GetPassage urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:9.1.1-9.1.4 urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:9.1.1-9.1.4

Περὶ τῶν γῶν. [α΄. Περὶ τῶν τῆς γῆς διαφορῶν.] Δυοῖν σημαινομένων πραγμάτων ἐκ τοῦ τῆς γῆς ὀνόματος ἀναγκαῖόν ἐστιν διαστεῖλαι πρότερον αὐτὰ σαφηνείας ἕνεκα τῶν λεχθησομένων. τὸ μὲν οὖν ἕτερον αὐτῶν σύνηθές ἐστιν ἅπασι τοῖς Ἕλλησιν. ὅταν τε γὰρ σπείρουσιν πυροὺς ἢ κριθὰς ἤ τι τῶν ἄλλων σπερμάτων, ἃ δημήτρια καλεῖται, μετρίως ὑγρὰν εἶναι χρῆναί φασι τὴν γῆν. ὅταν τε φυτεύουσιν ἀμπέλους ἢ συκὰς ἢ ἐλαίας ἤ τι τῶν ἄλλων δένδρων, φυλάττεσθαι κελεύουσι τήν τ’ ἄνικμον ἐσχάτως καὶ ξηρὰν τήν θ’ ὑγρὰν καὶ πηλώδη. καὶ γὰρ οὖν ὀνομάζουσι πηλὸν τὴν γῆν ὑγρῷ φυραθεῖσαν, οἵ τε τὰ γεωργικὰ γράψαντες ἐν ταῖς τῶν χωρίων διαφοραῖς τά τε μελάγγαια καὶ ἀργιλώδη καὶ ψαμμώδη διαστελλόμενα λέγουσιν. καλοῦσι δὲ καὶ λιπαρὰν γῆν, ἐξ ἧς ὁ πηλὸς γίνεται γλίσχρος. ἑτέραν τε κατὰ τοὐναντίον τῇδε διακειμένην, ἀλιπῆ καὶ ψαθυρὸν, ὡς ἂν εἴποι τις, ἐργαζομένη τὸν πηλόν. ἓν μὲν δὴ τοῦτο σημαινόμενόν ἐστι τοῦ τῆς γῆς ὀνόματος ἅπασι σύνηθες. ἕτερον δὲ μόνον τοῖς φιλοσόφοις, ἐπειδὴ λέγωσι τῶν σωμάτων στοιχεῖα γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ. τὸ γὰρ ξηρὸν ἐσχάτως σῶμα καὶ ψυχρὸν ὀνομάζουσι γῆν. κατὰ τούτους οὖν οὐδὲν μὲν τῶν συνθέτων τούτων σωμάτων ἐστὶν ἡ στοιχειώδης γῆ, πλεῖστον μέντοι τῆς γῆς ἔχειν αὐτά φασιν, οἷον τόν τε ἀδάμαντα καὶ τὰς πέτρας, καὶ ὅσῳ γ’ ἂν ὦσι σκληρότερα τὸ σῶμα, τοσούτῳ μᾶλλον αὐτὰ εἶναί φασι γεωδέστερα ἔμπαλιν τοῖς γεωργοῖς. οὐ γὰρ τὴν σκληροτέραν σύστασιν τῶν σωμάτων ὀνομάζουσιν οὗτοι γεωδεστέραν, ἀλλὰ λίθους μὲν καὶ πέτρας τὰ τοιαῦτα καλοῦσιν ἀνεπιτηδειότατα πρὸς γεωργίαν. ἀκριβεστάτην δὲ γῆν εἶναί φασι τὴν ποῤῥωτάτην τῇ συστάσει τῆς πέτρας, ὅπου γε καὶ τὴν ἀργιλώδη τε καὶ τὴν ψαμμώδη μέμφονται πρὸς τὰ πλεῖστα. κατὰ μὲν οὖν τὸ παρὰ τοῖς φιλοσόφοις σημαινόμενον αἱ τῆς γῆς διαφοραὶ τρισὶν ὁρισθήσονται γένεσιν. ἔστι γὰρ τὸ μέν τι λίθος αὐτῆς, τὸ δὲ μεταλλευτόν τι σῶμα, τὸ δὲ τρίτον ἡ γεωργουμένη γῆ, διαφωνίας γεγονυίας παρ’ αὐτοῖς περὶ τῶν χεομένων μεταλλευτῶν σωμάτων, οἷον χαλκοῦ καὶ κασσιτέρου καὶ μολύβδου. ταῦτα γὰρ ἔνιοί φασιν οὐ γῆς, ἀλλ’ ὕδατος ἔχειν τὸ πλέον. οἵ γε μὴν ἄλλοι πάντες ἄνθρωποι γῆν ὀνομάζουσιν ἐκείνην μόνην τὴν οὐσίαν, ἥτις ὑγρῷ φυραθεῖσα πηλὸς γίνεται. περὶ ἧς κᾀγὼ νῦν ἔγνωκα τὰς διαφορὰς εἰπεῖν, ἐκεῖνο μόνον ἔτι προσθεὶς, ὡς ἡ προειρημένη τομὴ τῶν γεωδῶν σωμάτων εἴς τε λίθους καὶ τὰ μεταλλευόμενα καὶ τὴν γεωργουμένην γῆν ἄνευ τῶν φυσικῶν ἰδίως ὀνομαζομένων σωμάτων εἴρηται. τούτων δὲ προσιόντων καὶ τὰ ξύλα πάντα καὶ καρπῶν μόρια πολλὰ, καθάπερ καὶ ζώων, ὀνομασθήσεται γεώδη τὴν οὐσίαν εἶναι. καρπῶν μὲν μόρια, πυρῆνες ἐλαιῶν καὶ γίγαρτα σταφυλῶν καὶ καρύων λέμματα καὶ κώνων, ἕτερά τε πολλὰ τοιαῦτα, τῶν ζώων δὲ τά τ’ ὀστέα καὶ τὰ κέρατα καὶ οἱ ὀδόντες. ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὅσα γεώδη καὶ σκληρὰ, τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ δ’ ἂν καὶ νῦν ῥηθείη· περὶ δὲ τῶν ἐν τοῖς ζώοις ἐφεξῆς εἰρήσεται, πρότερον διελθόντος μου τὰ κατὰ τὴν γῆν εἴδη. καλεῖν μὲν γὰρ ἔξεστί σοι καὶ διαφορὰς αὐτὰ καὶ εἴδη καὶ γένη. λέγω δὴ ταῦτα λίθους τε καὶ τὰ μεταλλευτὰ σώματα, καὶ τὴν εἰς πηλὸν λυομένην γῆν, καὶ πρῶτόν γε τὰς διαφορὰς ἐρῶ τῆς ὑπὸ πάντων Ἑλλήνων ὀνομαζομένης γῆς, ἥτις ἔχει κοινὸν ὕδατι πλησιάσασα, διαλύεσθαι παραχρῆμα καὶ πηλὸν γίνεσθαι. τὸ γὰρ τῆς παρὰ τοῖς φιλοσόφοις οὕτω καλούμενον οὐ κοινὸν ἅπασιν, ἀλλ’ ἐκείνοις μόνοις σύνηθες ἔχει τοὶ σημαινόμενον.

