GetPassage urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:7.10.1-7.10.20 urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:7.10.1-7.10.20

[α΄. Περὶ καλαμίνθης.] Καλαμίνθη λεπτομερὴς τὴν οὐσίαν ἐστὶ καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν, ἐκ τῆς τρίτης που τάξεως κατ’ ἀμφοτέρας τὰς ποιότητας. ἐναργῆ δὲ τούτων τὰ γνωρίσματα τά τε τῇ γεύσει φαινόμενα καὶ τὰ διὰ τῆς πείρας γιγνωσκόμενα. τῇ μὲν γὰρ γεύσει δριμεῖά τε καὶ θερμὴ σαφῶς ἐστι καὶ βραχύ τι παντελῶς ὑπόπικρον ἔχει. πειρωμένοις δ’ αὐτῆς καὶ προσάγουσι τῷ σώματι πρῶτον μὲν ἔξωθεν ἐπιτιθεμένη λίαν θερμαίνει τε καὶ δάκνει καὶ ἀμύττει τὸ δέρμα καὶ τελευτῶσα ἕλκος ἐργάζεται. λαμβανομένη δὲ εἴσω τοῦ σώματος αὐτή τε καθ’ ἑαυτὴν ξηρὰ καὶ διὰ μελικράτου, θερμαίνει τε σαφῶς καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ πᾶν σῶμα. διὰ τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ περίοδον ῥίγη, ἔξωθεν μὲν ἐναφέψοντες ἐλαίῳ καὶ συναλείφοντες ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίως, ἔσωθεν δὲ λαμβάνοντες, ὡς εἴρηται. καὶ μέν γε καὶ κατὰ τῶν ἰσχίων καταπλάττουσί τινες αὐτὴν ἐπὶ τῶν ἰσχιαδικῶν ἀῤῥωστημάτων ὡς γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθους εἰς τὴν ἐκτὸς ἐπιφάνειαν καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον, ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ καταμήνιά τε πινομένη καὶ προστιθεμένη προσκαλεῖται πάνυ δραστηρίως. ἀγαθὸν δὲ καὶ τῶν ἐλεφαντιώντων φάρμακον, οὐ μόνον τῷ γενναίως διαφορεῖν τοὺς λεπτοὺς χυμοὺς, ἀλλὰ καὶ τῷ λεπτύνειν καὶ τέμνειν ἰσχυρῶς τοὺς παχεῖς, οἷοί πέρ εἰσιν οἱ τὸ τοιοῦτο νόσημα γεννῶντες, οὕτω δὲ καὶ οὐλὰς μελαίνας λαμπρύνει καὶ ὑπώπια διαφορεῖ. κάλλιον δ’ ἐπὶ τῶν τοιούτων χλωρὰν ἐν οἴνῳ ἑψηθεῖσαν καταπλάττειν αὐτὴν μᾶλλον, ἢ ξηράν. ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίγνεται καὶ καίειν ἑτοιμοτέρα. τῷ δ’ εἶναι τοιαύτη καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα παραλαμβάνεται, καθάπερ τά τε καυτήρια καὶ ὅσα τῶν φαρμάκων ἐστὶ θερμὰ καὶ δριμέα καὶ λεπτομερῆ καὶ ῥᾳδίως ἐκ τοῦ βάθους ἐπισπώμενα πρὸς ἑαυτὰ τὴν παρακειμένην ἅπασαν ὑγρότητα. ἡ δὲ συνοῦσα πικρότης αὐτῇ βραχεῖα μέν ἐστι παντελῶς· δρᾷ δ’ ἅπερ ἡ ἰσχυροτάτη  πρὸς ἔνια, διὰ τὸ συνεῖναι σφοδρᾷ θερμότητι μετὰ λεπτομεροῦς οὐσίας. οὕτω γοῦν ἀσκαρίδας τε καὶ ἕλμινθας ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε καὶ πινόμενος ἀναιρεῖν πέφυκε. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοὺς ἐν ὠσὶ σκώληκας, ἢ εἴ που καθ’ ἕλκους σηπεδονώδους ἑτέρωθι τοῦ σώματος ἡ τοιαύτη γένοιτο διάθεσις. οὕτω δὲ καὶ τὰ κυούμενα πινομένη τε καὶ προστιθεμένη διαφθείρει τε καὶ ἐκβάλλει. ἡ μὲν οὖν τμητικὴ δύναμις ὑπάρχει διά τε τὸ θερμὸν αὐτῆς καὶ λεπτομερὲς καὶ πικρὸν, ἡ δὲ ῥυπτικὴ διὰ τὸ πικρὸν μόνον. καὶ τοίνυν ὀνίνησι τοὺς μὲν ἀσθματικοὺς διὰ πάντα τὰ εἰρημένα, τοὺς δ’ ἰκτεριώδεις διὰ τὴν πικρότητα μάλιστα, καθάπερ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ πικρὰ τῷ ῥύπτειν τε καὶ καθαίρειν τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις. ἔστι δ’ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος.

