GetPassage urn:cts:greekLit:tlg0057.tlg074.1st1K-grc1:1-6 urn:cts:greekLit:tlg0057.tlg074.1st1K-grc1:1-6
ΓΑΛΗΝΟΥ ΤΩΙ ΕΠΙΛΗΠΤΩΙ ΠΑΙΔΙ ΥΠΟΘΗΚΗ.

Ἐγὼ μὲν ὤμην, ὦ Καικιλιανὲ, μηδὲν δεήσεσθαί σε τῶν ἡμετέρων ὑποθηκῶν εἰς τὴν τοῦ παιδὸς νόσον. ὁ γὰρ τεθεαμένος αὐτὸν ἤδη καὶ μέλλων ἅμα σοι πλευσεῖσθαι πάλιν ἐς Ἀθήνας, Διονύσιος, ἱκανός ἐστι καὶ πρᾶξαι παρὼν τὰ δέοντα καὶ χωριζόμενος, αὖθις ὑποθήκας διδόναι τῇ τοῦ νοσήματος ἕξει προσηκούσας. ἐγὼ δὲ μηδέπω ποτὲ τεθεαμένος τὸν παῖδα τάχ’ ἂν πολὺ καὶ σφαλείην, οὔθ’ ὅπως ἐξ ἀρχῆς ἡ φύσις αὐτῷ πρὸ τοῦ νοσήματος οὔθ’ ὅπως νῦν ὑπὸ τοῦ νοσήματος γινώσκων, ἀλλ’ ἢ μόνον αὐτὸ παρ’ ὑμῶν ἀκούων, ἐπιληπτικοὺς αὐτῷ γίνεσθαι παροξυσμούς. ἐπεὶ δὲ ὀλιγωροῦντά με μᾶλλον ἢ ἀληθεύοντα νομίζεις ἀποδιδράσκειν τὴν γραφὴν, ὃ μηδέποτε πρότερον ἔπραξα, τοῦτο νῦν ὑπομένω πρᾶξαι σοὶ χαριζόμενος, ὑποθήκας τινὰς γράψαι θεραπείας ἐπιλήπτου παιδός. ἐν αἷς ἀνάγκη τι καὶ παρακοῦσαι τὸν ἰδιώτην καὶ σφαλῆναι περὶ τὸ μέτρον ἢ τὸν καιρὸν τῆς χρήσεως. ἀποδέδεικται γὰρ ἡμῖν ἐν ἑτέροις ὡς οὐκ ἐνδέχεται χωρὶς τοῦ μέθοδόν τινα ἐκμαθεῖν θεραπευτικὴν ἰάσασθαί τι καλῶς οὐδὲ τῶν σμικροτάτων νοσημάτων, μή τί γε τῶν οὕτω μεγάλων ἡλίκον καὶ τὸ τῆς ἐπιληψίας ἐστί. καὶ ὅ γε Διονύσιος ἔφθανεν ἤδη κεκοινῶσθαί τε ἐμοὶ καὶ συνδιεσκέφθαι περὶ τῆς ὅλης θεραπείας τοῦ παιδὸς, πρὶν καί σε κελεῦσαι γράψαι τὰς ὑποθήκας τάσδε. ἀλλ’ ἐκείνῳ μὲν ῥᾳδίως τὴν ἐμαυτοῦ γνώμην ἐδήλωσα, συνιέναι τε τῶν λεγομένων δυναμένῳ καὶ παρακοῦσαι μηδενὸς, ὡς ἱκανῶς ἠσκημένῳ περὶ τὴν θεραπευτικὴν μέθοδον. σοὶ δὲ οὐδ’ ὅπως διέλθω τὸν λόγον οἶδα. τὸ μὲν γὰρ ἀκριβὲς ὲν αὐτῷ διορισμῶν τε δεῖται πολλῶν καὶ ἀσαφέστερον ἢ κατὰ ἰδιώτην ἐστὶ, τὸ δ’ αὖ σύντομόν τε καὶ σαφὲς οὐκ ἀκριβὲς ὑπάρχει. ταῦτά τοι καὶ γράφειν ὤκνουν τὰς ὑποθήκας, καίτοι πάνυ χαρίζεσθαί σοι προῃρημένος, ὅμοιόν τι πείσεσθαι προσδοκῶν, οἷον ἂν ἔπαθε καὶ Φειδίας, εἰ μετὰ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα πλάττειν ἠναγκάζετο δάκτυλον μὲν ἰδίᾳ, ἰδίᾳ δὲ αὖ βραχίονα καὶ πόδα καὶ ῥῖνα καὶ οὖς, ἕκαστόν τε τῶν ἄλλων μορίων. ἐμοὶ γὰρ οἷον ἄγαλμά τι γεγράφθαι νομίζω τὴν θεραπευτικὴν μέθοδον, ἐν ὑπομνήμασι πλείοσιν οὐχ ὅπως ἰδιώτας ὠφελεῖν δυναμένην, ἀλλ’ οὐδὲ τοὺς ἐπιτυχόντας τῶν ἰατρῶν. ἐπεὶ δὲ σὺ βιάζεις με περὶ μορίου ἑνὸς τῆς τέχνης ποιήσασθαι τὸν λόγον, ἄνευ τῆς ἄλλης ἁρμονίας, εἴκω τῇ βίᾳ καὶ πείθομαι, καὶ γράφω σοὶ μὲν αὐτάρκεις ὑποθήκας, ἱκανὸν γὰρ ἰδιώτῃ μὴ μέγα τι καὶ ἀνήκεστον ἐξαμαρτεῖν ἐν ταῖς τῶν ἰατρῶν καὶ μάλιστα τῷ νομίμως μεμαθηκότι τοιούτοις ὁμιλεῖν ὑπομνήμασιν. ἐκείνοις μὲν οὖν ἡ τῆς θεραπευτικῆς μεθόδου πραγματεία γέγραπται, σοὶ δὲ καὶ τοῖς ἄλλοις ὅσοι τεχνῶν μὲν τινῶν ἐστὲ λογικῶν ἐπιστήμονες, ἰδιῶται δὲ τῆς ἰατρικῆς, γένοιτ’ ἂν ἴσως, οἶμαι, καὶ παρὰ τοῦδε τοῦ γράμματος ὠφέλεια.

Πειράσομαι δὲ ὡς οἷόν τε σαφέστατα διελθεῖν, ᾧ χρώμενος ὁ παῖς τρόπῳ τῆς διαίτης ὀνίναιτό τε ἂν οὐ σμικρὰ καὶ ἥκιστα βλάπτοιτο πρὸς τῶν ἐφ’ ἡμέρᾳ συμπιπτόντων ἀδοκήτως αὐτῷ. φυλάττεσθαι μὲν οὖν καὶ ταῦτα προσήκει, καθ’ ὅσον ἐγχωρεῖ. περιπίπτειν γε μὴν ἀναγκαῖον ἐνίοτε καὶ κρύει καὶ θάλπει σφοδρῷ καὶ ἀνέμοις ἰσχυροῖς καὶ λουτροῖς μοχθηροῖς καὶ τροφαῖς ἐκπληκτικαῖς καὶ τροχοῖς περιδινουμένοις καὶ ἀστραπαῖς καὶ βρονταῖς, ἀγρυπνίαις τε καὶ ἀπεψίαις καὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ καὶ ἄλλοις τοιούτοις, ὧν τὸ κεφάλαιόν ἐστι, σφοδρῶς κινῆσαι καὶ ταράξαι τὸ σῶμα καὶ τοῦ πάθους ἀναμνῆσαι καὶ παροξυσμὸν γεννῆσαι. ταῦτα δὲ οὖν ἐκ πολλοῦ φυλάττεσθαι προσήκει, καὶ εἴποτε γεγεννημένων αὐτῶν παρακολουθήσει παροξυσμὸς, ἀποσχέσθαι μὲν τελέως τηνικαῦτα πάσης κινήσεως, ἐπὶ δὲ τῆς οἰκίας διατρῖψαι καὶ πάνυ λεπτῶς διαιτηθῆναι, μέχρι περ ἂν ἀπόθηται τὸ σῶμα τὸν ἐκ τοῦ παροξυσμοῦ κάματον. ἥτις δὲ ἡ λεπτὴ δίαιτα καὶ γνώσκειν μὲν οἶμαί σε καὶ διὰ τῶν ἐφεξῆς ἀναγνοὺς, οὐδὲν ἧττον ἀκούσει τί περὶ αὐτῆς. ἄρξασθαι γὰρ οὖν ἤδη μοι τῶν ὑποθηκῶν καιρός.

