GetPassage urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:6.8.1-6.8.7 urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:6.8.1-6.8.7

[α΄. Περὶ θαλιήκτρου.] Θαλίηκτρον κοριάννῳ μὲν ἔχει τὰ φύλλα παραπλήσια, τὸν καυλὸν δὲ πηγάνου τὸ πάχος. ἡ δύναμις δ’ αὐτοῦ ξηραντικὴ χωρὶς δήξεως, ἐπουλοῖ γοῦν τὰ χρόνια τῶν ἑλκῶν.

[β΄. Περὶ θαψίας.] Θαψία δριμείας ἐστὶ καὶ ἰσχυρῶς θερμαντικῆς δυνάμεως σὺν ὑγρότητι. ἕλκεται γὰρ οὖν ἐκ βάθους βιαίως καὶ αὐτὸ διαφορεῖ τὸ ἑλχθέν. χρόνῳ δὲ ἐργάζεται πλείονι ταῦτα, διὰ τὸ περιττωματικῆς ὑγρότητος ἐμπεπλῆσθαι δαψιλοῦς, δι’ ἣν καὶ ταχέως διαφθείρεται.

[γ΄. Περὶ θέρμου.] Θέρμος, ἐσθίεται μὲν ἑψηθείς τε καὶ πολλαῖς ἡμέραις, ἐναποθέμενος ὕδατι τὴν πικρότητα, καὶ γίνεται τηνικαῦτα τροφὴ παχύχυμος. ὡς φάρμακον δὲ ὁ μὲν τοιοῦτος ἐκ τῶν ἐμπλαστικῶν ἐστιν, ὁ δὲ τὴν σύμφυτον πικρότητα ἔχων ῥυπτικός τε καὶ διαφορητικὸς ὑπάρχει. ἀναιρεῖ δὲ καὶ ἕλμινθας ἐπιπλαττόμενός τε καὶ μετὰ μέλιτος ἐκλειχόμενος ἢ μετ’ ὀξυκράτου πινόμενος, οὐ μὴν ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰς ἕλμινθας ἐκβάλλειν πέφυκε. καὶ μέν γε καὶ καταντλούμενον ἔξωθεν ὀνίνησιν ἀλφοὺς, ἀχῶρας, ἐξανθήματα, ψώρας, γαγγραίνας, ἕλκη κακοήθη, τὰ μὲν τῷ ῥύπτειν, τὰ δὲ τῷ διαφορεῖν καὶ ξηραίνειν ἀδήκτως. ἐκκαθαίρει δὲ καὶ ἧπαρ καὶ σπλῆνα, μετὰ πηγάνου καὶ πεπέρεως ἡδονῆς ἕνεκα λαμβανόμενον. ἐπισπᾶται δὲ καὶ καταμήνια καὶ ἔμβρυα, σὺν σμύρνῃ καὶ μέλιτι προστιθέμενον. ἔστι δὲ καὶ τὸ ἄλευρον τῶν θέρμων ἀδήκτως διαφορητικόν. οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει, ἐν ὄξει δ’ ἑψεῖν αὐτὸ χρὴ τηνικαῦτα, ἢ ὀξυμέλιτι, ἢ ὀξυκράτῳ, κατά τε τὰς κράσεις δηλονότι τῶν καμνόντων καὶ τοῦ πάθους τὴν διαφορὰν ἐξευρίσκοντα τὸ δέον. οὐκ ἔστι δὲ τῆς προκειμένης νῦν ἡμῖν πραγματείας τὰ τοιαῦτα διαιρεῖσθαι. διαφορεῖ δὲ καὶ τὰ πελιδνά· καὶ τἄλλα ὅσα πρόσθεν εἴρηται τὸ ἀφέψημα δρᾷν, πάντα καὶ τὸ ἄλευρον ἐργάζεσθαι πέφυκε. καταπλάσσουσι δ’ ἔνιοι καὶ τοὺς ἰσχιαδικοὺς αὐτῷ.

[δ΄. Περὶ θέρμου ἀγρίου.] Θέρμος ἄγριος πικρότερος καὶ ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου ἐστὶ, τῆς αὐτῆς ὑπάρχων αὐτῷ κατὰ γένος δυνάμεως.

[ε΄. Περὶ θλάσπεως.] Θλάσπι σπέρμα. δριμὺ καὶ τοῦτ’ ἔστι τὴν δύναμιν, ὥστε καὶ τὰ ἐντὸς ἀποστήματα ῥήσσει ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κτείνει καὶ δι’ ἕδραν ἐνιέμενον ἰσχιάδας ὀνίνησιν αἱματώδη κενοῦν. ἔστι γὰρ καὶ ἄλλως καθαρτικὸν ἄνω τε καὶ κάτω χολωδῶν, ὀξυβάφου πλῆθος πινόμενον.

[στ΄. Περὶ θρίδακος.] Θρίδαξ ὑγρὸν καὶ ψυχρὸν λάχανον, οὐ μὴν ἐσχάτως γε, οὐδὲ γὰρ ἂν ἐδώδιμον ἦν, ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα δύναμιν ἤτοι ψυχρότητα. διὰ τοῦτο πρὸς μὲν τὰς θερμὰς φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ κοῦφα τῶν ἐρυσιπελάτων, οὐ μὴν τοῖς γε μείζοσιν ἐπαρκεῖν ἱκανή. ἔστι δὲ καὶ ἄδιψον ἔδεσμα. τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γονοῤῥοίας, ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται. οὕτω καὶ τὸ τῆς ἀγρίας, ἧς καὶ τὸν ὀπὸν ἀθροίζουσιν, ἄργεμά τε καὶ ἀχλῦς ἀποκαθαῖρόν τε καὶ πρὸς τὰ ἐπικαύματα, μετὰ γυναικείου γάλακτος ὑπαλειφόμενον.

[ζ΄. Περὶ θύμου.] Θύμος τέμνει καὶ θερμαίνει σαφῶς, διὰ τοῦτο καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ καὶ τὰ σπλάγχνα διακαθαίρει πινομένη, ταῖς τε ἐκ θώρακος καὶ πνεύμονος ἀναγωγαῖς συναίρεται. καὶ τοίνυν ἔν τε τῷ ξηραίνειν. καὶ θερμαίνειν ἐν τῇ τρίτῃ τάξει θετέον αὐτήν.