[β΄. Περὶ καλάμου ἀρωματικοῦ.] Κάλαμος ἀρωματικὸς καὶ στύψεως βραχείας καὶ δριμύτητος ἐλαχίστης μετέχει. τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους, εὔκρατον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα συζυγίᾳ. ὅθεν οὐρητικός τε μετρίως ἐστὶν καὶ ταῖς πρὸς ἧπαρ καὶ στόμαχον ἐπιτιθεμέναις μίγνυται δυνάμεσιν, εἴς τε τὰς τῆς ὑστέρας πυρίας, ὅσαι φλεγμονῆς ἕνεκεν ἢ καταμηνίων ἐρεθισμοῦ παραλαμβάνονται, χρησίμως μίγνυται. κείσθω τοίνυν δευτέρας τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, καὶ σφοδρότερόν γε ξηραινόντων ἢ θερμαινόντων. ἔχει δέ τι καὶ λεπτομερὲς, ὥσπερ καὶ τἄλλα σύμπαντα ἀρώματα. ἀλλ’ ἐκείνων μὲν τοῖς πλείστοις πάμπολυ τὸ λεπτομερὲς ὑπάρχει, τῷ καλάμῳ δ’ οὐ πολύ.

[γ΄. Περὶ καλάμου φραγμίτου.] Καλάμου φραγμίτου τὴν ῥίζαν σὺν βολβοῖς ἀκίδας καὶ σκόλοπας ἐκ βάθους ἐπισπᾶσθαί τινες ἔγραψαν, ὡς ἂν ἑλκτικῆς τινος ὑπαρχούσης αὐτῇ δυνάμεως. οὐ μὴν ἡμεῖς γε ἐπειράθημεν, ὅσον μέντοι τῇ γεύσει τεκμήρασθαι, ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης, ἥκιστα δριμείας. τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως ἐμψύχει, μετέχοντα τῆς ῥυπτικῆς καὶ ταῦτα δυνάμεως. ὁ φλοιὸς δὲ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικὸν, ὥστε καὶ ξηραίνειν καὶ θερμαίνειν κατὰ τὴν τρίτην που τάξιν, καὶ πλέον γε ξηραίνειν ἢ θερμαίνειν. φυλάττεσθαι δ’ αὐτοῦ προσήκει τὴν καλουμένην ἀνθήλην. ἐμπίπτουσα γὰρ τοῖς ὠσὶν ἐμπλάττεται ἀναπολύτως καὶ κακοῖ τὴν ἀκοὴν, ὥστε κωφώσεις ἐργάζεσθαι πολλάκις.

[δ΄. Περὶ καγκάνου.] Καγκάνου ἡ ῥίζα δυνάμεως μέν ἐστιν ἀδήκτου τε καὶ μετρίως ξηραντικῆς, οὐσίας δὲ παχυμεροῦς ἐμπλαστικῆς. ὅθεν οἴνῳ βρεχομένη, καθάπερ ἡ τραγάκανθα καὶ ἐκλειχομένη, τὰς τῆς ἀρτηρίας ἰᾶται τραχύτητας, οὐδὲν δ’ ἧττον, εἰ καὶ διαμασήσαιτό τις αὐτὴν, ὁ παραῤῥέων χυλὸς ὀνίνησι τὴν ἀρτηρίαν ὁμοίως τῷ τῆς γλυκυρίζης.

[ε΄. Περὶ καννάβεως.] Καννάβεως ὁ καρπὸς ἄφυσός τε καὶ ξηραντικὸς εἰς τοσοῦτόν ἐστιν ὡς, εἰ πλείων βρωθείη, ξηραίνειν τὴν γονήν. ἔνιοι δὲ χλωρὸν αὐτὸν χυλίζοντες εἰς ὤτων ἀλγήματα χρῶνται τὰ κατ’ ἔμφραξιν, ὡς ἐμοὶ δοκεῖ, γινόμενα.

[στ΄. Περὶ καπνίου.] Κάπνιος οἱ δὲ καπνὸν ὀνομάζουσι, δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος, οὐκ ἀπήλλακται δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε καὶ ἀτονίας ἰᾶται, καὶ ὁ χυλὸς δ’ αὐτῆς ὀξυδερκής ἐστι καὶ ἐπισπώμενος οὐκ ὀλίγον δάκρυον, ὥσπερ ὁ καπνὸς, ἐντεῦθεν δ’ αὐτῇ καὶ τοὔνομα. ἐχρῆτο δ’ αὐτῇ τις ἰδιώτης καὶ ὡς στόμαχον ῥωννυούσῃ μετὰ τοῦ καὶ γαστέρα λαπάσσειν. ἐξήραινε γὰρ τὴν πόαν πρότερον καὶ ἀπετίθετο καὶ οὕτως ἀπέπασσεν ὑπαγωγῆς μὲν ἕνεκα μελικράτῳ, ῥωννύναι δὲ βουλόμενος τὸν στόμαχον οἴνῳ κεκραμένῳ [δηλονότι].