Εἰσβάλλοντος τοῦ ἦρος, καὶ γάρ πως οὕτως συμβαίνει κινεῖσθαι τὰ τῆς ἐπανόδου, καθῆραι φημὶ χρῆναι τὸν παῖδα μετρίᾳ καθάρσει. ταύτης δ’ ἂν ἐπιστατήσειε καὶ προσταίη παρὼν ὁ Διονύσιος, εἰδὼς ἀκριβῶς ὅπως τε χρὴ παρασκευάσαι πρὸς τὴν κάθαρσιν τὸ σῶμα, καὶ ᾧτινι χρήσασθαι φαρμάκῳ καὶ ἐν πόσῳ καὶ ὁποίῳ καιρῷ· καὶ μὲν δὴ καὶ μεθ’ ἡμῶν ὑπὲρ τούτων ἤδη διέσκεπται. ὥστε τὸ μὲν σῶμα παρὸν ἔχεις Ἀθήνησι τοῦ Διονυσίου, τὴν ψυχήν τε καὶ τὴν γνώμην ἅμα ἐκείνῳ καὶ τὴν ἐμήν. μετὰ δὲ τὴν κάθαρσιν, ὅταν ὅ τε Διονύσιος οἴχηται καὶ ὁ παῖς ὑπολείπηται κατὰ τὰς Ἀθήνας, ὧδε χρὴ διαιτᾷν αὐτόν. ἕωθεν μὲν ἐκ τῆς κοίτης ἀναστὰς, πρὶν τοῖς διδασκάλοις φοιτᾷν, περιπατείτω μετρία μὴ σφόδρα συντόνῳ βαδίσματι. τὸ δ’ ἀπὸ τοῦδε μέχρι τοῦ τῆς παλαίστρας καιροῦ τοῖς  μαθήμασι σχολαζέτω, καθότι σύνηθες, ἐπειδὰν δὲ πρῶτον αὐτῶν ἀπαλλαγῇ, περιπατήσας αὖθις, οὕτως εἰς τὸν παιδοτρίβην ἀπίτω. χρὴ δὲ τοῦτον, εἴπερ τινα καὶ ἄλλον τῶν προνοησομένων τοῦ παιδὸς, ἱκανῶς εἶναι φρόνιμον. ἔστι δὲ οὐ πάνυ τι ῥᾴδιον εὑρεθῆναι τοιοῦτον, ὡς ἂν ἐξ ἀνθρώπων τῆς ἐκλογῆς γινομένης ἀπαιδεύτων τοὐπίπαν καὶ οὕτως ὀνωδῶν τε καὶ παχέων τὴν ψυχὴν, ὥσπερ καὶ τὸ σῶμα. μὴ τοίνυν ὡς μικρὸν τοῦτο παρέλθοι σε, μηδὲ ἐπιτρέψεις τὸν παῖδα τῷ προστυχόντι, γινώσκων ὡς τὸ μὲν κεφάλαιον τῆς θεραπείας ἐν δυοῖν τούτοιν ἐστὶ τῇ χρήσει τοῦ δοθέντος σοι πρὸς ἐμοῦ φαρμάκου καὶ τοῖς γυμνασίοις. τὰ δ’ ἄλλα πάντα παρασκευή τις ὑπάρχει πρὸς ταῦτα. τὸν μὲν δὴ παιδοτρίβην συνεκλέξοιτό σοι Διονύσιος. ἔστωσαν δ’ αὐτῷ σκοποὶ τῶν γυμνασίων, ἐν μὲν τῇ ποσότητι τό τε πρὶν κάμνειν ἀναπαύειν τὸν παῖδα καὶ τὸ θερμῆναι σύμπαν τὸ σῶμα καὶ κενῶσαι συμμέτρως. ἄμφω δ’ εἰς ἕνα καιρὸν τὸν αὐτὸν συμβαίη· ἡνίκα γὰρ αὐτάρκως ἐκκενοῦται τὸ περιττὸν, ἐκτεθέρμανται δὲ ἱκανῶς ἤδη τὸ σῶμα, τηνικαῦτα καταπαύων τις τὰ γυμνάσια πρὶν ἄρχεσθαι πονεῖν