GetPassage urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.23-1.42 urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.23-1.42
Ἤν τ᾿ αὖθις εἴσω ποιήσηται τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτέῳ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν. εἶπον δὴ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφαίνειν ἀεὶ ταῦτα ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύσιν.

Ὅτι προείρηται τοῦτο καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν κατὰ τὰ εἰρημένα. τῇ λέξει γὰρ, οὐ τῇ δυνάμει τῆς νῦν εἰρημένης ῥήσεως διήνεγκεν ἡ μικρὸν ἔμπροσθεν ὑπ᾿ αὐτοῦ γεγραμμένη, καθ᾿ ἣν οὕτως εἶπεν. ἀνάγκη γὰρ ὅταν τι τουτέων χωρισθῇ καὶ ὑφ᾿ ἑωϋτοῦ στῇ, ἔνθεν τε ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον νοσερὸν γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπιχυθῇ ὑπερεμπιπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν. εἰπὼν δὲ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφαίνειν ἀεὶ ταῦτα ἐόντα κατὰ νόμον καὶ κατὰ φύσιν. κατὰ νόμον μὲν εἶπε δηλῶσαι βουλόμενος τὴν τῶν ἀνθρώπων δόξαν, ἣν ἔχουσι περὶ αὐτῶν, κατὰ φύσιν δὲ τὴν τῶν αὐτῶν πραγμάτων ἀλήθειαν. προσέχωμεν οὖν ἤδη ταῖς ἑξῆς ῥήσεσιν, ἵνα γνῶμεν, εἰ ὅπερ ὑπέσχετο κατὰ τὰς ἀρχὰς τοῦ συγγράμματος νῦν ἀποδίδωσι.

Φημὶ δὴ εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν· καὶ τουτέων μὲν πρῶτον κατὰ νόμον τὰ ὀνόματα διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐτέων τωὐτὸ ὄνομα εἶναι, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτα ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαύοντι ὅμοια δοκέει εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε ξηρὰ, οὔτε ὑγρά.

Καὶ σαφὴς ὁ λόγος αὐτοῦ πᾶς ἐστι καὶ ἀποδείκνυσιν ὃ προὔθετο. κατὰ μὲν γὰρ τὴν προκειμένην ταύτην ῥῆσιν ἔδειξε τέτταρας εἶναι χυμοὺς ἐν τῷ σώματι διαφέροντας ἀλλήλων· ἐν δὲ ταῖς ἐφεξῆς, ὅτι καὶ κατὰ φύσιν εἰσὶν οὗτοι πάντες, οὐχ εἶς ἐξ αὐτῶν. ἀλλ᾿ ἔν γε τῇ προκειμένῃ ταύτῃ ῥήσει καὶ χροίᾳ καὶ συστάσει καὶ θερμότητι καὶ ψυχρότητι διαφέρειν ἀλλήλων φησὶ τοὺς χυμούς· καὶ γὰρ καὶ φαίνεται σαφῶς ταῦτα· προσκρούεται δὲ ἴσως τισὶ τὸ καὶ ξηρότητι χυμὸν χυμοῦ διαφέρειν, ἁπάντων τῶν χυμῶν ὑγρῶν ὄντων. ἀναιρείτωσαν οὖν οὗτοι τὸ μηδ᾿ ὑγρότητι διαφέρειν αὐτοὺς, εἴπερ γ᾿ ὑγρότερον ἕτερον ἑτέρου συγχωροῦσιν εἶναι. καὶ μέντοι καὶ φαίνεται σαφῶς τοῦτο κατὰ πάντας τοὺς χυμούς. ἥ τε γὰρ ξανθὴ χολὴ πολλάκις μὲν ἐξυγραίνεται σφοδρῶς, ἡνίκα μηδὲ ξανθὸν, ἀλλ᾿ ὠχρὸν αὐτῆς γίγνεται τὸ χρῶμα, πολλάκις δ᾿ ὥσπερ λέκιθος γίγνεται παχεῖα, διότι καὶ λεκιθώδης ὀνομάζεται πρός τινων· ἥ τ᾿ αὖ μέλαινα διὰ παντός ἐστι παχυτέρα τῆς ὠχρᾶς τε καὶ ξανθῆς. οὐκ ὀλίγον δὲ οὐδὲ κατ᾿ αὐτήν ἐστι τὸ μᾶλλόν τε καὶ ἧττον, ὥσπερ γε καὶ τὸ αἷμα. φαίνεται γὰρ τοῦτο, ποτὲ μὲν οὕτως ὑγρὸν, ὡς ῥεῖν, ποτὲ δ᾿ ἱκανῶς παχύ. τὸ φλέγμα δὲ ἔχον τὴν αὐτὴν ἀναλογίαν ἰδεῖν ἐστι τῇ κατὰ τοὺς εἰρημένους χυμούς. ὑπαλλάττεται γὰρ ἐν πάχει καὶ λεπτότητι, ποτὲ μὲν ὑδατῶδες ὂν, ἔστι δ᾿ ὅτε παχυνόμενον, ὡς ἐοικέναι πύῳ. συμβαίνει δὲ τοῦτο τοῖς χυμοῖς, ὡς ἂν οὐκ οὖσιν ὄντως στοιχείοις, ὥσπερ ὕδωρ καὶ γῆ καὶ ἀὴρ καὶ πῦρ ἐστιν. ἕκαστος γὰρ αὐτῶν ἐκ τῶν τεττάρων τούτων γέγονεν, ἐπικρατοῦντος ἄλλου κατ᾿ ἄλλο αὐτῶν, ὡς δὴ πολλάκις ἐμάθετε.

Ἀνάγκη τοίνυν, ὅτε τοσοῦτον διήλλακται τὴν ἰδέην τε καὶ τὴν δύναμιν ἀλλήλων, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ἓν καὶ ταυτόν ἐστιν.

Ἀλλόκοτος μὲν ἡ δόξα τῶν ἡγουμένων ἓν εἶναι τὸν ἄνθρωπον, ὅμως ὁ Ἱπποκράτης ἀντιλέγων αὐτῇ φαίνεται διὰ σπουδῆς ἴσως τινῶν κατ᾿ αὐτὸν ὄντων ἐπιφανῶν ἀνδρῶν, οἳ ταύτην ἐπρέσβευον τὴν δόξαν. ὅπου γὰρ καὶ συγγράμματα πλεῖστα παλαιῶν ἀνδρῶν οὐκέτι σώζεται, πολὺ δὴ μᾶλλον οὐδὲ τὰς ἀγράφους δόξας εἰκός ἐστιν αὐτῶν διασώζεσθαι, καὶ μάλισθ᾿ ὅτι μηδ᾿ ἔγραψαν ἔνιοι σύγγραμμα μηδὲν, ὥσπερ Σωκράτης καὶ ὁ Πυθαγόρας καὶ τῶν καθ᾿ ἡμᾶς ἐνδόξων ἰατρῶν Κόϊντος. ἔτι δὲ μᾶλλόν ἐστι πιστεῦσαι πολλοὺς ἄνδρας ἐπιφανεῖς γεγονέναι ζῶντας, ἀποθανόντων δ᾿ αὐτῶν ἀπολωλέναι τὰς περὶ τῶν δογμάτων ὑπολήψεις, ὁπότε καὶ Πλάτωνος τοσαῦτα συγγράμματα γράψαντος ὅμως οἱ μαθηταὶ λέγουσιν εἶναί τινα παρὰ τὰ γεγραμμένα τῶν ἀγράφων δογμάτων αὐτοῦ. ὥσπερ δὲ τοῖς μαθηταῖς ἄγραφα δόγματα λέγουσιν εἶναι πιστεύομεν, οὕτω καὶ τῷ Ἱπποκράτει πιστεύομεν εἶναί τινας, οἳ γῆν μόνην ἔλεγον εἶναι κοινὸν ἁπάντων στοιχεῖον, ἐν ἀνθρώπῳ δὲ χολὴν, ἢ φλέγμα. καὶ γὰρ καὶ νῦν οἶδά τινας ἄλλα γράφοντας, ὧν τὰ συγγράμματα τοῖς μὲν ἤδη συναπέθανε, τοῖς δὲ συντεθνήξεται, καθάπερ καὶ τοῦ λέγοντος ἁπάντων εἶναι μητέρα καὶ τιθήνην καὶ ἀρχὴν καὶ στοιχεῖον τὴν γῆν· αὐτὴν γὰρ καὶ τὸν οὐρανὸν γεννῆσαι, καθάπερ Ἡσίοδός φησι, καὶ τὰ ζῶα τὰ κατ᾿ αὐτήν. καὶ τῶν Ἀρχιγενείων δέ τις, ἀνὴρ οὐ φαυλότατος, ἐπέπειστο μήτ᾿ ἐν ταῖς εἰσπνοαῖς εἴσω τοῦ σώματος ἰέναι τὸν ἀέρα μήτ᾿ ἐν ταῖς ἐκπνοαῖς ἔξω. καὶ ἄλλος τις ἐβούλετο τὸν πρῶτον καὶ στοιχειώδη χυμὸν εἶναι φλέγμα. μὴ τοίνυν ζητήσωμεν ὀνόματα τῶν τὰς ἀλλοκότους δόξας ταύτας πρῶτον ἀποφηναμένων. εἰ γὰρ ὅτι Θαλῆς ἀπεφήνατο στοιχεῖον μόνον εἶναι τὸ ὕδωρ ἐκ συγγράμματος αὐτοῦ δεικνύναι οὐκ ἔχομεν, ἀλλ᾿ ὅμως ἅπασι καὶ τοῦτο πεπίστευται.

Γνοίης δ᾿ ἂν τοῖσδε ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ᾿ ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτέου. ἢν γάρ τινι διδῷς ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἀπεμέεταί σοι φλέγμα· καὶ ἢν διδῷς φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμέεταί σοι χολή. κατὰ τὰ αὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει, ἢν διδῷς φάρμακον, ὅ τι χολὴν μέλαιναν ἄγει. καὶ ἢν τρώσῃς αὐτέῳ τοῦ σώματος μέρος τι, ὥστε τραῦμα γενέσθαι, ῥυήσεται αὐτέῳ αἷμα. καὶ ταῦτα ποιήσει πάντα σοι πᾶσαν ἡμέρην τε καὶ νύκτα καὶ χειμῶνός τε καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν ἐς ἑωυτὸν καὶ πάλιν μεθιέναι, δυνατὸς δὲ ἔσται, ἔστ᾿ ἄν τινος τουτέων στερηθῇ τῶν ξυγγεγονότων· ξυγγέγονε δὲ ταῦτα τὰ εἰρημένα. πῶς γὰρ οὐ ξυγγέγονε; πρῶτον μὲν γὰρ φανερῶς ἐστιν ὁ ἄνθρωπος ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα αἰεὶ, ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁκόσα ἔγωγε νῦν φημί τε καὶ ἀποδείκνυμι.

Ἐν μὲν τῇ προτέρᾳ ῥήσει δέδεικται πρὸς αὐτοῦ σαφῶς τε ἅμα καὶ ἀληθῶς, ὡς ἔχει ἄνθρωπος ἐν ἑαυτῷ πάντα, χολὰς καὶ φλέγμα καὶ αἷμα· κατὰ δὲ τὴν προκειμένην οὐ τοῦτο μόνον ἐπιδεικνύει, ἀλλ᾿ ὅτι καὶ κατὰ φύσιν ἐστὶν, οὐ, καθάπερ ἔνιοί φασιν, ἓν ἐξ αὐτῶν. αἱ μὲν οὖν ἄλλαι δόξαι τῶν ἕνα λεγόντων εἶναι κατὰ φύσιν ἐν τῷ σώματι χυμὸν εὐέλεγκτοι· ἡ δὲ τῶν τὸ αἷμα φασκόντων οὐκ εὐκαταφρόνητος, ἀλλὰ μεγάλου τινὸς ἀγῶνος δεῖται πρὸς τὸ καταβάλλειν αὐτήν. ἐνστήσασθαι δὲ καιρὸς ἤδη τὴν ἀρχὴν ἀπὸ τοῦ πρόσθεν εἰρημένου τῷ ἀνδρὶ ποιησαμένους. λέγει δὲ ᾧδέ πως. Ἀξιῶ δ᾿ ἔγωγε τὸν λέγοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γίγνεσθαι παντοῖον, ἀλλ᾿ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίης τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἓν ἐὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ᾿ ἑωυτῷ ἓν ἐόν. Ἐὰν οὖν τούτῳ τῷ λόγῳ προσθήσῃς τὸ κατὰ τὴν νῦν ἡμῖν προκειμένην ῥῆσιν ἀποδεικνύμενον, ὁλόκληρον ἐργάσῃ τὸ δόγμα τοῦ Ἱπποκράτους· ἀποδείκνυται γὰρ ἐνταῦθα μήτε ὥραν μίαν ἐνὸν εἶναί τινα τοιαύτην μήθ᾿ ἡλικίαν, ἐν ᾗ τὸν ἄνθρωπον ἐπιδείξει τις οὐ|μετέχοντα τῶν ἄλλων χυμῶν. ἀλλὰ καὶ διὰ τῶν καθάρσεων. καὶ γὰρ ἂν δῷς τινι φάρμακον ἤτοι χολὴν ἄγον ἢ φλέγμα, κενούμενον ὄψει τὸ πρὸς αὐτοῦ πεφυκὸς ἕλκεσθαι, ὡς ἐν παντὶ καιρῷ πάντων περιεχομένων ἐν τῷ σώματι. τούτῳ δὲ ἐνίστανται τῷ λόγῳ τινὲς οὐ συγχωροῦντες ἕλκειν τὸ καθαρτικὸν ἐκ τοῦ σώματος τὸν οἰκεῖον χυμὸν, ἀλλὰ μεταβάλλειν εἰς ἣν αὐτὸ πέφυκεν ἰδέαν. ἀλλ᾿ ὅτι γε ψευδὴς ὁ λόγος αὐτῶν ἐπιδέδεικται μὲν ἡμῖν καθ᾿ ἓν ὑπόμνημα περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως ἐπιγεγραμμένον, εἰρήσθω δὲ καὶ νῦν ἕν τι τῶν ἐν ἐκείνῳ λελεγμένων ἕνεκα παραδείγματος. ἐθεάσασθε γὰρ ἐπ᾿ αὐτῶν τῶν ἔργων τῆς τέχνης οὐκ ὀλιγάκις ἐλεγχομένους τοὺς μὴ συγχωροῦντας ἕλκεσθαι τὸ κενούμενον ὑπὸ τῶν καθαιρόντων φαρμάκων, οἷον οἱ ὑδεριῶντες τῷ ἀσκίτῃ καλουμένῳ λαβόντες μὲν ὑδραγωγὸν φάρμακον ἐκκενοῦνται πλῆθος οὐκ ὀλίγον ὑδατώδους ὑγρότητος καὶ προστέλλονται τὸν ὄγκον τῆς γαστρός. εἰ δὲ χολῆς ξανθῆς ἢ μελαίνης ἀγωγὸν αὐτοῖς τις δοίη φάρμακον, ὀλιγοστόν τ᾿ ἐκκενοῖ τὸν χυμὸν, ὅ τ᾿ ὄγκος αὐτοῖς τῆς γαστρὸς οὐ μόνον οὐδὲν ἐλάττων, ἀλλὰ καὶ μείζων γίνεται. τοὐναντίον δὲ συμβαῖνον ἐπὶ τῶν δι᾿ ἔμφραξιν ἥπατος ἰκτεριώντων ἐθεάσασθε. προεκφραχθέντος γὰρ αὐτοῖς τοῦ σπλάχνου διὰ τῶν τοῦτο δρᾷν δυναμένων φαρμάκων, ὅταν ἐπιδοθῇ τὸ χολαγωγὸν, ἥ τε κένωσις παμπόλλη γίνεται τοῦ πλεονάζοντος χυμοῦ, παύεταί τε παραχρῆμα τὸ πάθημα. τὸ δὲ τούτοις ἀνάλογον ἴστε κἀπὶ τῶν ὑπὸ φλέγματος ἢ χολῆς μελαίνης ἐνοχλουμένων γινόμενον· καὶ γὰρ κενοῦται πάμπολυς ὁ λυπῶν χυμὸς, οἵ τε κάμνοντες ὀνίνανται μεγάλως. εἰ τοίνυν ἕλκονται μὲν ἐκ τῶν καθαρτικῶν τοιαῦτα, τὰ δὲ φάρμακα κατὰ πᾶσαν ἡλικίαν τε καὶ ὥραν καθαίρει, διὰ παντός εἰσιν οἱ τέτταρες χυμοὶ κατὰ σῶμα τἀνθρώπου. ἐχρῆν γὰρ, καθάπερ ἔμπροσθεν ἐλέχθη, κἂν μίαν γοῦν τινα ὥραν τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίας τοῦ ἀνθρώπου φαίνεσθαι μόνον ἔχουσαν τὸ αἷμα, τῆς δόξης ἀληθοῦς ὑποτεθείσης εἶναι τῶν ἀποφηναμένων αἷμα μόνον εἶναι τὴν τοῦ ἀνθρώπου φύσιν, ὅπερ ἐστὶ ταὐτὸν τῷ ἐξ αἵματος μόνου διαπεπλάσθαι πάντ᾿ αὐτοῦ τὰ μόρια τρέφεσθαί τε διὰ παντὸς αἵματι μόνῳ. διττῶς δὲ τοῦ αἵματος λεγομένου, τοῦ μὲν, ὅπερ ἐν ταῖς φλεβοτομίαις καὶ τοῖς τρώμασι κενούμενον φαίνεται, μετέχοντος, ὡς ἐδείκνυμεν, ἀμφοτέρων τε τῶν χολῶν καὶ τοῦ φλέγματος, ἑτέρου δὲ τοῦ καθαροῦ τε καὶ εἰλικρινοῦς ἀμίκτου τε τῶν ἄλλων χυμῶν, ἐκ μὲν τοῦ κατὰ τὸ πρότερον σημαινόμενον αἵματος ἀληθὲς ἴσως ἐστὶ διαπλάττεσθαι τὸ κυούμενον, ἐκ δὲ τοῦ κατὰ τὸ δεύτερον οὐκ ἀληθές· οὐδέποτε γὰρ ἐν ταῖς κυούσαις μόνον γίγνεται τοῦτο. διὰ τί δὲ προσέθηκα τῷ λόγῳ τὸ ἴσως, οἶμαι γινώσκειν ὑμᾶς. ἐν γὰρ τοῖς περὶ σπέρματος ὑπομνήμασιν ἐδείχθη τὰ πλεῖστα μόρια τοῦ σώματος ἐκ τοῦ σπέρματος γιγνόμενα, μόνων τῶν σαρκωδῶν ἐξ αἵματος διαπλασσομένων. ἀλλ᾿ ἐπεὶ μὲν τοῦ σπέρματος ὀλίγος ἐστὶν ὁ καταβαλλόμενος εἰς τὰς μήτρας ὄγκος, ἡ τροφὴ δὲ αὐτῷ καὶ ἡ αὔξησις ἐκ τοῦ αἵματος γίγνεται, διὰ ταῦτ᾿ ἄν τις ὀλίγου δεῖν ἐξ αἵματος φαίη διαπλάττεσθαι τὰ μόρια; καθ᾿ ὅσον δὲ τὸ σπέρμα τὴν γένεσιν ἐξ αἵματος ἔσχε, κατὰ τοῦτο ἄν τις ἐξ αἵματος εἶναι λέγων τὴν γένεσιν τοῦ κυουμένου δόξειεν ἀληθεύειν, ἀλλ᾿ οὐκ ἐξ εἰλικρινοῦς αἵματος ἀμίκτου τῶν ἄλλων χυμῶν, ἀλλ᾿ ἐκ τοῦ κατ᾿ ἐπικράτειαν ὠνομασμένου. τοιαύτη μέν τίς ἐστιν ἡ ὅλη διάνοια τῆς προκειμένης ῥήσεως. τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ πρῶτον μὲν ἐπισημήνασθαι προσήκει τὸ κοινὸν οὐ μόνον ἰατρῶν ἔθος, ἀλλὰ καὶ πάντων Ἑλλήνων ὀνομαζόντων χολὴν ἄνευ προσθήκης, ὅταν τὴν ὠχρὰν ἢ τὴν ξανθὴν δηλῶσαι βουληθῶσιν. ὅτι δὲ ταῦτα ἄμφω ὀνόματα καθ᾿ ἕν εἶδος χυμοῦ λέγεται διαφέροντος ὑγρότητι καὶ ξηρότητι, μικρὸν ἔμπροσθεν εἴρηταί μοι. τὰς δὲ ἄλλας ἁπάσας χολὰς μετὰ προσθήκης ὀνομάζουσιν ἰώδη καλοῦντες, ἢ μέλαιναν, ἢ ἐρυθρὰν, ἢ πρασοειδῆ. δεύτερον δ᾿ ἐπὶ τῷδε κατὰ τὴν προκειμένην ῥῆσιν ἐπισημήνασθαι προσῆκον· ἔνθα φησί· μέχρις ἂν ἕλκειν δυνατὸς ᾖ τὸ πνεῦμα εἰς ἑωυτὸν καὶ πάλιν μεθιέναι. δῆλον γάρ ἐστι τὴν μὲν εἰσπνοὴν ἑλκόντων τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἔξωθεν ἀέρα βούλεσθαι γιγνομένην, τὴν δ᾿ ἐκπνοὴν μεθιέντων. εἶτα τρίτον, ἔνθα φησίν· ἔστ᾿ ἄν τινος στερηθῇ τῶν ξυγγεγονότων. βούλεται γὰρ οὐ μόνον ὅταν αἵματος στερηθῇ τὸ ζῶον ἀποθνήσκειν, ἀλλὰ καὶ φλέγματος, ἢ ξανθῆς, ἢ μελαίνης χολῆς.

Οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι. ὁρέοντες τοὺς πίνοντας τὰ φάρμακα καὶ ἀπολλυμένους ἐν τῇσιν ὑπερκαθάρσεσι τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦτο ἕκαστον αὐτέων ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅ τι καθαιρόμενον αὐτὸν ἴδον ἀποθανόντα. καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτέῃ γνώμῃ χρέονται· ὁρέοντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα ῥέον ἐκ τοῦ σώματος τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν ἐν τῷ ἀνθρώπῳ. καὶ μαρτυρίοισι τουτέοισι πάντες χρέονται ἐν τοῖσι λόγοισιν.

Οἱ δὲ λέγοντες, φησὶν, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, ὡς πολλῶν ὄντων τῶν λεγόντων, οὐχ ἑνός. ἐξ ὧν δ᾿ οὖν ἑαυτοὺς ἐπεπείκεισαν οἱ τῶν τεττάρων χυμῶν ἕνα τινὰ νομίσαντες ἱκανὸν εἶναι γεννῆσαι τὸν ἄνθρωπον, αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσεν, ἀπιθάνων μὲν ἡμῖν, ὡς ἔφην, ἐκείνοις δὲ δηλονότι πιθανῶν φαινομένων. ἐν γὰρ ταῖς ὑπερκαθάρσεσιν ἄλλος ἄλλον ὑπ᾿ ἄλλου καὶ ἄλλου χυμοῦ τελέως ἐκκενωθέντος ὁρῶντες ἀπολλύμενον ἐκεῖνον μόνον ἐνόμισαν εἶναι τὸν χυμὸν τὴν φύσιν ἀνθρώπου.

Καίτοι πρῶτον μὲν ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς που ἀπέθανε χολὴν μούνην καθαρθείς· ἀλλ᾿ ὁκόταν πίῃ τις φάρμακον, ὅ τι χολὴν ἄγει, πρῶτον τὴν χολὴν ἐμέει, ἔπειτα δὲ καὶ φλέγμα. ἔπειτα δ᾿ ἐπὶ τῇ χολῇ ἐμέουσι καὶ χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντες δὲ καὶ αἷμα ἐμέουσι καθαρόν.

Κἀνταῦθα πάλιν σαφῶς ἐδήλωσε τὸ ἔθος τῶν Ἑλλήνων χολὴν μὲν ὀνομαζόντων πολλάκις ἄνευ προσθήκης τὴν ξανθὴν, τὴν μέλαιναν δὲ μετὰ προσθήκης ἀεί. τὸ δ᾿ ἐν ὅλῃ τῇ ῥήσει δηλούμενον σαφές· οὐδένα γάρ φησιν ἀποθανεῖν ἕνα μόνον χυμὸν ἐκκαθαρθέντα, συνεκκενοῦσθαι γὰρ ἀεὶ καὶ τοὺς ἄλλους αὐτῷ.

Τὰ αὐτὰ δὲ πάσχουσι καὶ ὑπὸ τῶν φαρμάκων τῶν τὸ φλέγμα ἀγόντων. πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα ξανθὴν χολὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν, καὶ ἐν τῷδε ἀποθνήσκουσιν.

Μετὰ τὸ κενωθῆναι τὸν οἰκεῖον τῷ καθαρτικῷ φαρμάκῳ χυμὸν ἐφεξῆς αὐτῷ πρῶτος ὁ τῶν ἄλλων εὐαγωγότατος ἕπεται, μετ᾿ ἐκεῖνον δὲ ὁ τὴν δευτέραν ἐν τούτῳ τάξιν ἔχων, κἄπειτα τὸ αἷμα πάντων ὕστατον, ὡς ἂν οἰκειότατος ὢν τῇ φύσει χυμός. ἀσφαλὲς γὰρ φάναι περὶ αὐτοῦ τό γε τοσοῦτο, ὡς εἰ καὶ μὴ μόνος ἐστὶν ἡ φύσις τοῦ ἀνθρώπου, ἀλλ᾿ οἰκειότατός γε ἁπάντων τῶν ἄλλων.

Τὸ γὰρ φάρμακον, ὁκόταν εἰσέλθῃ ἐς τὸ σῶμα, πρῶτον μὲν ἄγει ὃ ἂν αὐτέῳ κατὰ φύσιν μάλιστα ᾖ τῶν ἐν τῷ σώματι ἐνεόντων, ἔπειτα δὲ καὶ τὰ ἄλλα ἕλκει τε καὶ καθαίρει, ὥσπερ τὰ φυόμενά τε καὶ σπειρόμενα, ὁκόταν εἰς τὴν γῆν ἔλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν ἑωυτοῦ ἐνεὸν ἐν τῇ γῇ. ἔνι δὲ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον. πρῶτον μὲν οὖν πλεῖστον τουτέου εἵλκυσεν ἐς ἑωυτὸ, ὅ τι ἂν ᾖ ἑωυτέῳ κατὰ φύσιν μάλιστα, ἔπειτα δ᾿ ἕλκει καὶ τὰ ἄλλα. τοιοῦτο δέ τι καὶ τὰ φάρμακα ποιέει ἐν τῷ σώματι. ὁκόσα γὰρ τὴν χολὴν ἄγει, πρῶτον μὲν ἀκρητεστάτην ἐκάθηρε τὴν χολὴν, ἔπειτα δὲ μεμιγμένην. καὶ πάλιν τὰ τοῦ φλέγματος φάρμακα πρῶτον μὲν ἀκρητέστατον τὸ φλέγμα ἄγει, ἔπειτα δὲ μεμιγμένον. καὶ πάλιν τοῖσιν ἀποσφαζομένοισι πρῶτον μὲν τὸ αἷμα ῥέει θερμότατόν τε καὶ ἐρυθρότατον, ἔπειτα δὲ ῥέει φλεγματωδέστερον καὶ χολωδέστερον.

Σαφὴς ἡ ῥῆσίς ἐστι, γράφοντος αὐτοῦ τὰ μαρτύρια τοῦ προκειμένου λόγου, καθ᾿ ὃν ἔφη τὸ φάρμακον, ὅταν εἰς τὸ σῶμα ἔλθῃ, πρῶτον μὲν τὸν οἰκεῖον ἕλκειν αὑτῷ χυμὸν, ἔπειτα δὲ καὶ τοὺς ἄλλους. μεμνῆσθαι δὲ χρὴ καὶ περὶ τῶν φυτῶν αὐτοῦ λέγοντος, ἕλκειν καὶ ταῦτα εἰς ἑαυτὰ τὸ κατὰ φύσιν ἕκαστον αὑτῷ, περιέχεσθαι γὰρ ἐν τῇ γῇ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον, ὥσπερ δηλονότι καὶ κατὰ τὸν ἄνθρωπον ὀξὺ μὲν τὴν μέλαιναν χολὴν, πικρὸν δὲ τὴν ξανθὴν, γλυκὺ δὲ τὸ αἷμα καὶ ἁλμυρὸν τὸ φλέγμα. καὶ γὰρ τοιοῦτό ἐστί τι φλέγμα, καθάπερ ἄλλο γλυκὺ καὶ ἕτερον ὀξὺ καί τι ἕτερον μηδεμίαν ἔχον ἐπίσημον ποιότητα. διὰ τοῦτό μοι δοκεῖ καὶ κατὰ τέλος τῆς ῥήσεως προσθεῖναι τὸ καὶ παντοῖον, οὐ μόνον ἐν τῷ φλέγματι διαφορὰς ὁρῶν παμπόλλας, ἀλλὰ καὶ κατὰ τοὺς ἄλλους χυμούς. ὥσπερ γὰρ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν, οὕτω καὶ στρυφνόν τι καὶ αὐστηρὸν καὶ δριμὺ καὶ λιπαρὸν εἶδός ἐστι χυμῶν ἔν τε τοῖς ζώοις καὶ τοῖς φυτοῖς καὶ δηλονότι καὶ κατὰ τὴν γῆν ἀνάλογον αὐτοῖς.