[ζ΄. Περὶ καππάρεως.] Καππάρεως ὁ μὲν τῆς ῥίζης φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν. ᾧ καὶ δῆλον ὡς ἐκ διαφόρων τε καὶ μαχομένων σύγκειται δυνάμεων. ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν τε καὶ τέμνειν τῇ συνιούσῃ πικρότητι, θερμαίνειν δὲ καὶ τέμνειν καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν τῇ στρυφνότητι. καὶ διὰ τοῦτο σπλῆνας μὲν σκιῤῥώδεις, εἴ πέρ τι καὶ ἄλλο, καὶ τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἔξωθεν δὲ τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω δὲ τοῦ σώματος λαμβανόμενον, ἤτοι ἀφεψημένον ἐν ὄξει καὶ ὀξυμέλιτι καὶ τοῖς τοιούτοις, ἢ ξηρὸν κεκομμένον ἀναμιγνύμενον αὐτοῖς. καὶ γὰρ δὴ καὶ κενοῖ φανερῶς τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς οὕτω ληφθὲν, οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ κατὰ γαστέρα. πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν, ἐφ’ οἷς οἵ τε σπλῆνες ὀνίνανται καὶ αἱ κατ’ ἰσχίον ὀδύναι. καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει καὶ ῥήγμασι καὶ σπάσμασι βοηθεῖ. τὸ δ’ ὅτῳ χρὴ πόματι μιγνύειν αὐτὴν ἐφ’ ἑκάστου τῶν παθῶν, οὐ τῆς προκειμένης πραγματείας ἐστὶν, ἀλλ’ ἤτοι τῆς περὶ συνθέσεως φαρμάκων, ἢ τῆς θεραπευτικῆς μεθόδου. καὶ καταπλαττόμενος δὲ τοῖς κακοήθεσιν ἕλκεσι τῆς ῥίζης ὁ φλοιὸς ἀγαθὸν φάρμακον, ὡς ἂν ἀποῤῥύπτειν τε δυνάμενος αὐτὰ καὶ ξηραίνειν ἰσχυρῶς, καὶ τοὺς τῶν ὀδόντων τε πόνους κατὰ τὰς προειρημένας ὠφελεῖ ποιότητας, ἐνίοτε μὲν ὄξει συνεψηθεὶς, ἐνίοτε δ’ οἴνῳ, πολλάκις δ’ αὐτὸς μόνος ἐνδακνόμενος. ἔστι δὲ οὐδὲ τούτων τοὺς καιροὺς διορίσαι τῆς ἐνεστώσης πραγματείας. οὐ γὰρ τοῦτο πρόκειται νῦν, ἀλλ’ ἐξ ἑκάστου τῶν κατὰ μέρος  ἔργων ἔνδειξίν τινα λαβεῖν τῶν δυνάμεων αὐτῆς, ἀναγαγόντα τὸν λόγον ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποκειμένας ἀρχάς. εὔδηλον οὖν ἐκ τῶν εἰρημένων ὡς τμητική τις ἐν αὐτῇ δύναμίς ἐστι καὶ ῥυπτικὴ καὶ διαφορητικὴ καὶ συνακτική. καὶ γὰρ δὴ καὶ ἀλφοὺς ἀφαιρεῖ σὺν ὄξει καὶ χοιράδας καὶ ὄγκους σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις μιγνυμένη. τῷ δὲ φλοιῷ τῆς ῥίζης ὁ καρπὸς ἀνάλογον ἔχει δυνάμεως, πλὴν ὅσον ἀσθενέστερός ἐστιν εἰς ἅπαντα. καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς αὐτῶν ὁμοίας εἰσὶ δυνάμεως, καὶ ἔγωγέ ποτε τοῖς φύλλοις οἶδα διαφορήσας ἐν ὀλίγαις ἡμέραις χοιραδώδη σκληρότητα. μίγνυμεν δ’ αὐτοῖς δηλονότι τῶν ἀμβλυνόντων τι τὸ σφοδρὸν τῆς δυνάμεως. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τοὺς ἐν ὠσὶ σκώληκας ὁ χυλὸς ἀναιρεῖ διὰ τὴν πικρότητα. ἡ δ’ ἐν τοῖς θερμοῖς πάνυ χωρίοις γεννωμένη κάππαρις, ὥσπερ καὶ ἡ ἐν Ἀραβίᾳ, πολὺ τῆς παρ’ ἡμῖν ἐστι δριμυτέρα, ὥστε καὶ τῆς καυστικῆς ἐπιπλέον μετέχει δυνάμεως.

