GetPassage urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.42-2.14 urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:1.42-2.14
Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν μὲν νεοβρῶτι αὐτέῳ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται ὑποκεχωρηκέναι εἰς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον.

Ἤσθηται δὲ καὶ αὐτὸς ἐσπαραχὼς κατὰ μόρια τὸν λόγον, οὐ συνεχῶς ἐφεξῆς ἐν τάξει τῇ προσηκούσῃ πεποιημένος· καὶ διὰ τοῦτο νῦν ἀναλαμβάνων αὐτὸν ἐπὶ τὴν προσήκουσαν ἀρχὴν ἀφικνεῖται. τοῦτο δὲ ἔπαθεν ἐπειδὴ τὸ περὶ διαφωνίας ζήτημα λύειν ἐπιχειρήσας ἐμνημόνευσεν ἐν τῇ λύσει θεραπευτικῶν λογισμῶν. ἀλλ᾿ ἐχρῆν αὐτὸν αἰσθανόμενον οὖ πέπονθεν ἐξαμεῖψαι μὲν ἐκεῖνα, διελθεῖν δὲ ἑτέρως ἀπ᾿ ἀρχῆς τὸν λόγον· οὕτω γὰρ κᾀμοὶ συμβαίνειν κάλλιον ἔδοξεν, ἄνωθεν ἑτέρως γράψαι περὶ τῶν αὐτῶν ἐξαμείψαντι τὰ πρότερον γεγραμμένα. πῶς οὖν ἐχρῆν αὐτὸν ἅμα τε λῦσαι τὸ προβληθὲν ὑπ᾿ αὐτοῦ ζήτημα καὶ τάξει διδόναι τὸν λόγον, ἐγὼ διηγήσομαι τοῖς βουλομένοις ἑρμηνεύειν τὰ τοιαῦτα σαφῶς, τὴν ὁδὸν διηγούμενος. ἤδη τοίνυν πρόσεχέ μοι τὸν νοῦν, ὡς ἐξ ἀρχῆς ἀκουσόμενος τοῦ λόγου. διὰ τί τοῖς ἀξιολόγοις ἰατροῖς ἐνίοτε διαφωνεῖν συμβαίνει περὶ τῆς θεραπείας; ὅτι τὸ πειρασθὲν ἐπί τινων ἐπὶ πάντων ᾠήθησαν ἁρμόττειν. οὕτω γοῦν κᾀν τοῖς περὶ διαίτης τῶν ὀξέων νοσημάτων διεφώνησαν, ἔνιοι μὲν ἐπὶ τῷ χυλῷ πτισάνης ἄχρι κρίσεως φυλάττοντες τοὺς νοσοῦντας, ἔνιοι δὲ οὐδέτερον, ἐκ μέρους μὲν ἀληθεύοντες ἅπαντες, ἐκ μέρους δὲ σφαλλόμενοι· τινὲς μὲν γὰρ τῶν ὀξέων νοσούντων πτισάνης δέονται, τινὲς δὲ χυλοῦ, τινὲς δὲ οὐδετέρου τούτων ἄχρι κρίσεως. ἕνεκα δὲ σαφηνείας ἐφ᾿ ἑνὸς τῶν ὀξέων ὡς ἐπὶ παραδείγματος ἐγὼ ποιήσομαι τὸν λόγον. προκείσθω δὴ πλευρίτιδος εἰπεῖν θεραπείαν· εἴπερ οὐ πρὸ πολλοῦ χρόνου τοῦ κάμνοντος ἐδηδοκότος, οὐδέπω τῆς κοιλίας ὑποκεχωρηκυίας, ὁ πυρετὸς ἄρξαιτο, μὴ διδόναι τούτῳ ῥόφημα μέχρις ἂν ἡ δοθεῖσα τροφὴ δόξῃ σοι ἐξελθοῦσα τὰ πλεῖστα τῶν ἐντέρων ἐν τοῖς ὑστάτοις αὐτῶν εἶναι. ταύτην τὴν ἀρχὴν τῷ λόγῳ ποιησάμενός τις εἶθ᾿ ἑξῆς ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν ἐπιὼν, ἐπὶ τούτων οὐκ ἂν ἀσαφῆ τὴν διδασκαλίαν ἐργάσαιτο.

Χρέεσθαι δὲ ποτῷ, ἢν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι, χειμῶνος μὲν θερμῷ, θέρους δὲ ψυχρῷ· ἐὰν δὲ πολλὴ δίψα ᾖ, καὶ μελικρήτῳ καὶ ὕδατι.

Διψώδους ὄντος τοῦ κάμνοντος, ἄλλως φυλασσόμενος ὀξύμελι πάνυ πολὺ, διὰ τοῦτο ἐφεξῆς τοῦ τε μελικράτου καὶ τοῦ ὕδατος ἐμνημόνευσεν. ὅσον μὲν γὰρ ἐπὶ τῷ πάθει μᾶλλον ὀξυμέλιτι χρηστέον· εἰ δὲ αὔταρκες αὐτοῦ λαμβάνων ἔτι διψῶν ὁ κάμνων εἴη, μελίκρατον ἐπιδοτέον· εἰ δὲ καὶ μετὰ τοῦτο διψήσει, τὸ ὕδωρ προσενεγκτέον· αὐτὸ γὰρ ἐφ᾿ ἑαυτὸ τὸ ὕδωρ πινόμενον μέμφεται· μαθήσῃ δὲ ἐν τοῖς ἐφεξῆς τὰς αἰτίας, δι᾿ ἃς μέμφεται τὸ ποτὸν τοῦτο κατ᾿ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ὅταν ὁ λόγος αὐτῷ περὶ δυνάμεως ὕδατος γίγνηται. νῦν δὲ ἐπισκεψώμεθα περὶ τοῦ προτεθέντος αὐτῷ ἐν τῷ προκειμένῳ λόγῳ κελεύοντος αὐτοῦ χειμῶνος μὲν χρῆσθαι θερμῷ, θέρους δὲ ψυχρῷ τῷ ὀξυμέλιτι. τοῦτο γὰρ ἡμᾶς ποδηγήσει πρὸς τὴν ἀγωνιστικῶς γιγνομένην ἐπὶ τῶν ὀξέως νοσούντων ὕδατος ψυχροῦ πόσιν, ἣν τελέως δοκεῖ παραλελοιπέναι. καὶ μέμψαιτο μὲν ἄν τις αὐτῷ κατὰ τοῦτο, διδασκαλίας γὰρ ἄξιος ἦν ὁ λόγος, οὐ κατὰ τὸ πάρεργον προσεῤῥίφθαι. ἣν μὲν οὖν γνώμην εἶχε περὶ ψυχροῦ πόσεως ὕδατος ἐκ τοῦ νῦν λόγου κατανοῆσαι δυνατόν· οὗτος γὰρ εἰ ὀξύμελι διψῶσί ποτε δίδωσι ψυχρὸν, εὔδηλον ὅτι καὶ ὕδωρ δώσει. τοῦτο γὰρ εἰ καὶ μὴ ὅλως εἰρήκει περὶ ψυχροῦ πόματος, ἀκόλουθον ἦν αὐτοῦ τοῖς δόγμασι, τὸν μὲν πυρετὸν ἐκπυρουμένης τῆς ἐμφύτου θερμασίας ἡγουμένου γίγνεσθαι, τὰ δ᾿ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν· θερμοῦ δὲ καὶ ξηροῦ τοῦ πυρὸς ὑπάρχοντος καὶ διὰ τοῦτο καὶ τοῦ πυρετοῦ, τὸ ὕδωρ ἐναντιώτατόν ἐστι τῇ φύσει τοῦ πυρετοῦ, ψῦχόν τε καὶ ὑγραῖνον τὸ σῶμα. καὶ τοίνυν καὶ φαίνονται σβεννύμενοι πυρετοὶ ὑπ᾿ αὐτοῦ παραχρῆμα δοθέντος ἐν καιρῷ εἴρηται μὲν οὖν αὐτάρκως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται δὲ καὶ νῦν τό γε κεφάλαιον. ὅταν οὖν ὁ πυρετὸς ᾖ, δυνάμεως οὔσης, οὐ μόνον οὐκ ἂν βλάψῃς τηνικαῦτα δοὺς τὸ ψυχρὸν, ἀλλὰ καὶ μεγάλως ὠφελήσεις. ἡ μὲν δὴ τοιαύτη πόσις τοῦ ψυχροῦ τοσαύτη τὸ πλῆθός ἐστιν, ὅσον ὁ κάμνων αὐτὸς οἷός τ᾿ ᾖ πιεῖν τὸ ψυχρὸν ὕδωρ ἐπισπασάμενος ἀπνευστί· τὸ δ᾿ ὀξύμελι βραχὺ διδόμενον οὐ πλέον ἡμίσεος καθ᾿ ἑκάστην προσφοράν. οὐχ ὁμοίως οὖν ὁ τῆς δόσεως σκοπὸς ἐπὶ τούτου διὰ τὸ σβέννυσθαι βούλεσθαι τὸν πυρετὸν ἀθρόως πινομένου ψυχροῦ μέχρι τοῦ πληρωθῆναι τὸν κάμνοντα. τὸ μὲν γὰρ ὕδωρ οὕτως πινόμενον ἰάσεως ἕνεκα πίνεται, τὸ δὲ ὀξύμελι θέρους ὥρᾳ δίδοται ψυχρὸν ἕνεκα τοῦ μὴ παροξῦναι τὴν δίψαν τοῦ κάμνοντος, ἀλλά τι καὶ συντελεῖν οἷόν τε πρὸς τοὐναντίον. διὰ τοῦτο καὶ πρὶν πεφθῆναι τὴν νόσον ὀξυμέλιτος ψυχροῦ διδόναι φησὶν, ὡς ὥρᾳ θέρους οὐκ ἂν δώσοντες ὕδωρ ψυχρὸν εἰς κόρον ἐν τῇ τοιαύτῃ διαθέσει· πυκνώσει γὰρ τὴν φλεγμονὴν, ὅταν ἐπὶ φλεγμονῇ πυρέττωσιν, ἀπέπτους δὲ ἐργάσεται ψύξει τοὺς χυμοὺς, ὅταν ἐπὶ τούτοις νοσῶσιν. ἀλλὰ τότε μὲν ὀλίγον τὸ ὀξύμελι δίδομεν, ὡς ἐν τῇ κοιλίᾳ πρότερον χλιαρὸν γενησόμενον τοῦ τὴν αὐτοῦ ψύξιν μέχρι τῆς πλευρᾶς ἀναδίδοσθαι· εἰ δὲ καὶ ὀλίγον ἀναδοθῇ, ἀλλ᾿ ὑπὸ τοῦ γε ὀξυμέλιτος ἐπανορθωθήσεται δύναμιν ἔχοντος τμητικήν· ἐναντίον γάρ ἐστι τὸ τέμνον καὶ διεξερχόμενον τῷ πυκνοῦντι καὶ συνάγοντι τὰ σώματα.

Ἔπειτα μέντοι ἢν μὲν ἄλγημά τι ἐνῇ ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ ῥόφημα μήτε πολὺ μήτε παχύ· μετὰ δὲ τὴν ἑβδόμην ἢ ἐνάτην, ἢν ἰσχύῃ.

Ταύτην τὴν ῥῆσιν οἱ ἐμπιπλᾷν τοὺς πάσχοντας τὸν Ἱπποκράτην φάντες (οὕτω γὰρ αὐτοὶ κέχρηνται τῷ ῥήματι) παρελθεῖν μοι δοκοῦσιν, ὥσπερ πάλιν οἱ λιμοκτονεῖν αὐτὸν εἰπόντες ἀνεγνωκέναι μόνην φαίνονται ταύτην. εἰ δέ γε ἀμφοτέραις ἑκάτεροι προσέσχον τὸν νοῦν, ἐμνημόνευόν τε τῶν καλῶς ὑπ᾿ αὐτοῦ λελεγμένων, ὡς φύσιες φυσίων μέγα διαφέρουσιν, ἴσως ἂν ᾐδέσθησαν ἐγκαλεῖν αὐτῷ τὰ ἐναντία, εἰ καὶ μάλιστα τῶν ἄλλων ἐμνημόνευον ὧν ἔδειξε καὶ χωρία χωρίων πάμπολυ διαφέρειν ἐπιδείξας καὶ ὥρας ὡρῶν καὶ ἡλικίας ἡλικιῶν καὶ ἔθη ἐθῶν καὶ τὴν πρὸ τοῦ νοσῆσαι δίαιταν ἑκάστῳ τῶν καμνόντων ἰδίαν γεγονυῖαν. ἐὰν οὖν παραβάλλοις ἀλλήλοις τοὺς ἐναντίως ἔχοντας ἐν ἅπασι τοῖς εἰρημένοις, τὰς ἐν τῇ διαίτῃ μεγίστας διαφορὰς εὑρήσεις, ἃς καταντικρὺ τάξας ἀλλήλαιν, οὕτως ἤδη καὶ τὰς ἐν τῷ μέσῳ παμπόλλας οὔσας ἀκριβῶς θεωρήσεις. λέλεκται μὲν οὖν περὶ τῆς ἐν τούτοις διαφορᾶς τελέως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται δὲ καὶ νῦν τὸ κεφάλαιον αὐτῶν. ὑποκείσθω δή τις φύσει ξηρὸς μὲν τὴν ἕξιν τοῦ σώματος, πυκνὸς δὲ τὴν ἐπιφάνειαν καὶ φλέβας εὐρείας ἔχων καὶ τὴν ζωτικὴν δύναμιν ἰσχυρὸς, εἰθισμένος ἐσθίειν οὐ πολλὰ, νοσεῖν ἐν χειμῶνι μὴ πάνυ ψυ- χρῷ κατὰ χωρίον τοιοῦτον, πρὶν νοσεῖν ἀργότερόν τε καὶ ἀπληστότερον ἐν πολυτρόποις ἐδέσμασι διῃτημένος, ὑπαρχέτω δ᾿ αὐτῷ σὺν τούτοις ἰσχυρὸν τὸ στόμα τῆς γαστρὸς, ὅπερ καὶ στόμαχον ἔνιοι καλοῦσιν. ὁ δ᾿ ὑπ᾿ ἐναντίου τούτῳ διακείμενος ὑγρὸς μὲν καὶ μαλακὸς καὶ τὴν ζωτικὴν δύναμιν ἀσθενὴς καὶ πλείω προσφέρεσθαι σιτία μεμαθηκὼς, νοσεῖν δὲ ἐν θέρει πνιγηρῷ καὶ χωρίῳ τοιούτῳ· συνυποκείσθω δὲ τούτοις καὶ τεταλαιπωρῆσθαι πρὸ τῆς νόσου τὸν ἄνθρωπον ἐν φροντίσι καὶ πράξεσι διηνεκέσιν, ἐδηδοκέναι δὲ παρὰ τὸ ἔθος ὀλίγα λαχανώδη τε καὶ ἄτροφα καὶ τὸ τῆς γαστρὸς στόμα μὴ ἰσχυρὸν, ἀλλ᾿ ἀσθενὲς ἔχειν φύσει. καὶ τούτων οὕτως ἐχόντων ἀμφότεροι τὴν αὐτὴν νόσον ὑποκείσθωσαν νοσεῖν, εἰ βούλει, τὴν ὑφ᾿ Ἱπποκράτους προκεχειρισμένην ὡς ἐν παραδείγματι κατὰ τὸν λόγον τοῦτον πλευρῖτιν. ἆρά σοι δοκεῖ προσήκειν ἕνα κανόνα διαίτης ἐπ᾿ ἀμφοτέρων ὁρίζειν ; ἢ τὸν μὲν δεύτερον εἰρημένον ἀπὸ πρώτης ἡμέρας τρέφειν, τὸν δὲ πρότερον ἄχρι τῆς ἑβδόμης ἐπὶ πομάτων μόνων διαιτᾷν, ὅταν ἐλπίζῃς μὴ προσωτέρω ταύτης ἀφίξεσθαι τὴν νόσον ; ἐγὼ μὲν γάρ σοί φημι, πολυχρονίῳ τῇ πείρᾳ κεκρικὼς ἀμφότερα, βελτίστην οὕτως ἔσεσθαι τὴν δίαιταν, εἰ δ᾿ ὑπαλλάξαις ἐπὶ τἀναντία, τὸν μὲν πρῶτον εἰρημένον ἀπ᾿ ἀρχῆς τρέφειν ἐγχειρῶν, τὸν δὲ δεύτερον ἄχρι τῆς ἑβδόμης φυλάττειν ἀμφοτέρους ἀναιρήσεις πρὸ τετάρτης ἡμέρας, τὸν μὲν ἀποπνίξας τάχιστα, τοῦ δὲ συγκόψας τὴν δύναμιν. πρόσθες οὖν, εἰ βούλει, καὶ τὴν ἡλικίαν ἐναντίαν ἑκατέρῳ, τεσσαρακοντούτην μὲν ὑποθέμενος εἶναι τὸν πρότερον, παῖδα δὲ τὸν δεύτερον· οὕτως γὰρ ἔτι καὶ μᾶλλον ἐπειχθήσεται πρὸς τὸν ὄλεθρον ἑκάτερος αὐτῶν. ἀλλὰ ταῦτά γε πάντα τὰ νῦν εἰρημένα πρὸς ἕνα σκοπὸν ἀναφέρεται τὸν ὑφ᾿ Ἱπποκράτους ἑνὶ ῥήματι δηλωθέντα. τί γάρ φησι ; διδόναι τὸ ῥόφημα μετὰ τὴν ἑβδόμην, ἢν ἰσχύῃ. ῥῆμα γάρ ἐστιν ἓν, εὑρίσκεται δὲ ἐξ ὧν εἶπον ἄρτι συμπάντων· εἰ γὰρ ἰσχύει μέχρι τῆς ἑβδόμης ἡμέρας ἐπ᾿ ὀξυμέλιτί τε καὶ μελικράτῳ καὶ ὕδατι διαιτώμενος ἐξαρκέσαι δι᾿ ὧν εἶπον ἁπάντων, ἐλευθερωθήσεταί τε καὶ ὑγιασθήσεται· ὡς εἴ γε τὰ μὲν αὐτῶν παρείη, τὰ δὲ ἀπείη, τὴν δύναμιν τῶν παρόντων τῇ δυνάμει τῶν ἀπόντων ἀντιπαραβάλλων εἴσῃ πόσαις ἡμέραις ὁ κάμνων ἐξαρκέσαι δυνήσεται τῷ τοιῷδε τῆς διαίτης εἴδει. ταῦτ᾿ οὖν ἀποδεδειγμένα κατὰ τὴν ἡμετέραν πραγματείαν εἰ μὲν ἀνέγνωκας, ἀναμνήσθητι νῦν· εἰ δ᾿ οὐκ ἀνέγνωκας, ἐπ᾿ ἐκεῖνα μετάβηθι πρότερον, εἰ βούλει τὴν ἀλήθειαν τῆς Ἱπποκράτους γνώμης κατανοῆσαι. πάντα γὰρ ὑφ᾿ ἡμῶν εἴρηται κατὰ πάσας τὰς πραγματείας, ἑπομένων αὐτοῦ τοῖς δόγμασιν ἀληθεστάτοις οὖσιν. ἀλλὰ γὰρ οὐχ οἷόν τέ ἐστιν ἄνθρωπον ἕνα τὴν προσήκουσαν διδάξαι τε μέθοδον καὶ τὰ κατὰ μέρος ἐν αὐτῇ ἅπαντα. διὸ μηδὲ παρ᾿ Ἱπποκράτους ἀκούειν ἅπαντα τὰ κατὰ μέρος ἀξιώσῃς, ἀλλὰ μᾶλλον μέμφου τοῖς δέον ἐργάζεσθαι τὰ καλῶς ὑπ᾿ αὐτοῦ διδαχθέντα, διὰ φιλοδοξίαν ἑτέραν αἵρεσιν συνισταμένοις. ἀλλ᾿ ἡμεῖς τιμῶντες ἀλήθειαν ἔν τε τοῖς ἄλλοις ἅπασιν ἐπαινοῦμεν Ἱπποκράτην κᾀν τῷ τὸν οἰκεῖον ἑκάστῳ πράγματι διδάξαι σκοπὸν, ὡς διὰ παντὸς ἀποβλέποντά τινα πρὸς αὐτὸν ὡρισμένην ἔχειν τὴν ὁδὸν τῆς εὑρέσεως τῶν βοηθημάτων. οὕτω γοῦν καὶ τοῦ τροφὴν προσφέρεσθαι σκοπὸν ἕνα κοινὸν ἐπὶ πάντων ἐδείξαμεν, ὑγιαινόντων τε καὶ νοσούντων. ἔστι δ᾿ οὗτος ἡ φυλακὴ τῆς ζωτικῆς δυνάμεως, ἣν νῦν ἐνεδείξατο σαφῶς εἰπὼν, ἢν ἰσχύῃ. διὰ ταύτην γάρ τοι τὴν δύναμιν ἐσθίομέν τε καὶ πίνομεν ὑγιαίνοντες, ἅπαντά τε τἄλλα πράττομεν ὅσα διαφέρει πρὸς τὴν ζωήν· διὰ δὲ τὴν αὐτὴν ταύτην καὶ νοσοῦντες ἐπὶ τροφὴν καὶ πόμα παραγινόμεθα. τὸ μὲν γὰρ νόσημα αὐτὸ τῆς ἑαυτοῦ διαθέσεως ἐνδείκνυται τὰ βοηθήματα, φλεβοτομίαν καὶ κλύσμα καὶ κατάπλασμα καὶ κάθαρσιν ὀξύμελί τε καὶ μελίκρατον, ἕκαστόν τε τῶν ἄλλων· ἡ δὲ τῆς δυνάμεως φυλακὴ μόνην τὴν τροφὴν ἐνδείκνυται. εἰ μὲν οὖν μηδὲν ἔβλαπτε μηδέποτε τὴν νοσώδη διάθεσιν ἡ τροφὴ, πρὸς μόνην ἂν ἀποβλέποντες τὴν δύναμιν ὡς ἐπὶ τῶν ὑγιαινόντων ἐτρέφομεν τοὺς νοσοῦντας· ἐπεὶ δὲ βλάπτει πολλάκις, ὡς ἐδείξαμεν, ἐπισκοπούμεθα διὰ τοῦτο τῆς νόσου τὴν διάθεσιν, οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν τροφὴν, ἀλλ᾿ ὡς κωλύουσαν. ὅταν οὖν μὴ κωλύῃ κελεύῃ τε ἡ δύναμις, τηνικαῦτα τρέφομεν. οὐδέποτε γὰρ ἡ τροφὴ κατὰ τὸν ἑαυτῆς λόγον ὀνίνησι τὴν νοσώδη διάθεσιν. εἶπον δὲ τοῦτο διότι πολλάκις ὕλη μία καὶ τροφῆς καὶ φαρμάκου δύναμιν ἔχει, καθάπερ ἡ τῆς πτισάνης· καθ᾿ ὅσον μὲν γὰρ ῥώννυσι τὴν δύναμιν, ὡς τροφὴ τοῦτο ἐργάζεσθαι πέφυκεν· ἐπεὶ δὲ καὶ τέμνει καὶ ὑγραίνει τὰ τῆς ἀναπτύσεως δεόμενα, φαρμάκου λόγον ἔχει κατὰ τοῦτο. χόνδρος μὲν οὖν τροφὴ μόνον ἐστὶ πλευριτικοῦ, ὀξύμελι δὲ φάρμακον· ἀμφοτέρων δὲ ἡ πτισάνη καὶ τὴν δύναμιν ἔχει καὶ τὴν χρείαν παρέχει τοῖς κάμνουσιν, ἀλλ᾿ ὡς μὲν τροφὴ φυλακῆς ἕνεκα τῆς δυνάμεως, ὡς φάρμακον δὲ λύσεως ἕνεκα τῆς νόσου προσφέρεται. ὅταν οὖν ἡ δύναμις ἐξαρκῇ μέχρι τῆς τοῦ νοσήματος κρίσεως, ἄνευ τοῦ ῥοφῆσαι πτισάνην ὀξύμελι καὶ μελίκρατον ἀρκεῖ· τὸ μὲν ὀξύμελι φαρμάκου μόνον δύναμιν ἔχον, τὸ μελίκρατον δὲ καὶ τροφῆς ὀλίγης τε καὶ ἀσθενοῦς. ἐὰν μὲν οὖν θᾶττον τῆς ἑβδόμης ἡμέρας ἐλπίζεις ἔσεσθαι τὴν κρίσιν, οἷον εἰ τύχοι περὶ τετάρτην ἢ πέμπτην, πολλοὺς τῶν καμνόντων εὑρήσεις ἐξαρκέσαι δυναμένους ἄνευ τοῦ ῥοφῆναι πτισάνην· ἐὰν δὲ εἰς τὴν ἑβδόμην ἐκτείνηται, παντάπασιν ὀλίγους, ὅσοι τήν τε δύναμιν ἰσχυρὰν ἔχουσι καὶ τὴν τοῦ σώματος ἕξιν σκληρὰν καὶ δυσδιάπνευστον καὶ τοὺς χυμοὺς παχεῖς ἢ γλίσχρους, τό τε περιέχον μὴ εἴη θερμόν. εἰ μὲν γὰρ μηδὲν ἀπέῤῥει τοῦ σώματος ἡμῶν, οὐκ ἂν ἐδεόμεθα τροφῆς ἐπεὶ δὲ ἀποῤῥεῖ, κατὰ τὴν ἀναλογίαν τοῦδε καὶ τὸ τῆς τροφῆς ποσὸν ὁριούμεθα. τοῖς οὖν ὀλίγον διαπνεομένοις ἐγχωρεῖ ἄκραν ἀσιτίαν συμβουλεύειν, ἔτι δὲ μᾶλλον πρὸς τοῦτο ἐὰν καὶ τὴν δύναμιν ἐξ ἀρχῆς ἔχωσιν ἰσχυράν· ὡς ἥ γε ἀσθενὴς ὥσπερ ἐπὶ τῶν γερόντων ἔχει, εἰ καὶ ὀλίγον διαπνέεται τὸ σῶμα, ταχέως κάμνει· διὸ καὶ μικρὸν ἔμπροσθεν ἐμνημόνευσα τῶν ἔτη τεσσαράκοντα γεγονότων, οὐ τῶν ἑβδομήκοντα.

Ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι, ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς.

Πάλιν καλῶς κᾀνταῦθα τὴν μέν ἔνδειξιν τοῦ βοηθήματος ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως ἔλαβε, συνεπεσκέψατο δὲ τὴν δύναμιν οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν χρῆσιν τοῦ βοηθήματος, ἀλλ᾿ ὡς ἀντενδεικνυμένην, ἐνίοτε δὲ καὶ κωλύουσαν. οὐ γὰρ ὅτι τὴν δύναμιν ἰσχυρὸς ὁ κάμνων, διὰ τοῦτο δεῖται κλύσματος, ἀλλ᾿ ἡ τοῦ κλύσματος ἔνδειξις ἐκ τῆς κατὰ τὴν γαστέρα διαθέσεως. ἡ δύναμις δὲ ἰσχυρὰ μὲν ὑπάρχουσα συγχωρεῖ κενοῦν, ἄῤῥωστος δὲ οὖσα κωλύει. πρόσεχε δὲ πάλιν αὐτοῦ τῷ ἔθει ποτὲ μὲν τῆς δυνάμεως μόνης ἐπὶ τῶν τοιούτων μνημονεύοντος, ὥσπερ ἐπὶ τῆς προγεγραμμένης ῥήσεως, ποτὲ δὲ καὶ τὴν ἡλικίαν προστιθέντος· κυριώτατος μὲν γὰρ ὁ τῆς δυνάμεως σκοπὸς, εἰς δὲ τὴν διάγνωσιν αὐτοῦ καὶ ἡ τῆς ἡλικίας γνῶσις συντελεῖ, ταχέως μὲν ἐπὶ τῶν παίδων καμνούσης τῆς δυνάμεως διὰ τὸ τῆς ἀποῤῥοίας πλῆθος, ἐπαρκούσης δὲ ἐπὶ πλέον ἐν τοῖς ἀκμάζουσιν. ἀλλ᾿ ὥσπερ ἐπὶ τῶν παίδων ἡ τοῦ σώματος οὐσία μαλακή τε οὖσα καὶ ὑγρὰ διαφορουμένη αἰτία γίγνεται τοῦ καταλύεσθαι τὴν δύναμιν, οὕτως καὶ ἐπὶ τῶν χωρίων ἔχει καὶ ὡρῶν. καὶ γὰρ τούτων αἱ θερμαὶ ταχέως τε καὶ εὐθέως καταλύουσι τὴν δύναμιν τῷ πλήθει τῆς κενώσεως. εἰκότως οὖν ἐνίοτε ἐπὶ μόνης τῆς δυνάμεως ὁ Ἱπποκράτης ποιεῖται τὴν διδασκαλίαν τῶν τοιούτων διορισμῶν, ἐνίοτε δὲ καὶ τῶν ἄλλων τι προστίθησι συναναμιμνήσκων αὐτοῖς καὶ τὰ λοιπά.

Καιρὸν δὲ τῆς δόσιος τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάττεσθαι κατ᾿ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νοσήματος. ὅταν μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν χρὴ τοῦ ῥοφήματος τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι· ὅταν δὲ ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας, τότε διδόναι· καὶ νομίζειν μέγα δύνασθαι τὸν καιρὸν ἐν ἁπάσῃσι τῇσι νούσοισι, οὐχ ἥκιστα δ᾿ ἐν τῇσιν ὀξείῃσιν, μάλιστα δ᾿ ἐν τοῖσι μᾶλλον πυρετώδεσι καὶ ἐπικινδυνοτάτοισιν.

Ὥσπερ ἔφην ἔνα μὲν ὑπάρχειν σκοπὸν τῆς τροφῆς, τὴν φυλακὴν τῆς δυνάμεως, ἀναγκαῖον δὲ εἶναι συνεπισκοπεῖσθαι καὶ τοῦ νοσήματος τὴν διάθεσιν· οὕτω καὶ αὐτοῦ τοῦ καιροῦ τῆς προσφορᾶς ἡ εὕρεσις ἐκ τοῦ μὴ κωλύειν τὴν νόσον γίνεται. ὅσον μὲν γὰρ ἐπὶ τῷ πρώτῳ σκοπῷ τῆς δυνάμεως ἡ χρεία τῆς τροφῆς ἐνίοτε καὶ κατὰ τὴν ἀρχὴν τῶν ὑγιαινόντων παροξυσμῶν ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ὁπότε πρῶτον ἐπὶ τῶν φυσικῶς γιγνομένων κενώσεων ἐγγύς ἐστί τις τοῦ κάμνειν, ἀναλήψεως αὐτῷ χρεία. ἐπεὶ δ᾿ ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἀναβάσεσι τῶν παροξυσμῶν ἡ προσενεχθεῖσα τροφὴ βλάπτειν πέφυκε μεγάλα, διὰ τοῦτ᾿ ἀναβαλλόμεθα τὴν δόσιν αὐτῆς, καίτοι τοῦ σώματος ἤδη δεομένου. τίς οὖν ἄριστος καιρὸς τροφῆς ἐπὶ τῶν νοσούντων; ἐν ᾧ δῆλον μετριώτατα διάκειται τὰ κατὰ τὸν θώρακα καὶ τὴν γαστέρα. τίς δὲ χείριστος; ἐν ᾧ χείριστα διάκειται ταῦτα. πότε γοῦν ἔχει χείριστα; κατὰ τὰς ἀρχὰς τῶν παροξυσμῶν. πότε δὲ μετριώτατα; κατὰ τὰς παρακμάς. εὔδηλον οὖν ὅτι καιρὸς τροφῆς ἐστιν ἄριστος ἐν ταῖς παρακμαῖς τῶν νοσούντων. ἡ μὲν οὖν ἀρχὴ τῶν παροξυσμῶν γίγνεται συνελθόντος εἰς τὴν καρδίαν τε καὶ τὸν θώρακα ἐξ ὅλου τοῦ σώματος τοῦ θερμοῦ παντός· ἡ δ᾿ ἐπίδοσις ἐκτεινομένου κατὰ βραχὺ πρὸς τὰ πέρατα τοῦ σώματος· ἡ δ᾿ ἀκμὴ δι᾿ ὅλου τοῦ σώματος ὁμαλῶς ἐκτεινομένου· παρακμὴ δ᾿ ἔμπαλιν τῇ ἀρχῇ διαπνεομένης γε τῆς θερμασίας γίγνεται καὶ τὰ μέσα τοῦ σώματος ἀπολειπούσης, ὅπερ ἐδήλωσε δι᾿ ἑνὸς ῥήματος εἰπών· ὅταν ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας. οὐ γὰρ ταὐτόν ἐστι τὸ θερμοὺς ἐκ ψυχρῶν γενέσθαι τοὺς πόδας καὶ καταβῆναι τὴν θερμασίαν εἰς αὐτούς. τὸ μὲν γὰρ καταβῆναι τὴν μετάστασιν δηλοῖ τῆς θερμασίας ἐξ ἑτέρου μέρους εἰς ἄλλο μέρος·, τὸ δὲ θερμανθῆναι τοὺς πόδας ἐγχωρεῖ γενέσθαι καὶ μενούσης ἐν τοῖς μέσοις τῆς θερμασίας, ὅπερ ἐπὶ τῆς ἀκμῆς συμβαίνει.