Αὔξεται δὲ ἐν τῷ ἀνθρώπῳ τὸ μὲν φλέγμα τοῦ χειμῶνος. τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων, ψυχρότατον γάρ ἐστι. τεκμήριον δὲ τουτέου, ὅτι τὸ μὲν φλέγμα ψυχρότατον. εἰ ἐθέλεις ψαῦσαι φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις ψυχρότατον ἐόν· καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα ἄγεται μετὰ χολὴν μέλαιναν. ὁκόσα δὲ βίῃ ἄγεται, θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης. ἀλλὰ ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ. ὅτι δὲ ὁ χειμὼν πληροῖ τὸ σῶμα φλέγματος, γνοίης ἂν τοῖσδε. οἱ ἄνθρωποι πτύουσί τε καὶ ἐκμύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα αὐτοῖς λευκότατα γίνεται μάλιστα κατὰ ταύτην τὴν ὥρην καὶ τὰ ἄλλα νοσήματα φλεγματώδεα.

Σαφὴς ἡ ῥῆσίς ἐστι καὶ προσέχοντος δεομένη 6τοῦ ἀναγινώσκοντος, οὐκ ἐξηγητοῦ σαφηνίζοντος αὐτήν. τὸ δ᾿ ἐπὶ τῇ τελευτῇ γεγραμμένον, καὶ τὰ ἄλλα νοσήματα φλεγματώδεα· κατὰ μὲν οὖν τὴν τοῦ αὐτοῦ γραφὴν ὁ νοῦς ἔσται τῆς λέξεως τοιοῦτος. τὰ οἰδήματα λευκὰ γίγνεται κατὰ τὸν χειμῶνα· καὶ τὰ ἄλλα δὲ νοσήματα φλεγματώδη γίγνεται κατὰ τοῦτον τὸν χρόνον. ἀμέλει καὶ οἱ πυρετοὶ, καθάπερ ἐν θέρει χολωδέστεροι τοὐπίπαν, οὕτως ἐν χειμῶνι φλεγματωδέστεροι.

Τοῦ δὲ ἦρος τὸ φλέγμα ἔτι μένει ἰσχυρὸν ἐν τῷ σώματι καὶ τὸ αἷμα αὔξεται. τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίνεται, τὸ δὲ αἷμα κατὰ ταῦτα αὔξεται ὑπό τε τῶν ὄμβρων καὶ τῶν θερμημεριῶν. κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτ᾿ ἔστι μάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόν τε γάρ ἐστι καὶ θερμόν. γνοίης δὲ ἂν τοῖσδε. οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπό τε τῶν δυσεντεριῶν ἁλίσκονται καὶ ἐκ τῶν ῥινῶν τὸ αἷμα ῥεῖ αὐτέοισι καὶ θερμότατοί εἰσι καὶ ἐρυθρότατοι.

Ἔστι μὲν καὶ τῆσδε τῆς ῥήσεως ἡ λέξις σαφής. εἴρηται δ᾿ ἐν τῷ πρώτῳ τῶν περὶ κράσεων ὅτι βέλτιον ἦν τὸ ἔαρ εὔκρατον, οὐχ ὑγρὸν καὶ θερμὸν λέγεσθαι. διά τινά τε τὴν αἰτίαν εἰς τὸ θερμὸν καὶ ὑγρὸν λέγειν αὐτὸ τῶν ἰατρῶν ἔνιοι καὶ τῶν φιλοσόφων ὑπήχθησαν. ὡς ἐν ὥραις μὲν γὰρ τοῦτο λέγουσιν ὑγρὸν καὶ θερμὸν ὡς ἐν γένει, τῶν δ᾿ ἐν σώμασι τὰ ζῶα, ταῦτα μὲν ὡς πρὸς τὰ φυτὰ παραβάλλοντες, τὸ δὲ ἔαρ τῷ φθινοπώρῳ, τὸ ἄριστον ἐν ταῖς ὥραις καὶ, ὡς ἂν εἴποι τις, μόνον ἀκριβῶς κατὰ φύσιν τῷ παρὰ φύσιν ἔχοντι τοῦ δὲ πλεονάζειν αἷμα κατὰ τὸ ἔαρ σὺν τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ δυσεντερίας ἔσεσθαι τότε, τὰς αἱματηρὰς δηλονότι λεγομένας, οὐχ ὅσαι διὰ χολὴν ἑλκοῦσι τὰ ἔντερα. λέλεκται δέ μοι περὶ τῆς αἱματηρᾶς ταύτης δυσεντερίας ἐν τῷ τετάρτῳ τῶν εἰς τὸ περὶ ἄρθρων ὑπομνήματι δεικνύντι τὸ πάθημα τοῦτο, πλήθους αἵματος ὄντος ἐν ταῖς φλεψὶν, εἶτα ἐκκρινούσης ἀθρόως τῆς φύσεως διὰ τῶν ἐντέρων, γίγνεσθαι πολλάκις, ὥσπερ καὶ ταῖς γυναιξὶ διὰ μήτρας. ἔνιοι δὲ διὰ ῥινῶν, ἢ δι᾿ αἱμοῤῥοΐδων, ἢ ἐμέτων. παρενέθηκε δὲ καὶ τὸ θέρος τῷ ἦρι κατά τε τὸν τῶν δυσεντεριῶν λόγον καὶ τὴν ἐρυθρότητα τῆς χρόας. διὰ γὰρ τὴν ἑαυτοῦ θερμότητα τὸ γεννηθὲν αἷμα κατὰ τὸ ἔαρ ἐρυθράν τε τὴν χρόαν ἐργάζεται τοῦ παντὸς σώματος, ἐκκρίνεταί τε διὰ τῆς ἕδρας ἐνίοις. θερμοὶ δ᾿ ἁπτομένοις οἱ ἄνθρωποι τηνικαῦτα φαίνονται καὶ διὰ τὸ αἷμα μὲν, ἀλλὰ καὶ διὰ τὸ περιέχον.

Τοῦ δὲ θέρους τό τε αἷμα ἰσχύει ἔτι καὶ ἡ χολὴ ἀείρεται ἐν τῷ σώματι καὶ παρατείνει ἐς τὸ φθινόπωρον. ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεται· ἐναντίον γὰρ αὐτέῳ τὸ φθινόπωρον τῇ φύσει ἐστίν· ἡ δὲ χολὴ τὴν θερίην κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. γνοίης δὲ ἂν τοῖσδε. οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστερα καθαίρονται. δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τοῖσι τῶν ἀνθρώπων. τὸ φλέγμα τῆς θερίης ἀσθενέστερόν ἐστιν αὐτὸ ἑωυτοῦ· ἐναντίη γὰρ αὐτέου τῇ φύσει ἐστὶν ἡ ὥρη, ξηρή τε γάρ ἐστι καὶ θερμή.

Ἐν τῷ θέρει καὶ μάλιστα κατὰ τὴν ἀρχὴν αὐτοῦ τοῖς πλείστοις αἷμα πλεονάζει τὸ κατὰ τὸ ἔαρ αὐξηθὲν, ὡς ἂν μηδέπω διαπεφορημένον ὑπὸ τῆς τοῦ περιέχοντος θερμότητος. αὔξεται δὲ καὶ χολὴ διὰ τὸ παρὰ φύσιν ἐκθερμαίνεσθαι τὸ σῶμα κατὰ τήνδε τὴν ὥραν. ὠνόμασε δὲ πάλιν ἐνταῦθα χολὴν ἄνευ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα τὴν ξανθὴν, οὐδέποτε τὴν μέλαιναν ἁπλῶς ὀνομάζων, ἀλλ᾿ ἀεὶ μετὰ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα. τὰ δὲ κατὰ μέρος ἐν τῇ ῥήσει δῆλα τοῖς γε προσέχουσι τὸν νοῦν.

Τὸ δ᾿ αἷμα τοῦ φθινοπώρου ἐλάχιστον γίγνεται ἐν τῷ ἀνθρώπῳ. ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον. ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη ἐστί.

Κατὰ μὲν τὴν πρὸ ταύτης ῥῆσιν εἴρηται, ἐν τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίγνεται, ἐναντίον γὰρ αὐτοῦ τὸ φθινόπωρον τῇ φύσει ἐστίν. ἡμεῖς δὲ ὅπως ἐναντίον ἐστὶν ἐδιδάξαμεν. εἴπερ γὰρ τὸ μὲν αἷμα θερμὸν καὶ ὑγρόν ἐστιν ὁμοίως τῷ ἦρι, τὸ δὲ φθινόπωρον, ὡς αὐτὸς ἔφη, ξηρόν τέ ἐστι καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον, εἰκότως ἐναντίον τ᾿ ἐστὶ τὸ φθινόπωρον τῷ ἦρι καὶ τὸν χυμὸν ἔχει τὸν ἐναντίον τῷ αἵματι πλεονάζοντα, τὸν ξηρὸν καὶ ψυχρόν. ἐγένετο δ᾿ εἰκότως τοιοῦτος διὰ τὸ προκατωπτῆσθαι τοὺς χυμοὺς ἐν τῷ θέρει· τὸ δ᾿ ὑπόλειμμα τῶν ὀπτηθέντων, ὅταν δηλονότι σβεσθῇ τὸ θερμὸν, αὐτίκα γίγνεται ψυχρόν τε καὶ ξηρόν· ψυχρὸν μὲν διὰ τὴν τοῦ θερμοῦ σβέσιν, ξηρὸν δὲ, ὅτι κατὰ τὴν ὄπτησιν ἐξεδαπανήθη πᾶν τὸ ὑγρὸν ἐξ αὐτοῦ.