[η΄. Περὶ καρδάμου.] Καρδάμου τὸ σπέρμα καυστικῆς μετέχει δυνάμεως, ὥσπερ τὸ νᾶπυ, καὶ διὰ τοῦτο ἰσχιάδας, κεφαλαλγίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν αὐτῷ, καθάπερ τῷ νάπυϊ. μίγνυται δὲ καὶ τοῖς πρὸς τοὺς ἀσθματικοὺς διδομένοις φαρμάκοις, ὡς ἂν δηλονότι τέμνειν ἰσχυρῶς τοὺς παχεῖς χυμοὺς δυνάμενον, ὥσπερ καὶ τὸ νᾶπυ· προσέοικε γὰρ ἐκείνῳ τὰ πάντα. καὶ ἡ πόα δὲ ξηρὰ μὲν γενομένη παραπλησίας ἐστὶ τῷ σπέρματι δυνάμεως, ὑγρὰ δὲ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ καὶ οὕτως ἐστὶ μέτριος ἐν τῷ τοιῷδε τὴν δῆξιν ὥστε καὶ μετ’ ἄρτου δυνατὸν αὐτῇ χρῆσθαι καθάπερ ὄψῳ.

[θ΄. Περὶ καρδαμώμου.] Καρδάμωμον ἔστι μὲν ἀμέλει καὶ τοῦτο θερμῆς ἱκανῶς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρῶς ὡς τὸ κάρδαμον, ἀλλ’ ὅσον ἥδιόν τε καὶ ἀρωματικώτερον ὑπάρχει καρδάμου, τοσοῦτο καὶ τῆς θερμῆς δυνάμεως ἀσθενεστέρας μετείληφεν. οὐ μὴν ἑλκοῦν ἱκανόν ἐστι καὶ αὐτὸ καθ’ αὑτὸ καταπλασσόμενον, ἔχει δέ τι καὶ πικρότητος ἐμφερόμενον ἑαυτῷ, δι’ ἣν καὶ τὰς ἕλμινθας ἀναιρεῖ καὶ ψώρας ἰσχυρῶς ἀποῤῥύπτει καὶ σὺν ὄξει.

[ι΄. Περὶ κάρου.] Κάρου τὸ σπέρμα θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην που τάξιν δριμεῖαν μετρίως ἔχον τὴν ποιότητα. ταῦτά τοι καὶ ἄφυσόν ἐστι καὶ οὐρητικὸν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ τὸ φυτὸν.

[ια΄. Περὶ κασίας.] Κασία ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τρίτην που τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς, ἐν δὲ τῇ γεύσει πλεῖστον μὲν ἐν αὐτῇ τὸ δριμὺ, βραχὺ δέ τι καὶ στῦφον, ὥστε καὶ διὰ πάντα ταῦτα τέμνει τε ἅμα καὶ διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττὰ, καὶ πρὸς τούτοις ἔτι ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. ἐπιτήδειος δὲ καὶ πρὸς τὰς τῶν καταμηνίων ἐπισχέσεις ἐστὶν, ὅταν ὑπὸ πλήθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι κωλύηται.

[ιβ΄. Περὶ καρύων.] Κάρυα. τὸ δένδρον ἔχει μέν τι κᾀν τοῖς βλαστοῖς κᾀν τοῖς φύλλοις στυπτικὸν, ἐναργὲς δὲ καὶ πλεῖστον ἐν τῷ τοῦ καρύου λέμματι προσφάτῳ τε καὶ ξηρῷ. χρῶνται γοῦν αὐτῷ διὰ τοῦτο καὶ οἱ βαφεῖς. ἡμεῖς δὲ καὶ ἐκθλίβοντες αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν μόρων τε καὶ βάτων ἕψοντες σὺν μέλιτι στοματικῷ χρώμεθα φαρμάκῳ, καὶ πρὸς τἄλλα πάντα, πρὸς ἅπερ ἁρμόττουσιν οἱ προειρημένοι χυλοί· τοῦ καρύου δ’ αὐτοῦ τὸ μὲν ἐδώδιμον ἐλαιῶδές τ’ ἐστὶ καὶ λεπτομερὲς, ὥστε διὰ τοῦτο καὶ ἐκχυλοῦται ῥᾳδίως καὶ μᾶλλον, ὅσῳ περ ἂν ἀποκείμενον χρονίζῃ, τοιοῦτο γίνεται. ἔλαιον γοῦν ἐκθλῖψαι δυνατόν ἐστιν ἐξ αὐτοῦ παλαιουμένου. τηνικαῦτα δὲ καὶ διαφορητικὸν ἱκανῶς γίγνεται. ὥστε τινὲς καὶ γαγγραίνας αὐτῷ καὶ ἄνθρακας καὶ αἰγίλωπας ἰῶνται, τινὲς δὲ καὶ πρὸς τὰ νευρότρωτα χρῶνται. πρόσφατον δ’ ὑπάρχον ἔχει τι καὶ τῆς στυφούσης ποιότητος. τὸ δ’ ἀτελὲς ἔτι καὶ μηδέπω ξηρὸν, ὁμοίως τοῖς ἄλλοις καρποῖς, ὅσοι χλωροὶ, πλῆρές ἐστιν ὑγρότητος ἡμιπέπτου. τὸ μέντοι λέπος αὐτοῦ τὸ ξηρὸν καυθὲν λεπτομερές τε γίνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον. ἔστι δὲ καὶ ἕτερόν τι γένος καρύων μικροτέρων, ἃ δὴ Ποντικὰ προσαγορεύεται, πλείονος μετέχον τῆς γεώδους οὐσίας ψυχρᾶς, ὥστε καὶ αὐστηρότερον γευομένῳ τό τε φυτὸν αὐτὸ καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς φαίνεται, τὰ δ’ ἄλλα παραπλήσιον ὑπάρχει τῷ μεγάλῳ καρύῳ τῷ καλουμένῳ πρός τινων βασιλικῷ. προσαγορεύεται δὲ τὸ μικρὸν τοῦτο κάρυον ὑπὸ τῶν πολλῶν λεπτοκάρυον.

