GetPassage urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.1-2.6 urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:2.1-2.6
ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΥΠΟΜΗΜΑ Β.Ὀδύνη δὲ πλευροῦ ἤν τε κατ᾿ ἀρχὰς γένηται ἤν τε ὕστερον, θερμάσμασι μὲν τὸ πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην.

Ὅπερ εἴρηταί μοι πολλάκις ἄμεινον ἀναμνῆσαι καὶ νῦν, ὡς ἡ μὲν ἐξήγησις ἐπὶ τῶν ἀσαφῶν γίγνεται λέξεων, οὐ μὴν οἵ γε ἐξηγηταὶ τοῦτο μόνον ἐν τοῖς ὑπομνήμασι πράττουσιν, ἀλλὰ καὶ κατασκευάζουσι τὰ λεγόμενα διὰ τῶν συγγραμμάτων, εἰς ἃ τὰς ἐξηγήσεις ποιοῦνται. δι᾿ οὖν τοῦτο τὸ ἔθος ἀναγκάζομαι κᾀγὼ συναγορεύειν οἷς οὐκ ἀρέσκομαι, προσαποφαίνεσθαί τε τοῖς ἐξηγήσεως δεομένοις ὡς τὰ πολλὰ καὶ τὴν ἐμὴν γνώμην· οὐ μὴν τὰς ἀποδείξεις γράφω τῶν ἀληθῶν μοι δοξάντων εἶναι, κατὰ τὰ τοιαῦτα ὑπομνήματα, γέγραπται γὰρ ὑπὲρ τούτων ἰδίᾳ καθ᾿ ἕκαστον· ἀλλὰ τὰ κεφάλαια μόνα τῶν ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις ἀναμιμνήσκω, καθάπερ καὶ νῦν ἐπὶ τῆς ὀδύνης ποιήσω. περὶ οὖν ὀδύνης γενέσεως εἴρηται μέν μοι κᾀν τῷ καθ᾿ Ἱπποκράτην στοιχείων περὶ τῶν, εἴρηται δὲ κᾀν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὡς ἐν τοῖς αἰσθητικοῖς σώμασιν ἡ ὀδύνη γίγνεται μεταβολὴν ἀθρόαν εἰς τὸ παρὰ φύσιν λαμβάνουσι, καὶ ὡς ἔστιν ἡ μεταβολὴ διττὴ, ποτὲ μὲν ἀλλοιουμένων αὐτῶν ἀθρόως τε καὶ βιαίως κατὰ ποιότητα, ποτὲ δὲ τῆς συνεχείας λυομένης. ἀλλοιοῦται μὲν οὖν ἀθρόως κατὰ τὰς δραστικὰς ποιότητας θερμαινόμενα καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, διαφθείρεται δ᾿ αὐτῶν ἡ συνέχεια τεινομένων σφοδρῶς ἢ θλιβομένων. οὕτως οὖν καὶ τῆς πλευρᾶς ὀδύνη γίγνεται κατὰ τὰ πλευριτικὰ πάθη, περὶ ὧν ὁ λόγος ἦν αὐτῷ, τῆς ἐν τούτοις τοῖς χωρίοις φλεγμονῆς καὶ τῷ πλήθει τῆς παρὰ φύσιν θερμασίας ἀνιώσης τὰ μόρια κατὰ δυσκρασίαν καὶ τῇ πληρώσει δὲ τεινούσης τὰ φλεγμαίνοντα σώματα. πρώτης οὖν ἀξιοῖ βοηθείας εἰς τὴν τῆς ὀδύνης ἴασιν ἢ παρηγορίαν ἀποπειραθῆναι τῆς διὰ τῶν θερμασμάτων· ταῦτα γὰρ εἴωθεν ἀραιόν τε τὸ δέρμα πρὸς τὰς διαπνοὰς ἐργάζεσθαι καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν. εἰ μὲν οὖν ταῦτα πραχθείη, κενωθήσεταί τι τοῦ αἵματος ἧττόν τε διατεινόμενα τὰ πεπονθότα μόρια πρὸς τοῦ λοιποῦ πρᾳότερον ὀδυνήσεται· μὴ γιγνομένου δὲ ἐλάττονος τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος ἢ καὶ πνεύματος ἀτμώδους ἐκ τῆς θερμασίας γεννηθέντος αὐξάνεσθαι συμβαίνει τὴν ὀδύνην. οὐ γίγνεται δὲ ἔλαττον τὸ αἷμα διὰ τὴν ἐν τῷ παντὶ σώματι περιουσίαν τῶν χυμῶν· ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον ἢ διαφορεῖται, φύσιν ἐχόντων τῶν θερμαινόντων ὥσπερ διαφορεῖν τὸ περιεχόμενον οἶς ἂν πλησιάζῃ μορίοις, οὕτως ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. ὅταν οὖν τὰ θερμάσματα μὴ λύῃ τὴν ὀδύνην, προκενωτέον ἐστί σοι τὸ πᾶν σῶμα διὰ κενώσεως· ἀξιόλογος δὲ κένωσις ἐπὶ τῶν ὀξέως νοσούντων ἥ τε διὰ τῆς γαστρὸς καὶ ἡ διὰ τῆς φλεβοτομίας, ὧν τὴν ἑτέραν ἀξιοῖ παραλαμβάνειν ὁ Ἱπποκράτης, διδάσκων σκοποὺς τῆς μᾶλλον ὠφελῆσαι δυναμένης. τὸ μὲν οὖν κεφάλαιον τοῦ προκειμένου λόγου τοῦτό ἐστι, τῶν δὲ κατὰ μέρος αὐτῷ λεγομένων ὅσα μὴ σαφῆ τοῖς πολλοῖς ἐστι διὰ τῶν ἐφεξῆς δηγήσομαι· τοῖς πολλοῖς δὲ εἶπον, ἐπειδὴ τοῖς προγεγυμνασμένοις ἀκούειν λέξεως παλαιᾶς ὀλίγα παντάπασιν ἀσαφῆ γίνεται. ἀλλ᾿ οὐ στοχαζόμεθα τούτων μόνον ἐν τοῖς ὑπομνήμασι.

Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ ἢ ἐν κύστει ἢ ἐν χαλκῷ ἀγγείῳ ἢ ἐν ὀστρακίνῳ.

Θερμάσματα δηλονότι καλεῖ τὰ θερμαίνοντα τὸ σῶμα καθ᾿ ὁντιναοῦν τρόπον· ἔστιν οὖν αὐτῶν ἔνια μὲν ὑγρὰ τελέως, ἔνια δὲ ξηρὰ, τινὰ δὲ ἔξ ἀμφοῖν μικτά· δακνώδη δὲ ἄλλα ἢ ἄδηκτα καί τινα τρίτα κᾀνταῦθα σύμμικτα. τὸ μὲν οὖν πρῶτον εἶδος αὐτῶν ὃ κατὰ τὴν ῥῆσιν ἔγραψεν ἄδηκτόν τέ ἐστι καὶ ὑγρὸν, τὸ δὲ δεύτερον μικτὸν ἔξ ἀμφοτέρων, ξηροῦ τε καὶ ὑγροῦ δακνώδους τε καὶ ἀδήκτου· τὸ δὲ τρίτον ξηρὸν μὲν, ἀλλ᾿ ἤτοι δακνῶδες ἢ ἄδηκτον· εἰ δὲ καὶ τὰς διαθέσεις αὐτὸς εἰρήκει τὰς ἑκάστου τῶν εἰρημένων δεομένας, τοσούτῳ βελτίων ἂν ἦν ὁ λόγος, ὅσῳ καὶ ὠφελιμώτερος τοῖς ἀναγινώσκουσιν· ἐπεὶ δ᾿ οὐκ εἶπεν, ἦν μὲν οὐδ᾿ ἡμῖν ἀναγκαῖον ἀλλοτρίαν διδασκαλίαν σαφηνίζουσιν, οὐκ ἰδίαν διερχομένοις. ἐπεὶ δ᾿ ἔμπαλιν τοῖς ἄλλοις ἐξηγηταῖς ἔχει τοὐμὸν (ἐκεῖνοι μὲν γὰρ ἐπισπείρουσιν ταῖς ἐξηγήσεσι τὰ σοφιστικὰ ζητήματα, μηδὲν εἰς τὸ τέλος τῆς τέχνης ὠφελοῦντα τοὺς μανθάνοντας· ἐγὼ δ᾿ ἀεὶ πειρῶμαι τὰ χρησιμώτατα διεξέρχεσθαι) διὰ τοῦτο καὶ νῦν οὐκ ὀκνήσω προσθεῖναι τῇ τοῦ Ἱπποκράτους διδασκαλίᾳ τὰ παραλελειμμένα μὲν ὑπ᾿ αὐτοῦ, τῇ δ᾿ ὅλῃ γνώμῃ καὶ τοῖς δόγμασι καὶ τοῖς καθόλου παραγγέλμασιν ἑπόμενα. πυρία μὲν οὖν πᾶσα καθ᾿ ὅντινα λόγον ὀνίνησι πολλάκις ὀδύνας ἔμπροσθεν εἴρηται· λέλεκται δὲ καὶ περὶ τῶν οὐδὲν ὠφελουμένων ὑπὸ πυρίας ὀδυνῶν, εἰ μὴ προκενωθείη τὸ πᾶν σῶμα. κοινῶν δ᾿ ὄντων τούτων ἁπάσαις πυρίαις, αἱ μὲν ὑγραὶ φλεγμοναῖς ἁρμόζουσιν ὑπὸ χολωδεστέρων ὑγρῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ λεπτοῦ καὶ ὑδατώδους αἵματος· ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα εἶναι. κατὰ τοῦτον οὖν τὸν σκοπὸν αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν ἁρμόττουσι χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς παχέσι καὶ γλίσχροις· ὥστε καὶ σὺ πειρῶ στοχάζεσθαι τίς ἐστιν ὁ κατὰ τὸ φλεγμαῖνον μέρος ἐπικρατῶν χυμὸς ἐξ ὧν εἶπον ὁρμώμενος ἡλικίας τε τοῦ κάμνοντος καὶ φυσικῆς κράσεως ὥρας τε καὶ χώρας καὶ τοῦ προηγουμένου βίου. φαινομένης δέ σοι τῆς φλεγμονῆς κᾀκ τῶν συμβεβηκότων αὐτῇ κατά τε χροιὰν καὶ μέγεθος ἀντιτυπίαν τε καὶ μαλακότητα, πλευρῖτιν δὲ καὶ περιπνευμονίαν θεραπεύων, κᾀκ τῶν ἀναπτυομένων, στοχαστικῆς δὲ οὔσης, οὐκ ἐπιστημονικῆς οὐδὲ βεβαίας, τῆς εἰρημένης ἁπάσης διαγνώσεως, καὶ μάλισθ᾿ ὅταν ἐν τῷ βάθει τοῦ σώματος ᾖ τὸ τὴν ὀδύνην ἔχον μόριον, ἄρξαι μὲν ἀπὸ τῶν δοξάντων σοι μᾶλλον ἑτέρων ὠφελήσειν, ἐὰν δὲ μηδὲν ἀνύσῃ, κᾀπὶ τἄλλα μετάβαινε, μὴ παυσαμένης δὲ τῆς ὀδύνης ἐπὶ τὴν τοῦ παντὸς σώματος ἀφικνοῦ κένωσιν. φαίνεται τοιγαροῦν ὁ Ἱπποκράτης ἀπὸ τῆς ἀκινδυνοτάτης ἀρξάμενος πυρίας, ἥτις ἐστὶν ἀδηκτοτάτη τε καὶ ὑγρά· κᾂν γὰρ ὠφελήσῃ μηδὲν, ἀλλ᾿ οὐ βλάψει γε μεγάλως· αἱ δὲ δι᾿ ὄξους ἢ ὀρόβων ἢ ἁλῶν, ἐὰν μὴ τύχωσιν ἐπιτηδείας διαθέσεως, οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ μεγάλως παροξύνουσι δραστήριον ἔχουσαι δύναμιν.

Προϋποτιθέναι δὲ χρὴ μαλθακόν τι πρὸς τὴν πλευρὴν προσηνείης ἕνεκεν.