[β΄. Περὶ τῶν διαφορῶν τῆς συνήθως ὀνομαζομένης γῆς.] Γῆν ἔφην ὀνομάζεσθαι σύνηθες ἅπασιν Ἕλλησιν, ἥτις ἂν εἰς τὸ ὑγρὸν ἐμβληθεῖσα παραχρῆμα διαλύεταί τε καὶ πηλὸς γίνεται. ταύτης οὖν ἡ μέν τίς ἐστιν ἣν γεωργοῦσιν οἱ ἄνθρωποι, διαφορὰς ἔχουσά τινας μὲν κατὰ τὸν ἴδιον λόγον ἐν τῷ λιπαρά τε εἶναι καὶ γλίσχρος, ἥτις πάντως ἐστὶ καὶ μέλαινα τὴν χρόαν. ἡ δὲ ψαθυρωτέρα τε καὶ ἀλιπὴς, ἣν καλοῦσιν ἄργιλον, οὖσα καὶ ἥδε λευκοτέρα πως. ἐναντιώταται μὲν αὗται διαφοραί· αἱ δ’ ἄλλαι μεταξὺ τούτων, ἤτοι τῇ ἑτέρᾳ πλησιάζουσαι μᾶλλον ἢ τῇ ἑτέρᾳ, τινὲς δὲ κᾀν τῷ  μέσῳ δοκεῖν ἀκριβῶς εἶναι, τὴν ἴσην ἀμφοῖν ἀφεστηκυῖαι διάστασιν. αἱ δ’ ἐξ ἐπιμιξίας ἑτερογενῶν σωμάτων διαφοραὶ τῆς γῆς εἰσι, καθὸ λιθώδεις τε καὶ ψαμμώδεις ὑπάρχουσιν, καὶ χωρίζουσί γε τῶν τοιούτων τὴν μεμιγμένην οὐσίαν, ἀναδεύσαντες καὶ ἀναφυράσαντες ὕδατι πολλῷ, μέχρι τοῦ πᾶν ὑγρὸν ἐργάσασθαι. καθισταμένου γὰρ τούτου τὸ μὲν τῆς λιθώδους τε καὶ ψαμμώδους ἐμφερόμενον ὑφιζάνει πᾶν, ἐποχεῖται δὲ ἡ ἀκριβὴς γῆ. τοιοῦτον γάρ τι καὶ κατὰ τὴν Λημνίαν γίνεται γῆν, ἣν μίλτον ὀνομάζουσιν ἔνιοι Λημνίαν καί τινες ἄλλοι σφραγῖδα Λημνίαν, διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα τῆς Ἀρτέμιδος ἱεράν. ταύτην γάρ τοι τὴν γῆν ἡ ἱέρεια λαμβάνουσα μετά τινος ἐπιχωρίου τιμῆς, οὐ ζώων θυομένων, ἀλλὰ πυρῶν καὶ κριθῶν ἀντιδιδομένων τῷ χωρίῳ, κομίζει μὲν εἰς τὴν πόλιν ἀναφυράσασα ὕδατι καὶ πηλὸν ὑγρὸν ἐργασαμένη καὶ τοῦτον ταράξασα σφοδρῶς, εἶτ’ ἐάσασα καταστῆναι, πρῶτον μὲν ἀφαιρεῖ τὸ ἐπιπολῆς ὕδωρ, εἶθ’ ὑπ’ αὐτῷ τὸ λιπαρὸν τῆς γῆς λαβοῦσα καὶ μόνον ἀπολιποῦσα τὸ ὑφιζηκὸς λιθῶδές τε καὶ ψαμμῶδες, ὅπερ καὶ ἄχρηστόν ἐστιν, ἄχρι τοσούτου ξηραίνει τὸν λιπαρὸν πηλὸν, ἄχρις ἂν εἰς σύστασιν ἀφίκηται μαλακοῦ κηροῦ, καὶ τούτου λαμβάνουσα μόρια σμικρὰ τὴν ἱερὰν τῆς Ἀρτέμιδος ἐπιβάλλει σφραγῖδα, κἄπειτα πάλιν ἐν σκιᾷ ξηραίνει, μέχρις ἂν ἀκριβῶς ἄνικμος ἀποτελεσθῇ, καὶ γένηται τοῦτο δὴ τὸ γινωσκόμενον ἰατροῖς ἅπασι φάρμακον ἡ Λημνία σφραγίς. οὕτω γὰρ αὐτὴν ὀνομάζουσιν, ὡς ἔφην, ἔνιοι διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα, καθάπερ γε καὶ διὰ τὴν χρόαν ἔνιοι Λημνίαν μίλτον. ἔχει μὲν οὖν τὴν χρόαν τὴν αὐτὴν τῇ μίλτῳ, διαφέρει δ’ αὐτῆς τῷ μὴ μολύνειν ἁπτομένην, καθάπερ ἐκείνην, καὶ κατά γε τὸν λόφον ἐν τῇ Λήμνῳ τὸν ὅλον ὄντα κιῤῥὸν τῇ χρόᾳ, καθ’ ὃν οὔτε δένδρον ἐστὶν οὔτε πέτρα οὔτε φυτὸν, μόνη δ’ ἡ τοιαύτη γῆ. τρεῖς δ’ αὐτῆς εὑρίσκονται διαφοραί· μία μὲν ἡ προειρημένη τῆς ἱερᾶς γῆς, ἧς οὐδεὶς ἄλλος ἅπτεται πλὴν τῆς ἱερείας. δευτέρα δ’ ἑτέρα τῆς ὄντως μίλτου, χρῶνται δ’ οἱ τέκτονες αὐτῇ μάλιστα. τρίτη δ’ ἡ τῆς ῥυπούσης, ᾗ χρῶνται τῶν πλυνόντων ὀθόνας τε καὶ ἐσθῆτας οἱ βουληθέντες. ἀνεγνωκὼς δὲ ἐγὼ παρά τε Διοσκορίδῃ καὶ ἄλλοις τισὶ μίγνυσθαι τράγειον αἷμα τῇ Λημνίᾳ γῇ, κᾀκ τοῦ διὰ μίξεως ταύτης γενομένου πηλοῦ τὴν ἱέρειαν ἀναπλάττειν τε καὶ σφραγίζειν ἃς ὀνομάζουσι Λημνίας σφραγῖδας, ὠρέχθην αὐτὸς ἱστορῆσαι τὴν συμμετρίαν τῆς μίξεως. ὥσπερ οὖν εἰς Κύπρον ἕνεκα τῶν ἐν αὐτῇ μετάλλων, εἴς τε τὴν κοίλην Συρίαν, μόριον οὖσαν τῆς Παλαιστίνης, ἕνεκεν ἀσφάλτου καί τινων ἄλλων κατ’ αὐτὴν ἀξίων ἱστορίας ἐπορεύθην, οὕτως καὶ εἰς Λῆμνον οὐκ ὤκνησα πλεῦσαι, θεασόμενος ὁπόσον μίγνυται τοῦ αἵματος τῇ γῇ. καὶ τό γε δεύτερον ἐξ Ἀσίας εἰς Ῥώμην ἀφικέσθαι πεζῇ πορευόμενος διὰ Θρᾴκης τε καὶ Μακεδονίας, ἔπλευσα πρότερον ἀπὸ Τρῳάδος Ἀλεξανδρείας εἰς Λῆμνον, ἐπιτυχὼν εἰς Θεσσαλονίκην ἀναγομένου πλοίου, συνθεμένῳ τῷ ναυκλήρῳ παραβάλλειν πρότερον τῇ Λήμνῳ· ὁ δὲ προσέσχε μὲν, οὐ μὴν ᾗ γ’ ἐχρῆν πόλει. τὴν ἀρχὴν γὰρ οὐδ’ ἠπιστάμην δύο πόλεις εἶναι κατὰ τὴν νῆσον, ἀλλὰ ᾤμην, ὡς Σάμον καὶ Χίον καὶ Κῶ Ἄνδρον τε καὶ Τῆνον καὶ πάσας τὰς κατὰ τὸ Αἰγαῖον, οὕτω καὶ τὴν Λῆμνον ὁμώνυμον ἔχειν πόλιν ὅλῃ τῇ νήσῳ μίαν. ὡς δὲ ἀποβὰς τῆς νεὼς, ἔγνων Μυρίναν μὲν ὀνομάζεσθαι τὴν πόλιν, εἶναι δ’ οὔτε κατὰ Φιλοκτήτην οὔτε κατὰ τὸ ἱερὸν τοῦ Ἡφαίστου λόφον ἐν τῇ χώρᾳ τῆς πόλεως ἐκείνης, ἀλλ’ ἐν ἑτέρᾳ τῇ Ἡφαιστιάδι καλουμένῃ, καὶ οὐδ’ ἐγγὺς εἶναι τὴν πόλιν ἐκείνην τῆς Μυρίνης, ὅ τε ναύκληρος οὐκ ἠδύνατό με περιμένειν, ἀνεβαλλόμην εἰσαῦθις, ὅταν ἀπὸ Ῥώμης εἰς Ἀσίαν ἀφίκωμαι, θεάσασθαι τὴν Ἡφαιστιάδα. καί μοι τοῦτ’ ἐπράχθη, καθάπερ ἤλπισά τε καὶ προὐθέμην. ὡς γὰρ ἀπὸ τῆς Ἰταλίας διαβαλὼν εἰς τὴν Μακεδονίαν καὶ σχεδὸν ὅλην αὐτὴν ὁδοιπορήσας ἐν Φιλίπποις ἐγενόμην, ἥπερ ἐστὶν ὅμορος τῇ Θρᾴκῃ πόλις, ἐντεῦθεν ἐπὶ τὴν πλησίον θάλατταν εἴκοσιν ἐπὶ τοῖς ἑκατὸν ἀπέχουσαν στάδια κατελθὼν, ἔπλευσα πρότερον μὲν εἰς Θάσον ἐγγύς που διακοσίους σταδίους, ἐκεῖθεν δὲ εἰς Λῆμνον ἑπτακοσίους, εἶτ’ αὖθις ἀπὸ Λήμνου τοὺς ἴσους ἑπτακοσίους εἰς Ἀλεξανδρείαν Τρῳάδα. καὶ διὰ τοῦτ’ ἐξεπίτηδες ἔγραψα περί τε τοῦ πλοῦ καὶ τῶν σταδίων, ὅπως εἴ τις ἐθέλῃ θεάσασθαι καὶ αὐτὸς ὁμοίως ἐμοὶ τὴν Ἡφαιστιάδα διαγινώσκων τὴν θέσιν αὐτῆς, οὕτως παρασκευάζοιτο πρὸς τὸν πλοῦν. ἐν γάρ τοι τῇ ὅλῃ νήσῳ τῇ Λήμνῳ, κατὰ μὲν τὸ πρὸς ταῖς ἀνατολαῖς μέρος αὐτῆς ἐστιν Ἡφαιστιὰς, κατὰ δὲ τὸ πρὸς ταῖς δυσμαῖς ἡ Μυρίνα. καὶ τό γε ὑπὸ τοῦ ποιητοῦ λεγόμενον ἐπὶ τοῦ Ἡφαίστου, κάππεσεν ἐν Λήμνῳ, διὰ τὴν φύσιν τοῦ λόφου δοκεῖ μοι τὸν μῦθον ἐπίστασθαι. φαίνεται γὰρ ὁμοιότατος κεκαυμένῳ κατά γε τὴν χρόαν καὶ διὰ τὸ μηδὲν ἐν αὐτῷ φύεσθαι. εἰς τοῦτον οὖν τὸν λόφον ἥ τε ἱέρεια παραγενομένη, καθ’ ὃν ἐγὼ καιρὸν ἐπέβην τῆς νήσου, καί τινα πυρῶν τε καὶ κριθῶν ἀριθμὸν ἐμβάλλουσα τῇ γῇ καὶ ἄλλα τινὰ ποιήσασα κατὰ τὸν ἐπιχώριον σεβασμὸν, ἐπλήρωσεν μὲν ὅλην ἅμαξαν τῆς γῆς. κομίσασα δ’ εἰς τὴν πόλιν, ὡς εἶπον ἀρτίως, ἐσκεύασε τὰς πολυθρυλήτους Λημνίας σφραγῖδας. ἔδοξεν οὖν μοι πυθέσθαι μή τι πρότερόν ποτε τράγειον ἢ αἴγειον αἷμα τῇ γῇ ταύτῃ μιγνύμενον ἐν ἱστορίᾳ παρειλήφασιν. ἐφ’ ᾗ  πεύσει πάντες οἱ ἀκούσαντες ἐγέλασαν, οὐχ οἱ τυχόντες ἄνδρες ὄντες, ἀλλὰ καὶ πάνυ πεπαιδευμένοι τά τ’ ἄλλα καὶ τὴν ἐπιχώριον ἱστορίαν ἅπασαν. ἀλλὰ καὶ βιβλίον ἔλαβον. παρά τινος αὐτῶν, γεγραμμένον ὑπό τινος τῶν ἐπιχωρίων ἀνδρῶν ἔμπροσθεν, ἐν ᾧ τὴν χρῆσιν ἅπασαν ἐδίδασκε τῆς Λημνίας γῆς, ὅθεν οὐκ ὤκνησα κᾀγὼ πειραθῆναι τοῦ φαρμάκου, δισμυρίας λαβὼν σφραγῖδας. ἐχρῆτο δὲ καὶ αὐτὸς ὁ δοὺς τὸ βιβλίον, ἐν τοῖς πρώτοις ἀριθμούμενος τῆς Ἡφαιστιάδος, εἰς πολλὰ τῷ φαρμάκῳ. καὶ γὰρ ἐπὶ τραυμάτων καὶ παλαιῶν καὶ δυσεπουλώτων ἐχεοδήκτων τε καὶ ὅλως θηριοδήκτων, ἐπί τε τῶν θανασίμων φαρμάκων, οὐ προδιδοὺς μόνον, ἀλλὰ καὶ ἐπιδιδοὺς, ἐχρῆτο τῇ σφραγῖδι. ἔφασκε δὲ καὶ τοῦ διὰ τῶν ἀρκευθίδων φαρμάκου πεῖραν ἔχειν, εἰς ὃ καὶ τῆς Λημνίας ἐμβάλλεται κινοῦντος ἔμετον, εἴ τις ἔτι κατὰ τὴν κοιλίαν ὄντος τοῦ θανασίμου φαρμάκου πίοι τὸ ἀλεξητήριον. ἀλλὰ τούτου μὲν καὶ ἡμεῖς ἔχομεν πεῖραν ἐπί τε λαγωοῦ θαλαττίου καὶ κανθαρίδων, ὑποπτευσάντων μὲν εἰληφέναι τι τοιοῦτον τῶν ἀνθρώπων, ἐμεσάντων δ’ αὐτίκα πᾶν ἐπὶ τῷ διὰ τῆς Λημνίας σφραγῖδος φαρμάκῳ, καὶ μηδὲν μετὰ ταῦτα παθόντων σύμπτωμα τῶν ἑπομένων λαγωῷ τε καὶ κανθαρίσι, καίτοι τῆς δόσεως τῶν ὀλεθρίων φαρμάκων ἐλεγχθείσης. εἰ δὲ καὶ πρὸς τἄλλα θανάσιμα φάρμακα, ταῦτα δὴ τὰ δηλητήρια καλούμενα, τὴν αὐτὴν δύναμιν ἔχει τὸ διὰ τῶν