[ιγ΄. Περὶ καυκαλίδος.] Καυκαλίς. ἔνιοι δὲ τοῦτο δαῦκον ἄγριον ὀνομάζουσιν· ἔστι γὰρ ὅμοιον αὐτῷ καὶ κατὰ τὴν γεῦσιν καὶ κατὰ τὴν δύναμιν. θερμαίνει τε γὰρ ὡς ἐκεῖνο καὶ ξηραίνει καὶ διουρεῖται, καὶ ταριχεύεταί γε εἰς ἀπόθεσιν.

[ιδ΄. Περὶ καρπησίου.] Καρπήσιον ὅμοιον μὲν ὑπάρχει τῷ καλουμένῳ φοῦ κατά τε τὴν γεῦσιν καὶ τὴν δύναμιν, ἐπιπλέον δ’ ἐστὶ λεπτομερὲς, διὸ καὶ μᾶλλον ἐκείνου ῥύπτει τὰς τῶν σπλάγχνων ἐμφράξεις καὶ οὖρα κινεῖ καὶ νεφροὺς ἐκκαθαίρει λιθιῶντας. οὐ μὴν εἰς τοσοῦτόν γε λεπτομερές ἐστιν, ὡς ἀντὶ κινναμώμου χρῆσθαι μὴ παρόντος, ὥσπερ ὁ Κόϊντος ἔπραττεν. ἄμεινον μὲν οὖν ἐστι τὸ Ποντικὸν καρπήσιον τοῦ Λαερτικοῦ, οὐ μὴν οὐδ’ αὐτὸ πλησίον κινναμώμου τὴν δύναμιν, ἀλλὰ καὶ τῆς ἀρίστης κασίας οὐκ ὀλίγῳ λειπόμενον. ὠνόμασται δ’ ἑκάτερον ἀπό τινων ὀρῶν  τῆς Παμφυλίας, ἐν οἷς γεννᾶται καὶ πλείστων αὐτῶν εὐπορήσαις ἂν ἐν Συρίῃ.

[ιε΄. Περὶ κέγχρου.] Κέγχρος ψύχει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ ἤτοι κατὰ τὴν τρίτην ἐκλελυμένην ἢ τὴν δευτέραν ἐπιτεταμένην. ἔστι δέ περ καὶ λεπτομερὴς ἐπ’ ὀλίγον. ἐξ οὖν τῆς τοιαύτης συστάσεώς τε καὶ κράσεως ἐσθιόμενος μὲν ὡς ἔδεσμα παντελῶς ὀλιγότροφόν ἐστιν ἁπάντων σχεδόν τι τῶν σιτηρῶν ἐδεσμάτων. ἀτὰρ οὖν καὶ τὴν κοιλίαν ἐπιξηραίνει, ἔξωθεν δὲ ἐπιτιθέμενος διά τε μαρσύππων ἐπιτήδειός ἐστι πυρία τοῖς ἀδήκτως ξηρανθῆναι δεομένοις, καὶ καταπλασσόμενος δὲ ξηραίνειν πέφυκεν, ἱκανῶς μέντοι ψαθυρὸν καὶ διὰ τοῦτο δύσχρηστον γίγνεται τὸ δι’ αὐτοῦ κατάπλασμα.