Ἐπειδὴ τὸ ὕδωρ ἐν ἀσκῷ ἢ κύστει ἢ ἀγγείῳ χαλκῷ ἢ ὀστρακίνῳ προσφέρειν ἠξίωσε ταῖς πλευραῖς, ὅπως ἄθλιπτός τε ᾖ καὶ τελέως ἄλυπος ἡ τῶν προσφερομένων ὁμιλία, μαλακόν τι προϋποτιθέναι κελεύει κατὰ τῶν πλευρῶν ἐπιβάλλοντας. ἔριον δ᾿ ἂν εἴη τοῦτο τὸ μαλακὸν ἢ τὸ πολύπτυχον ἱμάτιον ἢ καί τι τῶν ἁπαλῶν ὑπαρχόντων. μικρὸν γοῦν ἐφεξῆς τῆς διὰ τοῦ σπόγγου πυριάσεως μνημονεύων οὐδὲν ἀξιοῖ προϋποτιθέναι.

Ἀγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς μέγας, ἐξ ὕδατος θερμοῦ ἐκπεπιεσμένος προστίθεσθαι. περιστέγειν δὲ ἱματίῳ τὴν θάλψιν χρή· πλείω τε γὰρ χρόνον ἂν διαρκέσει καὶ παραμενεῖ, καὶ ἅμα ὡς μὴ ἡ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ κάμνοντος φέρηται, ἢν μὴ ἄρα δοκέῃ καὶ τοῦτο χρήσιμον πρός τι εἷναι· ἔστι γὰρ ὅτε δεῖ πρός τι.

Τὰ μὲν ἄλλα τῆς ῥήσεως δῆλα, περὶ δὲ τῆς ἀτμίδος εἰπεῖν χρὴ, πολὺ τὸ ἀσῶδες καὶ ἀνιαρὸν ἐχούσης, παροξυνούσης τε τὴν δύσπνοιαν αὐξήσει τῆς θερμασίας καὶ τὴν κατὰ τὸν πνεύμονα στενοχωρίαν, ἣν ἐκ τῆς ὑγρᾶς ἀτμίδος πληρούμενος ἴσχει. μόναις οὖν ταῖς ξηραῖς καὶ ἀπτύστοις πλευρίτισιν ἐπιτήδειός ἐστιν ἡ τῆς ἀτμίδος εἰσπνοὴ πλέον ἔχουσα τοῦ βλαβεροῦ τὸ ὠφέλιμον. ἐνταῦθα μὲν οὖν ἐπιγέγραπται τὸ πρῶτον εἶδος τῆς πυριάσεως, ἐφεξῆς δὲ ἐπὶ τὸ δεύτερον μεταβαίνων ἐρεῖ·

Ἔτι δὲ καὶ κριθαὶ ἢ καὶ ὄροβοι ἐν ὄξει κεκραμένῳ σμικρῷ ὀξύτερον ἢ ὡς ἂν πίῃ τις διέντα καὶ ἀναζέσαντα εἰς μαρσύππιά τε ἀποῤῥάψαντα προστιθέναι καὶ πίτυρα τὸν αὐτὸν τρόπον.