Ὁκόταν δὲ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ἀπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ ἀπὸ τῶν νυκτῶν τοῦ μήκεος.

Τὸν ἐπικρατοῦντα χυμὸν ἐν ἑκάστῃ τῶν τεττάρων ὡρῶν ὅμοιον εἶναι βούλεται κατὰ τὴν κρᾶσιν αὐτῇ τῇ ὥρᾳ· καὶ διὰ τοῦτο ψυχρὸν μὲν καὶ ὑγρὸν ὀνομάζεται τὸ φλέγμα παραπλησίως τῷ χειμῶνι, θερμὸν δὲ καὶ ὑγρὸν τὸ αἷμα, καθάπερ τὸ ἔαρ. τὴν δὲ ξανθὴν χολὴν, ὥσπερ τὸ θέρος, εἶναί φησι θερμὴν καὶ ξηρὰν, καὶ τὴν μέλαιναν ὁμοίως τῷ φθινοπώρῳ ψυχρὰν καὶ ξηράν. ὅτι μὲν οὖν ἐν αἷς εἶπεν ὥραις ἕκαστος τῶν χυμῶν αὔξεται πρόσθεν ἐπιστώσατο· νυνὶ δὲ τὴν αἰτίαν λέγει, δι᾿ ἣν χειμῶνι πλεονάζον ἐστὶ τὸ φλέγμα. ὑπό τε γὰρ τῶν ὑετῶν τοῦ πλήθεος, φησὶ, καὶ τῶν νυκτῶν τοῦ μήκεος, ὅπερ ἐστὶ διὰ τὸ τὴν ὥρην ταύτην ὑπάρχειν ὑγρὰν καὶ ψυχράν. ὑγρὰ μὲν οὖν εἶναι δηλοῦται διὰ τὸ πλῆθος τῶν ὑετῶν, ψυχρὰ δὲ διὰ τὸ μῆκος τῶν νυκτῶν. τῆς γὰρ τοῦ περιέχοντος ἡμᾶς ἀέρος θερμασίας, ἣν ἴσχει κατὰ τὸ θέρος, ὁ ἥλιος αἴτιος, ἐγγύς τε τῶν κατὰ κορυφὴν ἡμῖν ἀφικνούμενος καὶ μακροτέραν τὴν ἡμέραν ποιούμενος. οὕτω δὲ καὶ τῆς ἐν χειμῶνι ψυχρότητος ὁ αὐτὸς αἴτιος λοξὸς καὶ ταπεινὸς ἐν ὀλίγῳ τε χρόνῳ τὴν ὑπὲρ γῆς φορὰν ποιούμενος. ὁ δ᾿ Ἱπποκράτης βούλεται συνδιατίθεσθαι τὰ τῶν ζώων σώματα τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσει, ξηραινόμενα μὲν ἐν ταῖς ξηραῖς αὐτοῦ κράσεσιν, ὑγραινόμενα δ᾿ ἐν ταῖς ὑγραῖς, οὕτως δὲ καὶ θερμαινόμενα ἐν ταῖς θερμαῖς, ψυχόμενα δ᾿ ἐν ταῖς ψυχραῖς. εἴπερ οὖν ὁ χειμὼν ὑγρὸς καὶ ψυχρός ἐστιν, εὐλόγως ἐν αὐτῷ τὸ φλέγμα πλεονεκτεῖ ψυχρὸν καὶ ὑγρὸν ὑπάρχον. ἔδειξε γὰρ καὶ τοῦτο πρόσθεν αὐτός. ὁμολογεῖν δὲ ὁ λόγος αὐτῷ φαίνεται καὶ ταῖς ἄλλαις ὥραις, ἐν μέν γε τῷ θέρει τῆς ξανθῆς χολῆς πλεοναζούσης, ἐπειδὴ ξηρὰ καὶ θερμὴ τὴν δύναμίν ἐστιν, ἐν ἦρι δὲ τοῦ αἵματος, ὑγροῦ καὶ θερμοῦ χυμοῦ, καὶ γὰρ καὶ τὸ ἔαρ ἔφη θερμὸν εἶναι καὶ ὑγρὸν, ἐν φθινοπώρῳ δὲ τῆς μελαίνης χολῆς, ξηρᾶς ὑπαρχούσης ὁμοίως τῇ ὥρᾳ. ἔστι μὲν οὖν τις οὐ σμικρὰ ζήτησις καὶ περὶ τῆς τοῦ ἦρος κράσεως, ὅπως λέγεται θερμὸν καὶ ὑγρόν· ἣν διῆλθον ἐπιδεικνὺς ἄμεινον εἶναι λέγειν εὔκρατον αὐτό καὶ δῆλον ὅτι καὶ τὸ αἷμα κατὰ τὸν αὐτὸν λόγον οὐ θερμὸν καὶ ὑγρὸν, ἀλλ᾿ εὔκρατον. ἔτι δὲ μείζων ἂν ζήτησις γένοιτο παραλελειμμένη τοῖς ἐξηγησαμένοις τὸ βιβλίον περὶ τοῦ φλέγματος, ὑγροῦ μὲν καὶ ψυχροῦ τὴν σύστασιν ὄντος, ἐν χειμῶσι δὲ γεννωμένου. διὰ τί δὲ ἔφην οὐ σμικρὰν ἔσεσθαι ζήτησιν, ἤδη σοι φράσω. κατὰ τοὺς ἀφορισμοὺς αὐτὸς ὁ Ἱπποκράτης εἶπεν· αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσι τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον, καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ. τροφῆς οὖν πλείονος δεῖται. σημεῖον δὲ αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. καὶ πάλιν θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. εἴπερ οὖν ἀληθῆ ταῦτά ἐστι γινώσκομέν τε τὸ φλέγμα, ψυχρὸν ὄντα χυμὸν, οὐκ εὔκρατον, ὥσπερ τὸ αἷμα, πῶς ἐν χειμῶνι γενήσεται πλεῖον; ἐχρῆν γὰρ ἐκ τῆς καλῶς πεφθείσης τροφῆς αἷμα γεννᾶσθαι μᾶλλον, οὐ φλέγμα. τίς οὖν ἡ λύσις τῆς ἀπορίας; ἐμοὶ μὲν δοκεῖ, θερμόταται μὲν αἱ κοιλίαι χειμῶνός εἰσι τῷ κατὰ φύσιν θερμῷ, τουτέστιν εὐκρατότατοι. τὰ δὲ μόρια τοῦ σώματος ψύχεται μᾶλλον ἐν χειμῶνι· τισὶ δὲ καὶ ἡ γαστὴρ αὐτὴ δι᾿ ὁδοιπορίαν, ἢ ἔνδειαν ἀμφιεσμάτων, ἢ ἐπιτηδευμάτων ἰδέαν, ἢ τοιοῦτό τι. καταδύεται γοῦν ἅπασα μὲν ἡ τοῦ περιέχοντος ψύξις ἕως πλείστου· τισὶ δὲ καὶ μέχρι τῶν κατὰ τὴν γαστέρα χωρίων, ὡς εἴρηται· ὥστε, κἂν πεφθῇ καλῶς ἐν τῇ κοιλίᾳ τὰ ληφθέντα σιτία, κατά γε τὴν ἐν ἥπατι μεταβολὴν οὐκ ἀκριβῆ τὸν τῆς αἱματώσεως λαμβάνει κόσμον, ἀλλ᾿ ἀποτυγχάνεταί τι κατ᾿ αὐτήν. ἔτι δὲ μᾶλλον αἱ καθ᾿ ὅλον τὸ σῶμα φλέβες οὐχ ὁμοίως αὐτὸ μεταβάλλουσιν ἐψυγμέναι. προσέρχεται δὲ τούτῳ καὶ τὸ πλῆθος τῶν ἐδεσμάτων ὦν προσφέρονται χειμῶνος ἅμα ταῖς ποιότησι φλεγματικωτέραις οὔσαις. χέδροπα γὰρ ἐσθίουσιν ἐν χειμῶνι πολλὰ ἄρτου τε πολὺ πλέον ἢ κατὰ τὰς ἄλλας ὥρας, σεμίδαλίν τε καὶ ῥυήματα καὶ λάχανα, γογγυλίδας τε καὶ κρέα πολλὰ, τινὰ μὲν ἄντικρυς φλεγματώδη, καθάπερ τὰ προβάτεια, τινὰ δὲ, εἰ μὴ καλῶς κατεργασθείη, καθάπερ τὰ τῶν ὑῶν καὶ μάλιστα τῶν χοίρων, καὶ βολβοὺς δὲ καὶ κοχλίας καὶ τυρὸν ἄλλα τέ τινα τοιαῦτα πολλὰ δι᾿ ὅλου τοῦ χειμῶνος ἐσθίουσιν ἑτοίμως φλεγματούμενα. καὶ μέντοι καὶ πίνουσι πλεῖστοι τὸν νέον οἶνον, ἐπιτήδειον ὄντα καὶ αὐτὸν εἰς φλέγματος γένεσιν, ὥστε καὶ διὰ ταῦτα φλέγμα πλεονάζει κατὰ τὸν χειμῶνα.

Ἔχει μὲν οὖν ταῦτα πάντα ἀΐδια τὸ σῶμα τοῦ ἀνθρώπου. ὑπὸ δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται σφοῖν αὐτὰ ἑωυτέων, ποτὲ δὲ ἐλάσσω, ἕκαστα κατὰ μέρος τε καὶ κατὰ φύσιν.