Χρῆσθαι δὲ πρῶτον μάλιστα μὲν χυλῷ, ἔπειτα δὲ πτισάνῃ, κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβῶς θεωρῶν.

Προειρηκὼς ὁπότε μέν ἐπὶ τῷ ποτῷ μόνῳ χρὴ διαιτᾷν τοὺς κάμνοντας, ὁπότε δὲ ἐπὶ πτισάνῃ, νῦν διορίζει πότε μόνῳ χυλῷ χρηστέον ἐστὶ καὶ πότε αὐτῇ τῇ πτισάνῃ. σύντομος δὲ καὶ σαφὴς ὁ διορισμός. ὅταν γὰρ οἷς εἶπε τεκμηρίοις προσέχων, εὑρήσεις τινὰ τῶν καμνόντων δύνασθαι χρῆσθαι πτισάνῃ τὴν ἀρχὴν ἀπὸ τοῦ χυλοῦ ποιησάμενος, οὕτως ἐπ᾿ αὐτὴν μεταβήσῃ κατὰ βραχύ· λέγω δὲ κατὰ βραχὺ, πρῶτον μὲν αὐτῷ μόνῳ τῷ χυλῷ χρησάμενος, εἶτα τούτου μὲν δοὺς πλείονος, ὀλίγον δὲ τῆς πτισάνης, εἶτ᾿ ἴσον ἑκατέρου, κᾄπειτα τῆς πτισάνης πλεῖον, εἶτα μόνην αὐτὴν· ἐπιστάμενος εἰς μὲν τὴν θρέψιν τοῦ σώματος καὶ ῥῶσιν τῆς δυνάμεως τὴν πτισάνην πλεονεκτεῖν, εἰς δὲ τὸ πεφθῆναί τε καὶ κατεργασθῆναι ῥᾳδίως τὸν χυλόν. ὅταν οὖν βλέπῃς προχωροῦσαν ἐπὶ τὰ βελτίω τὴν τε πρὸς τοῦ νοσήματος διάθεσιν καὶ τὴν τῆς δυνάμεως ἰσχὺν, αὔξανε καὶ οὐ τὴν προσφορὰν τῆς πτισάνης.

ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΥΠΟΜΗΜΑ Β.Ὀδύνη δὲ πλευροῦ ἤν τε κατ᾿ ἀρχὰς γένηται ἤν τε ὕστερον, θερμάσμασι μὲν τὸ πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην.

Ὅπερ εἴρηταί μοι πολλάκις ἄμεινον ἀναμνῆσαι καὶ νῦν, ὡς ἡ μὲν ἐξήγησις ἐπὶ τῶν ἀσαφῶν γίγνεται λέξεων, οὐ μὴν οἵ γε ἐξηγηταὶ τοῦτο μόνον ἐν τοῖς ὑπομνήμασι πράττουσιν, ἀλλὰ καὶ κατασκευάζουσι τὰ λεγόμενα διὰ τῶν συγγραμμάτων, εἰς ἃ τὰς ἐξηγήσεις ποιοῦνται. δι᾿ οὖν τοῦτο τὸ ἔθος ἀναγκάζομαι κᾀγὼ συναγορεύειν οἷς οὐκ ἀρέσκομαι, προσαποφαίνεσθαί τε τοῖς ἐξηγήσεως δεομένοις ὡς τὰ πολλὰ καὶ τὴν ἐμὴν γνώμην· οὐ μὴν τὰς ἀποδείξεις γράφω τῶν ἀληθῶν μοι δοξάντων εἶναι, κατὰ τὰ τοιαῦτα ὑπομνήματα, γέγραπται γὰρ ὑπὲρ τούτων ἰδίᾳ καθ᾿ ἕκαστον· ἀλλὰ τὰ κεφάλαια μόνα τῶν ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις ἀναμιμνήσκω, καθάπερ καὶ νῦν ἐπὶ τῆς ὀδύνης ποιήσω. περὶ οὖν ὀδύνης γενέσεως εἴρηται μέν μοι κᾀν τῷ καθ᾿ Ἱπποκράτην στοιχείων περὶ τῶν, εἴρηται δὲ κᾀν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὡς ἐν τοῖς αἰσθητικοῖς σώμασιν ἡ ὀδύνη γίγνεται μεταβολὴν ἀθρόαν εἰς τὸ παρὰ φύσιν λαμβάνουσι, καὶ ὡς ἔστιν ἡ μεταβολὴ διττὴ, ποτὲ μὲν ἀλλοιουμένων αὐτῶν ἀθρόως τε καὶ βιαίως κατὰ ποιότητα, ποτὲ δὲ τῆς συνεχείας λυομένης. ἀλλοιοῦται μὲν οὖν ἀθρόως κατὰ τὰς δραστικὰς ποιότητας θερμαινόμενα καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, διαφθείρεται δ᾿ αὐτῶν ἡ συνέχεια τεινομένων σφοδρῶς ἢ θλιβομένων. οὕτως οὖν καὶ τῆς πλευρᾶς ὀδύνη γίγνεται κατὰ τὰ πλευριτικὰ πάθη, περὶ ὧν ὁ λόγος ἦν αὐτῷ, τῆς ἐν τούτοις τοῖς χωρίοις φλεγμονῆς καὶ τῷ πλήθει τῆς παρὰ φύσιν θερμασίας ἀνιώσης τὰ μόρια κατὰ δυσκρασίαν καὶ τῇ πληρώσει δὲ τεινούσης τὰ φλεγμαίνοντα σώματα. πρώτης οὖν ἀξιοῖ βοηθείας εἰς τὴν τῆς ὀδύνης ἴασιν ἢ παρηγορίαν ἀποπειραθῆναι τῆς διὰ τῶν θερμασμάτων· ταῦτα γὰρ εἴωθεν ἀραιόν τε τὸ δέρμα πρὸς τὰς διαπνοὰς ἐργάζεσθαι καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν. εἰ μὲν οὖν ταῦτα πραχθείη, κενωθήσεταί τι τοῦ αἵματος ἧττόν τε διατεινόμενα τὰ πεπονθότα μόρια πρὸς τοῦ λοιποῦ πρᾳότερον ὀδυνήσεται· μὴ γιγνομένου δὲ ἐλάττονος τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος ἢ καὶ πνεύματος ἀτμώδους ἐκ τῆς θερμασίας γεννηθέντος αὐξάνεσθαι συμβαίνει τὴν ὀδύνην. οὐ γίγνεται δὲ ἔλαττον τὸ αἷμα διὰ τὴν ἐν τῷ παντὶ σώματι περιουσίαν τῶν χυμῶν· ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον ἢ διαφορεῖται, φύσιν ἐχόντων τῶν θερμαινόντων ὥσπερ διαφορεῖν τὸ περιεχόμενον οἶς ἂν πλησιάζῃ μορίοις, οὕτως ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. ὅταν οὖν τὰ θερμάσματα μὴ λύῃ τὴν ὀδύνην, προκενωτέον ἐστί σοι τὸ πᾶν σῶμα διὰ κενώσεως· ἀξιόλογος δὲ κένωσις ἐπὶ τῶν ὀξέως νοσούντων ἥ τε διὰ τῆς γαστρὸς καὶ ἡ διὰ τῆς φλεβοτομίας, ὧν τὴν ἑτέραν ἀξιοῖ παραλαμβάνειν ὁ Ἱπποκράτης, διδάσκων σκοποὺς τῆς μᾶλλον ὠφελῆσαι δυναμένης. τὸ μὲν οὖν κεφάλαιον τοῦ προκειμένου λόγου τοῦτό ἐστι, τῶν δὲ κατὰ μέρος αὐτῷ λεγομένων ὅσα μὴ σαφῆ τοῖς πολλοῖς ἐστι διὰ τῶν ἐφεξῆς δηγήσομαι· τοῖς πολλοῖς δὲ εἶπον, ἐπειδὴ τοῖς προγεγυμνασμένοις ἀκούειν λέξεως παλαιᾶς ὀλίγα παντάπασιν ἀσαφῆ γίνεται. ἀλλ᾿ οὐ στοχαζόμεθα τούτων μόνον ἐν τοῖς ὑπομνήμασι.

Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ ἢ ἐν κύστει ἢ ἐν χαλκῷ ἀγγείῳ ἢ ἐν ὀστρακίνῳ.