[ιστ΄. Περὶ κέδρου.] Κέδρος ἐστὶ μὲν διττὴ κατ’ εἶδος, ἡ μὲν ἑτέρα θαμνώδης, ὁμοίως ταῖς ἀρκεύθοις, ἡ δ’ ἑτέρα δένδρον οὐ μικρόν. εἰσὶ δ’ ἀμφότεραι θερμῆς καὶ ξηρᾶς κράσεως, ἐκ τῆς τρίτης που τάξεως κατ’ ἄμφω. ἡ μέντοι κεδρέα, καλεῖται δ’ οὕτω τὸ ἔλαιον τὸ ἐκ τῆς κέδρου, καὶ τῆς τετάρτης ἂν ἤδη δόξειεν ἐφάπτεσθαι τάξεως, ἱκανῶς θερμή τε ἅμα καὶ λεπτομερὴς ὑπάρχουσα. τὰς μὲν οὖν ἁπαλὰς σάρκας ἑτοίμως τε ἅμα καὶ ἀνωδύνως σήπει, καθάπερ καὶ τἄλλα, τὰ τῆς μὲν αὐτῆς τάξεως ὑπάρχοντα κατὰ τὸ θερμαίνειν, λεπτομερῆ δὲ ταῖς οὐσίαις ὄντα· ἐπὶ δὲ τῶν σκληρῶν ἐν χρόνῳ τε πλείονι καὶ μόγις ἐνεργεῖ. καλεῖται μὲν οὖν τὰ τοιαῦτα φάρμακα πάντα σηπτικά τε καὶ σηπτά. διαφέρει δ’ ἀλλήλων κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ἔστι δὲ καὶ αὐτῶν τῶν τοιούτων φαρμάκων ἐκ τῆς πρώτης τε καὶ ἀσθενεστάτης τάξεως ἡ κεδρέα· τὰ πλεῖστα γὰρ αὐτῶν ἐστιν ἱκανῶς δραστήρια. τὰ μὲν οὖν τοιαῦτα καὶ τὰς τῶν νεκρῶν σωμάτων διαφθείρει σάρκας· ἡ μέντοι κεδρέα ξηραίνει τε καὶ ἄσηπτα διαφυλάττει τὰ τεθνεῶτα σώματα, τὰς μὲν ὑγρότητας αὐτῶν ἐκβοσκομένη τὰς περιττὰς, τῶν στερεῶν δ’ οὐχ ἁπτομένη σωμάτων. ἐπὶ δὲ τῶν ζώντων ἡ θερμότης ἡ ἐν τοῖς σώμασι συναυξάνουσα τὴν δύναμιν τῆς κεδρέας αἰτία γίγνεται τοῦ τὰς ἁπαλὰς σάρκας ὑπ’ αὐτῆς διακαίεσθαι. θαυμαστὸν δ’ οὐδὲν, εἰ τοσαύτη τὴν δύναμιν καὶ φθεῖρας καὶ κονίδας καὶ ἀσκαρίδας καὶ τοὺς ἐν τοῖς ὠσὶ σκώληκας ἀναιρεῖν πέφυκεν, ἔμβρυά τε προστιθεμένη τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει. καθάπερ οὖν καὶ αὐτὸ τὸ κατὰ συνουσίαν σπέρμα, περιαλειφομένη τῷ αἰδοίῳ. καὶ διὰ ταῦτ’ ἀτόκιόν ἐστι φάρμακον οὕτω χρωμένοις οὐδενὸς δεύτερον, ἄλλα τε πολλὰ κατὰ μέρος ἐργάζεται τοιαῦτα. τεκμήριον γοῦν τοῦ θερμαίνειν ἰσχυρῶς, ὥσπερ κᾀπειδὰν τοῖς τῶν ὀδόντων ἐνσταχθῇ τρήμασι· τὸ μὲν γὰρ ἄλγημα πρᾳΰνει, θραύει δ’ αὐτούς. λεπτύνει δὲ καὶ τὰς τῶν ὀφθαλμῶν οὐλὰς καὶ τὰς διὰ πάχος ὑγρῶν ἀμβλυωπίας ἰᾶται. τὸ δὲ λιπαρώτατον ἐξ αὐτῆς καὶ ἀκριβῶς ἐλαιωδέστατον, ὃ διὰ τῶν ὑπεραιωρουμένων ἐρίων ἑψομένης ἀθροίζεται, λεπτομερέστερον μὲν γίγνεται τῆς ὅλης κεδρέας, ἧττον δὲ δριμὺ, καίτοι θερμαῖνον οὐχ ἧττον. ἔχει γὰρ ὡς πρὸς τὸ ὑπολειπόμενον τῆς κεδρέας τὸ παχυμερέστερον τὸν αὐτὸν λόγον, ὅνπερ καὶ τὸ ἔλαιον πρὸς τὴν ἀμόργην. ὅθεν ἐκεῖνο μὲν, ὡς ἂν παχυμερὲς ὑπάρχον, δακνῶδές τ’ ἐστὶ καὶ ἀναστομωτικὸν, καὶ διὰ τοῦτο τῶν ἑλκῶν ἐρεθιστικόν τε ἅμα καὶ φλεγμονῶδες. ἡ δ’ ἐλαιώδης κεδρέα πραεῖα τὴν δύναμίν ἐστιν εἰς τοσοῦτον, ὥστε τῇ πείρᾳ μαθόντες οἱ ἰδιῶται τὰ γιγνόμενα τραύματα τοῖς κειρομένοις προβάτοις ὑπὸ τῶν ψαλίδων ἐπαλείφοντες αὐτὴν θεραπεύουσιν, ὥσπερ καὶ τὴν ὑγρὰν πίσσαν. χρῶνται δ’ αὐτῇ καὶ πρὸς τὰς ψώρας τῶν προβάτων καὶ τοὺς κρότωνας. αἱ δὲ κεδρίδες, οὕτω γὰρ ὀνομάζουσιν τὸν καρπὸν τῆς κέδρου, μετριωτέραν ἔχουσι τὴν δύναμιν, ὥστε καὶ ἐσθίεσθαι δύνασθαι. πλείους μέντοι καὶ τούτων, εἴ τις προσενέγκαιτο, τήν τε κεφαλὴν ἀλγεῖ καὶ θερμαίνεται καὶ δάκνεται κατὰ τὴν γαστέρα.