Ἅπαντα, φησὶν, ἔχει τὰ εἰρημένα, τουτέστι τοὺς τέσσαρας χυμοὺς, τὸ σῶμα τοῦ ἀνθρώπου διὰ παντὸς τοῦ βίου· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἀΐδια· πλείω δὲ γίγνεται καὶ ἐλάττω ταῦτα κατὰ τὰς τῶν ὡρῶν μεταβολάς. τὸ γὰρ ὑπὸ τῆς ὥρης περιϊσταμένης ταὐτὸ δηλοῖ τῷ μεθισταμένης, ὅπερ ἐστὶ μεταβαλλούσης τε καὶ καθισταμένης εἰς ἑτέραν τινὰ τὴν ἐχομένην αὐτῆς. πλείω δὲ καὶ ἐλάττω ταῦτα γίγνεσθαί φησι κατὰ μέρος τε καὶ κατὰ φύσιν. ἔνιοι μὲν ἤκουσαν τὸ κατὰ μέρος ἐπὶ τῶν τοῦ σώματος εἰρῆσθαι μορίων, ἔνιοι δὲ τὸ ἐναντίον τῷ κατὰ φύσιν, ἵν᾿ ὁ λόγος ᾖ τοιοῦτος· τοὺς εἰρημένους τέτταρας χυμοὺς ἔχει μὲν ἀεὶ τὸ σῶμα τοῦ ἀνθρώπου, πλείους δὲ καὶ ἐλάττους κατά τε τὰ μέρη τοῦ ἐνιαυτοῦ καὶ κατὰ τὴν φύσιν. ὅπερ, ἂν ἐξαλλάξας τις τὴν λέξιν εἴπῃ, τὴν διάνοιαν ἕξει χρησίμην τε καὶ ἀληθῆ. τὸ γὰρ πλῆθος τῶν χυμῶν ὑπαλλάττεται κατά τε τὰς ὥρας κατὰ φύσιν διοικουμένου τοῦ ἐνιαυτοῦ καὶ κατὰ τὰ μέρη τοῦ ὅλου ἐνιαυτοῦ· κἂν μὴ κατὰ φύσιν διοικῆται, διαφορὰ κατὰ τὴν ποσότητα γίγνεται τῶν χυμῶν. ἐγχωρεῖ δὲ καὶ κατὰ τῶν ὡρῶν ἀκοῦσαι τὰ μέρη.

Ὥσπερ γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν. οὐδὲ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ᾿ εἰ ἕν τι ἐκλίποι, πάντα ἂν ἀφανισθείη. ἀπὸ γὰρ τῆς αὐτέης ἀνάγκης πάντα ξυνέστηκέ τε καὶ τρέφεται ἀπ᾿ ἀλλήλων.

Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν οὐ τὸ κατὰ τὴν ἐπικράτειαν ὀνομαζόμενόν τε καὶ νοούμενον, ἀλλὰ τὸ στοιχειῶδες λέγων καὶ κατὰ τὴν προκειμένην λέξιν ἐδήλωσε τὸν ἐνιαυτὸν εἰπὼν ἅπαντα πάντων μετέχειν. οὐ γὰρ τῶν κατ᾿ ἐπικράτειαν ἁπάντων ἅπας ὁ ἐνιαυτὸς μετέχει, ἀλλὰ τῶν στοιχειωδῶν, ὅλος μὲν χειμὼν ὑγροῦ καὶ ψυχροῦ, τὸ δὲ θέρος τῶν ἐναντίων, ξηροῦ τε καὶ θερμοῦ, ὁ δὲ φθινόπωρος ψυχροῦ τε καὶ ξηροῦ. ἔτι δὲ σαφέστερον ἐδήλωσε τοῦτο κἀν τῷ φάναι διαφθαρήσεσθαι καὶ τὰ ἄλλα φθάσαντος ἑνὸς ἐξ αὐτῶν ἀπολέσθαι, τῶν μὲν γὰρ στοιχείων ἑνὸς ἀπολλυμένου διαφθαρήσεσθαι τὸ ἐξ αὐτῶν συγκείμενον ἀληθὲς φάναι, τῶν δὲ κατ᾿ ἐπικράτειαν οὐκ ἀληθές. αὐτὸ γὰρ τοὐναντίον ἀληθές ἐστιν, ὅταν ἀπόληταί τι τῶν κατ᾿ ἐπικράτειαν λεγομένων, σώζεσθαι τὸ ἀντικείμενον αὐτῷ. θέρους μὲν γὰρ οὐκ ὄντος ὁ χειμών ἐστι, χειμῶνος δὲ τὸ θέρος, καὶ τοῦ μὲν ἦρος τὸ φθινόπωρον, τοῦ δὲ φθινοπώρου τὸ ἔαρ. εἰ δὲ τελέως ἀπόλλυται τὸ θερμὸν στοιχεῖον, παγήσεται μὲν τὸ ὑγρὸν, ὅτι μηκέτι θερμὸν ὑπάρχει, ἀπολεῖται δὲ παντάπασιν ὁ ἥλιος, οὐδὲν δὲ οὔτε φυτὸν οὔτε ζῶον ὑπολειφθήσεται. κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ τὸ ψυχρὸν ἀπόλοιτο στοιχεῖον, ἅπαντα πῦρ ἔσται, καὶ εἰ τὸ ξηρὸν, ὕδωρ ἔσται πάντα, καὶ οὕτω διαφθαρήσεται τὰ κατὰ τὸν κόσμον ἅπαντα γεννητὰ σώματα. διὰ τοῦτ᾿ οὖν ἐξ ἀλλήλων ἔφη τρέφεσθαι τὰ κατ᾿ αὐτὸν σώματα στοιχειώδη. τὸ μὲν γὰρ ἀκριβὲς στοιχεῖον ἐπινοεῖται μᾶλλον ἢ ὑπάρχει. τὸ δ᾿ ὀλίγου δεῖν ἐκείνῳ ταὐτὸ ἕν τι τῶν ὑπαρχόντων ἐστίν. ἐὰν γοῦν ἀκριβῶς ὑγρὸν καὶ ψυχρὸν ἐπινοήσῃς γιγνόμενον τὸ ὕδωρ, οὐδὲ ὕδωρ ἔτι φυλαχθήσεται· παγήσεται γὰρ αὐτίκα καὶ στήσεται καὶ ῥέον παύσεται. κἂν τὴν γῆν ὡσαύτης νοήσῃς ἀκριβῶς ξηρὰν καὶ ψυχρὰν, σκληρότερον ἀδάμαντος ἔσται τὸ τοιοῦτο σῶμα. καὶ μὴν εἰ τοιαύτη γένοιτο, τῶν φυτῶν ἡ γένεσις παύσεται· παυσαμένης δ᾿ αὐτῆς καὶ ἡ τῶν ζώων διαφθαρήσεται τροφὴ, καὶ εἴπερ αὐτὴ, δηλονότι καὶ αὐτὰ τὰ ζῶα. κατ᾿ ἐπικράτειαν οὖν νοουμένου στοιχείου τοῦ ξηροῦ καὶ ψυχροῦ καὶ ἡ ἐν τῷ κόσμῳ γῆ λέγεται ξηρὸν εἶναι καὶ ψυχρὸν σῶμα καὶ τὸ ὕδωρ ὑγρόν. ἀλλὰ καὶ αὐτὸ τὸ πῦρ μετέχει τινὸς ἀερώδους οὐσίας, ὥσπερ καὶ καπνώδους, καὶ μέντοι καὶ προφανῶς ὑγρότητος εἰς θρέψιν δεῖται, καθάπερ αἱ κατὰ τοὺς λύχνους φλόγες δηλοῦσι. τὰ τοῦ κόσμου οὖν στοιχεῖα τὴν τροφὴν ἐξ ἀλλήλων ἔχοντά ἐστι καὶ διὰ τοῦτο καὶ ὁ Πλάτων εἶπεν· αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ καὶ φθίσιν παρέχον καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ᾿ αὐτοῦ καὶ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν.

Οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλίποι τουτέων τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὁ ἄνθρωπος.