Θερμάσματα δηλονότι καλεῖ τὰ θερμαίνοντα τὸ σῶμα καθ᾿ ὁντιναοῦν τρόπον· ἔστιν οὖν αὐτῶν ἔνια μὲν ὑγρὰ τελέως, ἔνια δὲ ξηρὰ, τινὰ δὲ ἔξ ἀμφοῖν μικτά· δακνώδη δὲ ἄλλα ἢ ἄδηκτα καί τινα τρίτα κᾀνταῦθα σύμμικτα. τὸ μὲν οὖν πρῶτον εἶδος αὐτῶν ὃ κατὰ τὴν ῥῆσιν ἔγραψεν ἄδηκτόν τέ ἐστι καὶ ὑγρὸν, τὸ δὲ δεύτερον μικτὸν ἔξ ἀμφοτέρων, ξηροῦ τε καὶ ὑγροῦ δακνώδους τε καὶ ἀδήκτου· τὸ δὲ τρίτον ξηρὸν μὲν, ἀλλ᾿ ἤτοι δακνῶδες ἢ ἄδηκτον· εἰ δὲ καὶ τὰς διαθέσεις αὐτὸς εἰρήκει τὰς ἑκάστου τῶν εἰρημένων δεομένας, τοσούτῳ βελτίων ἂν ἦν ὁ λόγος, ὅσῳ καὶ ὠφελιμώτερος τοῖς ἀναγινώσκουσιν· ἐπεὶ δ᾿ οὐκ εἶπεν, ἦν μὲν οὐδ᾿ ἡμῖν ἀναγκαῖον ἀλλοτρίαν διδασκαλίαν σαφηνίζουσιν, οὐκ ἰδίαν διερχομένοις. ἐπεὶ δ᾿ ἔμπαλιν τοῖς ἄλλοις ἐξηγηταῖς ἔχει τοὐμὸν (ἐκεῖνοι μὲν γὰρ ἐπισπείρουσιν ταῖς ἐξηγήσεσι τὰ σοφιστικὰ ζητήματα, μηδὲν εἰς τὸ τέλος τῆς τέχνης ὠφελοῦντα τοὺς μανθάνοντας· ἐγὼ δ᾿ ἀεὶ πειρῶμαι τὰ χρησιμώτατα διεξέρχεσθαι) διὰ τοῦτο καὶ νῦν οὐκ ὀκνήσω προσθεῖναι τῇ τοῦ Ἱπποκράτους διδασκαλίᾳ τὰ παραλελειμμένα μὲν ὑπ᾿ αὐτοῦ, τῇ δ᾿ ὅλῃ γνώμῃ καὶ τοῖς δόγμασι καὶ τοῖς καθόλου παραγγέλμασιν ἑπόμενα. πυρία μὲν οὖν πᾶσα καθ᾿ ὅντινα λόγον ὀνίνησι πολλάκις ὀδύνας ἔμπροσθεν εἴρηται· λέλεκται δὲ καὶ περὶ τῶν οὐδὲν ὠφελουμένων ὑπὸ πυρίας ὀδυνῶν, εἰ μὴ προκενωθείη τὸ πᾶν σῶμα. κοινῶν δ᾿ ὄντων τούτων ἁπάσαις πυρίαις, αἱ μὲν ὑγραὶ φλεγμοναῖς ἁρμόζουσιν ὑπὸ χολωδεστέρων ὑγρῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ λεπτοῦ καὶ ὑδατώδους αἵματος· ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα εἶναι. κατὰ τοῦτον οὖν τὸν σκοπὸν αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν ἁρμόττουσι χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς παχέσι καὶ γλίσχροις· ὥστε καὶ σὺ πειρῶ στοχάζεσθαι τίς ἐστιν ὁ κατὰ τὸ φλεγμαῖνον μέρος ἐπικρατῶν χυμὸς ἐξ ὧν εἶπον ὁρμώμενος ἡλικίας τε τοῦ κάμνοντος καὶ φυσικῆς κράσεως ὥρας τε καὶ χώρας καὶ τοῦ προηγουμένου βίου. φαινομένης δέ σοι τῆς φλεγμονῆς κᾀκ τῶν συμβεβηκότων αὐτῇ κατά τε χροιὰν καὶ μέγεθος ἀντιτυπίαν τε καὶ μαλακότητα, πλευρῖτιν δὲ καὶ περιπνευμονίαν θεραπεύων, κᾀκ τῶν ἀναπτυομένων, στοχαστικῆς δὲ οὔσης, οὐκ ἐπιστημονικῆς οὐδὲ βεβαίας, τῆς εἰρημένης ἁπάσης διαγνώσεως, καὶ μάλισθ᾿ ὅταν ἐν τῷ βάθει τοῦ σώματος ᾖ τὸ τὴν ὀδύνην ἔχον μόριον, ἄρξαι μὲν ἀπὸ τῶν δοξάντων σοι μᾶλλον ἑτέρων ὠφελήσειν, ἐὰν δὲ μηδὲν ἀνύσῃ, κᾀπὶ τἄλλα μετάβαινε, μὴ παυσαμένης δὲ τῆς ὀδύνης ἐπὶ τὴν τοῦ παντὸς σώματος ἀφικνοῦ κένωσιν. φαίνεται τοιγαροῦν ὁ Ἱπποκράτης ἀπὸ τῆς ἀκινδυνοτάτης ἀρξάμενος πυρίας, ἥτις ἐστὶν ἀδηκτοτάτη τε καὶ ὑγρά· κᾂν γὰρ ὠφελήσῃ μηδὲν, ἀλλ᾿ οὐ βλάψει γε μεγάλως· αἱ δὲ δι᾿ ὄξους ἢ ὀρόβων ἢ ἁλῶν, ἐὰν μὴ τύχωσιν ἐπιτηδείας διαθέσεως, οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ μεγάλως παροξύνουσι δραστήριον ἔχουσαι δύναμιν.

Προϋποτιθέναι δὲ χρὴ μαλθακόν τι πρὸς τὴν πλευρὴν προσηνείης ἕνεκεν.

Ἐπειδὴ τὸ ὕδωρ ἐν ἀσκῷ ἢ κύστει ἢ ἀγγείῳ χαλκῷ ἢ ὀστρακίνῳ προσφέρειν ἠξίωσε ταῖς πλευραῖς, ὅπως ἄθλιπτός τε ᾖ καὶ τελέως ἄλυπος ἡ τῶν προσφερομένων ὁμιλία, μαλακόν τι προϋποτιθέναι κελεύει κατὰ τῶν πλευρῶν ἐπιβάλλοντας. ἔριον δ᾿ ἂν εἴη τοῦτο τὸ μαλακὸν ἢ τὸ πολύπτυχον ἱμάτιον ἢ καί τι τῶν ἁπαλῶν ὑπαρχόντων. μικρὸν γοῦν ἐφεξῆς τῆς διὰ τοῦ σπόγγου πυριάσεως μνημονεύων οὐδὲν ἀξιοῖ προϋποτιθέναι.

Ἀγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς μέγας, ἐξ ὕδατος θερμοῦ ἐκπεπιεσμένος προστίθεσθαι. περιστέγειν δὲ ἱματίῳ τὴν θάλψιν χρή· πλείω τε γὰρ χρόνον ἂν διαρκέσει καὶ παραμενεῖ, καὶ ἅμα ὡς μὴ ἡ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ κάμνοντος φέρηται, ἢν μὴ ἄρα δοκέῃ καὶ τοῦτο χρήσιμον πρός τι εἷναι· ἔστι γὰρ ὅτε δεῖ πρός τι.

Τὰ μὲν ἄλλα τῆς ῥήσεως δῆλα, περὶ δὲ τῆς ἀτμίδος εἰπεῖν χρὴ, πολὺ τὸ ἀσῶδες καὶ ἀνιαρὸν ἐχούσης, παροξυνούσης τε τὴν δύσπνοιαν αὐξήσει τῆς θερμασίας καὶ τὴν κατὰ τὸν πνεύμονα στενοχωρίαν, ἣν ἐκ τῆς ὑγρᾶς ἀτμίδος πληρούμενος ἴσχει. μόναις οὖν ταῖς ξηραῖς καὶ ἀπτύστοις πλευρίτισιν ἐπιτήδειός ἐστιν ἡ τῆς ἀτμίδος εἰσπνοὴ πλέον ἔχουσα τοῦ βλαβεροῦ τὸ ὠφέλιμον. ἐνταῦθα μὲν οὖν ἐπιγέγραπται τὸ πρῶτον εἶδος τῆς πυριάσεως, ἐφεξῆς δὲ ἐπὶ τὸ δεύτερον μεταβαίνων ἐρεῖ·

Ἔτι δὲ καὶ κριθαὶ ἢ καὶ ὄροβοι ἐν ὄξει κεκραμένῳ σμικρῷ ὀξύτερον ἢ ὡς ἂν πίῃ τις διέντα καὶ ἀναζέσαντα εἰς μαρσύππιά τε ἀποῤῥάψαντα προστιθέναι καὶ πίτυρα τὸν αὐτὸν τρόπον.

Καὶ κριθὰς καὶ ὀρόβους οὐχ ὁλόκληρα τὰ σπέρματα κελεύει δι᾿ ὄξους καὶ ὕδατος ἑψεῖν, ἀλλὰ κόψαντας πρότερον· δῆλον δὲ κᾀκ τοῦ λέγειν διέντα, καὶ ἄλλως δ᾿ ἄν τις ἔξ αὐτοῦ τοῦ πράγματος διδαχθείη τοῦτο βούλεσθαι τὸν Ἱπποκράτην. καὶ γὰρ οὖν προσηνέστερον οὕτως ἔσται τὸ πυρίαμα καὶ δραστικώτερον· ἀμέλει καὶ πίτυρα κατὰ τὸν αὐτὸν δὴ τρόπον σκευάζειν κελεύει. δραστικωτέρα δὲ τῆς πρόσθεν ἡ τοιαύτη πυρία τῇ τοῦ ὄξους γίνεται δυνάμει· εἰ δὲ δι᾿ ὀρόβων σκευάζοιτο, καὶ οὗτοι συντελοῦσιν οὐ σμικρὸν, ἱκανὴ γὰρ ἡ δύναμις αὐτῶν τέμνειν καὶ κατεργάζεσθαι καὶ διαφορῆσαι πάχος χυμῶν. διὸ καὶ παραληπτέον τὰς τοιαύτας πυρίας, ἐφ᾿ ὧν ὑπονοοῦμεν παχεῖς ἢ γλίσχρους χυμοὺς ἠθροῖσθαι κατὰ τὸ φλεγμαῖνον μόριον· ἔσται δέ σοι δῆλον τοῦτο ἔκ τε τῆς προηγησαμένης διαίτης, εἰ τοιούτων χυμῶν εἴη γεννητικὴ, κᾀκ τῆς τοῦ κάμνοντος κράσεως ὥρας τε καὶ χώρας καὶ ἡλικίας, ἔτι δὲ κᾀκ τοῦ τὰς πρᾳείας πυρίας, ὧν πρῶτον ἐμνημόνευσε, μηδὲν ἠνυκέναι. διορισαμένῳ γάρ σοι περὶ τοῦ κατὰ πᾶν τὸ σῶμα πλήθους, ὅταν μὴ φαίνηται μὲν τὰ τούτου γνωρίσματα, τὰ δὲ ἐπιεικῆ θερμάσματα μηδὲν ἀνύει, πάχος ἐστὶ χυμῶν εἰς ἀτμοὺς καὶ πνεῦμα φυσῶδες λυόμενον, ὃ διέξοδον οὐκ ἔχον ἀνιᾷ. καὶ τοῦτ᾿ οὖν αὐτὸ καὶ τοὺς γεννῶντας αὐτὸ χυμοὺς αἱ εἰρημέναι πυρίαι διαλύουσι καὶ μάλιστα ἡ διὰ τῶν ὀρόβων. ἀλλὰ καὶ περὶ τῆς ἐμμέτρου κράσεως τοῦ ὄξους πρὸς τὸ ὕδωρ ἐμνημόνευσε σαφέστατά τε ἅμα καὶ κάλλιστα διελθὼν τὸν λόγον· οὕτω γὰρ αὐτὸ κεκρᾶσθαί φησι δεῖν, ὡς εἶναι μικρῷ ὀξύτερον ἢ ὡς ἂν πίῃ τις, ὅπως ἀποχωρήσῃ μὲν τοῦ δριμυτέρου διὰ τὸ δακνῶδες, ἀποστῇ δὲ καὶ τοῦ ὑδατωδεστέρου διὰ τὸ ἄπρακτον. ὅσον μὲν οὖν ἐπὶ τῷ τομῆς δεῖσθαι καὶ διαφορήσεως τοὺς παχυτέρους τε καὶ γλισχροτέρους χυμοὺς, ἐπιτηδειότερον ἂν εἴη τοῦ ὑδατώδους ὀξυκράτου τὸ δριμύτερον· ἐπεὶ δὲ οὐκ ἀνέξεται τὰ φλεγμαίνοντα τῶν τοιούτων φαρμάκων, διὰ τοῦτο μέσην ἀμφοτέρων τῶν ὑπερβολῶν τὴν κρᾶσιν αὐτοῦ πεποίηται. τοῦτό σοι καὶ τὸ δεύτερον εἶδος τῶν πυριάσεων ἐστιν, ὧν ἐξ ἀρχῆς διείλομεν τριχῶς.

Ξηρῶν δὲ θερμασμάτων ἅλες, κέγχροι πεφρυγμένοι ἐν ἐρινέοισι μαρσυππίοισιν ἐπιτηδειότατοι· καὶ γὰρ κοῦφον καὶ προσηνὲς ἡ κέγχρος.

