦ χυμοῦ τοῦδε, διττῆς ὑπαρχούσης, ἔκ τε τοῦ παχέος αἵματος, ὅπερ ἀνάλογόν ἐστιν ἐν ταῖς φλεψὶ, τῇ κατὰ τοὺς πίθους τῶν οἴνων τρυγὶ καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. αὕτη μὲν οὖν ἡ μέλαινα χολὴ τά τ’ ἄλλα κακοήθης ἐστὶ καὶ διαβιβρώσκει τὰ μόρια καθ’ ἅπερ ἂν τύχῃ πλείων ἀθροισθεῖσα. ἡ δ’ ἑτέρα μέλαινα πρᾳοτέρα τε ταύτης ἐστὶ καὶ μάλιστα ἐπειδὰν μήπω τύχῃ κεχρονικυῖα κατὰ τὸ ζῶον ἤ τινι θερμασίᾳ πλείονι καὶ παρὰ φύσιν ὡμιληκυῖα. τούτων οὖν οὕτως ἐχόντων ὅταν ὁ πυρετὸς ᾖ συνεχὴς, ὅπερ ἐστὶ μὴ παυόμενος εἰς ἀπυρεξίαν, εἰς τὰς προειρημένας ἀποστάσεις τρέπεται χρονίζων. ἐὰν δὲ διαλείπῃ, καὶ τοῦτ’ αὐτὸ μάλιστα γίνεται κατὰ τὴν τελευτὴν τοῦ θέρους, εἰκός ἐστι μεταπεσεῖν τὴν νόσον εἰς  τεταρταίαν περίοδον. ὅσον γὰρ ἂν τῶν χυμῶν ζέσαν ὥρᾳ θέρους ἐν συνεχέσι πυρετοῖς ἐτελεύτησεν εἰς μέλαιναν χολὴν, ἐσβέσθη τρόπον τινὰ καὶ κατὰ τοῦτο τῆς πυρετώδους θερμότητος ὁ κάμνων ἀπηλλάγη καὶ μάλισθ’ ὅταν ἱδρῶτες ἐπιγίνωνται. ἀλλ’ ἐὰν μὴ φθάσῃ πως ἡ φύσις ἐκκρίνασα τὴν οἷον τέφραν τῶν ὑπεροπτηθέντων χυμῶν, αὕτη πάλιν μένουσα κατὰ τὸ σῶμα καὶ θερμαινομένη τινὰ σηπεδονώδη διάθεσιν ἐπικτᾶται καὶ τοῦθ’ ὅταν αὐτῇ γένηται ζέσασα πυρετὸν ἤγειρεν. ἐφ’ ᾧ πάλιν ἱδρῶτος γενομένου συνδιέπνευσε τούτῳ τὸ ζέσαν τῆς μελαίνης, εἶτ’ αὖθις ἕτερον ὑπόλειμμα ζέσαν αὖθις ἕτερον ἀνήγειρε πυρετόν. ἅτ’ οὖν μή πω μίαν ἔχοντος παντὸς τοῦ σώματος διάθεσιν, ἀλλ’ ἐν τισὶ μὲν μορίοις κινουμένης ἔτι τῆς μελαίνης, ἐν τισὶ δ’ ἀκινήτου κειμένης, ἐν ἄλλοις δὲ σηπομένης ἢ ζεῖν ἀρχομένης, ἀτάκτους ἀναγκαῖόν ἐστι γίνεσθαι τοὺς πυρετούς. ὅταν δὲ ἐν ἁπάσαις ταῖς φλεψὶν ἡ αὐτὴ διάθεσις γένηται κρατούσης τῆς μελαίνης ὁ τεταρταῖος συνίσταται πυρετὸς καὶ μάλισθ’ ὅταν εἰς τὸ φθινόπωρον ἐκ τοῦ θέρους ἡ μεταβολὴ γινομένη τῆς μὲν ἔξω φορᾶς τε καὶ διαπνοῆς ἐπίσχῃ τοὺς χυμοὺς, ἔσω δ’ ἀποστρέφῃ πρὸς τὸ βάθος ἥντινα διάθεσιν ὁ χειμὼν διαδεξάμενος, ὡς ἂν ἐπιτείνων διὰ τὸ κρύος τὴν ἕσω φορὰν τῶν χυμῶν, ἄχρι πάλιν ἑτέρας μεταβολῆς γινομένης ἐπὶ τὸ θερμότερον, ἐν ᾧ κατέλαβε νόσημα, φυλάττει τὸ σῶμα.

Ὥσπερ δὲ τοῖσι νεωτέροισι τῶν τριήκοντα ἐτέων αἱ ἀποστάσιες γίνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριηκονταετέσι καὶ γεραιτέροισι.

Περὶ τῆς καθ’ ἡλικίαν μεταβολῆς εἴρηται μὲν ἐπὶ πλέον ἑτέρωθι, διὰ κεφαλαίων δὲ νῦν εἰπεῖν ἀρκέσει, τὰ μὲν παιδία πλεῖστον ἔχει τὸν τοῦ αἵματος χυμόν. καὶ μόνον γε τοῦτον εἶχεν ἂν, ὅσον ἐπὶ τῇ κατὰ τὴν ἡλικίαν κράσει. πολλὰ δ’ ἐσθίοντα καὶ μέντοι καὶ ἀτακτότερα ὑπάρχοντα, ὑποτρέφει τι καὶ τῶν καλουμένων ὠμῶν χυμῶν. ὁπόταν δ’ εἰς τὴν τῶν μειρακίων ἡλικίαν ἀφίκηται, τινὰ μὲν ἤδη καλῶς διαιτᾶται, βελτίονος ἀγωγῆς εὐτυχήσαντα καὶ οὕτως αὐτοῖς αἷμα πλεονάζει μόνον, ἔνια δὲ τῶν μειρακίων πολὺ χεῖρον ἢ οἱ σμικροὶ παῖδες. καὶ τοίνυν νοσεῖ ταῦτα συνεχῶς τε ἅμα καὶ σφοδρῶς ἀθροίζοντα πλῆθος ὠμῶν χυμῶν. τοῖς ἐφεξῆς δὲ τῇδε τῇ ἡλικίᾳ καὶ μάλιστα τοῖς κακῶς διαιτωμένοις ὁ πικρόχολος ὑποτρέφεται χυμὸς, ὥστε πλεονάζειν τούτοις οὐχ αἷμα μόνον, ἀλλὰ κἀκεῖνον, ὥσπερ ὠχρά τε καὶ ξανθὴ χολὴ προσαγορεύεται καὶ γίνεται τοῦτο τισὶ μὲν ἄχρι τριάκοντα ἐτῶν, ἐνίοις δὲ ἄχρι πέντε καὶ τριάκοντα. πρῶτος μὲν γὰρ ὅρος ἐστὶ τῆς ἐπὶ τὸ ψυχρὸν μεταβολῆς ὁ τῶν λ΄ ἐτῶν, ἔσχατος δὲ ὁ τῶν πέντε καὶ τριάκοντα. πολλοῖς δὲ ἐν τῷ μεταξὺ διά τε τὴν ἐξ ἀρχῆς φύσιν, ὅσα τε κατὰ τὰς περιστάσεις ἢ ἐτῶν ἢ προαιρέσεων διαφορὰς ὑπαλλάττεται, τὴν ἀκμαστικὴν ἡλικίαν περιέγραψε· διά τοῦτο οὖν καὶ ὁ Ἱπποκράτης ἐνίοτε μὲν τοῦ τριακοστοῦ μνημονεύει καθάπερ ἄρτι, πολλάκις δὲ πέμπτου καὶ τριακοστοῦ. τῷ γὰρ ἄλλας ἄλλοις γίνεσθαι μεταβολὰς οὐχ οἷόν τε ὁρίσαι βεβαίως ἓν ἐφ’ ἅπασι μέτρον κοινόν. ἀλλὰ τούτου μὲν ἀεί μοι μέμνησο λελεγμένου καὶ πρόσθεν ἐν τῷ τρίτῳ περὶ κρισίμων ἡμερῶν λόγῳ, μεμνημένος γε μὴν αὐτοῦ καὶ προσθεὶς τοῖς προειρημένοις οὐ χαλεπῶς εὑρήσεις τὴν αἰτίαν ὧν κατὰ τήνδε τὴν ῥῆσιν ὁ Ἱπποκράτης ἔγραψεν. ὥσπερ γὰρ ἐν ταῖς ὥραις τοὺς ἐν τῷ θέρει θερμανθέντας ἐπὶ πλέον χυμοὺς καὶ ὡς ἂν εἴποι τις ζέσαντας ἀναγκαῖον ἦν γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ὃν διαδεξάμενον ἠθροισμένον ἐν τῷ σώματι τὸ φθινόπωρον, ἅτε ψυχρὸν ὂν οὐκ ἐπιτρέπει διαπνεῖν ὁμοίως ἐκτὸς οὐδὲ κενοῦσθαι ῥᾳδίως, οὕτως ἐν ταῖς ἡλικίαις ἡ παρακμή. ὅσον γὰρ ἐν τῇ ἀκμῇ ζέσαν τῶν χυμῶν εἰς μέλαιναν χολὴν μετέβαλε, τοῦτο δυσκόλως αὕτη διαφοροῦσα τοὺς τεταρταίους μᾶλλον ἐργάζεται πυρετοὺς, καὶ χρόνου γε πλείονος δεῖται τοῖς κατὰ τὴν ἡλικίαν ταύτην πρὸς τὸ καθαρθῆναι τὸ σῶμα τῆς τοιαύτης χολῆς, ὅθεν ἄχρι τοῦ γήρως ἐν τῷ μεταξὺ τὰ μελαγχολικὰ πάντα νοσήματα τοῖς μὲν μᾶλλον πλεονάζει, τοῖς δ’ ἧττον ἐλέφαντες, καρκίνοι, λέπραι, μελαγχολίαι καὶ τεταρταῖοι πυρετοί.

Τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γινομένας χρονιώτερόν τε παυομένας ἧσσόν τε παλινδρομούσας.

Τρεῖς ἀποφάσεις ἐποιήσατο περὶ τῶν ἀποστάσεων ὁ Ἱπποκράτης κατὰ τὸν ἐνεστῶτα λόγον, μίαν μὲν καὶ πρώτην ὅτι γίνονται μᾶλλον ἐν χειμῶνι, δευτέραν δ’ ὅτι χρονιώτερον παύονται, καὶ τὴν τρίτην ὅτι παλινδρομοῦσιν ἧττον. ὅτι μὲν οὖν ἐν τῷ χειμῶνι γίνονται μᾶλλον ὁ πλεονάζων ἐν αὐτῷ χυμὸς ἐνδείκνυται. λέλεκται γὰρ ἤδη καὶ πρόσθεν ἐκκρίσεσι μὲν τοὺς θερμοὺς, ἀποστάσεσι δὲ τοὺς ψυχροὺς κινεῖσθαι χυμούς. ὅτι δὲ καὶ χρονιώτερον παύονται, τήν τε τοῦ χυμοῦ φύσιν αἰτιατέον ἐστὶ καὶ τὴν τοῦ περιέχοντος ψυχρότητα. διαφορηθῆναι μὲν γὰρ δεῖ πάντως τὸν κατασκήψαντα χυμὸν, ἵνα θεραπευθῇ τὸ ἀπόστημα.  δυσδιαφορητότεροί τέ εἰσιν οἱ παχεῖς καὶ ψυχροὶ, καὶ μάλισθ’ ὅταν ᾖ καὶ τὸ περιέχον ψυχρόν. διὰ δὲ τὰς τοιαύτας αἰτίας καὶ παλινδρομοῦσιν ἧττον, ἐπειδὴ κίνησίν τινα τοῖς παλινδρομοῦσι προσεῖναι χρὴ, δυσκίνητοι δ’ οἱ ψυχροί.

Ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, εἰ καὶ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος προσγένηται καὶ τὰ κάτω μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ἔχῃ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος παρέσται. ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα τοῦτο ταχέως ἐμεῖται.

Περὶ τῶν αὐτομάτως γινομένων ἐμέτων κρίσεως λόγῳ διδάσκει νῦν ὁ Ἱπποκράτης. ἔστι δ’ αὐτῷ πρῶτος μὲν διορισμὸς ἀπὸ τοῦ μὴ θανατῶδες εἶναι τὸ νόσημα, κέκληκε δὲ ἤδη περιεστηκὸς οὐκ ὀλιγάκις τὸ τοιοῦτον. δεύτερον δὲ ἀπὸ τοῦ τὴν κεφαλὴν ἀλγοῦντι τῷ κάμνοντι προφαίνεσθαί τι πρὸ τῶν ὀφθαλμῶν ὀρφνῶδες, ὅπερ σημαίνει τὸ μέλαν ἐξ ἀναθυμιάσεως χολῆς ξανθῆς ἀκράτου γενόμενον. αὐτὴ γὰρ ἐπὶ πλέον θερμανθεῖσα καὶ ὡς ἂν εἴποι τις ὑπεροπτηθεῖσα, μέλαιναν ἀναθυμίασιν, οἷον λιγνύν τινα πρὸς τὴν κεφαλὴν ἀναπέμπει, δι’ ἣν αἱ κεφαλαλγίαι γίνονται. ὅσον δ’ ἂν αὐτῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ἀφίκηται, θολερώτερον ἐργάζεται τὸ κατ’ αὐτοὺς ὑγρὸν, λαμπρὸν φύσει καὶ καθαρὸν ὑπάρχον, ὡς γίνεσθαί τινα κατάστασιν ὁμοίαν τῇ περὶ τὸν καθαρώτατόν τε καὶ φανότατον ἀέρα, δεχόμενον ἐξαίφνης εἰς ἑαυτὸν ἤτοι καπνώδη τινὰ ἢ λιγνυώδη μελανότητα. ταύτης οὖν τῆς ἀναθυμιάσεως αἰσθανόμενον τὸ ἀπ’ ἐγκεφάλου παραγενόμενον εἰς τοὺς ὀφθαλμοὺς ὀπτικὸν πνεῦμα; καθάπερ ἐπὶ τῶν ὑποχεομένων τὴν φαντασίαν ὦν εἶπεν ὀρφνωδῶν ἀποτελεῖ· γινομένης δ’ ἐνίοτε κἀκ τῶν κατὰ τὸν πνεύμονα τόπων ἀναθυμιάσεως τοιαύτης, διακρίνομεν αὐτὴν τῆς ἀπὸ στομάχου τῇ καρδιαλγίᾳ. πνεύμονα μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λανθάνουσιν ἤτοι δυσαίσθητον ἢ παντελῶς ἀναίσθητον ὄντα. τὸ δὲ τῆς γαστρὸς στόμα, καλεῖται δὲ τοῦτο, ὡς ἴσμεν, καὶ καρδία διὰ τὸ μέγεθος ὧν ἔχει νεύρων αἰσθητικῶν, οὐδὲν λανθάνει τῶν κατ’ αὐτό. δακνόμενον οὖν ὑπὸ τοῦ πικροχόλου χυμοῦ τὸν καλούμενον οὕτω καρδιωγμὸν ἐργάζεται, διὸ καὶ χολώδης ἔμετος αὐτοῖς γίνεται. τοιοῦτον γὰρ καὶ ὁ Θουκυδίδης ἐδήλωσεν, ἔνθα φησὶ, καὶ ὁπότε ἐς τὴν καρδίαν ἐστήριξε, ἀνέστρεφέ γε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς, ὁπόσαι παρὰ τῶν ἰατρῶν ὠνομασμέναι εἰσὶν ὑπίεσαν. τὸ γὰρ ἀνέστρεφεν ἐπὶ τῆς πρὸς ἔμετον ὁρμῆς εἶπεν, εὐθέως γε καὶ καρδίαν ὀνομάσας τὸ στόμα τῆς γαστρός. διὸ δὴ καὶ τὰς δήξεις αὐτοῦ καρδιωγμούς τε καὶ καρδιαλγίας ὀνομάζουσιν. ἑτέρωθι δ’ Ἱπποκράτης ἔγραψεν ὡς τὸ κάτω χεῖλος τὸ αὐτὸ ἐπισημαίνει τοῖς οὕτως ἔχουσιν οὐχ ἡσυχάζον, ἀλλὰ διασειόμενόν πως, ἐπειδὴ δακνόμενος ὑπὸ τῆς χολῆς ὁ ἔνδον τοῦ στομάχου χιτὼν τὴν τοιαύτην τὸ χεῖλος λαμβάνει κίνησιν. ἐμάθομεν γὰρ ἐκ τῆς ἀνατομῆς ἕνα τοῦτον ὅλον εἶναι τὸν χιτῶνα συνεχῆ κατὰ πᾶν ἑαυτῷ τῆς θ’ ὅλης γαστρὸς καὶ τοῦ στομάχου καὶ γλώττης καὶ οὐρανίσκου καὶ ὑπερώας ὅλου τε τοῦ στόματος. οὗτος οὖν αὐτός ἐστιν ὁ καὶ τὰ χείλη διασείων, ὅταν ὑπὸ δριμείας χολῆς ἠθροισμένης ἐν τῷ στόματι τῆς γαστρὸς δάκνηται. πέφυκε γὰρ οὗτος ὁ χυμὸς ἐπιπολάζειν ὑπὸ κουφότητος καὶ διὰ τοῦτο ἐπὶ τὸν στόμαχον ἀνέρχεται, καταλιπὼν τὸν πυθμένα τῆς γαστρὸς, ἐμεῖταί τε ῥᾳδίως. ἂν δὲ καὶ ῥῖγος ἐπιλάβῃ τηνικαῦτα τὸν ἄνθρωπον, ἔτι δὴ καὶ μᾶλλον ὁ ἔμετος οὐ θᾶττον μόνον, ἀλλὰ καὶ πλείονος ἔσται χολῆς, εἰωθότος ὡς τὰ πολλὰ τοῦ ῥίγους ἔμετον χολῆς ἐργάζεσθαι, καθότι κἀν τῷ περὶ αὐτοῦ δέδεικται λόγῳ. καὶ μὲν δὴ καὶ εἰ πίῃ τι καὶ φάγῃ κατὰ τὸν καιρὸν ἐκεῖνον ὁ ἄνθρωπος, ἔτι δὴ καὶ μᾶλλον ἐμεῖται ταχέως, ἐπειδὴ συνδιαφθείρεται τὰ ληφθέντα κατὰ τὴν γαστέρα χολῇ.

Τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλείονες αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι. οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ τἄλλα κατὰ λόγον αὐτέοισι τῶν πρόσθεν γίνονται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος.

Τρεῖς διαφορὰς εἴρηκε κατὰ χρόνον ἀλγήματος κεφαλῆς καὶ τρεῖς προθεσμίας τῆς κρίσεως αὐτῶν. πρώτη μὲν οὖν ἐστι διαφορὰ τῆς κατὰ τὴν πρώτην ἡμέραν τοῦ νοσήματος, ἀρχομένης τῆς κεφαλαλγίας, δευτέρα δὲ τῆς κατὰ τὴν τρίτην, τρίτη δὲ τῆς κατὰ τὴν ε΄. ἁπάσαις γε μὴν αὐταῖς κοινόν ἐστιν εἰς τὴν ζ΄ πως ἡμέραν, ἀφ’ ἧς ἤρξαντο τελευτᾷν. ἡ μὲν οὖν κατὰ τὴν πρώτην ἀρξαμένη τὴν ἑβδόμην ἔχει αὐτὴν κρίσιμον, ἡ δὲ κατὰ τὴν τρίτην, ὅσον ἐπὶ τῷ τῆς ἑβδομάδος ἀριθμῷ τὴν δεκάτην. ἐπεὶ δὲ οὐκ ἔστιν αὕτη κρίσιμος, εἰς τὴν θ΄ ἢ ἑνδεκάτην ἡ κρίσις ἀφικνεῖται τῆς ἑβδομαδικῆς προθεσμίας ἤτοι πρωϊαίτερον ἢ ὀψιαίτερον ἡμέραν μίαν. καί μοι μέμνησο πάλιν ὅτι καὶ τῆς θ΄ ἡμέρας ὡς κρινούσης ἐμνημόνευσε νῦν καθάπερ καὶ πρόσθεν,  ὡς ἔδειξα, τῆς τρίτης, οὐ κατὰ τετράδων ἢ ἑβδομάδων περίοδον ἐχουσῶν τὸ κρίνειν, ἀλλὰ τῷ λόγῳ παρεμπιπτουσῶν, ὡς ἐν τοῖς περὶ κρισίμων ἐδείχθη. καὶ μὲν δὴ καὶ ἡ τρίτη διαφορὰ τῆς κεφαλαλγίας ἡ κατὰ τὴν πέμπτην ἡμέραν ἀρχομένη ἄχρι τῆς ιδ΄ ἐκτείνεται, διὰ τὸ μὴ πάνυ θερμή τις εἶναι καὶ κατεπείγουσα. δηλοῖ δὲ ἐκ τοῦ κατὰ τὴν ε΄ ἡμέραν ἄρξασθαι καὶ διὰ τὸ τῆς ἑβδομάδος προστεθείσης ταῖς πρώταις πέντε τὰς πάσας γίνεσθαι ιβ΄, κρίσιμον δὲ οὐκ εἶναι τὴν ιβ΄, οὐ μὴν οὐδὲ προλαβεῖν οἶόν τ’ ἐστὶ τὴν μίαν ἡμέραν. ἐδείχθη γὰρ τοῦτο τῶν ὀξύτατα κινουμένων ἴδιον. εἰκότως οὖν εἰς τὴν ιδ΄ ἐξέπεσε.

Γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα. τοῖσι δὲ νεωτέροισι γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ καὶ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι καὶ ἐν τοῖσι γνησίοισι τριταίοισι.

Τοῖς μὲν ἤδη τελείοις, ἐφ’ ὧν εἴωθε φέρειν τὴν τῶν ἀνδρῶν καὶ γυναικῶν προσηγορίαν, ἐν πᾶσι τοῖς τριταίοις πυρετοῖς γίνεται τὰ τοιαῦτα διὰ τὸ χολωδεστάτην εἶναι τὴν ἡλικίαν. ἐν δὲ τοῖς νεωτέροις αὐτῶν οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν μόνοις τοῖς ἀκριβέσι τριταίοις, οἵπερ εἰσὶ χολωδέστατοι. γίνεται δὲ κἀν τοῖς ὀξυτάτοις νοσήμασι, χολωδέστατα γὰρ καὶ ταῦτα, καὶ δῆλον ὅτι καὶ τοῖς τελείοις πολλῷ μᾶλλον. ἀκόλουθον γὰρ ὂν τοῦτο τοῖς προειρημένοις, οὐκέτι προσέγραψεν ὡς καὶ πρὸς ἡμῶν νοεῖσθαι δυνάμενον.

Οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἢ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα δὴ διὰ ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον, ἀντὶ τοῦ ἐμέτου, μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσιν νέοισι τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι, τοῖσι δὲ τριηκονταέτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τούτοισι προσδέχεσθαι.

Τοιουτότροπον εἴρηκε πυρετὸν ὃν κατὰ τὴν ἀρχὴν τοῦ λόγου διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ τὴν κεφαλὴν ἀλγέειν. τοῦτ’ οὖν κοινὸν ἀμφοτέροις φυλάξας τοῖς πυρετοῖς, κοινὸν αὐτοῖς ἔτι ἔσεσθαι τὸ κριθῆναι δι’ ἐκκρίσεως ἔφη, τὸ ἴδιον δ’ ἑκατέρῳ προσέθηκεν ἐν τῷ τῆς ἐκκρίσεως εἴδει, χολώδη μὲν ἔμετον τῷ προτέρῳ, αἱμοῤῥαγίαν δ’ ἐν τῷ δευτέρῳ. τὰ δὲ τούτων δηλωτικὰ σημεῖα τῷ μὲν προτέρῳ τά τε φανταζόμενα θεάματα ὀρφνώδη καὶ τὸν καρδιωγμὸν, τῷ δὲ δευτέρῳ ἀμβλυωπίαν τε καὶ μαρμαρυγὰς καὶ σύντασιν ἐν ὑποχονδρίῳ χωρὶς ὀδύνης καὶ φλεγμονῆς γνωρίσματα μέγιστα τῆς ἄνω ῥοπῆς τῶν χυμῶν. εἰρήκει δὲ καὶ ἔμπροσθεν αἱμοῤῥαγίας ἑπομένας κρισίμως ταῖς καθ’ ὑποχόνδριον φλεγμοναῖς καὶ μᾶλλον τοῖς νεωτέροις, ἐφ’ ὧν αἷμα πλεονάζει καὶ αὖθις αὐτό τε τοῦτο νῦν προσέγραψε καὶ ὡς οἱ χολώδεις ἔμετοι τοῖς ἀκμάζουσι γίνονται. κατὰ δὲ τὸ πρῶτον τῶν ἐπιδημιῶν καὶ δακρύειν ἀκουσίως ἔφη τοὺς μέλλοντας αἱμοῤῥαγήσειν ἐκ ῥινῶν. ταῦτ’ οὖν συνθεὶς πάντα ἔτι τε προσθεὶς αὐτοῖς ἃ δι’ ἑτέρων εἶπεν, ἀεὶ προγνώσῃ γενησομένην αἱμοῤῥαγίαν καὶ μάλιστ’ ἐὰν ἐναργῶς σοι φανήσεταί ποτε τὸ κατὰ τοὺς σφυγμοὺς σημεῖον ἐκκρίσεως, ὃ πανταχοῦ προηγεῖται τῶν κρισίμων αἱμοῤῥαγιῶν.

Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ καὶ ἡ γαστὴρ μὴ διαχωρέῃ καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι καὶ κλαυθμυρίζωσι καὶ τὸ χρῶμα μεταβάλλωσι καὶ χλωρὸν ἢ πέλιον ἢ ἐρυθρὸν ἴσχωσι. γίνεται δὲ ταῦτα ἐξ ἑτοιμοτάτου μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς τὰ ἑπτὰ ἔτεα, τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρες οὐκέτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων τε καὶ κακίστων, οἷά περ ἐπὶ τῇσι φρενίτισι γίνεται.

Περὶ σπασμῶν αὐτῷ ὁ λόγος νῦν ἐστιν οὐ τῶν ἐν ἑνὶ μέρει τοῦ σώματος γινομένων, ἀλλὰ τῶν ὅλον αὐτὸ καταλαμβανόντων, οἵτινες ἐπὶ μὲν τῶν παιδίων ἑτοιμότατα γίνονται καὶ μᾶλλον ἐπὶ θηλαζόντων. οὐχ ἥκιστα δὲ καὶ δι’ αὐτὸ τὸ γάλα καὶ μᾶλλον ὅταν ᾖ λίαν παχὺ καὶ ὅτι πλείστῃ τε χρῶνται καὶ ἀκαίρῳ τροφῇ μηδὲν εἰδότες τῶν κατὰ τὸν βίον ἄλλο πλὴν τοῦ ἐσθίειν· πᾶν γὰρ τὸ νευρῶδες αὐτῶν γένος ἀσθενές ἐστι. τριῶν γὰρ οὐσῶν κατὰ γένος δυνάμεων, ἐφ’ ὧν διοικεῖται τὸ σῶμα, ταῖς δυσὶ μέν εἰσιν ἰσχυρότερα τὰ παιδία τῶν ἄλλων, ἀσθενέστερα δὲ τῇ μιᾷ τῇ κατὰ τὰ νεῦρα, διὸ καὶ σπᾶται μὲν ἑτοιμότατα. πάλιν δὲ εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται ῥᾳδίως. τοῖς δὲ τελείοις οὔτε γίνεται ῥᾳδίως οὔτε καθίσταται τὰ σπασμώδη πάθη διὰ τὴν ἰσχὺν τῆς κατὰ τὰ νεῦρα δυνάμεως. γίνεται μὲν  οὖν σπασμὸς καὶ χωρὶς πυρετῶν ἐν ταῖς σφοδραῖς πάνυ ψύξεσι καὶ πλήθει χυμῶν ἀπέπτων τε καὶ παχέων, ἔτι τε φλεγμοναῖς ἐν νεύροις καὶ τένουσιν, ὅταν εἰς συμπάθειαν ἄγωσι τὴν ἀρχήν. ἀλλὰ νῦν ὁ λόγος αὐτῷ περὶ τῶν ἐν πυρετοῖς γινομένων σπασμῶν ἐστιν, ὥσπερ ἐξ ἀρχῆς ὑπέθετο διελθεῖν προγνώσεις, ἐπί τε τῶν ὀξέων νοσημάτων καὶ ὅσα τούτων μεταπιπτόντων γίνεται. τοὺς μὲν οὖν ἐν τοῖς τοιούτοις νοσήμασι σπασμοὺς ἐπὶ τῶν ηὐξημένων ἐκεῖνα τὰ σημεῖα δηλώσει τὰ μάλιστα ταῖς χαλεπαῖς ἐπιφαινόμενα φρενίτισι καὶ μάλισθ’ ὅσα διαστρεφομένων γίνεται τῶν ἐν τῷ προσώπῳ μορίων ἢ ὀδόντων πριομένων ἢ ὀφθαλμῶν ἀστηρίκτων ἢ διεστραμμένων. ἐπὶ δὲ τῶν παίδων ἀρκεῖ καὶ τὸ ἀγρυπνῆσαι μόνον. ἐνίοτε δὲ καὶ φοβηθῆναι σφοδρῶς, ὅπερ ὠνόμασεν ἐκπλαγῆναι καὶ τὸ κλαῦσαι μετ’ ἐντάσεως σφοδροτέρας καὶ τὸ τὴν γαστέρα μὴ διαχωρῆσαι. ταῦτα μὲν οὖν ὡς αἴτια. σημεῖα δὲ τοῦ σπασθήσεσθαι πρὸς τοῖς τοιούτοις αἰτίοις τὰ παρὰ φύσιν χρώματα δηλοῦντα τῶν χυμῶν τὴν μοχθηρίαν, ἐφ’ οἷς εἴωθε σπᾶσθαι. χλωρὸν μὲν γὰρ ἢ πελιδνὸν μοχθηρὸν τῇ ποιότητι δηλοῖ τὸν χυμὸν, ἐρυθρὸν δὲ πλῆθος αἵματος ἐνδείκνυται.

Τοὺς δὲ ἀπολλυμένους τε καὶ περιεσομένους τῶν παιδίων καὶ τῶν ἄλλων τεκμαίρεσθαι τοῖσι ξύμπασι σημείοισιν, ὡς ἐφ’ ἑκάστοισιν διαγέγραπται.

Τοῦτο καὶ πρόσθεν εἴρηκε καὶ νῦν ἀναμιμνήσκει καὶ μετ’ ὀλίγον αὖθις ἐρεῖ, διότι χρησιμώτατόν ἐστι, καὶ ὅμως οὐκ ἀκούουσιν αὐτοῦ πολλοὶ τῶν ἰατρῶν, ἀλλ’ ἐνίοτε θεασάμενοί τι τῶν κακῶν σημείων, ἐφ’ ὧν συνέβη ζῆσαι τὸν ἄνθρωπον, ἐπεγκαλοῦσιν ὡς ψευσαμένῳ, καθάπερ αὖθις ἀγαθῶν φανέντων, ἀπολλυμένου τοῦ κάμνοντος, οὐκ ἀληθεύειν φασὶ τὸν Ἱπποκράτην μηκέθ’ ὁρῶντες ὡς ἐνίοτε μὲν ὑπὸ πολλῶν ἀγαθῶν σημείων ἓν νικᾶται κακὸν ἰσχυρὸν, ἐνίοτε δὲ ἔμπαλιν ὑπὸ πολλῶν κακῶν ἓν ἀγαθὸν τὸ ἰσχυρόν.

Ταῦτα δὲ λέγω περί τε τῶν ὀξέων νουσημάτων καὶ ὅσα ἐκ τουτέων γίνεται.

Καὶ τοῦτο καθάπερ καὶ τὸ πρότερον ἔγραψεν Ἱπποκράτης ἀπομαντευσάμενος τῆς ἀμελείας τε ἅμα καὶ προπετείας τῶν ἀναγνωσομένων αὐτοῦ τὰ βιβλία καὶ ζητησόντων ἂν, ὅπως ἐν αὐτῷ μνημονεύει τεσσαρακοστῆς τε καὶ ἑξηκοστῆς ἡμέρας, ἐμπύων τε καὶ ὑδερικῶν καὶ τεταρταίων πυρετῶν. ὅπου γὰρ καὶ γράψαντος αὐτοῦ σαφῶς ὅτι μὴ περὶ μόνων τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἐκ μεταπτώσεως τούτων εἰς χρόνου μῆκος ἐκτεινομένων ὁ λόγος αὐτῷ γέγονεν, ὅμως τοιαῦτα ζητοῦσι, τί ποτ’ ἐξεπράξαντ’ ἂν, εἰ μὴ τοῦτ’ ἐποίησε.

Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγινώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα, διακρίνειν λογιζόμενον τὰς δυνάμεις αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν.

Ὅτι μὲν ἀεὶ χρὴ πάντα θεάσασθαι τὰ σημεῖα καὶ μὴ πιστεύειν ἑνὶ καὶ διὰ τῶν ἔμπροσθεν εἶπεν, ἀλλὰ νῦν γε προσέθηκε τὸ χρησιμώτατον τοῦ λόγου. φησὶ δ’ εἶναι τοῦτο τὸ τὰς δυνάμεις ἐκλογίζεσθαι τῶν σημείων, οὐχ ἁπλῶς οὐδὲ ταύτας, ἀλλὰ μετὰ τοῦ παραβάλλειν ἀλλήλαις. ἔστι μὲν γὰρ ἔνια τῶν σημείων καὶ αὐτὰ καθ’ ἑαυτὰ μοχθηρὰ, μᾶλλόν τε καὶ ἧττον, ὧν τὰς δυνάμεις ἐκμετρεῖσθαι χρὴ τοῖς ῥήμασιν, ὡς καὶ πρόσθεν ἐδείκνυεν, ἢ θανατῶδες εἰπὼν ἢ θανατωδέστερον ἢ ὀλέθριον κάρτα, καί που προσθεὶς τὸ ἤδη, κἀπὶ τῶν ἀγαθῶν πάλιν ὁμοίως ἢ σωτήριον ἢ περιεστηκὸς ἁπλῶς ἢ μεγάλην δύναμιν ἔχον ἢ καὶ μετὰ τοῦ κάρτα. πλέον γάρ ἐστι τὸ φάναι τὸ κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν, τοῦ ψιλοῦ καὶ μόνου τοῦ μεγάλην δύναμιν ἔχειν. ἀλλὰ νῦν γε πρὸς ἀλλήλας φησὶ χρῆναι παραβάλλειν τὰς δυνάμεις, οὐ τῶν ὁμογενῶν μόνων σημείων, οἷον ἀγαθῶν πρὸς ἀγαθὰ καὶ κακῶν πρὸς κακὰ, ἀλλὰ καὶ τῶν ἀγαθῶν πρὸς κακά. διὰ γὰρ τῆς παραβολῆς ταύτης καὶ τὰ παρὰ λόγον γινόμενα ᾐνίξατο. πρῶτον μὲν γὰρ γνωριοῦμεν ὅτι παρὰ λόγον ἐγένετο, δεύτερον δὲ οὐ καταπλαγησόμεθα, καὶ τρίτον ἐπισκεψόμεθα διὰ τί γέγονεν ἢ τί δηλοῦν πέφυκεν. εἴρηται μὲν οὖν ἅπαντα ταῦτα κατὰ τὰς ἡμετέρας πραγματείας καὶ μάλιστα τὴν περὶ κρίσεων. οὐ χεῖρον δὲ καὶ καὶ νῦν ἕνεκα παραδείγματος ἀναμνῆσαί τινων ἀπὸ κοινῆς ἀρχῆς ἀρξαμένων ἁπάσης τῆς προγνωστικῆς τέχνης. ἐπισκέπτεσθαι γάρ σε χρὴ πρῶτον ἁπάντων εἴθ’ ἓν ἐξαιρέτως πέπονθε μόριον εἴτε τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐστι τὸ νόσημα. δεύτερον δὲ κατὰ τίνα μάλιστα δύναμιν ὁ κίνδυνός ἐστι τῷ κάμνοντι. προείρηται δ’ ὅτι τρεῖς εἰσιν. εἶθ’ ἑξῆς τὰ τῆς δυνάμεως ἐκείνης ἀγαθά τε καὶ κακὰ γνωρίσματα. φέρε γὰρ ἀπαθῆ  μὲν εἶναι τὴν ἀπ’ ἐγκεφάλου δύναμιν, ἀπαθῆ δὲ καὶ τὰ μόρια τοῦ σώματος, ἐπὶ τοῖς χυμοῖς δὲ μόνοις σηπομένοις, ἔχοντος τὴν ὑπόθεσιν ὅλου τοῦ νοσήματος, ὅπερ ἐστὶ πυρετώδους ὄντος. εἶτα τούτων οὕτως ἐχόντων ἀπ’ ἀρχῆς φαίνεσθαι πάντα ἐν τοῖς οὔροις ἀγαθὰ σημεῖα, τοῦτον τὸν ἄνθρωπον ἀδύνατον ἀποθανεῖν, ὥστε κἂν ἐπιφαίνηταί τι σύμπτωμα φοβερὸν, οὐ μόνον οὐ καταπλαγήσῃ, καθάπερ πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ καὶ κρίσεως αὐτὸ μηνυτικὸν ἡγήσῃ. καὶ γὰρ ὀδυνῶνται κεφαλὴν καὶ παρανοοῦσι καὶ βλέπουσιν ὀρφνώδη τε καὶ ξανθὰ καὶ ἀμβλυώττουσι καὶ καρδιαλγοῦσι καὶ δυσπνοοῦσιν, ὑποχόνδριά τε συντείνονται λόγῳ κρίσεως, αὖθις δὲ διαχωρήματα κακοήθη καὶ πτύσματα, καί τινες ἔμετοι γινόμενοι καὶ μόρια μελαινόμενα καὶ σηπόμενα καὶ νεκρούμενα τὸν ἄνθρωπον ἀποφαίνει κατὰ πάντα βελτίω. καὶ γὰρ εὐπνούστεροι καὶ εὐορεκτότεροι καὶ εὐϋπνότεροι καὶ ἀνωδυνώτεροι καὶ κατὰ τὰς ἀναστάσεις κουφότεροι καὶ τὸ σύμπαν εὐφορώτεροι, πολλάκις ἐπὶ ταῖς τοιαύταις ἀποκρίσεσιν οἱ κάμνοντες ἐγένοντο, φανερῶς ἐνδεικνυμένων τῶν κενουμένων ἐκκαθαίρεσθαι τὸ σῶμα, τῆς φύσεως ἐκ παραδόξου τὴν ἔμπροσθεν ἧτταν ἀναμαχομένης. ἅπαντα δὲ ταῦτα δυνάμει προείρηται καὶ διώρισται κατὰ τὸ βιβλίον τοῦτο καὶ μόνα τὰ παρὰ τῶν σφυγμῶν αὐτοῖς γε χρὴ προσθεῖναι γεγραμμένα πρὸς ἡμῶν ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ σαφῶς πάντα, μηδαμόθεν παρακειμένων Σφιγγὸς αἰνιγμάτων, οἷα μυρία γεγράφασιν οἱ περὶ τὸν Ἀρχιγένην. ταῦτ’ οὖν ἅπαντα πρόχειρα τῇ μνήμῃ φυλάττων ἐπίβλεπε παραβάλλων ἀλλήλοις. ἐξ αὐτῶν γὰρ δυνήσῃ προλέγειν καὶ τὰ παραλειπόμενα πρὸς τῶν ἀῤῥώστων, ἐνίοτε μηδ’ αὐτοῖς τοῖς οἰκείοις αὐτῶν ἀκριβῶς γινωσκόμενα, ὡς ἐμὲ πολλάκις ἐθεάσασθε τοῦτο μὲν ἐπὶ τῶν πριόντων τοὺς ὀδόντας εἰπόντα φύσει τὸ σύμπτωμα τοῦθ’ ὑπάρχειν αὐτοῖς, ὡς νομίσαι τοὺς ἀκούοντας οἰκείους, οὐκ ἐξ ἰατρικῆς, ἀλλ’ ἀπὸ μαντικῆς τέχνης γεγονέναι τὴν πρόῤῥησιν. ἐνίοτε δ’ ἐπὶ τῶν κοιμωμένων παρηνεῳγμένοις τοῖς ὀφθαλμοῖς, ὅτι καὶ τοῦθ’ ὑπάρχει φύσει. καί τινος ἐπὶ τὰ στέρνα κατακειμένου καὶ τοῦτο ἀναγκαῖον ὑπάρχειν αὐτῷ φύσει. γυναικὸς δέ τινος ὤφθη ποθ’ ἡμῖν εἰσελθοῦσιν ὁ δεξιὸς ὀφθαλμὸς ὑπερέχειν θατέρου πολλῷ δή τινι, περὶ ἧς ἔφην, ἔμπροσθεν τῆς νόσου γεγονέναι τὴν προπέτειαν. ἐπ’ ἄλλου δὲ κοιλότητα τῶν κροτάφων μεγίστην, ὁρωμένου κἀκείνου πρῶτον τότε, κατὰ φύσιν ὑπάρχειν ἔφην αὐτὴν, ἄλλου δὲ ὑφαίμους τοὺς ὀφθαλμοὺς εἶναι φύσει. παρεσπασμένον δ’ ἐφ’ ἑτέρου τινὸς μέρος ὀφρύων ἢ ὀφθαλμῶν ἢ χειλῶν εἶπον. ἔνια δὲ καὶ πρὸ τοῦ νοσήματος ἔκ τινος ἔξωθεν αἰτίας γεγονέναι, καὶ μὲν δὴ καὶ διαλείποντα σφυγμὸν ἑτεροσφυξίαν τε καὶ τοιαῦθ’ ἕτερα φύσει τισὶν ὑπάρχειν ἔφην, ἀγνοούμενα καὶ τοῖς κάμνουσιν αὐτοῖς ἐνίοτε καὶ σωθέντων αὐτῶν, ὤφθησαν παραμένοντα φωνάς τε τραχείας ἢ βραγχώδεις ἢ κλαγγώδεις τῷ μὲν φύσει, τῷ δὲ πρὸς τῆς νόσου γενομένας, περὶ ὧν ἐπὶ πλέον ἐν τῇ περὶ τοῦ προγινώσκειν πραγματείᾳ διεληλυθὼς οὐδὲν δέομαι ἐπαναλαμβάνειν νῦν, ἀλλὰ τὸ κεφάλαιον ἀρκεῖ τῆς τῶν τοιούτων εὑρέσεως εἰπόντα καταπαῦσαι τὸν λόγον. ὅταν γὰρ ἐκ τῶν ἄλλων ἁπάντων ἀκίνδυνον φαίνεται τὸ νόσημα, τὸ τοιοῦτον φοβερὸν σύμπτωμα φύσει παρεῖναι γίνωσκε ἢ πάντως γε πρὸ τῆς νόσου γεγονέναι διὰ φανεράν τινα αἰτίαν, ὥστε καὶ ἐμοὶ καὶ Ἱπποκράτει πιστεύσαντες ἐπισκέπτεσθε, καθότι προείρηται, τὰς τῶν σημείων δυνάμεις ἐκλογιζόμενοι, καθάπερ, φημὶ, προεῖπεν. αὐτὸς γὰρ τοῦ παραδείγματος ἐμνημόνευσεν, ὅταν ὁμοῦ τε πῦον ἀναβήσσῃ καὶ χολήν. εἴρηται δ’ αὐτῷ τοῦτο κατά γε τὴν ῥῆσιν ἐκείνην ἧς ἡ ἀρχή· τῶν δὲ ἐμπυημάτων ὅσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκονται, ὀλέθρια κάρτα εἴτ’ ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο εἴτε ὁμοῦ. κατὰ ταύτην γὰρ τὴν ῥῆσιν ἠξίωσε θεωρεῖν ἀκριβῶς ἅπαντα τὰ τῷ κάμνοντι συνυπάρχοντα καὶ διῆλθέν γε ἔνια αὐτῶν, τῶν μὲν ἀγαθῶν οὕτως ἀρξάμενος. ἔστι δὲ τὰ μὲν ἀγαθὰ ταῦτα εὐπετέως φέρειν τὸ νόσημα, εὔπνοον εἶναι τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύελον ῥηϊδίως ἀναβήσσειν. εἶτα ἐφεξῆς αὐτὰ διελθὼν πάντα τῶν κακῶν αὖθις ἀρχόμενός φησι. κακὰ δὲ τὰ ἐναντία τούτων δυσπετέως φέρειν τὸ νόσημα πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόγις ἀναβήσσειν, διψῇν κάρτα, τὸ σῶμα ὑπὸ τοῦ πυρὸς ἀνωμάλως ἔχεσθαι. αὕτη σοι καὶ ἡ τῶν μοχθηρῶν σημείων ἀρχὴ τῆς διδασκαλίας ἔμπροσθεν ὑπ’ αὐτοῦ γεγενημένης κατὰ τὴν προειρημένην ἐπὶ τῶν πτυσμάτων ὧν ἔγραψε ὑπόθεσιν. ὡς οὖν, φησὶν, ἐπὶ τούτων εἶπον, οὕτως ἐπὶ πάντων πρᾶττε μηδὲν παραλείπων, ἀλλὰ κατὰ μέρος ἐκλογιζόμενος ἑκάστου σημείου τὴν δύναμιν, εἶθ’ οὕτως παραβάλλων ἀλλήλοις αὐτά.

Χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμεῖσθαι καὶ μὴ λανθάνειν τὴν τῆς ὥρης κατάστασιν.

Εἰς τὸ προγνῶναι τὰ γενησόμενα τοῖς κάμνουσι συμπτώματα, μέγιστον συντελεῖ καὶ ἡ τῶν ἐπιδημούντων νοσημάτων γνῶσις, ἤδη τε ἐνεστῶτα καὶ μέλλοντα ἔσεσθαι. διείλεκται δ’ αὐτὸς ἐν κεφαλαίοις βραχέσι κατὰ τοὺς ἀφορισμοὺς,  τά τε καθ’ ὥραν ἑκάστην πλεονάζοντα καὶ τὰ τῇ παρούσῃ τε καὶ προγεγονυίᾳ καταστάσει συνεπόμενα. τοῦ μὲν γὰρ ἦρος ἔφη πλεονάζειν τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ τὰ ἄλλα ἐφεξῆς ὅσα κατέλεξεν, ἅ τε τοῦ ἦρός εἰσιν ἴδια καὶ τῶν ἄλλων ὡρῶν, ὅταν δηλονότι φυλάττωσι τὰς οἰκείας φύσεις. εἰ δὲ μὴ φυλάττοιεν, ἐπιδημήσειν φησὶν ἕτερα νοσήματα, τῇ γενομένῃ καταστάσει προσήκοντα· καὶ τούτων ἐδίδαξε τίνα μὲν ἐξ ὑστέρου γενήσεται, τίνα δὲ εὐθὺς ἅμα τῇ πρώτῃ καταστάσει. περὶ μὲν οὖν τῶν ὕστερον ἐπιγινομένων ᾧδέ πως ἐδίδαξεν· ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον καὶ τὰ ἄλλα ὅσα τούτων ἐφεξῆς φησι· περὶ δὲ τῶν ἐν αὐταῖς ταῖς παρούσαις καταστάσεσιν, ἐν οἶς φησι· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς. ἐν ἀφορισμοῖς μὲν οὖν διὰ κεφαλαίων ἐδίδαξε περὶ τῶν ἐπιδημίων νοσημάτων, ἐν δὲ τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἐπὶ τὰ κατὰ μέρος ἧκεν. ὁπόση δ’ ἐστὶ καὶ τούτων αὐτῶν ἡ χρεία, καί τοι δοκούντων ἐν τοῖς καθόλου περιέχεσθαι, λεχθήσεται κατὰ τὰ τῶν ἐπιδημιῶν ὑπομνήματα, τούτοις ἀκολούθως γραφησόμενα. νυνὶ δὲ τὸ κεφάλαιον ἐρῶ τῆς ὅλης προγνώσεως, ὑπὲρ οὗ τὸν λόγον ὁ Ἱπποκράτης ἐποιήσατο κατὰ τὴν προκειμένην ῥῆσιν. οἷς γὰρ εἴρηκε σημείοις ἐν τῷ προγνωστικῷ τούτῳ βιβλίῳ τῶν νοσημάτων αὐτῶν ἰδίοις, τούτοις ἀξιοῖ προστίθεσθαι τὰ διὰ τὸ περιέχον γινόμενα. φέρε γὰρ ὦφθαί τινα σημεῖα κατὰ τὸν λόγον τοῦ νοσήματος αἱμοῤῥαγίας, εἶναι δὲ καὶ τὴν ὥραν ἐαρινὴν, ἔτι μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν αἱμοῤῥαγίαν. εἰ δὲ καὶ ἡ παροῦσα κατάστασις εἴη θερμὴ καὶ ὑγρὰ, πολλῷ δὴ μᾶλλον καὶ ἡ τῶν προγεγενημένων δυοῖν ἢ τριῶν ὡρῶν κατάστασις, εἰ αἵματος εἴη γεννητικὴ, ἔτι καὶ μᾶλλον ἐλπὶς ἔσεσθαι τὴν αἱμοῤῥαγίαν· ὥσπερ οὖν ὁ λόγος ἐπὶ τῆς αἱμοῤῥαγίας, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἀρκέσει δὲ εἰπεῖν ἓν ἔτι παράδειγμα γενησομένων ἱδρώτων. ἐν καύμασιν ἀνύδροις πυρετοὶ ἀνιδρῶτες τὰ πλεῖστα, τοῖσι δὲ ἐπὶ ψεκάσιν ἱδρωτικώτεροι γίνονται. δῆλον οὖν ὅτι πρὸς τοῖς ἄλλοις σημείοις ὅσα τοῦ νοσήματός ἐστιν ἴδια, δηλωτικὰ γενησομένων ἱδρώτων ἔτι καὶ τοῦ περιέχοντος ἡ κατάστασις προσερχομένη τὴν ἐλπίδα τοῦ γενησομένου βεβαιοτέραν ὑπογράφει.

Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ τά τε κακὰ κακὸν σημαίνει καὶ τὰ χρηστὰ ἀγαθόν.

Οὐ παρὰ τοῖς ἰατροῖς μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ῥήτορσιν ἐζήτηται τίνι διαφέρει σημείου τεκμήριον, οὐκ ἐν σημαινομένοις μόνον, ὡς ἄλλοτι, τοῦ προβλήματος ἔχοντος τὴν σύστασιν, ἀλλὰ καὶ πραγμάτων ἐφαπτομένου. χρὴ γὰρ εὑρεῖν τινα φύσιν διττὴν πραγμάτων, ἀφ’ ὦν οἱ μὲν ἰατροὶ προγινώσκουσιν, οἱ δὲ ῥήτορες ἀποδεικνύουσιν ἢ πείθουσιν ἐπὶ μὲν οὖν τῶν εἰς τὰς ἀποδείξεις λαμβανομένων, εἴτ’ ἐπιστημονικάς οὔσας εἴτε πιθανὰς, ἡ διαφορὰ μὲν μία ἐστὶν ἀναγκαία τε καὶ διὰ παντὸς ἔχουσα τὸ ἕτερον τῷ ἑτέρῳ ἑπόμενον, ἐξ ὧν ἡ πρότασις σύγκειται. ἄλλη δ’ οὐκ ἀναγκαίως οὐδὲ διὰ παντὸς, ἀλλ’ ὡς τὸ πολὺ μόνον. ἔτι δὲ κατ’ ἄλλην διαφορὰν ἡ μὲν ἐκ τηρήσεώς ἐστιν ἐμπειρικῆς, ἡ δὲ ἐξ ἀκολουθίας λογικῆς, ὅπερ ἐστὶν ἔνδειξις. αὕτη μέν ἐστι τῶν πραγμάτων ἡ διαφορά. τοῖς δ’ ὀνόμασιν ἐπ’ αὐτῶν οὐχ ὁμοίως ἐχρήσαντο πάντες, ἀλλ’ οἵ γε χαριέστεροι, παρίημι γὰρ ἑκὼν τοὺς ἄλλους, ἐπὶ μὲν τῇ προτέρᾳ τομῇ κατὰ τοῦ διηνεκῶς μὲν ἓν ὁτιοῦν δηλοῦντος ἀξιοῦσι χρῆσθαι τῇ τοῦ τεκμηρίου προσηγορίᾳ, σημεῖον δ’ ὀνομάζουσι τὸ ἕτερον, ἐπὶ δὲ τῇ δευτέρᾳ τὸ μὲν ἐκ τηρήσεως σημεῖον, τὸ δ’ ἐξ ἐνδείξεως τεκμήριον. ὅτι μὲν οὖν οὕτω χρῶνται τοῖς ὀνόμασιν οἱ Ἕλληνες οὐκ ἰατροῖς μόνον ἐπίστασθαι χρήσιμον, ἀλλὰ κἀκείνοις ὅσοις τῇ τέχνῃ προσήκει τὸ ἑλληνίζειν. ὅτι δὲ εἴς τε τὰς ἀποδείξεις καὶ τὰς προγνώσεις ἡ εἰρημένη διαφορὰ τῶν πραγμάτων ἐγνῶσθαι χρησιμωτάτη πρόδηλον εἶναι παντὶ νομίζω. τό γε μὴν ἀμφότερα τὴν ἑαυτῶν ἀεὶ διαφυλάττειν δύναμιν, ὅσα τε ἀγαθόν τι δηλοῖ καὶ ὅσα τι κακὸν, ἄξιον ἐπισκέψεώς ἐστιν. ἐν γοῦν τοῖς ἀφορισμοῖς αὐτὸς εἶπεν, ἐν ταῖς νούσοις ἧττον κινδυνεύουσιν οἱ νοσέοντες, οἷς ἂν οἰκείη τῆς φύσεως καὶ τῆς ἡλικίας καὶ τῆς ἕξιος καὶ τῆς ὤρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἶσιν ἂν μὴ οἰκείη κατὰ τι τουτέων. τοῦτ’ οὖν πρὸς τὸ νῦν εἰρημένον οὐ διαφέρεται, κακὸν μὲν γάρ τι σημαίνειν ἔφη τὰ κακὰ διὰ παντὸς, οὐ μὴν ὅτι γε ὡσαύτως ἢ οὐχ ὡσαύτως ἔτι προσέγραψεν, ὁ εἰρημένος ἀφορισμός. οὐδέτερον δὲ μετατίθησιν εἰς τὴν ἐναντίαν φύσιν, ἀλλ’ ἦττον καὶ μᾶλλον ὑπάρχειν αὐτοῖς τοῦτό φησι, παρά τε τὰς φύσεις καὶ τὰς ἡλικίας καὶ τὰ ἄλλα ὅσα κατέλεξεν, ὥστε κατὰ τοῦτο μὲν οὐκ ἂν ἐναντία λέγοιτο πρὸς Ἱπποκράτους, κατ’ ἐκεῖνο δὲ μᾶλλον, ὅταν εἴπῃ τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ  γινόμενα παρὰ λόγον· τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια καὶ οὐ πάνυ τι διαμένειν οὐδὲ χρονίζειν εἴωθε. διὰ τοῦτο γοῦν αὐτὸ προσέγραψεν ἐν τῷ προγνωστικῷ τὴν νῦν ἡμῖν προκειμένην ῥῆσιν. ἐν μὲν γὰρ τοῖς συμπτώμασι γίνεταί τις μετάπτωσις ἔκ τε τῶν πονηρῶν εἰς ἀγαθὰ κἀκ τῶν ἀγαθῶν εἰς πονηρά. τῶν δὲ σημείων οὐδὲν εἰς τοὐναντίον μεταπίπτειν πέφυκεν, ἀλλ’ ἧττον μὲν καὶ μᾶλλον ἤτοι κακόν τι σημαίνειν ἢ ἀγαθὸν, οὐ μὴν ἀγαθὸν μὲν νῦν, αὖθις δὲ κακὸν, ἢ κακὸν μὲν νῦν, αὖθις δ’ ἀγαθόν. ὅσα γοῦν ἐν τοῖς οὔροις εἶπεν εἶναι κακὰ σημεῖα, ταῦτ’ οὐκ ἄν ποτε ἀγαθὰ γένοιτο, καθάπερ οὐδὲ τῶν ἀγαθῶν οὐδὲν κακόν. οὕτως δὲ καὶ ὅσα περὶ τῶν πτυσμάτων ἢ διαχωρημάτων ὡς ἀγαθῶν ἢ κακῶν εἴρηκεν οὐδὲν εἰς τοὐναντίον μεταπίπτει. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ὅσα περὶ τὸ πρόσωπον εἶπε γίγνεσθαι σημεῖα κατὰ χρόαν ἢ ὄγκον ἢ σχῆμα καὶ περὶ κατακλίσεων δὲ καὶ τοῦ πελιδνοῦσθαι καὶ μελαίνεσθαι μόριον ἢ ὁτιοῦν ἄλλο τοιοῦτον πάσχειν. ἅπαντα γὰρ διαφυλάττει τὴν οἰκείαν δύναμιν οὐ κατὰ τὸ μέγεθος δηλονότι, προείρηται γὰρ ὅτι τὸ μᾶλλον δέχεται καὶ ἧττον, ἀλλὰ κατὰ γένος, ἐπεὶ μήτε τῶν ἀγαθῶν οὐδὲν εἰς τὸ τῶν κακῶν μεταπίπτει γένος, ἐκείνων τε οὐδὲν εἰς τὸ τῶν ἀγαθῶν. ὅταν γε δηλονότι μετὰ τῶν οἰκείων ἐξετάζηται διορισμῶν, οὐ μὴν ἐπί γε τῶν συμπτωμάτων οὕτως ἔχει. καὶ γὰρ δυσπνοοῦσιν ἔνιοι καὶ παραφρονοῦσι καὶ ὑποχόνδριον ἀνασπῶνται καὶ μαρμαρυγὰς ὁρᾷν οἴονται καί τινα ὀρφνώδη προφαίνεσθαι κρίσεως λόγῳ, καὶ μὴν καὶ καρδιαλγεῖν καὶ χεῖλος τὸ κάτω σείεσθαι καὶ παρωτίδας καί τινα ἑτέραν ἀπόστασιν ἔχειν. ἅπαντα γὰρ φαίνεται ταῦτα ποτὲ μὲν, ὡς εἴρηται, κρίσεως λόγῳ γινόμενα, ποτὲ δὲ αὐξανομένοις νοσήμασιν ἑπόμενα, καθὸ κἀκεῖνο δεόντως εἴρηται πρὸς αὐτοῦ· τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα· διώρισται δ’ ἡμῖν ὑπὲρ ἁπάντων τῶν τοιούτων ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ κρίσεων, ὥστε μηδὲν εἰς τὸ προγινώσκειν ἐνδεῖν καὶ διὰ τοῦτο, ὅπερ ἀεὶ συμβουλεύω καὶ νῦν διελθεῖν οὐκ ὀκνήσω. πρῶτα μὲν καὶ μάλιστα σπουδάζειν φημὶ μαθεῖν ὅσα τῆς ἰατρικῆς ἐστιν ἔργα· τὰ δ’ ἄλλα ὅσα τοιαῦτα τινὰ μὲν ἐν φωνῇ καὶ σημαινομένῳ τὴν ζήτησιν ἔχοντα, τινὰ δὲ λογικῆς ἐχόμενα θεωρίας, ὕστερόν ποτε καὶ κατὰ πολλὴν σχολὴν μεταχειρίζεσθαι, καθάπερ καὶ νὺν ἐπὶ τῶν σημαινομένων ἔκ τε τοῦ τεκμήριον ὀνόματος καὶ τοῦ σημεῖον. ἐπειδὴ γὰρ ὅσον ἐστὶ χρήσιμον εἰς τὴν τέχνην εἴρηταί μοι, προσθήσω τι καὶ τῆς τούτων ἐξηγήσεως ἐχόμενον, ἕτερον ὧν ἔμπροσθεν εἶπον. ἔστι δὲ τοῦτο τοιόνδε· τῶν κρισίμων συμπτωμάτων ἐγχωρεῖ κατηγορῆσαι τὸ σημεῖον ὄνομα, τὸ μέντοι τεκμήριον οὐκ ἐγχωρεῖ. μόνα γὰρ ἐκεῖνα σημεῖά τε ἅμα καὶ τεκμήρια καλοῦσιν οἱ Ἕλληνες, ἐξ ὧν ἔνεστι τεκμήρασθαί τι περὶ τῆς σωτηρίας ἢ ἀπωλείας τοῦ κάμνοντος, ἃ περιλαβὼν ἄν τις ἑνὶ κεφαλαίῳ φαίη γνωρίσματ’ εἶναι τῶν διοικουσῶν τὸ σῶμα δυνάμεων, ὅπως ἔχωσιν ἀῤῥωστίας ἢ ῥώμης, ἐν οἷς δηλονότι καὶ τὰ τῆς ἀπεψίας τε καὶ τῆς πέψεως σημεῖα. τῶν δὲ κρισίμων συμπτωμάτων οὐδὲν ἔχει τοιαύτην φύσιν· ἀλλ’ ὅτι μὲν ἔσται κρίσις δηλοῦται πρὸς αὐτῶν, ὥσπερ ὅτι δι’ ἐκκρίσεως ἢ ἀποστάσεως, ἔτι τε πρὸς τούτοις διά τινος ἐκκρίσεως ἢ ἀποστάσεως οἷον αἱμοῤῥαγίας ἢ ἐμέτων ἢ παρωτίδων. εἴτε δὲ ἀγαθὴ γενήσοιτο κρίσις ἢ κακὴ, διὰ τῶν τοιούτων σημείων οὐκ ἔνεστι τεκμήρασθαι. φαίνονται γὰρ οὐδὲν ἧττον ἢ εἰς ἀγαθὸν ἢ εἰς κακὸν αἱ τοιαῦται κρίσεις ἅπασαι τελευτῶσαι. καὶ διορισμὸν αὐτῶν ἐδίδαξεν ἡμᾶς βεβαιότατον οὐκ ἐκ συμπτωμάτων τινῶν γινόμενον, ἀλλ’ ἐκ σημείων τε καὶ τεκμηρίων τινῶν. πεπασμοὶ γὰρ, φησὶ, ταχύτητα κρίσιος, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα ἢ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἢ ἀκρισίας ἢ χρόνους ἢ πόνους ἢ θανάτους ἢ τῶν αὐτέων ὑποστροφάς. ὥσθ’ ὅτι μὲν ἔσται κρίσις ἐκ τῶν κρισίμων συμπτωμάτων, ἃ δὴ καὶ σημεῖα κρίσιμα καλεῖν ἐγχωρεῖ, προγνῶναι δυνατόν ἐστιν, εἴτε δὲ εἰς ἀγαθὸν εἴτ’ εἰς κακὸν αὕτη τελευτήσει, διὰ τῶν πεπασμένων ἡ γνῶσις, ἐν οἷς πάλιν οὐ τοῦ γενήσεσθαι κρίσιν ἡ δήλωσις, ἀλλὰ τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ τεθνήξεσθαι. ἔστω δέ σοι καὶ ἥδε πρὸς ταῖς εἰρημέναις ἔμπροσθεν ἐξήγησις τῶν προσηγοριῶν, ἅμα χρησίμοις πράγμασιν εἰς τὴν τέχνην εἰρημένη. μέμνησο δὲ ὅτι καὶ τὰ κρίσιμα σημεῖα συμπτώματά ἐστι τῷ γένει δηλοῦντα τὰς ἐσομένας ἐκκρίσεις ἢ ἀποστάσεις. αὗται δὲ τοῦ λῦσαι τὴν νόσον ἢ καταλῦσαι τὴν δύναμιν αἴτια μὲν πρώτως, κατὰ συμβεβηκὸς δὲ καὶ σημεῖα γίνονται.

Ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα.

Οὐ κατὰ τὴν ἑαυτῷ συνήθη βραχυλογίαν τὸν περὶ τῶν χωρῶν ἐποιήσατο λόγον. ἐνῆν γὰρ αὐτῷ τῇ πρὸ ταύτης ῥήσει δύο συλλαβὰς προστιθέντι μηδὲν ἔτι δεῖσθαι ταύτης· προσθεὶς οὖν αὐτὰς ἐγὼ δείξω ἐναργῶς ὁποῖός τις ἂν ὁ λόγος ἐγεγόνει. εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ σημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ καὶ χώρῃ τά τε κακὰ κακόν τι σημαίνει καὶ τὰ χρηστὰ  ἀγαθόν. ἐν ταύτῃ τῇ ῥήσει τὸ χώρῃ προσθεὶς ἔδειξά σοι περιττὴν εἶναι τὴν νῦν προκειμένην ῥῆσιν. οὐδὲν γὰρ ἄλλο δι’ αὐτῆς ἐδιδάχθη ἢ τὰ σημεῖα τά τε ἀγαθὰ καὶ τὰ κακὰ ταὐτὸν ἑαυτοῖς σημαίνειν ἑκάτερα ἐν ἁπάσῃ ὥρῃ, κἂν θερμὴ κἂν ψυχρὰ κἂν εὔκρατος ᾖ. Λιβύης μὲν γὰρ ὡς θερμῆς, Σκυθίας δὲ ὡς ψυχρᾶς, Δήλου δ’ ὡς εὐκράτου καὶ μέσης ἀμφοῖν, ἕνεκα παραδείγματος ἐμνημόνευσεν.