Συγγεγονότα κέκληκε τὸ αἷμα καὶ τὸ φλέγμα καὶ τὰς χολὰς, ἐπειδὴ τὴν πρώτην διάπλασιν ἔσχε τὸ κυούμενον ἐκ τοῦ τῆς μητρὸς αἵματος, ἁπάντων μετέχοντος, αὔξησίν τε καὶ τροφὴν ὁμοίως. ἐὰν μὲν οὖν ἀπόλλυται παντάπασιν ἐκ τοῦ σώματος ἡμῶν ἤτοι τὸ ὑγρὸν, ἢ τὸ ξηρὸν, ἢ τὸ θερμὸν, ἢ τὸ ψυχρὸν, αὐτίκα οἱ χυμοὶ διαφθαρήσονται, κατ᾿ ἐπικράτησιν, οὐκ εἰλικρινῶς οὐδ᾿ ἀκριβῶς ὄντες ὑγροὶ καὶ ξηροὶ καὶ θερμοὶ καὶ ψυχροί. τὸ γοῦν φλέγμα ὑγρὸν καὶ ψυχρὸν εἶναι λέγομεν, οὐχ ὡς μὴ μετέχον τῶν ἐναντίων, ἀλλ᾿ ὡς ἐπικρατούμενον ὑπὸ τούτων. καὶ εἴ γε ψυχρὸν ἀκριβῶς ἦν μόνον, ὡς κρύσταλλος ἂν ἐπεπήγει, καθάπερ γε καὶ εἰ ἀκριβῶς ὑγρὸν ἦν, οὐκ ἂν εἶχε πάχος οὐδὲ γλισχρότητα. κατὰ τὰ αὐτὰ δὲ κἀπὶ τῶν χολῶν· ἥ τε γὰρ ξανθὴ. ξηρὰ ἥ τε μέλαινα ξηρὰ καὶ γεώδης εἶναι λέγεται, μετέχουσα δηλονότι καὶ ὑγρότητος, ἢ οὐκ ἂν ἦν χυμὸς, ἀλλὰ καὶ στερεὸν σῶμα, ὡς ὁ ἀδάμας. οὕτω δὲ καὶ ψυχρὰ λέγεται, διότι πλέον ἐν αὐτῇ ψυχρότητός ἐστιν, ἢ θερμότητος. εἰ γοῦν ἀκριβῶς ἦν ψυχρὰ, κρυστάλλου ἂν δίκην ἐπεπήγει. καὶ τί δεῖ περὶ τούτων λέγειν; αὐτὸ γὰρ τὸ αἷμα τὸ δοκοῦν εὐκρατότατον λέγεται τοιοῦτο, ὅτι μηδὲν ἐπικρατεῖ μεγάλως ἐν αὐτῷ τῶν ἐναντίων ἀλλήλοις, μήτε τὸ θερμὸν τοῦ ψυχροῦ, μήτε τὸ ψυχρὸν τοῦ θερμοῦ, μήτε τὸ ὑγρὸν τοῦ ξηροῦ, μήτε τὸ ξηρὸν τοῦ ὑγροῦ. ἐπεὶ τοίνυν δεῖται καὶ τὸ αἷμα αὐτὸ τῶν τεττάρων ποιοτήτων, ὑγρότητος καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, εὔδηλον ὅτι καὶ τῆς τῶν ἄλλων χυμῶν δεήσεται μίξεως. καὶ διὰ τοῦτο τὸ εὐκρατότατον αἷμα μεθέξει τι καὶ φλέγματος καὶ χολῆς ξανθῆς καὶ μελαίνης. ἔστι δὲ καὶ ἕτερός τις λόγος φυσικὸς, οὐ σμικρὰν ἔχων πιθανότητα, καθ᾿ ὃν εἰς ἠθῶν ἐπιτηδείων γένεσιν οἱ τέτταρες ἀποδείκνυνται χυμοὶ χρήσιμοι. προαποδεῖξαι δὲ χρὴ πάλιν ἐν αὐτῷ ταῖς τοῦ σώματος κράσεσιν ἑπόμενα τὰ τῆς ψυχῆς ἤθη, περὶ οὗ καὶ ἡμῖν ἑτέρωθι γέγραπται. τούτου τοίνυν ὑποκειμένου τὸ μὲν ὀξὺ καὶ συνετὸν ἐν τῇ ψυχῇ διὰ τὸν χολώδη χυμὸν ἔσται, τὸ δ᾿ ἑδραῖον καὶ βέβαιον διὰ τὸν μελαγχολικὸν, τὸ δ᾿ ἁπλοῦν καὶ ἠλιθιώτερον διὰ τὸ αἷμα. τοῦ δὲ φλέγματος ἡ φύσις εἰς μὲν ἠθοποιΐαν ἄχρηστος, ἀναγκαίαν δὲ φαίνεται τὴν γένεσιν ἔχειν ἐν τῇ πρώτῃ μεταβολῇ τῶν σιτίων.

Ἰσχύει δὲ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν ὁ χειμὼν μάλιστα, ποτὲ δὲ τὸ ἔαρ, ποτὲ δὲ τὸ θέρος, ποτὲ δὲ τὸ φθινόπωρον. οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ ποτὲ μὲν τὸ φλέγμα ἰσχύει, ποτὲ δὲ τὸ αἷμα, ποτὲ δὲ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δὲ ἡ μέλαινα καλεομένη.

Σαφὴς ἡ ῥῆσίς ἐστιν ἐπιδεικνύναι πειρωμένου τἀνδρὸς, ὥσπερ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν ὑγρὸν καὶ τὸ ψυ- χρὸν ἐπικρατεῖ καὶ καλεῖται χειμὼν ἡ τοιαύτη τοῦ ἔτους ὥρα, ποτὲ δὲ τὸ ὑγρὸν καὶ θερμὸν, ἡνίκα τὸ ἔαρ ἐστὶ, ποτὲ δὲ τὸ ξηρὸν καὶ θερμὸν, ὅπερ ὀνομάζεται θέρος. ὕστατον δ᾿ ἐπ᾿ αὐτοῖς τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἐν τῷ φθινοπώρῳ· οὕτω καὶ κατὰ τὸν ἄνθρωπον ἐπικρατεῖ φλέγμα μὲν ἐν χειμῶνι, ψυχρὸς καὶ ὑγρὸς χυμός· αἷμα δὲ ἐν ἦρι, θερμὸς καὶ ὑγρὸς χυμός. καὶ χολὴ ξανθὴ μὲν ἐν τῷ θέρει, ξηρὰ καὶ θερμὴ τὴν δύναμιν οὖσα, μέλαινα δ᾿ ἐν τῷ φθινοπώρῳ ξηρὰ καὶ ψυχρὰ, καθάπερ καὶ αὐτὸ τὸ φθινόπωρον.

Μαρτύριον δὲ σαφέστατον, εἰ ἐθέλεις δοῦναι τῷ αὐτέῳ ἀνθρώπῳ τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμέεταί σοι τοῦ μὲν χειμῶνος φλεγματωδέστατα, τοῦ δὲ ἦρος ὑγρότατα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα.

Μαρτύριον δὲ σαφέστατον εἶναί φησι τοῦ προειρημένου λόγου, καθ᾿ ὃν ἐπικρατεῖν ἐν ἑκάστῃ τῶν ὡρῶν ἕνα τινὰ τῶν χυμῶν εἰρήκει, τὸ δοθέντος ἐμετικοῦ φαρμάκου αὐτῷ τετράκις ἐν μὲν τῷ χειμῶνι φλεγματωδέστερον εἶναι τὸν ἔμετον, ὑγρότερον δὲ ἐν ἦρι, καὶ χολωδέστερον μὲν ἐν τῷ θέρει, μελάντερον δὲ ἐν τῷ φθινοπώρῳ.

Ὀφείλει οὖν τουτέων οὕτως ἐχόντων, ὁκόσα μὲν τῶν νουσημάτων τοῦ χειμῶνος αὔξεται, θέρεος λήγειν, ὁκόσα δὲ θέρεος αὔξεται, χειμῶνος λήγειν, ὁκόσα μὴ αὐτέων ἐν περιόδῳ ἡμερέων ἀπαλλάσσεται. τὴν δὲ περίοδον αὖθις φράσω τὴν τῶν ἡμερέων. ὁκόσα δὲ ἦρος γίνεται νουσήματα, προσδέχεσθαι χρὴ φθινοπώρου τὴν ἀπάλλαξιν ἔσεσθαι αὐτέων. ὁκόσα δὲ φθινοπωρινὰ νουσήματα, τουτέων τοῦ ἦρος ἀνάγκη τὴν ἀπάλλαξιν γενέσθαι. ὅ τι δ᾿ ἂν τὰς ὥρας ταύτας ὑπερβάλλῃ νούσημα, εἰδέναι χρὴ ἐνιαύσιον αὐτὸ ἐσόμενον.

Ἡ ἀρχὴ τῆς ῥήσεως διττὴν ἔχει γραφήν. ἐνίων μὲν ὀφείλει, ἐνίων δὲ γραφόντων φιλεῖ γοῦν τουτέων οὕτως ἐχόντων, ἐν ἴσῳ τῷ προσήκει. χρῶνται γὰρ ἐνίοτε τῇ φωνῇ ταύτῃ κᾀπὶ τοῦ προσήκει. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα. βούλεται γὰρ αὐτὸς ὅσα χρονίζει νοσήματα καὶ μὴ κατὰ περιόδους ἡμερῶν, ἀλλὰ μηνῶν γίνεται, λύεσθαι ταῦτα κατὰ τὴν ἐναντίαν ὥραν ᾗ συνέστη, τουτέστιν ἑβδόμῳ μηνί. μὴ λυθέντων δ᾿ αὐτῶν, οὕτως ἐνιαύσιον γίγνεσθαί φησι τὸ νόσημα. τὸ δ᾿ ἐνιαύσιον ὄνομα δύναται μὲν δηλοῦν καὶ τὸν μετὰ ἐνιαυτὸν τῆς πρώτης ἑαυτοῦ γενέσεως λυόμενον. δύναται δὲ καὶ τὸ κατὰ περίοδον ἐνιαυτῶν ἑπτὰ, ὡς τὰ μηνῶν. ἔλεγε γοῦν καὶ κατὰ τοὺς ἀφορισμοὺς ᾧδε. τὰ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δ᾿ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς ἥβην προσάγουσιν.

Καὶ τὸν ἰητρὸν οὕτω χρὴ ἵστασθαι πρὸς τὰ νουσήματα, ὡς ἑκάστου τουτέων ἰσχύοντος ἐν τῷ σώματι κατὰ τὴν ὥρην τὴν ἑωυτοῦ κατὰ φύσιν ἐοῦσαν μάλιστα.