Ἐπὶ τὸ τρίτον εἶδος τῶν πυριάσεων, ὧν ἐξ ἀρχῆς διείλομεν μετέβη, ἁλῶν καὶ κέγχρων μνημονεύσας. ἔστι δὲ ἀμφοτέρων κοινὸν μὲν ἡ ξηρότης, ἴδιον δὲ τῶν μὲν ἁλῶν τὸ δακνῶδες, τῶν δὲ κέγχρων τὸ ἄδηκτον.

Μάλθαξις δὲ λύει ἡ τοιήδε καὶ τὰς πρὸς κληῖδα περαιούσας ἀλγηδόνας.

Ἐκ τοῦ προσθεῖναι τὸν καὶ σύνδεσμον ἐδήλωσεν ὅτι καὶ τὰς ἄλλας ὀδύνας λύει, τουτέστι τὰς πρὸς ὑποχόνδριον περαιούσας.

Τομὴ μέντοι γε οὐχ ὁμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς τὴν κληῖδα περαίνοιτο ἡ ὀδύνη.

Τομὴν λέγει δηλονότι τὴν τῆς φλεβὸς, ἣν οὐχ ὁμοίως εἰπὼν λύειν συνεχώρησε καὶ αὐτὴν ὠφελεῖν. ἐπὶ πλέον δὲ περὶ τούτου τοῦ βοηθήματος ἐν τοῖς ἐφεξῆς γράφει.

Ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ χρὴ πολὺν χρόνον ἐκθερμαίνειν· ξηραντικὸν γὰρ τοῦ πνεύμονος τοῦτο καὶ ἐμπυητικόν.

Ποικίλα θερμάσματα διελθὼν, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ, τὰ δὲ ἄδηκτα, τὰ δὲ δακνώδη, μετὰ τὴν ἐπ᾿ ἐκείνων ἀπόπειραν ἐὰν ὁ πόνος μὴ ὠφελῆται, κενώσει χρῆται παντὸς τοῦ σώματος ἀφιστάμενος τῶν θερμασμάτων, ὡς καὶ τὸν πνεύμονα ξηραινόντων καὶ τὸ καλούμενον ἐμπύημα ποιούντων. γίνεται γὰρ τοῦτο τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς μὴ διαφορηθείσης, ἀλλ᾿ εἰς πῦον μεταβαλλούσης, εἶτα τούτου συῤῥέοντος εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν.

Ἀλλ᾿ ἢν μὲν σημαίνῃ ὀδύνη ἐς τὴν κληῖδα ἢ ἐς τὸν βραχίονα βάρος ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, τάμνειν ἀρήγει τὴν ἐν τῷ ἀγκῶνι φλέβα τὴν εἴσω καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρέειν τὸ αἷμα, ἕως ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν· ἀμφοτεροῖα γὰρ γίγνεται.