Καὶ κριθὰς καὶ ὀρόβους οὐχ ὁλόκληρα τὰ σπέρματα κελεύει δι᾿ ὄξους καὶ ὕδατος ἑψεῖν, ἀλλὰ κόψαντας πρότερον· δῆλον δὲ κᾀκ τοῦ λέγειν διέντα, καὶ ἄλλως δ᾿ ἄν τις ἔξ αὐτοῦ τοῦ πράγματος διδαχθείη τοῦτο βούλεσθαι τὸν Ἱπποκράτην. καὶ γὰρ οὖν προσηνέστερον οὕτως ἔσται τὸ πυρίαμα καὶ δραστικώτερον· ἀμέλει καὶ πίτυρα κατὰ τὸν αὐτὸν δὴ τρόπον σκευάζειν κελεύει. δραστικωτέρα δὲ τῆς πρόσθεν ἡ τοιαύτη πυρία τῇ τοῦ ὄξους γίνεται δυνάμει· εἰ δὲ δι᾿ ὀρόβων σκευάζοιτο, καὶ οὗτοι συντελοῦσιν οὐ σμικρὸν, ἱκανὴ γὰρ ἡ δύναμις αὐτῶν τέμνειν καὶ κατεργάζεσθαι καὶ διαφορῆσαι πάχος χυμῶν. διὸ καὶ παραληπτέον τὰς τοιαύτας πυρίας, ἐφ᾿ ὧν ὑπονοοῦμεν παχεῖς ἢ γλίσχρους χυμοὺς ἠθροῖσθαι κατὰ τὸ φλεγμαῖνον μόριον· ἔσται δέ σοι δῆλον τοῦτο ἔκ τε τῆς προηγησαμένης διαίτης, εἰ τοιούτων χυμῶν εἴη γεννητικὴ, κᾀκ τῆς τοῦ κάμνοντος κράσεως ὥρας τε καὶ χώρας καὶ ἡλικίας, ἔτι δὲ κᾀκ τοῦ τὰς πρᾳείας πυρίας, ὧν πρῶτον ἐμνημόνευσε, μηδὲν ἠνυκέναι. διορισαμένῳ γάρ σοι περὶ τοῦ κατὰ πᾶν τὸ σῶμα πλήθους, ὅταν μὴ φαίνηται μὲν τὰ τούτου γνωρίσματα, τὰ δὲ ἐπιεικῆ θερμάσματα μηδὲν ἀνύει, πάχος ἐστὶ χυμῶν εἰς ἀτμοὺς καὶ πνεῦμα φυσῶδες λυόμενον, ὃ διέξοδον οὐκ ἔχον ἀνιᾷ. καὶ τοῦτ᾿ οὖν αὐτὸ καὶ τοὺς γεννῶντας αὐτὸ χυμοὺς αἱ εἰρημέναι πυρίαι διαλύουσι καὶ μάλιστα ἡ διὰ τῶν ὀρόβων. ἀλλὰ καὶ περὶ τῆς ἐμμέτρου κράσεως τοῦ ὄξους πρὸς τὸ ὕδωρ ἐμνημόνευσε σαφέστατά τε ἅμα καὶ κάλλιστα διελθὼν τὸν λόγον· οὕτω γὰρ αὐτὸ κεκρᾶσθαί φησι δεῖν, ὡς εἶναι μικρῷ ὀξύτερον ἢ ὡς ἂν πίῃ τις, ὅπως ἀποχωρήσῃ μὲν τοῦ δριμυτέρου διὰ τὸ δακνῶδες, ἀποστῇ δὲ καὶ τοῦ ὑδατωδεστέρου διὰ τὸ ἄπρακτον. ὅσον μὲν οὖν ἐπὶ τῷ τομῆς δεῖσθαι καὶ διαφορήσεως τοὺς παχυτέρους τε καὶ γλισχροτέρους χυμοὺς, ἐπιτηδειότερον ἂν εἴη τοῦ ὑδατώδους ὀξυκράτου τὸ δριμύτερον· ἐπεὶ δὲ οὐκ ἀνέξεται τὰ φλεγμαίνοντα τῶν τοιούτων φαρμάκων, διὰ τοῦτο μέσην ἀμφοτέρων τῶν ὑπερβολῶν τὴν κρᾶσιν αὐτοῦ πεποίηται. τοῦτό σοι καὶ τὸ δεύτερον εἶδος τῶν πυριάσεων ἐστιν, ὧν ἐξ ἀρχῆς διείλομεν τριχῶς.

Ξηρῶν δὲ θερμασμάτων ἅλες, κέγχροι πεφρυγμένοι ἐν ἐρινέοισι μαρσυππίοισιν ἐπιτηδειότατοι· καὶ γὰρ κοῦφον καὶ προσηνὲς ἡ κέγχρος.

Ἐπὶ τὸ τρίτον εἶδος τῶν πυριάσεων, ὧν ἐξ ἀρχῆς διείλομεν μετέβη, ἁλῶν καὶ κέγχρων μνημονεύσας. ἔστι δὲ ἀμφοτέρων κοινὸν μὲν ἡ ξηρότης, ἴδιον δὲ τῶν μὲν ἁλῶν τὸ δακνῶδες, τῶν δὲ κέγχρων τὸ ἄδηκτον.