Τὸ χρήσιμον ἅπαντος τοῦ προκειμένου κατὰ τὰς ὥρας λόγου νῦν ἐδίδαξεν ἐν τῇ προκειμένῃ ῥήσει, δηλῶν ὅτι καὶ τὴν αὐτὴν χρείαν ἔχει καὶ ὁ περὶ τῶν ἡλικιῶν καὶ χωρῶν ἐπιτηδευμάτων τε καὶ τῆς ἐφημέρου διαίτης λόγος. πρὸς ἅπαντα γὰρ ταῦτα τὸν ἰατρὸν ἀποβλέποντα χρὴ στοχάζεσθαι τίς ἐπικρατῶν ἐστιν ὁ χυμὸς ἤτοι κατὰ τὸ ποσὸν, ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν, ἐν τίνι τε μορίῳ τοῦ σώματος μάλιστα πλεονάζει; τὴν γάρ τοι θεραπείαν ἄριστα ἂν οὕτω ποιοῖτο, καθάπερ κᾀν τοῖς θεραπευτικοῖς λογισμοῖς δείκνυται. ὁ Ἱπποκράτης τοῦ σώματος ἡμῶν τὴν φύσιν ἐν τούτῳ τῷ βιβλίῳ προθέμενος εὑρεῖν, ἐχρήσατο μεθόδῳ πρὸς τὴν εὕρεσιν τῇδε. πρῶτον μὲν ἐζήτησε πότερον ἁπλοῦν, ἢ πολυειδές ἐστιν, ἔπειθ᾿ εὑρὼν ὅτι πολυειδὲς, ἐσκέψατο τῶν ἁπλῶν ἐν αὐτῷ τὴν οὐσίαν, ὁποία τίς ἐστι, τουτέστιν ἥντινα δύναμιν ἔχει πρὸς τὸ παθεῖν ὑπό τινος, ἢ δρᾶσαι, καὶ διὰ τοῦτο τῶν θ᾿ ὡρῶν τῶν θ᾿ ἡλικιῶν ἐμνημόνευσεν, ἐπισκοπούμενος ὅπως ἔχει τὰ εὑρεθέντα στοιχεῖα πρὸς αὐτάς. εὗρε δὲ καὶ ὅτι τάς τε προῤῥήσεις τῆς λύσεως τῶν νοσημάτων καὶ τὰς θεραπείας ἐπὶ τοὺς αὐτοὺς ἀναφέρειν χρὴ σκοπούς. ἐν δὲ τῷ ζητεῖν τὰ συνθετικὰ τοῦ σώματος ἡμῶν στοιχεῖα καὶ τῶν τοῦ παντὸς ἐμνημόνευσεν, ἅπερ ὄντως ἐστὶ στοιχεῖα. λέγεται γὰρ ἐνίοτε καταχρωμένων ἡμῶν καὶ τὰ καθ᾿ ἕκαστον πρᾶγμα πρὸς διάρτησιν, ἁπλᾶ καὶ πρῶτα μόρια, στοιχεῖα τοῦ πράγματος ἐκείνου, καθάπερ ἁρμονικὰ στοιχεῖα καὶ ῥυθμητικὰ καὶ γεωμετρικὰ καὶ ἀριθμητικὰ καὶ λόγου καὶ φωνῆς καὶ ἀποδείξεως εἰρήκασιν. οὕτω δὲ καὶ ἁμάξης ἑκατὸν εἶναι στοιχεῖά φησιν ὁ Πλάτων ὑφ᾿ Ἡσιόδου λελέχθαι γράψαντος

Ἑκατὸν δέ τε δούραθ᾿ ἁμάξης.

ἅπαντα μὲν τὰ οὕτω λεγόμενα στοιχεῖα καθ᾿ ἕκαστον τῶν πραγμάτων οὐκ ἀκριβῶς ἐστιν ἁπλᾶ καὶ πρῶτα. τὰ δὲ κοινὰ πάντων τῶν ὄντων ἁπλᾶ τε καὶ πρῶτα κατ᾿ ἀλήθειάν εἰσι καὶ κυρίως ὀνομάζεται στοιχεῖα. καλεῖ δὲ ἀπὸ τῶν ποιοτήτων ὁ Ἱπποκράτης αὐτὰ θερμὸν καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν, οὐ τὰ μεταξὺ τῶν ἄκρων, ἀλλ᾿ αὐτὰ τὰ ἄκρα, πῦρ δηλονότι καὶ γῆν ὕδωρ τε καὶ ἀέρα. ταύτην οὖν τὴν μέθοδον ὁ Πλάτων ἀξιοῖ μιμεῖσθαι καὶ τὸν περὶ φύσεως ψυχῆς ἐπισκοπούμενον. οὐδὲν γὰρ δύνασθαι τῶν κατὰ μέρος ἄνευ τῆς τοῦ ὅλου φύσεως ἀκριβῶς γνωσθῆναι. παραγράφω δέ σοι καὶ αὐτὴν τὴν τοῦ Πλάτωνος ῥῆσιν ἔχουσαν οὕτως. ΣΩ. ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; ΦΑΙ. εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ΣΩ. καλῶς γὰρ ὦ ἑταῖρε λέγει. χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. ΦΑΙ. φημί. ΣΩ. καὶ τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος, ἆρ᾿ οὐχ ᾧδε; διανοεῖσθαι χρὴ περὶ ὁτιοῦν φύσεως πρῶτον μὲν εἰ ἁπλοῦν, ἢ πολυειδές ἐστιν, οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν· ἔπειτα δὲ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ. ἐὰν δὲ πλείῳ εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενοι, ὅπερ ἐφ᾿ ἑνὸς, τοῦτ᾿ ἰδεῖν ἐφ᾿ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν, ἢ τὸ τί παθεῖν ὑπὸ τοῦ. ἀλλὰ ταῦτα Πλάτωνος οὑτωσὶ γράψαντος ἐπιδειξάτω τις ἡμῖν ἐν τίνι βιβλίῳ τοῦ Ἱπποκράτους ἑτέρῳ παρὰ τὸ περὶ φύσιος ἀνθρώπου τὴν μέθοδον ταύτην ἐστὶν εὑρεῖν, ἢ εἴπερ οὐκ ἔχει, μηδένα ζητείτω Πλάτωνος ἀξιοπιστότερον μάρτυρα τοῦ γνήσιον εἶναι τὸ βιβλίον τοῦτο. τά τε γὰρ ἄλλα καὶ τοῖς χρόνοις ἐγγυτάτω γέγονεν ὁ Πλάτων τοῖς Ἱπποκράτους μαθηταῖς, ὧν εἴ τινος ἦν τὸ βιβλίον, ἐπεγέγραπτο ἂν τοῦ γράψαντος αὐτὸ τοὔνομα. πρὶν γὰρ τοὺς ἐν Ἀλεξανδρείᾳ τε καὶ Περγάμῳ γενέσθαι βασιλεῖς, ἐπὶ κτήσει παλαιῶν βιβλίων φιλοτιμηθέντας, οὐδέπω ψευδῶς ἐπεγέγραπτο σύγγραμμα. λαμβάνειν δ᾿ ἀρξαμένων μισθῶν τῶν κομιζόντων αὐτοῖς συγγράμματα παλαιοῦ τινος ἀνδρὸς, οὕτως ἤδη πολλὰ ψευδῶς ἐπιγράφοντες ἐκόμιζον. ἀλλ᾿ οὗτοι μὲν οἱ βασιλεῖς μετὰ τὸν Ἀλεξάνδρου γεγόνασι θάνατον. ὁ δὲ Πλάτων ἀνωτέρω τῆς Ἀλεξάνδρου βασιλείας ἐγεγράφει ταῦτα μηδέπω πεπανουργευμένων τῶν ἐπιγραφῶν, ἀλλ᾿ ἑκάστου βιβλίου τὸν ἴδιον γραφέα διὰ τοῦ προγράμματος δηλοῦντος. Πλάτων μὲν οὖν ὁμολογεῖ κατὰ τὴν Ἱπποκράτους μέθοδον ἐπισκοπεῖσθαι περὶ ψυχῆς φύσεως, ὡς ἐκεῖνος περὶ σώματος, ἀδύνατόν τέ φησιν ἄλλως τοῦτο γενέσθαι πρὸ τοῦ γνῶναι τὴν φύσιν τοῦ παντός. ἔνιοι δὲ τοσοῦτον ἡμαρτήκα- σιν, ὡς τὴν οὕτω θαυμαστὴν μέθοδον ἄλλου τινὸς εἶναι νοεῖν, τῷ μήδ᾿ ἀποκνῆσαι γράψαι τὸν εὑρόντα πρῶτον οὕτω μέγα καὶ σεμνὸν πρᾶγμα τὴν ἀπόδειξιν αὐτοῦ. πῶς γὰρ οὐ μέγα καὶ σεμνὸν, ἁπάντων γεννητῶν καὶ φθαρτῶν σωμάτων εὑρεῖν στοιχεῖα; πῶς δὲ οὐ πολὺ μεῖζον ἀποδείξεσι πιστώσασθαι; καὶ ταῦτα μηδ᾿ ἐν στίχοις ὅλοις τριακοσίοις, ἀλλ᾿ ἐλάττοσι πολλῷ παραληφθῆναι δυναμένῳ; οὐ γὰρ εἰκός ἐστιν ἐν ἅπασι τοῖς θεραπευτικοῖς καὶ προγνωστικοῖς εὑρήμασιν ὡς ἀποδεδειγμένοις χρῆσθαι τοῖς στοιχείοις τὸν Ἱπποκράτην, μηδαμόθι τὴν ἀπόδειξιν αὐτῶν εἰρηκότα. ταῦτα μὲν οὖν ἐκ περιουσίας εἴρηταί μοι, δεικνύντι γνήσιον Ἱπποκράτους εἶναι τὸ βιβλίον. οὐ μὴν ὡς ἐν ἔργῳ γε τοῦτο σπουδαστέον, ἀλλὰ περὶ τῆς ἀληθείας τῶν ἐν αὐτῷ γεγραμμένων σκεπτέον ἀκριβῶς. τοῦτο δ᾿ ἡμεῖς ἐν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτους στοιχείων ἐπράξαμεν, ὃ παρὰ πᾶσι τοῖς πεπαιδευμένοις εὐδοκιμοῦν ὁρῶντες οἱ βάσκανοι ψυχρὰν αὐτοῦ ἀπολογίαν ἐποίησαν, οὐκ εἶναι φάσκοντες Ἱπποκράτους τὸ βιβλίον. ἀλλ᾿ ὅτι γε ταῦτα ἐτίθετο καὶ πρὸς ταῦτα ἀποβλέπων ἀεὶ τὰ κατὰ μέρος ἔγραψε πάντα τῶν ὁμολογουμένων ἐστίν. ἐπεὶ δὲ ὑπὸ ἀναισχυντίας καὶ τοῖς ὑπὲρ πάντων ὁμολογουμένοις τε καὶ συμφωνουμένοις ἀντιλέγουσιν οἱ βάσκανοι, διὰ τοῦτο πραγματείαν ἑτέραν ἐποίησα, τοὐπίγραμμα τοιοῦτο ἔχουσαν, ὅτι καὶ κατ᾿ ἄλλα συγγράμματα τὴν αὐτὴν δόξαν ὁ Ἱπποκράτης ἔχων φαίνεται τῇ κατὰ τὸ περὶ φύσιος ἀνθρώπου.