Κατὰ τὴν ῥοπὴν τῶν ἐργαζομένων χυμῶν τὴν φλεγμονὴν ποιεῖται τὰς κενώσεις· τὸ γὰρ ἀκτέα ᾗ ῥέπει τῶν συμφερόντων χωρίων ἀληθέστατον. συμβαίνει δὲ ἐνίοτε τοῦτο κατὰ τὴν διαφορὰν τῶν μερῶν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. τὰ μὲν γὰρ ἀνωτέρω μέρη τοῦδε φλεγμαίνοντα πρὸς τὴν κλεῖν καὶ τὸν βραχίονα καὶ τὸν μασθὸν ἐκτείνει τὴν συμπάθειαν, τὰ δὲ κάτω πρὸς τὰς φρένας τε καὶ τὸ ὑποχόνδριον. ἄνω μὲν οὖν τῆς συμπαθείας διασημαινούσης φλέβα χρὴ τέμνειν ἐν ἀγκῶνι, τὴν μᾶλλόν τε καὶ θᾶττον ἀπὸ τοῦ πεπονθότος μορίου δυναμένην ἀντισπάσαι τε καὶ κενῶσαι τὸ αἷμα· κάτω δὲ διὰ καθάρσεως τὴν κένωσιν ποιεῖσθαι προσήκει. εὖ δὲ εἶπε βάρος γίγνεσθαι περὶ τὸν βραχίονα καὶ οὐ πόνον· τοῦ μὲν γὰρ ἐνταῦθα μᾶλλον ἠθροῖσθαι τὸ αἷμα καὶ ῥέπειν σημεῖόν ἐστι τὸ βάρος ἐπὶ πλήθει γιγνόμενον· αἱ δὲ τάσεις καὶ κατὰ συμπάθειαν μόνην εἰώθασι γίγνεσθαι, τῶν συνεχῶν τοῖς φλεγμαίνουσι τεινομένων ἄνευ τοῦ πλεονάζειν ἐν αὐτοῖς τὸ αἷμα· διὰ τοῦτο οὖν αὐτὸ κενοῦν κελεύει τὸ πλεονάζον αἷμα τέμνοντα φλέβα τὴν ἔνδον. εἰσὶ γὰρ ἔνδον ἐν τῇ κατ᾿ ἀγκῶνα διαρθρώσει πλείους φλέβες, ἃς τέμνειν εἰώθαμεν· εἴρηται δὲ περὶ αὐτῶν αὐτάρκως κατά τε τὸ τρίτον γράμμα τῶν ἀνατομικῶν ἐγχειρήσεων κᾀν τῇ τῶν φλεβῶν τε καὶ ἀρτηριῶν ἀνατομῇ καθ᾿ ἓν ἄλλο βιβλίον ἰδίᾳ γεγραμμένον· ἐπὶ κεφαλαίων δὲ καὶ νῦν ἀναγκαῖον εἰπεῖν, ἀπ᾿ ἀρχῆς ἀγαγόντας τὸν λόγον. ἡ κοίλη φλέψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐπὶ τὸ δεξιὸν οὖς τῆς καρδίας ἀναφέρουσα τὸ αἷμα διανέμει μέν τι καὶ τοῖς μεταξὺ μορίοις ὀλίγον, αὐτῇ δὲ τῇ καρδίᾳ δίδωσι τὸ πλεῖστον· ἔπειτα ἐντεῦθεν ὡς ἐξ ἀρχῆς ὥρμητο κατ᾿ εὐθὺ φερομένη πρὸς τὸν τράχηλον, εἰς ὀρθίας σχίζεται κατὰ τὸ τοῦ θώρακος μέρος δύο φλέβας μεγάλας, ἃς ὀνομάζουσι σφαγίτιδας· ἀποφύσεις δὲ αὐτῆς, πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, μεγάλων μὲν φλεβῶν εἰς τὸ διάφραγμα, σμικρῶν δὲ εἰς τὸ τοῦ θώρακος αὐτοῦ κάτω μέρος τῶν ὀκτὼ πλευρῶν, ὅ ὑπὸ μιᾶς ἀζύγου τρέφεται φλεβὸς, ἐπὶ μὲν ἐνίων ζώων ἀνωτέρω τῆς καρδίας ἀποφυομένης, ἐπ᾿ ἐνίων δ᾿ ὥσπερ καὶ ἐπ᾿ ἀνθρώπων, καθ᾿ ὃ μέρος ἤδη ψαύει τοῦ τῆς καρδίας ὠτὸς ἡ κοίλη φλέψ. ἐντεῦθεν γὰρ ἀποφυομένη ταπεινοτέρα φέρεται διὰ τῆς καρδίας ἐπὶ τὴν ῥάχιν κατακαμπτομένη. αὕτη μὲν οὖν ἡ φλὲψ εἰς τὰ κάτω μέρη τοῦ θώρακος μερίζεται ταῖς ὀκτὼ πλευραῖς ἑκατέρωθεν ἄχρι τοῦ διαφράγματος· αἱ δ᾿ ὑπόλοιποι τοῦ θώρακος ὑψηλαὶ πλευραὶ τέσσαρες ὑπὸ συζυγίας ἄλλης τρέφονται φλεβῶν, ἀποφυομένων τῆς κοίλης πρὶν εἰς τὰς σφαγίτιδας σχισθῆναι. τούτων οὖν τῶν δύο φλεβῶν ἀκολούθως ἐφεξῆς εἰσιν αἱ εἰς τὰς χεῖρας ἀφικνούμεναι διὰ τῶν μασχαλῶν· αἱ δ᾿ ὠμιαῖαι καλούμεναι μετὰ τὸ σχισθῆναι εἰς τὰς σφαγίτιδας τὴν κοίλην ἀφ᾿ ἑκατέρας μία πεφύκασιν ἐκτὸς ἤδη τοῦ θώρακος, ἔχουσι δὲ τὰς ῥίζας κοινὰς ταῖς ἐπιπολαίοις σφαγίτισιν. ἀπὸ μὲν οὖν τῶν ἐπιπολῆς σφαγιτίδων τὰ ἐπιπολῆς σχεδὸν ἅπαντα μόρια τὰ κατὰ τὸν τράχηλον καὶ τὴν κεφαλὴν τρέφεται, καθάπερ γε καὶ τὰ διὰ βάθους ἀπὸ τῶν διὰ βάθους σφαγιτίδων πάντα. τὰ δὲ κατὰ τὰς ὠμοπλάτας τε καὶ τὸν ἐν τῷ τραχήλῳ νωτιαῖον ἐκ τῶν κάτω μερῶν τῆς εἰρημένης ῥίζης κοινῆς ἔχει τὰς φλέβας ἀνερχομένας ἐπ᾿ αὐτά· λέγω δὲ κοινὴν ῥίζαν ἢν ἀρτίως εἶπον εἶναι ταῖς τε ἐπιπολαίοις σφαγίτισι καὶ ταῖς ὠμιαίαις. εἰκότως οὖν ἡ μὲν ὠμιαία τὰ τῶν κλειδῶν ἄνωθεν μέρη κενοῖ θᾶττόν τε καὶ μᾶλλον, ὅσα κατὰ τράχηλόν τέ ἐστι καὶ κεφαλήν· ἡ δὲ διὰ τῆς μασχάλης τὰ κατὰ τὸν θώρακα καὶ τούτων αὐτῶν μᾶλλον τὰ ὑψηλὰ καὶ μάλιστα ἐπὶ τῶν ἀνθρώπων· ἐπειδὴ τὰ ταπεινὰ πάντα μία φλὲψ ἑτέρα τρέφει κατωτέρω τῆς καρδίας ἀποφυομένη τῆς κοίλης φλεβός. ταύτης δὲ τῆς τὰ ταπεινὰ τοῦ θώρακος τρεφούσης παρὰ τὰς ῥίζας τῶν πλευρῶν κατάντους φερομένης ἐκ τῶν ἀριστερῶν μερῶν ἄχρι τοῦ διαφράγματος, αἱ καθ᾿ ἕκαστον μεσοπλεύριον, ἀριστερόν τε καὶ δεξιὸν, ἀπονεμήσεις γίγνονται· καὶ μέντοι καὶ τὸ λείψανον αὐτῆς διεκπίπτει πρὸς τὸ διάφραγμα τοῖς πρώτοις μετ᾿ αὐτὸ διανεμόμενον σώμασιν. αἱ δὲ διὰ τῶν μασχαλῶν ἐπὶ τὰς χεῖρας φερόμεναι τὰς ῥίζας ἔχουσιν ἐγγυτάτω ταῖς τρεφούσαις φλεψὶ τὰς ὑψηλὰς τοῦ θώρακος τέτταρας πλευρὰς, οὐκ ὀλίγῳ μείζους οὖσαι τῶν κατὰ τὸν ὦμον εἰς τὰς χεῖρας ἡκουσῶν. ἐπιβαίνουσι δὲ κατὰ τὴν ἔνδον χώραν ἑκατέρου βραχίονος, φέρονται δὲ δι᾿ αὐτῶν κατάντεις, ἀπονεμήσεις μεγάλας διδοῦσαι τοῖς ἐνταῦθα μυσίν. ἐπειδὰν δὲ πλησίον ἑκατέρα γένηται τῆς κατ᾿ ἀγκῶνα διαρθρώσεως, ἀποφύει τὰς ἔνδον τοῦ βραχίονος φλέβας παρὰ τὸν ἐνταῦθα κόνδυλον αὐτοῦ τοῦ πήχεος ὀστοῦ· τῷ δ᾿ ἄλλῳ παντὶ δίχα σχισθέντι φέρεται διὰ τῆς κατ᾿ ἀγκῶνα καμπῆς, ἐπιπολῆς μὲν ἐργαζομένη τὴν τεμνομένην ἐνταῦθα φλέβα, διὰ βάθους δὲ πολλοῦ τὴν κατασχιζομένην τῇ ἀρτηρίᾳ. τέμνεται δὲ καὶ ἄλλη φλὲψ ἡ ἐν ἀγκῶνι λοξὴ, καθάπερ ἤδη καθ᾿ ἑκατέραν χεῖρα μία, τῆς ὠμιαίας οὐ σμικρὸν μόριον· διεξελθοῦσα γὰρ αὕτη κατὰ τὸν βραχίονα προφανὴς ὑπὸ τῷ δέρματι σχίζεται καὶ αὕτη κατὰ τὴν ἐν ἀγκῶνι διάρθρωσιν, ἐν τοῖς ὑψηλοτάτοις μέρεσιν αὐτῆς, ἐσχηματισμένης δηλονότι τῆς χειρὸς, ὡς Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ περὶ ἀγμῶν. ὅσον μὲν οὖν μετὰ τὴν σχίσιν αὐτῆς ὑψηλὸν μέρος ἐπὶ τὰ τοῦ πήχεος ἐκτὸς φέρεται, τοῦτο παρὰ τὴν σχίσιν αὐτὴν τέμνεται, κατ᾿ εὐθὺ μάλιστα κείμενον τῇ πρώτῃ ῥίζῃ τῆς φλεβὸς, διὸ καὶ τάχιστα κενοῖ τὰ τῶν κλειδῶν ὑψηλότερα χωρία· τὸ δ᾿ εἰς τὴν καμπὴν φερόμενον λοξὸν ἧττον μὲν τοῦδε, μᾶλλον δὲ τῶν ἄλλων κενοῖ ταῦτα, τὸ δὲ ἀπὸ τῆς ἔνδον τῆς μεγάλης φερόμενον καὶ αὐτὸ λοξὸν, ἥκιστα μὲν τὰ προειρημένα κενοῖ μόρια, μάλιστα δὲ τὰ τοῦ θώρακος ἄνω, διὰ τὰς ῥίζας καὶ τῆς διὰ τῆς μασχάλης πρὸς τὴν χεῖρα φερομένης καὶ τῆς τὰ τοῦ θώρακος ἄνω τρεφούσης ἐγγυτάτω ὑπαρχούσας. ταύτην οὖν ἀξιοῖ τέμνειν πρὶν εἰς ταὐτὸν ἀφικέσθαι καὶ συμφῦναι τῇ τῆς ὠμιαίας ἀπεσχισμένῃ. μὴ φαινομένης δ᾿ ἐνίοτε ταύτης, ἀντ᾿ αὐτῆς τέμνομέν τινα τῶν ἔνδον, ἃς ἐπὶ τὸ τοῦ πήχεος ὀστοῦν κατ᾿ ἴξιν καταφέρεσθαι μεμαθήκαμεν· μὴ φαινομένων δὲ μηδὲ τούτων ἐπὶ τὴν γιγνομένην ἐκ τῆς συμφύσεως τῶν εἰρημένων δύο φλεβῶν τῶν λοξῶν ἀφικνούμεθα· δυναμένης δέ ποτε καὶ ταύτης μὴ φαίνεσθαι, τῆς δ᾿ ὠμιαίας φαινομένης καὶ ἐκείνην τέμνε, γινώσκων τὰς κενώσεις ὅθεν ἂν γένωνται ἀναδιδομένας μὲν εἰς τὸ σῶμα τῶν ζώων ὅλον οὐ, μὴν οὔτε ταχέως οὔθ᾿ ὁμοίως ἐξ ἁπάσης φλεβός· ἡμεῖς δὲ καὶ ταχέως καὶ μᾶλλον τῶν ἄλλων μορίων κενῶσαι σπεύδομεν τὸ φλεγμαῖνον καὶ μάλιστ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων· ὅπερ ἡ ἔσω φλέψ ἡ ἐν ἀγκῶνι ποιεῖ, καὶ πολὺ μᾶλλον, ὅταν τὴν ῥοπὴν ἄνω τὸ πλεονάζον αἷμα φαίνηται ποιούμενον ἢ καὶ τὰ τοῦ θώρακός ἐστιν ὑψηλὰ πεπονθότα· τηνικαῦτα γάρ τοι τὸ βάρος μᾶλλον ἐν βραχίονι γίγνεται καὶ κατὰ τὸν μαστόν. αἱ δ᾿ ἐν τοῖς κάτω μέρεσι τοῦ θώρακος φλεγμοναὶ, πλησίον οὖσαι τοῦ διαφράγματος, εἰς ὑποχόνδριον εἰκότως διαπέμπουσι τὰς ὀδύνας· οὔκουν αὐτὰς ὀνίνησι μεγάλως ἡ ἀπ᾿ ἀγκῶνος κένωσις ἐν τῷ μεταξὺ τῆς καρδίας κειμένης· ἤκουσας γὰρ ἄρτι τὴν τὰ κάτω τοῦ θώρακος τρέφουσαν φλέβα κατωτέρω τῆς καρδίας ἀποφύεσθαι. ταῦτα μὲν εἴρηταί μοι περὶ τοῦ καλῶς ὑπ᾿ αὐτοῦ γεγράφθαι τέμνειν τὴν φλέβα τὴν ἐν ἀγκῶνι, τὴν εἴσω· τῆς δὲ κενώσεως τοῦ αἵματος ὅρον αὐτοῦ θεμένου τὴν μεταβολὴν τῆς χροιᾶς, ἐφεξῆς ἂν εἴη καὶ περὶ τοῦδε ῥητέον. ὅσον μὲν οὖν ἐν τῇ φλεγμονῇ αἷμά ἐστι, τοῦτο διὰ τὸ πλῆθος τῆς θερμασίας ὑπαλλάττεται τῇ χροιᾷ, τὸ δ᾿ ἄλλο παραπλήσιον ἐν ἅπασι τοῖς μορίοις διαμένει· ὥστε τοῦ μὲν ἐν ὅλῳ τῷ σώματι φλεγματικωτέρου τυγχάνοντος, ἐρυθρότερον ἔσται τὸ κατὰ τὴν φλεγμαίνουσαν πλευράν· ἐκείνου δ᾿ ὄντος ἐρυθροῦ κατοπτώμενον τοῦτο πρὸς τὸ μέλαν ἐκτραπήσεται· τῆς δ᾿ εἰς τὸ μέλαν ἐξ ἐρυθροῦ μεταβολῆς ἐν τῷ μεταξὺ τὸ πελιδνόν ἐστι. σημεῖον οὖν ἱκανόν ἐστι τῆς ἐκ τοῦ φλεγμαίνοντος μέρους μεταλήψεως τοῦ αἵματος ἡ τῆς χροιᾶς ὑπαλλαγή. τὸ μὲν οὖν οἰκεῖον τῷ πάθει μέτρον τῆς κενώσεως εἴρηται· τῆς δυνάμεως δέ ποτε κωλυούσης ἄχρι τοσούτου κενοῦν, εἰδέναι μὲν χρὴ τὴν ὠφέλειαν ἥττονα ἐσομένην τῷ φλεγμαίνοντι μορίῳ, μᾶλλον δὲ ἀπέχεσθαι προσήκει τοῦ καταλῦσαι τὴν· δύναμιν ἢ κενῶσαι τὸ πλεονάζον αἷμα.

Ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῖδα μὴ σημαίνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ· μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου· ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά ἐστιν. ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων καταῤῥηκτικώτερόν ἐστιν. ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ καὶ ἄλλα πολλὰ τῶν ὑπηλάτων, κράτιστα δὲ ταῦτα ὧν ἐγὼ οἶδά ἐστιν. ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῥοφήμασι διδόμενα ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ἀηδέα λύειν διὰ πικρότητα, ἢ δι᾿ ἄλλην τινὰ ἀηδίην ἢ διὰ πλῆθος ἢ χροιὴν ἢ ὑπεροψίην τινά.