ἀναπαύσεται, τὸ δ’ ἐπέκεινα τοῦδε τοῦ καιροῦ γυμνάσιον ἅπτεται μὲν ἤδη τῶν στερεῶν σωμάτων καὶ συντήκει τὴν ἕξιν, ἀθροίζει δ’ ἔν τε τοῖς ἄρθροις μάλιστα καὶ τοῖς μυσὶ τὰ συντήγματα. κἀντεῦθεν ὅ τε κάματος ἕπεται τῆς δυνάμεως, εἶθ’ ἑλκώδης αἴσθησις, ἐπειδὰν κινῆσαί τι μόριον ἐπιχειρήσωσι, καὶ τοῦτ’ ἐστὶν ὁ κόπος. οὐ μόνον τοίνυν φρόνιμον, ἀλλὰ καὶ τρίβωνα μετρίου γυμνασίου εἶναι χρὴ τὸν παιδοτρίβην, ὡς μήτε θᾶττον τοῦ δέοντος καταπαύοι, δεδιὼς τὸν ἀκολουθήσοντα κάματον, μήτε θερμῆναι καὶ κενῶσαι τελέως ἅπαν τὸ περιττὸν ὀριγνώμενος τῷ κόπῳ περιβάλλοι τὸν παῖδα. τοῦ μὲν δὴ μετρίου τῶν γυμνασίων οὗτοι σκοποί· τῆς ποιότητος δὲ ῥῶσαι σύμπαντα τὰ μόρια, καὶ μάλιστα κεφαλὴν καὶ γαστέρα, καὶ ταύτης ἐξαιρέτως τὰ κατὰ τὸ στόμα τῆς γαστρός. ὅπως δ’ ἄν τις καὶ τούτου τυγχάνοι καὶ δὴ φράσω. πρῶτον μὲν ἐπειδὴ τὰ σφοδρὰ γυμνάσια πληροῖ τὴν κεφαλὴν, ἀπέχεσθαι τῶν τοιούτων κελεύω. δεύτερον, εἰ καὶ δεήσειέ ποτε χρήσασθαι, τῆς κεφαλῆς ὀρθίας ἀνεστηκυίας κινείσθω τὰ κάτω, καὶ τούτων μάλιστα τὰ σκέλη, καὶ τρίτον ἐπὶ τούτοις ἀπὸ σμικρῶν καὶ βραδέων κινήσεων ἀρξάμενος ὁ παιδοτρίβης ἐπὶ τὸ σφοδρότερόν τε καὶ θᾶττον οὕτως ἀναγέτω. τὸ δ’ ἀθρόως ἐπὶ τὸ σύντονον ἔρχεσθαι γυμνάσιον οὐ τοῖς ἀσθενέσι μόνον, ἀλλὰ καὶ τοῖς ἰσχυροῖς σώμασιν ἐσχάτως βλαβερόν. ἡγεῖσθαι δὲ χρὴ καὶ τὴν τρίψιν εἶναι γυμνάσιον καὶ μάλιστα τοῖς ἀσθενεστέροις σώμασι, καὶ πολλάκις γε καὶ μόνη καλῶς γιγνομένη, τῶν γε ἄλλων κινήσεων οὐδὲν ἔτι προσδεῖται. χρὴ δὲ τὰ μὲν πρῶτα διὰ σινδόνων ἀτρέμα ἄνωθεν κάτω τῶν χειρῶν φερομένων ἐρυθραίνειν τὸ σῶμα, τὴν ἀρχὴν ἀπὸ βραχιόνων τε καὶ χειρῶν ποιουμένοις, εἶθ’ οὕτως ἐπὶ τὰ στέρνα τε καὶ γαστέρα προϊόντας, ἑξῆς δὲ καὶ τὰ σκέλη τρίβειν ἱκανώτερον, ὡς ἐκ τῶν ἄνω τι μεταῤῥέοι τῇδε, κᾄπειθ’ οὕτως ἅπτεσθαι τῆς κεφαλῆς. τὸ δ’ εὐθὺς ἐξ ἀρχῆς ἐπὶ ταύτην ἰέναι