[ιζ΄. Περὶ κενταυρίου τοῦ μεγάλου.] Κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ὥσπερ ἐν τῇ γεύσει ποιότητας ἐναντίας, οὕτω κᾀν τῇ χρείᾳ τὰς ἐνεργείας ἐπιδείκνυται. κατὰ μὲν οὖν γεῦσιν δριμεῖά τε ἅμα καὶ στύφουσα φαίνεται μετά τινος βραχείας γλυκύτητος, κατὰ δὲ τὰς ἐνεργείας ἡ μὲν δριμύτης τὰ τῆς θερμότητος ἔργα διαδείκνυται, προτρέπουσα καταμήνια καὶ ἔμβρυα νεκρὰ κατασπῶσα καὶ ζῶντα διαφθείρουσά τε καὶ ἐκβάλλουσα, ἡ δὲ στύψις τὰ τῆς παχυμεροῦς καὶ γεώδους ψυχρότητος, ἔν τε τῷ κολλᾷν τὰ τραύματα καὶ τοὺς αἷμα πτύοντας ὠφελεῖν. δίδονται δ’ αὐτοῖς δραχμαὶ δύο, τοῖς μὲν πυρέσσουσι μεθ’ ὕδατος, τοῖς δὲ ἀπυρέτοις· μετ’ οἴνου, κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν ποιοτήτων ἐνέργειαν καὶ ῥήγμασι καὶ σπάσμασι καὶ δυσπνοίᾳ καὶ ταῖς πεπαλαιωμέναις ἁρμόττει βηξίν. οὐ γὰρ ἐκκενῶσαι χρὴ μόνον ἐπὶ τούτων τὸ παρὰ φύσιν, ἀλλὰ καὶ ῥῶσαι καὶ τονῶσαι τὰ ἐκκαθαρθέντα. εἰς μὲν οὖν τὸ κενῶσαι χρήσιμος ἡ δριμύτης, ὅταν μὴ μόνη μηδ’ εἰλικρινὴς ὑπάρχει, ἀλλ’ ἤτοι γλυκύτητί τινι μίγνυται, ἢ οὐ πάντως γε πικρότητι. τὸ γὰρ ἰσχυρὸν οὕτω γε καὶ τὸ βίαιον οὐχ ἕξει, μεμιγμένης αὐτῇ τινος οὐσίας εὐκράτου, τοιαύτη γὰρ ἡ γλυκεῖα. εἰς δὲ τὸ ῥῶσαι καὶ τὸ συναγαγεῖν τὰ κενωθέντα τῆς στύψεως ἡ χρεία. τὰ δ’ αὐτὰ τῇ ῥίζῃ καὶ ὁ χυλὸς αὐτῆς ἐργάζεται καί τινες ἀντὶ λυκίου χρῶνται τῷ φαρμάκῳ.

[ιη΄. Περὶ κενταυρίου μικροῦ.] Κενταυρίου τοῦ μικροῦ μὲν ἡ ῥίζα παντάπασιν ἄπρακτος, οἱ δὲ κλῶνές γε καὶ μᾶλλον τὰ φύλλα τὰ ἐπ’ αὐτῶν καὶ τὰ ἄνθη χρησιμώτατα. κρατεῖ δ’ ἐν αὐτοῖς ἡ πικρὰ ποιότης, ὀλίγον τι καὶ στύψεως μετέχουσα, καὶ διὰ τὴν τοιαύτην κρᾶσιν ἰσχυρῶς  ξηραντικόν ἐστι τὸ φάρμακον, ἄνευ δήξεως. ὅτι δὲ πάντα τὰ τοιαῦτα χρησιμώτερα καὶ πρόσθεν μὲν εἴρηται καὶ νῦν δ’ οὐδὲν ἧττον ἀναμνῆσαι καιρὸς, ἁπάσας αὐτοῦ τὰς κατὰ μέρος ἐνεργείας διελθόντες. τά τε οὖν μεγάλα τραύματα κολλᾶται καταπλαττόμενα, τῆς πόας αὐτῆς ἔτι προσφάτου, καὶ τὰ παλαιὰ δὲ καὶ τὰ δυσκατούλωτα τῶν ἑλκῶν ἐπουλοῦται, κατὰ τὸν αὐτὸν τρόπον χρωμένων, καὶ ξηρανθεῖσα δὲ ταῖς κολλητικαῖς τε καὶ ξηραντικαῖς μίγνυται δυνάμεσιν, ὅσαι κόλπους καὶ σύριγγας ἰᾶσθαι πεφύκασι, καὶ τὰς παλαιὰς σκληρότητας μαλάσσειν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶσθαι. μίγνυται δὲ τοῖς τὰς ῥευματικὰς διαθέσεις ἰωμένοις, ἐφ’ ὧν ἄριστα φάρμακά ἐστιν ὅσα ξηραίνοντα σφοδρῶς ἅμα τινὶ στύψει μηδεμίαν ἔχει δῆξιν. τὸ δ’ ἀφέψημα τῆς πόας ἐνιᾶσί τινες ἰσχιαδικοῖς, ὡς ἄγον χολώδη τε καὶ παχέα, καὶ γὰρ καθαίρει τοιαῦτα, καὶ μὲν δὴ καὶ ὅταν ἐνεργήσῃ σφοδρῶς, ὡς αἱματώδη κενοῦν, ὠφελεῖ μᾶλλον. ὁ δὲ χυλὸς αὐτοῦ πλησίας ὑπάρχων δυνάμεως, τουτέστι τῆς ξηραντικῆς τε καὶ ῥυπτικῆς, τά τε ἄλλα τὰ προειρημένα καλῶς ἐργάζεσθαι πέφυκε καὶ μετὰ μέλιτος ὑπαλείφεται τοῖς ὀφθαλμοῖς, ἔμμηνὰ τε προστιθέμενος ἄγει καὶ ἔμβρυα. διδόασι δ’ αὐτοῦ πίνειν ἔνιοι καὶ τοῖς τὰ νεῦρα πεπονθόσιν, ὡς κενοῦντός τε καὶ ξηραίνοντος ἀλύπως τὰ ἐμπεπλασμένα. καὶ γὰρ οὖν καὶ τῶν καθ’ ἧπαρ ἐμφράξεων ἄριστόν ἐστι φάρμακον, ἀγαθὸν δὲ καὶ σπληνὶ σκιῤῥουμένῳ, καὶ ἔξωθεν μὲν ἐπιτιθέμενον, οὐδὲν δὲ ἧττον εἰ καὶ πίνειν τις ἐθέλει.