ἀρκευθίδων καὶ τῆς Λημνίας φάρμακον, ἐμοὶ μὲν ἄδηλον. ὁ δ’ ἐκ τῆς Ἡφαιστιάδος ἐπηγγείλατο μέχρι τοῦ καὶ λυττῶντος κυνὸς ἰᾶσθαι δῆγμα φάσκειν αὐτὴν, πινομένην δι’ οἴνου κεκραμένου, κατὰ δὲ τοῦ ἕλκους ἐπιτιθεμένην δι’ ὄξους πάνυ δριμέος. ἀλλὰ δι’ ὄξους μὲν καὶ τὰ τῶν ἄλλων θηρίων ἔλεγεν αὐτὴν ἰᾶσθαι δήγματα, φύλλων βοτανῶν ἔξωθεν ἐπιτιθεμένων, ἃς ἐμάθομεν ἀντιπεπονθέναι σηπεδόσιν. μάλιστα δ’ ἐπῄνει σκόρδιον, εἶτα κενταύριον τὸ λεπτὸν, εἶτα πράσιον. ἐπί γε μὴν κακοήθων καὶ σηπεδονωδῶν ἑλκῶν εἴ ποτ’ ἐχρησάμην τῇ Λημνίᾳ, μεγάλως ὠφέλησε. ἡ δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας. τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρόν τε καὶ ῥυπαρὸν, ἀνέχεται δι’ ὄξους δριμυτάτου τῆς Λημνίας λελυμένης εἰς πηλώδη σύστασιν ὁμοίως τοῖς τροχίσκοις, ὧν ἄλλος ἄλλῳ χρῆται, Πολυείδου λέγω καὶ Πασίωνος καὶ Ἄνδρωνος, καὶ τούτῳ τῷ νῦν εἰρημένῳ, προσαγορευομένῳ δὲ Βητινῷ. καὶ γὰρ οὗτοι πάντες ἰσχυρῶς ξηραίνοντες ὠφελοῦσι τὰ κακοήθη τῶν ἑλκῶν, ἀνιέμενοι ποτὲ μὲν οἴνῳ γλυκεῖ, ποτὲ δὲ σιραίῳ, ποτὲ δ’ οἰνομέλιτι, ποτὲ δὲ τῶν λευκῶν οἴνων ἐνίοις ἢ τῶν κιῤῥῶν ἢ ξανθῶν, ὡς ἂν ἡ χρεία κελεύῃ. διορισθήσεται γὰρ ὑπὲρ τούτων ἐν ἑτέροις. ὡσαύτως δὲ καὶ δι’ ὄξους ἀνίενταί ποτε, καὶ δι’ οἴνου ἢ ὕδατος ἢ ὀξυμέλιτος, ἢ ὀξυκράτου τε καὶ μελικράτου. καὶ ἡ Λημνία δὲ γῆ δι’ ἑκάστου τῶν εἰρημένων ἀνιεμένη φάρμακον ἐπιτήδειόν ἐστιν εἴς τε τὴν τῶν προσφάτων τραυμάτων κόλλησιν εἴς τε τὴν τῶν χρονίων ἢ δυσεπουλώτων ἢ κακοήθων ἴασιν. ὡσαύτως δὲ καὶ ἡ ἄλλη πᾶσα φαρμακώδης γῆ. διελέσθαι γὰρ δεήσει, καθάπερ ἔμπροσθεν ἀπὸ τῆς στοιχειώδους γῆς, ἐν ᾗ καὶ οἱ λίθοι περιείχοντο τὴν εἰς πηλὸν λυομένην, οὕτω νῦν ἀπὸ τῆς γεωργουμένης τὴν φαρμακώδη. καλέσαι γὰρ οὐδὲν χεῖρον οὕτως ᾗ πρὸς τὰς θεραπείας χρώμεθα, καίτοι καὶ τῆς γεωργουμένης ἡ λιπαρὰ χρήσιμος εἰς θεραπείαν ἐστὶν ἁπάντων τῶν ξηρανθῆναι δεομένων μορίων, ὅθεν αὐτῇ κατὰ Ἀλεξάνδρειάν τε καὶ Αἴγυπτον χρῶνται πολλοὶ μὲν ἰδίᾳ προαιρέσει, πολλοὶ δ’ ἐξ ὀνειράτων. εἶδον γοῦν ἐπὶ τῆς Ἀλεξανδρείας ὑδερώδεις τε καὶ σπληνώδεις ἐνίους χρωμένους τῷ πηλῷ τῆς Αἰγυπτίας γῆς. πολλοὶ δὲ καὶ κνήμας καὶ μηροὺς καὶ πήχεις καὶ βραχίονας καὶ νῶτα καὶ πλευρὰς καὶ στέρνα τῷ πηλῷ τῆς γῆς ταύτης χριόμενοι σαφῶς ὠφελοῦντο. κατὰ δὲ τὸν αὐτὸν τρόπον τάς τε παλαιὰς φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν ὁ πηλὸς οὗτος, ὥστ’ ἐνίους οἶδα καὶ ὅλην τὴν ἕξιν οἰδαλέους ἐξ αἱμοῤῥοΐδων ἀμέτρου κενώσεως γενομένους, ὠφεληθέντας ἐναργῶς. καί τινες ἀλγήματα χρόνια κατά τι μόριον ἐστηριγμένα τῷ πηλῷ τούτῳ τελέως ἐξιάσαντο, ξηραντικὴν γὰρ ἔχει πᾶσα γῆ δύναμιν. ἐπεὶ καὶ φύσει ξηρὸν αὐτῆς ἐστι τὸ σῶμα, καὶ ὅτε γε ἀκριβῶς ᾖ πυρώδους ἄμικτος οὐσίας, ἀδηκτότατα ξηραίνει, συντελεῖ δὲ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι.

[γ΄. Περὶ πλύσεως γῆς.] Πλύνεται δὲ κατὰ τὸν αὐτὸν τρόπον ἅπασα γῆ τῷ προειρημένῳ περὶ τῆς Λημνίας, ὕδατι μὲν πρῶτον ἀναφυραθεῖσα μηδεμιᾶς φαρμακώδους ποιότητος ἔμφασιν ἔχοντι. καταστάντος δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντος ἄνωθεν τοῦ ὕδατος, εἶτα τοῦ μετ’ αὐτὸ χωρισθέντος ἀπὸ τῶν ὑφισταμένων κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν. εἰ δὲ καὶ γεγυμνασμένην ἔχεις τὴν γευστικὴν αἴσθησιν, αὐτὸς ἔσῃ κριτὴς ἀκριβὴς ἧς τε δεῖ πλύνειν γῆς ἧς τε μή. τίνες μὲν γὰρ οὐ δέονται πλύσεως, τινὲς δὲ δὶς ἢ τρὶς δέονται πλυθῆναι. τὴν μὲν οὖν Λημνίαν ἑτοίμην λαμβάνεις ἅπαξ πεπλυμένην ὑπὸ τῆς ἱερείας, ἐκ δευτέρου δὲ πλυθῆναι μὴ δεομένην.