σφαλερὸν, ἔτι γὰρ μεστοῦ τοῦ σώματος ὄντος ἐπὶ τὸ πρῶτον θερμανθὲν ἕλκεται τὰ περιττώματα. χρὴ τοίνυν τῶν ἄλλων ὑστάτην μορίων τρίβεσθαι τὴν κεφαλὴν, ὡς εἴρηται νῦν, χωρὶς τοῦ λίπους. ἐπειδὰν δὲ καὶ τὸ ἔλαιον προσαγάγῃς, οὐδὲν κωλύει σὺν καὶ τοῖς ἄλλοις, ὥστε τὸν μέν τινα τὴν κεφαλὴν, ἑτέρους δὲ δύο τὰ περὶ τὰ στέρνα τε καὶ τὴν γαστέρα καὶ τοὺς ἄλλους δύο τὰ σκέλη τρίβειν. οὕτως δὲ καὶ μετὰ τὰ γυμνάσια, καὶ μᾶλλόν γε τηνικαῦτα τρίβειν ἅμα σύμπαντα τὰ μέλη. θᾶττόν τε γὰρ οὕτως ἀναπαύεται τὸ σῶμα καὶ ἧττον περιψύχεται. χρὴ δὲ, εἴπερ τινος ἄλλου, καὶ τούτου φροντίζειν. ἀλουτεῖν δὲ προσήκει τὰ πολλὰ καὶ ταῖς παλαίστραις μὴ εὐθὺς ἐξιέναι μετὰ τὸ γυμνάσιον, ἀλλ’ ἐπειδὰν ἀκριβῶς καταστῇ τὸ πνεῦμα καὶ παύσηται τελέως ἡ ἐκ τοῦ γυμνασίου ταραχὴ, τηνικαῦτα δή που καὶ τὴν κεφαλὴν ἐπιπλεῖστον τρίβειν σινδόνι, πολλάκις δὲ καὶ κτενὶ προχρῆσθαι.

Μετὰ δὲ ταῦτα πρὸς τὸ ἄριστον ἰέναι, καί τι πρό γε αὐτοῦ τῶν λαπαττόντων τὴν γαστέρα λαχάνων, ἢ καὶ ταρίχους, ἢ πτισάνης, ἢ ἐλαίων ἅμα τῷ τρίτῳ μέρει τοῦ ἄρτου προσενεγκάμενον, εἰς τὸ δεῖπνον ἀποθέσθαι τὰ λοιπὰ δύο μέρει μετὰ τῶν ἰσχυροτέρων ὄψων. εἰρήσεται δὲ τὰ ἰσχυρότερα μικρὸν ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα διέλθω τὰ χωρὶς βλάβης λαμβανόμενα. λαχάνων οὔτε θριδακίνης οὔτε μαλάχης οὔτε ἀτραφάξυος οὔτε βλίτου τὸ σύμπαν εἴργεσθαι κελεύω, λαμβάνειν δ’ οὐκ ἀεὶ μὲν ταὐτὸ, ἄλλοτε δὲ ἀπ’ ἄλλου τὸ μέτριον. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ καὶ τὸ τεῦτλον καὶ κράμβη. χρὴ γὰρ καὶ τούτων ἀπογεύσασθαι τὰ σύμμετρα. πράσου δὲ καὶ σελίνου καὶ σμυρνίου προσάψασθαί ποτὲ συνοίσει καὶ τῶν ὀπωρῶν ὅσαι μὴ παντάπασιν ὠμαὶ καὶ δύσπεπτοι τὴν φύσιν εἰσίν. ἴσχουσί τε γὰρ τινα περιττώματα σφῶν αὐτῶν καὶ τῶν ἄλλων σιτίων. τά τε οὖν μόρα καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ σῦκα