Ὅτι τὰ καθαρτικὰ φάρμακα διὰ τῆς πείρας εὑρίσκεται τίνα τε καθαίρει χυμὸν καὶ εἰ ὅλως καθαίρει, μεμάθηκας ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως· ὅτι μέντοι χρεία καθάρσεως ἐστιν, εἰ ῥέπουσιν οἱ πλεονάζοντες χυμοὶ κάτω καὶ τῷ λόγῳ μὲν ἐπενοήθη, τὴν μαρτυρίαν δὲ καὶ βεβαίωσιν ἐκ τῆς πείρας ἔσχεν. αὐτὸς οὖν ὁ Ἱπποκράτης ἐδίδαξέ σε τὰς δυνάμεις ὧν δίδωσι φαρμάκων ἐν τοῖς τοιούτοις πάθεσι, τὸν μέλανα ἐλλέβορον ἐκκενοῦν εἰπὼν κρισιμώτερα, τὸ δὲ πέπλιον φυσῶν εἶναι καταῤῥηκτικώτερον. εἴη δ᾿ ἂν αὐτῷ κρισιμώτερα λεγόμενα τὰ μᾶλλον κρίσιν ποιοῦντα τοῦ νοσήματος, ὅπερ ἐστὶ δυνάμει ταὐτὸν τῷ ὠφελιμώτερα. ἁπάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα καὶ μάλιστα ταύτης τὸ στόμα, διότι νευρωδέστατόν τε καὶ αἰσθητικώτατόν ἐστιν, ἡ μίξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδ᾿ ἀκραιφνὴς ἡ δύναμις τῶν καθαιρόντων φαρμάκων ἅπτηται τοῦ στόματος τῆς γαστρός. μιγνύμενα δ᾿ ἀλλήλοις τὸ πέπλιον καὶ τὸ ἐλλέβορον ὁμοιότροπά φησιν εἶναι, τουτέστιν ὁμολογεῖν ταῖς δυνάμεσι καὶ κατὰ μηδὲν στασιάζειν. ἡ γάρ τοι στάσις ἐν ταῖς μίξεσι τῶν καθαιρόντων γίνεται φαρμάκων, οὐχ ὅταν αὐτῶν τὸ μὲν χολῆς, εἰ τύχῃ, τὸ δὲ φλέγματος ᾖ κενωτικὸν (ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν αὐτὸν χρόνον) ἀλλ᾿ ὅταν τὸ μὲν εὐθέως, τὸ δὲ μετὰ πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις γίγνεται προσενεχθέντων ἅμα. λέγω δὲ ἀνώμαλον ὅταν ἤδη παύεσθαι δοκούσης, ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνεται· τὸ γάρ τοι θᾶττον εἰωθὸς καθαίρειν φάρμακον συνεκκενοῖ τι καὶ ἐκ θατέρου, ὥστ᾿ ὀλίγον αὐτοῦ καταλειπόμενον ἀσθενέστερον γιγνόμενον ἔτι καὶ μᾶλλον ὀψιαίτερον τῆς οἰκείας καθάρσεως ἄρχεται. τῇ γοῦν προθεσμίᾳ τῆς κενώσεως ὁμοιότροπόν ἐστι τῷ ἐλλεβόρῳ τὸ πέπλιον, ὑπάγειν τε καὶ αὐτὸ πέφυκε παραπλησίως ἐλλεβόρῳ μέλανα χυμόν. τὰ δ᾿ ἄλλα καὶ τῆσδε τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς δῆλα. γινώσκειν μὲν οὖν αὐτὰ χρὴ καὶ μεμνῆσθαι, χρῆσθαι δὲ οὐ διὰ παντὸς ἐπὶ τῶν πλευριτικῶν, ἀναμιμνησκομένους ἐκείνου τοῦ ἀφορισμοῦ, καθ᾿ ὅν φησιν, ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχαῖς χρηστέον εἶναι ταῖς φαρμακείαις. ὅταν οὖν, φησὶ, μὴ μόνον ὀξὺ τὸ πάθος ᾖ, καθάπερ ἐστὶν ἡ πλευρῖτις, ἀλλὰ καὶ μετὰ πυρετοῦ σφοδροτάτου, πολλῷ μᾶλλον εὐλαβητέον ἐστὶ τὴν δόσιν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ φλεβοτομίας κενωτέον μᾶλλον, εἰ καὶ πρὸς ὑποχόνδριόν ἐστιν ἡ ὀδύνη περαινομένη, μικροτέρας μὲν ὠφελείας ἢ τῆς διὰ καθάρσεως ἑπομένης, ἀσφαλεστέρας δὲ μακρῷ, μᾶλλον δὲ κίνδυνον μὲν οὐδ᾿ ὁντιναοῦν τῆς διὰ φλεβοτομίας ἐχούσης, μεγίσταις δὲ ἀποτυχίαις τῆς διὰ καθάρσεως περιπιπτούσης, καὶ μάλισθ᾿ ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως. ἔνιοι μὲν γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ᾿ ἐπὶ βραχείᾳ φαρμάκου πόσει δαψιλῶς καθαίρονται. ὅσοις δ᾿ εὔλογόν ἐστι διδόναι, τὸ πλῆθος τοῦ φαρμάκου τοσοῦτον ἔστω, ὅσον ἐπὶ τῶν πλείστων οἶσθα καὶ πεπείρασαι συμμέτρως κενοῦν. ἀγνοοῦντα δ᾿ ὅπως ἔχει φύσεως ὁ ἄνθρωπος κίνδυνος ἢ πλείονα κένωσιν ἐργάσασθαι τῆς προσηκούσης ἢ οὐδ᾿ ὅλως κινῆσαι τὴν κάθαρσιν, ἢ κινῆσαι μὲν, οὐ μὴν ἱκανῶς κεκενῶσθαι. ταῦτα δὲ πάντα μεγίστας βλάβας φέρει τοῖς ὀξέως νοσοῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἀπυρέτων ἐπανορθοῦται ῥᾳδίως. ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρὸς, ἔμπειρός τε ᾖς τῆς τοῦ κάμνοντος φύσεως, ἐς τὴν τοῦ καθαίροντος φαρμάκου δόσιν ἀφίξῃ χρώμενος ἤτοι τοῖς ὑπὸ Ἱπποκράτους εἰρημένοις ἢ καί τισιν ἄλλοις τῶν ὁμοιοτρόπων, ὦν ἐστὶ καὶ τὸ διὰ τῆς κολοκυνθίδος, ἱερὰν δ᾿ αὐτὴν ἤδη συνήθως ὀνομάζουσι. ποικίλως δ᾿ αὐτῆς σκευαζομένης ἡ τὸν ἐλλέβορον μὲν εἰληφυῖα, τὴν σκαμμωνίαν δ᾿ οὐκ ἔχουσα κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον.

Τὴν μέντοι πτισάνην ὁκόταν πίῃ τὸ φάρμακον, ἐπιῤῥοφεῖν αὐτίκα χρὴ διδόναι, μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὁκόσον εἴθισται.

Καὶ ἄλλως μὲν χρὴ προνοεῖσθαι τοῦ στόματος τῆς γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ὡς διαμένειν ἀβλαβὲς ἐν ταῖς τῶν καθαιρόντων φαρμάκων πόσεσιν, μάλιστα δ᾿ ὅταν ἐπὶ τῶν πυρετῶν δίδωταί τι τοιοῦτον. μία δὲ τοῦ μὴ βλαβῆναι φυλακὴ τὸ μὴ μόνον εἶναι τὸ καθαῖρον φάρμακον, ἄκρατόν τε καὶ ἄμικτον ἑτέρων τῶν ἀμβλύνειν αὐτοῦ τὴν κακίαν πεφυκότων. ἐναντία γάρ ἐστιν ἡ φύσις ἁπάντων τῶν καθαιρόντων φαρμάκων ταῖς τῶν καθαιρομένων σωμάτων καὶ ὡς ἂν εἴποι τις ὀλέθριός τε καὶ δηλητήριος αὐτῶν. ὥσπερ δὲ ὀποῦ μήκωνος μανδραγόρου τε καὶ ὑοσκυάμου καὶ ἄλλων πολλῶν τοιούτων φαρμάκων ἐναντίων ταῖς τε οὐσίαις καὶ ταῖς δυνάμεσιν ὄντων ἡμῶν καὶ φθείρειν πεφυκότων τὰ σώματα, βραχύ τι μέρος λαμβάνοντες ἀπολαύομεν ἐξ αὐτῶν μεγάλης ὠφελείας, οὕτω καὶ τῶν καθαρτικῶν ἐναντίας οὔσης τῆς φύσεως τῇ τῶν ἡμετέρων σωμάτων, ὀλίγων τι τῆς οὐσίας μέρος ἀποτεμνόμενοι πρὸς ὠφέλειαν χρώμεθα. καθάπερ δὲ ἐν αὐτῷ τῷ πίνειν αὐτὰ μίγνυταί τινα τῶν εὐωδῶν σπερμάτων, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς τε καὶ τμητικῆς ὄντα δυνάμεως, ὡς καὶ τοὺς παχεῖς χυμοὺς τέμνεσθαι καὶ τὰς ὁδοὺς αὐτῶν δι᾿ ὦν ἐκκενοῦνται διοίγειν τε καὶ ἀναστομοῦν, οὕτω καὶ μετὰ τὸ ληφθῆναι συμφέρει τῆς πτισάνης ἐπιῤῥοφεῖν. αὐτὸ μὲν γὰρ τὸ καθαρτικὸν φάρμακον, ὡς ἂν ὀλίγον ὂν, εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὁ στόμαχος, ὅσον τε ὑψηλότερον τῆς γαστρὸς, οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος φαρμάκου, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ, μεταλαμβάνων μεγάλως βλάπτεται· χρήσιμος οὖν ὁ χυλὸς τῆς πτισάνης ἐπιῤῥοφούμενος, ὡς ἂν ἀποῤῥύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ καθαρτικοῦ πόσει κελεύει πτισάνης ἐπιῤῥοφεῖν, ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως οὐκέτι βούλεται δίδοσθαι τῆς πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ τοῦτό φησιν·

Ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσεως μὴ διδόναι ῥοφήν. ὁκόταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον ῥοφεέτω ἢ ὁκόσον εἴθισται· μετὰ δὲ τοῦτο ἀναγέτω ἀεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη εἴη καὶ μηδὲν ἄλλο ἐναντιῶται.

Ἐναντίως ἐγίνωσκε περὶ τούτου τοῖς πολλοῖς τῶν νῦν ἰατρῶν ὁ Ἱπποκράτης. οὗτοι μὲν γὰρ ὅταν κενώσωσι, τρέφουσι δαψιλῶς· ὁ δ᾿ Ἱπποκράτης ἔλασσον ἀξιοῖ δίδοσθαι τῆς πτισάνης μετὰ τὴν κάθαρσιν. ἡ γάρ τοι τῶν καθαρθέντων σωμάτων δύναμις ἐν τῇ καθάρσει κεκμηκυῖα φέρειν οὐ δύναται τὴν τροφὴν, οὐδὲ κατεργάζεσθαι καλῶς, εἰ μὴ παντελῶς εἴη βραχεῖα. τοσοῦτον οὖν τοῖς καθαρθεῖσι διδόναι τοῦ χυλοῦ χρὴ τὴν πρώτην, ὅσον κρατῆσαι δύνανται· εἶτ᾿ εὐθὺς κατὰ βραχὺ παραυξάνειν, ἐὰν ἥ τ᾿ ὀδύνη, φησὶ, παύσηται καὶ μηδὲν ἄλλο κωλύῃ. τὸ μὲν οὖν τῆς ὀδύνης πρόδηλόν ἐστι, τὸ δὲ μηδὲν ἄλλο κωλύειν ἀκουστέον ἐπὶ τοὺς προειρημένους διορισμοὺς ἀναφέροντα, ἐν οἶς ἐδίδαξεν ὁπηνίκα χρὴ διαιτᾷν τοὺς ὀξέως νοσοῦντας ἄνευ ῥοφημάτων. ἔστι δ᾿ αὐτῶν τὸ κεφάλαιον, ὅταν ἤτοι προκριθήσεσθαι τὴν νόσον ἐλπίσωμεν ἄνευ τοῦ δεηθῆναι ῥοφήματος ἢ ἐφ᾿ ὧν παντελής ἐστιν ἡ ἀπεψία τοῦ κατὰ τὴν φλεγμονὴν χυμοῦ.

Ὡυτὸς δέ μοι λόγος ἐστὶ καὶ ἢν χυλῷ δέῃ πτισάνης χρέεσθαι.

Παραπλήσιον τῇ τε πτισάνῃ καὶ τῷ χυλῷ τὸν καιρὸν τῆς δόσεως ἔφησεν εἶναι καὶ διὰ τῶν ἔμπροσθεν, ἑνὶ μόνῳ τὴν διαφορὰν αὐτῶν ἀφορισάμενος, τῷ τὴν ἀρχὴν τῆς δόσεως ἀπὸ τοῦ χυλοῦ ποιεῖσθαι.