[δ΄. Περὶ Σαμίας γῆς.] Ἡ Σαμία δ’ οὐδὲ δεῖται πλυθῆναι. χρώμεθα δ’ αὐτῆς θατέρῳ τῶν εἰδῶν μᾶλλον, ὃ δὴ καὶ Σάμιον ἀστέρα καλοῦσιν, εἰς τὰς τοῦ αἵματος πτύσεις,  ὁπόθεν ἂν γιγνόμεναι τύχωσιν, ὥσπερ καὶ τῇ Λημνίᾳ σφραγῖδι. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ὠφελοῦσι καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ τὸν ὀνομαζόμενον ῥοῦν γυναικεῖον, καὶ μέντοι καὶ τὰς δυσεντερικὰς ἑλκώσεις πρὸ τοῦ σηπεδονώδη γενέσθαι τὰ ἕλκη, καλεῖν δ’ ἔθος ἐστὶν τοῖς ἰατροῖς τὰς τοιαύτας διαθέσεις νομὰς ἀπὸ τοῦ νέμεσθαι τὴν σηπεδόνα πρὸς τὰ πλησιάσαντα μόρια, συνδιαφθείρουσαν αὐτὰ τῷ πρώτῳ κακωθέντι. τῇ γε μὴν Λημνίᾳ κᾀπὶ τοιούτων ἐχρησάμην ἐνίοτε καὶ σαφῶς ὤνησεν ἐνεθεῖσά τε δι’ ἕδρας καὶ ποθεῖσα, προαποκλυσθέντων τῶν ἑλκῶν, ὡς εἰώθαμεν πράττειν, μελικράτῳ μὲν ἀκρατεστέρῳ προτέρῳ, δευτέρῳ δ’ ἅλμῃ. ἐνέθη μὲν οὖν δι’ ἀρνογλώσσου χυλοῦ, δι’ ὀξυκράτου δ’ ὑδαροῦς ἐπόθη. φαίνεται δ’ οὐκ ὀλίγῳ τινὶ δραστικωτέραν δύναμιν ἔχειν ἡ Λημνία γῆ τῆς Σαμίας, ὅθεν οὐδὲ τὰ φλεγμῆναι φθάσαντα φέρει τὴν δύναμιν αὐτῆς, ἀλλὰ τραχύνεται σαφῶς καὶ μάλισθ’ ὅταν ὁ ἄνθρωπος ᾖ μαλακόσαρκος. ὑπὸ δὲ τῆς Σαμίας οὐ μόνον οὐ παροξύνεταί τι τῶν οὕτως ἐχόντων μορίων, ἀλλὰ καὶ παρηγορεῖται, καὶ μάλιστά γε τὰ θερμότερα καὶ χαυνότερα, καθάπερ οἵ τε τιτθοὶ καὶ οἱ ὄρχεις καὶ οἱ ἀδένες. ἐπιτηδείως δ’ ἂν χρῶ τηνικαῦτα τῇ τοιαύτῃ γῇ, μετὰ τὸ λειῶσαι δι’ ὕδατος, ἐπιμιγνὺς ῥοδίνου καλοῦ τοσοῦτον, ὅσον τὸ μιχθὲν οὐκ ἐάσει ξηρανθῆναι τὸ φάρμακον. ἀγαθὸν δὲ τὸ οὕτως σκευασθέν ἐστι καὶ πρὸς τὰς ἄλλας φλεγμονὰς ὅσαι θερμαὶ καὶ βουβῶνας ἀρχομένους καὶ ποδαγρικὰ ῥεύματα καὶ ὅλως ὅπου ψῦξαι βουλόμεθα μετρίως μετὰ τοῦ παρηγορεῖν, ὥστ’ ἐναργῶς φαίνεσθαι τῆς Σαμίας τὴν δύναμιν μετρίως ψυκτικήν. ἔστι δὲ καὶ ἀερωδεστέρα πως αὐτῆς ἡ οὐσία παραβαλλομένη τῇ Λημνίᾳ, δηλοῖ δ’ ἡ κουφότης. ἐκ τούτων οὖν τῶν γνωρισμάτων καὶ πᾶσαν ἄλλην φαρμακώδη γῆν δοκίμαζε. λέγω δὲ γνωρίσματα τήν τε ἐν τῇ συστάσει κουφότητά τε καὶ βαρύτητα καὶ τὴν ἐν τῇ γεύσει τραχύτητα καὶ λειότητα καὶ προσέτι τὸ κολλῶδές τε καὶ ῥυπτικόν. ἐχέκολλος μὲν γάρ ἐστι καὶ γλίσχρος ὁ Σάμιος ἀστὴρ, ἐχούσης τι καὶ τῆς Λημνίας σφραγῖδος ὀλίγον τοιοῦτον. ῥυπτικήν τε δύναμιν ἔχει καὶ μετρίαν Σελινουσία τε γῆ καὶ Χία, διὸ καί τινες τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται. δέδεικται δὲ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου τὸ βραχέως ῥυπτικὸν ἅπαν εἰς σάρκωσιν ἑλκῶν ἐπιτήδειον, ἐὰν δὲ ξηραίνῃ, καὶ πρὸς ἐπούλωσιν ἀγαθόν· ἐπιτηδειότατα δ’ ἐξ αὐτῶν ἐστι τοῖς τε ἐπιπολῆς ἕλκεσι καὶ πυρικαύτοις ὅσα πρὸς τῷ ξηραίνειν ἀδήκτως οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. ὅθεν ἥ τε Σελινουσία καὶ ἡ Χία γῆ κάλλιστα φάρμακα πρὸς τὰ πυρίκαυτα τῶν ἑλκῶν ἐστι· δεῖται γὰρ ταῦτα μετριώτατα ῥυπτόντων φαρμάκων ἄνευ θάλψεως ἢ ψύξεως ἐπιφανοῦς, ὅπερ ὑπάρχει καὶ τῇ Σελινουσίᾳ καὶ τῇ Χίᾳ καὶ τῇ Σαμίᾳ γῇ. λέλεκται δὲ ὅτι καὶ ταύτης εἶδός ἐστιν ὁ ἀστὴρ ὀνομαζόμενος, ὑπερέχων τῆς ἄλλης γῆς τῷ γλίσχρον τι καὶ κολλῶδες ἔχειν, ὅθεν οὔτε πρὸς τὰ ἄλλα τῶν ἑλκῶν οὔτε πρὸς τὰ πυρίκαυτα ταῖς ἄλλαις ἐνάμιλλός ἐστιν, ὅσαι τε κολλῶδες οὐκ ἔχουσιν. ἐμπλαστικωτέραν γὰρ ἐργάζεται τὴν οὐσίαν τὸ κολλῶδες, ὡς μὴ ῥύπτειν, ὅταν γε δηλονότι μηδεμία δριμύτης ἄλλη προσῇ τῷ γλίσχρῳ τε καὶ κολλώδει σώματι, καθάπερ ἐν τοῖς ἰξοῖς ἐστιν. ἥ γε μὴν Χία καὶ ἡ Σελινουσία γῆ τῆς μὲν Σαμίας λείπονται πρὸς τὰς περὶ τιτθοὺς καὶ ὄρχεις καὶ βουβῶνας ἀρχομένας φλεγμονάς. ὅμως δ’ οὐκ ἀνάρμοστοι τυγχάνουσιν οὖσαι, μηδενὸς