καὶ εἴ τινα τούτοις ἔοικεν, ἀλύπως διέξεισι, καὶ ἡ καλουμένη κολοκύνθη τῶν μαλακωτάτων λαχάνων οὐδενὸς ἀποδεῖ καὶ οἱ πέπονες οἱ σίκυοι. μοχθηροὶ γὰρ ὅσοι μὴ τοιοῦτοι. καὶ βοτρύων πεπείρων ἅψασθαί ποτε συγχωρῆσαι τῷ παιδὶ, μήλων δὲ καὶ ἀπίων ἐλάχιστά τε καὶ σπανιάκις προσφέρεσθαι, καὶ  ταῦτα μὴ μόνον ἐπὶ τοῦ δένδρου κατειργασμένα καλῶς, ἀλλὰ καὶ μετὰ τὴν ἀφαίρεσιν ἐπὶ τῆς οἰκίας. εὖ γὰρ εἰδέναι χρὴ περὶ τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων ἀκροδρύων ὡς οὐδὲν ὅμοιον ἔχει τοῖς παλαιοῖς τὰ πρόσφατα, δύναται δὲ ἀποτίθεσθαι μῆλά τε καὶ ἄπια καὶ τὰ πλεῖστα τῶν ἀκροδρύων καὶ τὰ δαμασκηνὰ προσαγορευόμενα καὶ αἱ ἰσχάδες. τούτου τοῦ γένους εἰσὶ καὶ βάλανοι τῶν φοινίκων, ὧν οὐδ’ εἴργω τελέως, ἀλλ’ ἐν καιρῷ τε καὶ μέτρια προσφέρεσθαι συγχωρῶ. τὸ δὲ καθ’ ἑκάστην ἡμέραν ἤ πολλὰ φυλάττεσθαι συμβουλεύω, καθόλου δ’ εἰπεῖν ὅσα κακόχυμα τῶν ἐδεσμάτων εἰσὶν, ἢ ἐπέχοντα τὴν κοιλίαν, ἢ φυσώδη καὶ δύσπεπτα συνεχῶς, ἢ πλείω τοῦ καιροῦ προσφερόμενα, βλάπτειν εἴωθεν οὐ τοῦτο τὸ νόσημα μόνον, ἀλλὰ καὶ τἄλλα σύμπαντα. καὶ μέχρι γε τοῦδ’ ἥκων ὁ περὶ τῆς διαίτης λόγος ἑτέροις ἂν κοινὸς εἴη πολλοῖς ἀῤῥωστήμασιν. ὁ δὲ τοῦ πάθους ἴδιος καὶ ἐξαίρετος ἐν τῷ φυλάττεσθαι μάλιστα τὰ φλεγματικὰ τῶν ἐδεσμάτων. ὅθεν οὐδὲ τοῖς ἄλλοις μὲν ἀλύποις, γλίσχρον δέ τινα χυμὸν, ἢ ψυχρὸν ἢ παχὺν ἔχουσιν, ἐγχρονίζειν προσήκει. τοιαῦτα δέ ἐστιν ἀτράφαξύς τε καὶ βλίτον καὶ μαλάχη, ὧν οὐκ εἴργομεν ἅπτεσθαι, διὰ παντὸς δ’ ἐν αὐτοῖς καταγίνεσθαι κωλύω. τούτου δὲ τοῦ γένους εἰσὶ καὶ αἱ κολόκυνθαι, καὶ πολὺ δὲ μᾶλλον αὐτῶν οἵ τε σικυοὶ καὶ τὰ μῆλα καὶ ἄπια καὶ πάντων ὅσα φλεγματικὸν καὶ παχὺν ἢ γλίσχρον ἔχει χυμὸν, ἢ ἔδεσμα χείριστον, οἵ τε μύκητες ὀνομαζόμενοι. τούτου μέν γε τελέως ἀπέχεσθαι συμβουλεύω, καθάπερ καὶ τῶν γογγυλίδων, ὅσα τε ἄλλα τὴν ῥίζαν ἐδώδιμον ἔχει. παχύχυμά