[ιθ΄. Περὶ κεράσου.] Κέρασος τὸ δένδρον καρπὸν φέρει, στύψεως οὐκ ἴσης ἐν ἅπασι τοῖς κατὰ μέρος φυτοῖς μετέχον· καὶ γὰρ καὶ τούτων, ὥσπερ καὶ τῶν ῥοιῶν καὶ τῶν μήλων, ἐν τισὶ μὲν ἡ αὐστηρὰ ποιότης, ἐν τισὶ δὲ ἡ γλυκεῖα, ἐν τισὶ δὲ ἡ ὀξεῖα κρατεῖ. καὶ μὲν δὴ καὶ αὐτῶν τῶν γλυκέων ὅσα μήπω πέπειρα τὰ μὲν ἱκανῶς στρυφνὰ τετύχηκεν ὄντα, τὰ δὲ ὀξέα τοῖς μόροις ὡσαύτως. ἀλλ’ ἐν μὲν τοῖς μόροις τοῖς ἀώροις ἡ ὀξεῖα ποιότης ἐπικρατεῖ τῆς στρυφνῆς, ἐν δὲ τοῖς κερασίοις οὐκ ἀεί. τὰ μὲν οὖν γλυκύτερα μᾶλλον μὲν ὑπάγει τὰ κατὰ τὸ ἔντερον, ἧττον δ’ ἐστὶν εὐστόμαχα, τὰ δ’ αὐστηρὰ τοὔμπαλιν. ὅσα δὲ ὀξέα φλεγματώδεσι καὶ περιττωματικοῖς στομάχοις ἁρμόττει. ξηραίνει τε γὰρ μᾶλλον τῶν αὐστηρῶν καί τι καὶ τμητικὸν ἔχει. τὸ δὲ κόμμι τοῦ δένδρου τὴν μέν τινα· κοινὴν ἔχει δύναμιν ἅπασι τοῖς γλίσχροις τε ἅμα καὶ ἀδήκτοις φαρμάκοις, ἣ καὶ πρὸς τὰς τετραχυσμένας ἀρτηρίας ἁρμόττει, τὴν δ’ ἴδιον, εἴ γε ἀληθές ἐστιν ὃ γράφουσί τινες, ὡς μετ’ οἴνου πινόμενον ὀνίνησι λιθιῶντας. ὑπάρχοι ἂν γὰρ οὕτω γέ τις αὐτῷ λεπτομερὴς δύναμις.

[κ΄. Περὶ κερατωνίας.] Κερατωνία ξηραντικῆς ἐστι καὶ στυπτικῆς δυνάμεως, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ κεράτια καλούμενα, μετέχων δηλονότι καὶ γλυκύτητός τινος. πέπονθε δέ τι καὶ ταῦτα τοῖς κερασίοις παραπλήσιον. ὑγρὰ μὲν γὰρ μᾶλλον ὑπάγει τὴν γαστέρα, ξηρὰ δ’ ἵστησι μᾶλλον, ὡς ἂν ἀποπνέοντα μὲν τὴν ὑγρότητα, τὸ γεωδέστερον δὲ τῆς οὐσίας ὑπολειπόμενον ἔχοντα.