ἄλλου τῶν ἄκρως ποιούντων παρόντος. ἡ δὲ Κιμωλία μικτῆς οὖσα δυνάμεως, ἔχει μέν τι καὶ ψυκτικὸν, ἔχει δέ τι καὶ διαφορητικὸν βραχὺ, διό πλυθεῖσα μὲν ἀποτίθεται τοῦτο, χωρὶς δὲ τοῦ πλυθῆναι κατ’ ἀμφοτέρας ἐνεργεῖ τὰς δυνάμεις, καθάπερ καὶ ἄλλα πολλὰ τῶν συνθέτων φαρμάκων διαφοροῦντά τε καὶ ἀποκρουόμενα. παρὰ δὲ τὴν τῶν μιγνυμένων ὑγρῶν αὐτῇ φύσιν ἐναργῶς ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν. τοῖς μὲν γὰρ ἀποκρουομένοις καὶ ψύχουσι μιχθεῖσα τὸν γενόμενον ἐξ αὐτῆς τε κᾀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ ἀποκρουόμενον, τοῖς δὲ διαφορητικοῖς διαφοροῦντα καὶ αὐτόν. οὕτω γοῦν καὶ τοῖς πυρικαύτοις ἁρμόττει, καί τινες τῶν ἰδιωτῶν ἐπιχρίουσιν αὐτὴν, παραχρῆμα φυράσαντες ὄξει. χρὴ δ’ ἐν τῇ τοιαύτῃ χρήσει μὴ λίαν εἶναι δριμὺ τὸ ὄξος. εἰ δὲ τοιοῦτον εἴη, βέλτιον ὕδατος αὐτῷ μιγνύναι. μέμνησό γε μὴν τοῦτο κοινὸν ἐπὶ πάσης γῆς εἶναι τῆς κούφης. ἅπασαι γὰρ ὀνίνασι τὰ πυρίκαυτα παραχρῆμα παραχριόμεναι δι’ ὄξους, ἢ ὀξυκράτου, κωλύουσαι φλυκταινοῦσθαι. προσεπιβλέπειν δ’ ἐν τούτῳ καὶ τὴν φύσιν τοῦ θεραπευομένου σώματος, εἰ μαλακὸν ἢ σκληρὸν, εἰδὼς ἀεὶ καθόλου τοῦτο, τὰ μὲν μαλακὰ σώματα μὴ φέρειν τὴν δύναμιν τῶν ἰσχυρῶν φαρμάκων, τὰ δὲ σκληρὰ φέρειν. οὐ μὴν τῆς γ’ ἐνεστώσης πραγματείας ἴδια ταῦτα. ῥηθήσεται γὰρ ἐπιπλέον ἔν τε τοῖς περὶ συνθέσεως φαρμάκων κᾀν τοῖς περὶ τῶν εὐπορίστων. ἡ δὲ παροῦσα διέξοδος ἀπ’ ἀρχῆς ἐσπούδακε τὰς καθόλου δυνάμεις τῶν φαρμάκων εὑρεῖν, αἷς προσέχων τις τὸν νοῦν εἰς τὴν τῶν κατὰ μέρος χρῆσιν εὐπορίαν ἕξει παμπόλλην ἐπιμαθὼν δηλονότι τὴν μέθοδον τῆς χρήσεως αὐτῶν, ὥστ’ οὐκέτι προσήκει μηκύνειν, ἀλλ’ ὅπερ εἴρηται καὶ πρόσθεν ἀναμνῆσαι καὶ νῦν αὐτὴν μὲν τὴν ἄμικτον γῆν ἄλλῃ τινὶ τῶν ἑτερογενῶν οὐσιῶν ξηραντικῆς ἀδήκτως εἶναι δυνάμεως. ἐπεὶ δ’ ἀδύνατόν ἐστιν ἄμικτον εὑρεῖν ἀκριβῶς τι σῶμα, προσεπισκέπτεσθαι προσήκει τὴν μίξιν τῶν συμβεβηκότων  αὐτῇ κατά τε τὰς ἐν κουφότητι καὶ βαρύτητι διαφορὰς καὶ τὰς ἐν τῇ γεύσει. στύψεως μὲν γάρ τινος ἔμφασιν ἔχουσα τοσοῦτον προσείληφε ψύξεως, ὅσον καὶ στύψεως. εἰ δὲ δριμύτητος ἐμφαίνοιτό τι, τοσοῦτον ἔχει θερμότητος, ὅσον δριμύτητος. ὡσαύτως δ’ ἐπὶ τῆς κούφης καὶ βαρείας σκοπεῖσθαι. τῆς μὲν κούφης τοιαύτης γινομένης, ὅταν ἀερώδους οὐσίας μετέχῃ δαψιλοῦς ἐν τῇ δι’ ὅλης ἑαυτῆς κράσει, τῆς δὲ βαρείας, ὅσῳ περ ἂν ᾖ μᾶλλον τοιαύτη, τοσούτῳ μᾶλλον εἰλικρινεστέρας γῆς ὑπαρχούσης. ἴδιον δὲ γῆς ἐστι τὸ μὴ χεῖσθαι πυρὶ πλησιάζουσαν, ὅπερ ὅ τε μόλυβδος καὶ καττίτερος, ἄργυρός τε καὶ χρυσὸς ἔχουσιν, ὥσθ’ ὅταν ἀργυρῖτιν ἢ χρυσῖτιν ἢ σιδηρῖτιν ἀκούσῃς γῆν, ὀνομάζουσι γὰρ οὕτως ἔνιοι τὰς ἐκ τῶν μετάλλων λαμβανομένας, μὴ νόμιζε δι’ ὅλου κεκρᾶσθαι τὸν ἄργυρον ἢ τὸν χρυσὸν ἢ τὸν σίδηρον τῇ γῇ· πλησιάζειν δὲ μορίοις μικροῖς τῆς γῆς ἀναμεμιγμένα μόρια μικρὰ, κατὰ μὲν τὴν χρυσῖτιν χρυσοῦ, κατὰ δὲ τὴν ἀργυρῖτι νἀργύρου, κατὰ δὲ τὴν σιδηρῖτιν σιδήρου, καὶ ταῦτ’ ἐν ταῖς καμίνοις ὑπὸ τοῦ πυρὸς χεόμενα συνέρχεσθαι πρὸς ἄλληλα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἡ τὴν ὕαλον ἔχουσα ψάμμιός ἐστιν, ἐν ψάμμῳ γὰρ μάλιστα τῆς τοιαύτης οὐσίας εὑρίσκεται ψήγματα πολλάκις μικρά. καὶ ὅσοι τούτων ἔμπειροι θεασάμενοι τὰς τοιαύτας ψάμμους γνωρίζουσιν ὁπόσον ἐξ αὐτῶν ἀθροῖσαι δύνανται τῆς ὑάλου, καὶ χρυσοῦ δὲ ψήγματα μικρὰ πολλὰ κατά τινας εὑρίσκεται ψάμμους, ἀλλ’ οὐκ ἐξ ἁπάσης ψάμμου τὸν χρυσὸν ἐξαίρουσι καὶ τὴν ὕαλον οἱ περὶ ταῦτ’ ἔχοντες, ἐκλεγόμενοι δηλονότι τὰς μετ’ ὀλίγης δαπάνης ἀθροιζούσας πλεῖστον, ὡς τό γ’ ἐν ταῖς καμίνοις ἀναλώσαντας πολλὰ βραχύ τι σχεῖν τῆς διαθροιζομένης οὐσίας ἀκερδὲς αὐτοῖς εἶναι δοκεῖ. διὰ τοῦτο μὲν οὖν καίτοι γε πολλαῖς ψάμμοις χρυσοῦ καὶ ὑάλου ψηγμάτων περιεχομένων οὐκ ἐπὶ πάσας οἱ περὶ ταῦτα δεινοὶ παραγίνονται. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ χαλκὸν ἢ ἄργυρον ἢ σίδηρον ἢ κασσίτερον ἢ μόλυβδον ἐκ πάσης γῆς ἐκλέγουσιν. οὐ μὴν οὐδ’ ὅταν χωρίσωσιν ἑκάστην τῶν εἰρημένων ἀπὸ τῆς ἀναμεμιγμένης γῆς, ἡ καταλειπομένη παραπλησία ταῖς ἄλλαις γαῖς ἐστιν, ἃς συνήθως ἔφην ὀνομάζεσθαι πᾶσιν Ἕλλησιν, ἐχούσαις γνώρισμα κοινὸν τὸ τέγγεσθαί τε καὶ διαλύεσθαι ῥᾳδίως εἰς πηλόν. τῆς γὰρ ἐν τοῖς μετάλλοις γῆς ὑπόλειμμα λιθῶδες γίγνεται, ἄτηκτόν τε καὶ ἄτεγκτον. λέγω δὲ τέγγεσθαι μὲν τὸ δι’ ὅλης τῆς οὐσίας ὑγραίνεσθαι, βρέχεσθαι δὲ τὸ κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν μόνην, οὐ διικνουμένης εἰς τὸ βάθος αὐτῆς τῆς ὑγρότητος. οὕτως οὖν καὶ ἡ μεταλλευομένη Καδμεία γεννᾶται, λιθώδης οὖσα καὶ ἄτεγκτος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων σωμάτων ἐφεξῆς εἰρήσεται· νυνὶ δ’ ἐπανήξω πάλιν ἐπὶ τὴν φαρμακώδη γῆν, ἥτις, ὅτι μὲν εἰς πηλὸν λύεται ῥᾳδίως ἐν ὕδατι τεγγομένη, διὰ τοῦτ’ ὀνομάζεται γῆ, διότι δὲ χρῄζομεν αὐτῆς ὥσπερ καὶ ἄλλων φαρμάκων, διὰ τοῦτο φαρμακῖτις εἰκότως ἂν λέγοιτο. καίτοι τήν γ’ ἀμπελῖτιν ὀνομαζομένην γῆν ἔνιοι φαρμακῖτιν ὀνομάζουσιν μόνην, ἤτοι γ’ ὡς μόνην τοιαύτην οὖσαν ἢ ὡς ἐνεργεστέραν τὴν φαρμακώδη δύναμιν ἔχουσαν, ὅπερ καὶ ἀληθές ἐστιν. ὀνομάζεται δ’ ἀμπελῖτις οὐχ ὅτι φυτεύειν ἀμπέλους ἐν ταύτῃ βέλτιον, ἀλλ’ ὅτι περιχριομένη ταῖς ἀμπέλοις φθείρει τοὺς γεννωμένους ἐπ’ αὐτῶν σκώληκας, οὓς σκνῖπας ὀνομάζουσιν οἱ παρ’ ἡμῖν ἀμπελουργοί. γεννῶνται δὲ οὗτοι τοῦ ἦρος εἰσβάλλοντος, ἡνίκα βλαστάνουσιν οἱ ἄμπελοι καὶ τό γ’ ἐνοιδισκόμενον αὐτῶν μέρος, ὅθεν ὁ βλαστὸς φύεται, ὃ καλοῦσιν ὀφθαλμόν. τούτους οὖν τοὺς ὀφθαλμοὺς διεσθίοντες οἱ σκνῖπες οὐ μικρὰ βλάπτουσιν τὰς ἀμπέλους, διὸ καὶ τὰς ῥίζας τῶν ὀφθαλμῶν τούτων περιχρίουσιν οἱ περὶ ταῦτα δεινοί. κατὰ τοῦτο μὲν οὖν ἀμπελῖτίς τε καὶ φαρμακῖτις ἡ τοιαύτη γῆ προσαγορεύεται, δηλοῦσα κᾀκ τοῦ φθείρειν τοὺς σκνῖπας ὅσον αὐτῇ μέτεστι δυνάμεως φαρμακώδους. ἀφέστηκεν δὲ πολὺ καὶ τῶν ἄλλων εἰδῶν τῆς γῆς, οἷς χρώμεθα πρὸς τὰς ἰάσεις, ἐγγὺς ἤδη τῆς λιθώδους ἥκουσα. διὸ καὶ μιγνυμένην αὐτὴν ἐν ταῖς τῶν φαρμάκων γραφαῖς εὑρήσεις, ἔνθα ξηρᾶναί τι καὶ διαφορῆσαι προσήκει. τὸ γὰρ ἄδηκτον καὶ μέτριον καὶ παρηγορικὸν οὐκ ἔχει καθάπερ ἡ Χία τε καὶ Σαμία καὶ Σελινουσία. καὶ περὶ τῆς Κιμωλίας δὲ προείρηται βραχὺ τούτων οὔσης ἰσχυροτέρας, ἀδήκτου δ’ ἔτι καὶ αὐτῆς, καὶ μάλιστα εἰ πλυθείη. καὶ ἡ Κρητικὴ δὲ γῆ παραπλησία πώς ἐστι ταύταις, ἀλλ’ ἱκανῶς ἀσθενὴς ὑπάρχει, πολὺ τὸ ἀερῶδες ἔχουσα, τὸ μέντοι ῥυπτικὸν ἔχει, διὸ καὶ οἱ ἄνθρωποι λαμπρύνουσιν αὐτῇ τὰ ῥυπαρὰ τῶν ἀργυρωμάτων, ὥστ’ ἔχοις ἂν καὶ ταύτην ἐς ὅπερ καὶ τὰς ἄλλας τὰς ἀδήκτως ῥυπτούσας προειρήκαμεν ἐπιτηδείους εἶναι. τούτων δ’ ἁπασῶν ἡ Λημνία δύναμιν ἰσχυροτέραν ἔχει, πρόσεστι γὰρ αὐτῇ τι καὶ στύψεως, ἡ δ’ Ἐρετριὰς ἔτι καὶ ταύτης ἰσχυροτέραν, οὐ μὴν ὥστ’ ἤδη δάκνειν. ἐὰν δὲ καὶ πλυθῇ, πάνυ μετρία γίνεται παραπλησίως ταῖς προειρημέναις. ἐγχωρεῖ δὲ τὴν γῆν ταύτην οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς ἢ τρὶς πλυθῆναι, καθάπερ καὶ τὴν Κιμωλίαν. καὶ μέντοι καὶ καίουσιν αὐτὴν ἔνιοι ποιοῦντες δηλονότι λεπτομερεστέραν τε καὶ δριμυτέραν, ὥστ’ εἰς τὴν διαφορητικὴν μεταπίπτειν δύναμιν. εἰ δὲ πλυθείη καυθεῖσα, τὸ μὲν δριμὺ καταλιποῦσα τῷ ὕδατι, τὸ δ’ ἐκ τῆς ὀπτήσεως λεπτομερὲς ἔχουσα, ξηραντικωτέρα γίνεται. διὸ τῆς ἀκαύστου τῷ κοινῷ λόγῳ γῆς ἁπάσης ἐπὶ τῶν ἑλκῶν οὔσης χρησίμης, ἔτι μᾶλλον ἡ μετὰ τὸ καυθῆναι πλυθεῖσα, καὶ πρὸς τὰ δυσσάρκωτά τε καὶ δυσεπούλωτα χρήσιμός ἐστιν. ὄντων δ’ αὐτῆς δυοῖν εἰδῶν ἡ  τεφρώδης κατὰ τὴν χρόαν ἀμείνων ἐστὶ τῆς πάνυ λευκῆς. ἔστι δὲ καὶ ἄλλη γῆ πνιγῖτις ὀνομαζομένη, κατὰ μὲν τὴν ὅλην δύναμιν ἐοικυῖα τῇ Κιμωλίᾳ, κατὰ δὲ τὴν χρόαν ἀφεστηκυῖα. μέλαινα γάρ ἐστιν ὁμοίως τῇ ἀμπελίτιδι, τὸ δὲ γλίσχρον καὶ κολλῶδες οὐχ ἧττον ἔχει Σαμίας γῆς, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον. ἐδόθη δ’ ἡμῖν ἐν τῷ μεγάλῳ τούτῳ λοιμῷ, καὶ ἄλλη τις ἐξ Ἀρμενίας τῆς ὁμόρου Καππαδοκίας γῆ ξηραντικωτέρα, τὴν χρόαν ὠχρά· λίθον δ’ αὐτὴν ὠνόμαζεν, οὐ γῆν, ὁ δοὺς, καὶ ἔστιν εὐλειοτάτη, καθάπερ καὶ ἡ τίτανος. ὀνομάζω δ’ οὕτω δηλονότι τὴν κεκαυμένην πέτραν. ἀλλὰ καὶ ὥσπερ ἐκείνης οὐδὲν ἐμφέρεται ψαμμῶδες, οὕτως οὐδὲ τῆς Ἀρμενίας. μετὰ γὰρ τὸ θραυσθῆναι τῷ δοίδυκι κατὰ τὴν θυίαν, οὕτως ἐστὶ λεία καὶ ἄλιθος ὥσπερ ἡ τίτανος καὶ ὁ Σάμιος ἀστὴρ, οὐ μὴν ὁμοίως γε κούφη τῷ ἀστέρι. διὸ καὶ πεπύκνωται μᾶλλον αὐτοῦ καὶ ἧττον ἀερώδης ἐστὶν, καὶ διὰ τοῦτο φαντασίαν ἀποφαίνει τοῖς ἀμελέστερον ὁρῶσι λίθος εἶναι. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὰ παρόντα λίθον ἢ γῆν αὐτὴν ὀνομάζειν, εἰδότας ἄκρως ξηραίνουσαν. ἐπί τε γὰρ δυσεντεριῶν καὶ τῶν κατὰ γαστέρα ῥευμάτων, αἵματός τε πτύσεως καὶ κατάῤῥου καὶ προσέτι τῶν κατὰ τὸ στόμα σηπεδονωδῶν ἑλκῶν ἁρμόττει μάλιστα. καὶ μέντοι καὶ τοὺς ἀπὸ κεφαλῆς εἰς θώρακα ῥευματιζομένους ὀνίνησι μεγάλως, ὥστε καὶ τοὺς διὰ τὴν τοιαύτην αἰτίαν συνεχῶς δυσπνοοῦντας ἰσχυρῶς ὠφελεῖ. καὶ μέντοι καὶ ὅσοι φθόῃ κάμνουσιν, καὶ τούτους ὀνίνησιν. ξηραίνει γὰρ αὐτῶν τὸ ἕλκος, ὡς μηδὲ βήττειν ἔτι, πλὴν εἰ κατὰ τὴν δίαιταν ἁμαρτάνοιεν ἀξιολόγως ἢ τὸ περιέχον ἐξαιφνίδιον εἰς δυσκρασίαν μεταπέσοι. καί μοι δοκεῖ, καθάπερ ἐπὶ τῶν συρίγγων ἐθεασάμεθα πολλάκις, οὐ μόνον ἐν ἄλλοις μορίοις, ἀλλὰ καὶ κατὰ τὴν ἕδραν ἄνευ τοῦ κολλύριον καθεῖναι τὸν ῥύπον ἢ τὸν τύλον ἐξαιροῦν τῆς σύριγγος, αὐτῷ μόνῳ τῷ ξηραίνοντι φαρμάκῳ προστελλομένας τε καὶ κλειομένας αὐτὰς, οὕτω κᾀπὶ τοῦ κατὰ τὸν πνεύμονα συμβαίνειν ἕλκους. φαίνεται γὰρ καὶ τοῦτο διὰ τῶν ξηραινόντων φαρμάκων ὁμοίως ὀνινάμενον, ὅταν τε μέτριον ᾖ καὶ μὴ μέγα λίαν, ὥστ’ ἔδοξαν ἔνιοι τῶν ἐχόντων αὐτὰ τελείως ἀπηλλάχθαι, καὶ τῶν γ’ εἰς τὴν Λιβύην ἀπὸ Ῥώμης διὰ τοιαύτην αἰτίαν πορευθέντων ἔνιοι τελείως ἐπείσθησαν ὑγιεῖς εἶναι, καὶ μέχρι γέ τινων ἐτῶν ἀμέμπτως διήγαγον, εἶθ’ ὕστερόν ποτε πάλιν ἀφυλακτότερον αὐτοῖς διαιτηθεῖσιν ὑποστροφὴ τοῦ νοσήματος ἐγένετο. τούτους οὖν, ὡς ἔφην, ἡ ἐκ τῆς Ἀρμενίας βῶλος ἐναργῶς ὠφέλησε καίτοι γ’ ἐν Ῥώμῃ διατρίβοντας, ἔτι τε μᾶλλον τοὺς δυσπνοοῦντας συνεχῶς. ἐν δὲ τῷ μεγάλῳ τούτῳ λοιμῷ παραπλησίῳ τὴν ἰδέαν ὄντι τῷ κατὰ Θουκυδίδην γενομένῳ πάντες οἱ πιόντες τούτου τοῦ φαρμάκου διὰ ταχέων ἐθεραπεύθησαν, ὅσους δ’ οὐδὲν ὤνησεν ἀπέθανον πάντες, οὐδ’ ὑπ’ ἄλλου τινὸς ὠφελήθησαν, ᾧ καὶ δῆλον ὅτι μόνους τοὺς ἀνιάτως ἔχοντας οὐκ ὠφέλησε. πίνεται δὲ μετ’ οἴνου λεπτοῦ τὴν σύστασιν, κεραμένου μετρίως μὲν, εἰ ἀπύρετος εἴη παντάπασιν ὁ ἄνθρωπος ἢ βραχὺ πυρεταίνοι, πάνυ δ’ ὑδαροῦς, εἰ πυρέττοι μειζόνως. οὐ μὴν οὐδὲ σφοδροὶ κατὰ τὴν θερμασίαν εἰσὶν οἱ λοιμώδεις πυρετοί. περὶ δὲ τῶν ξηρανθῆναι δεομένων ἑλκῶν τί δεῖ καὶ λέγειν ὁπηλίκην ἔχει δύναμιν ἡ Ἀρμενικὴ βῶλος αὕτη; καλεῖν δ’ ἔξεστί σοι, καθάπερ ἔφην, καὶ λίθον αὐτὴν, ὡς ὁ δοὺς ὠνόμαζεν, καὶ γῆν, ὡς ἂν ἐγὼ φαίην, ἐπειδὴ καὶ τέγγεται τοῖς ὑγροῖς.