τε γάρ ἐστι καὶ δυσκατέργαστα τοὐπίπαν, ὅσα τ’ ἄλλα τοιαῦτα, πλὴν εἴ τινα τούτων ἔχει τι δριμὺ καὶ θερμὸν ἐν ἑαυτοῖς, οἷον οἵ τε δαῦκοι καὶ αἱ ῥαφανῖδες. ἀλλὰ ῥαφανίδων μὲν ἐκ περιόδου τινος ἡμερῶν οὐ κωλύω γενέσθαι. δαύκων δὲ καὶ ἀπέχεσθαι πειρᾶται, καὶ τούτων ἔτι μᾶλλον γογγυλίδων. πλεονάζειν δὲ ἐν τῇ χρήσει τῶν ἐδεσμάτων ὅσα δριμύ τι καὶ τμητικὸν ἔχει χωρὶς ἐπισήμου κακοχυμίας, ἤ τινος ὀδμῆς ἅψασθαι τῆς κεφαλῆς δυναμένης. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ὅσα διὰ θερμότητα τὴν κεφαλὴν συμπληροῖ, καθάπερ οἶνός τε καὶ νᾶπυ καὶ πετροσέλινον καὶ δαῦκος καὶ κρόμμυον καὶ σμύρνιον. ταῦτα μὲν καὶ πέρα τοῦ δέοντος ἐστὶ καυσώδη τε κακόχυμα. τὸ δὲ νᾶπυ καίτοι γ’ ἐπιτηδειότατον ὑπάρχον ὅσον ἐπὶ τὸ τέμνειν τοὺς χυμοὺς, ὡς ἁπτόμενον τῆς κεφαλῆς παραιτητέον. ὀξυμέλιτι δὲ χρηστέον θαῤῥοῦντα, κᾂν εἰ καθ’ ἑκάστην ἡμέραν βούλοιο. δύναται δὲ ἥ τε κάππαρις δι’ αὐτοῦ λαμβάνεσθαι καί τινα ταρίχη τῶν μικρῶν, ἐλαίου δηλονότι παραχεομένου βραχέος, εἰς ὅσον ἡδῦναι προσήκει τὸ ὄψον. ἀλλὰ τοῦτο μὲν ὥσπερ τι φάρμακόν ἐστιν αὐτῆς τῆς διαθέσεως. καὶ μᾶλλον εἰ καὶ τὸ ὄξος ἐσκευασμένον εἴη διὰ τῶν σκιλλῶν, ὃ δὴ καλοῦσι συνήθως ἅπαντες ἤδη σκιλλητικὸν, ὅπερ ἐγὼ μὲν, εἴπερ τι καὶ ἄλλο, καὶ τούτων· θάτερον ἐφ’ ἑκάστῃ κελεύω λαμβάνειν ἡμέρᾳ, λέγω δὲ τὴν κάππαριν ἢ τὸ τάριχος ὀξυμέλιτος ἔχον. εἰ δὲ καὶ πίνειν ἐθελήσειεν ὁ παῖς ὀξύμελι, ἔστω μὲν ἐσκευασμένον ἕτοιμον, οὐκ αὐτοσχέδιον ἐπὶ τοῦ καιροῦ συντιθέμενον ἐξ ὠμῶν ἀμφοτέρων. ὡς δὲ χρὴ σκευάζειν αὐτὸ, γεγράψεται μετ’ ὀλίγον. ὕδατι δὲ κεραννύσθω πλείονι· καὶ γὰρ καὶ ἥδιον οὕτω γένοιτ’ ἄν· καὶ χειμῶνος μὲν θερμὸν λαμβανέσθω, θέρους δὲ οὐδὲν ἂν κωλύσειε καὶ ψυχρῷ χρῆσθαι πολλάκις, εἰ θάλπος γε ὑπερβάλλον εἴη καὶ δίψος σφοδρὸν καὶ ὁ λαμβάνων μὴ παντάπασιν ἀήθης πόσεως ψυχροῦ. τά τε γὰρ ἄλλα καὶ ἀδιψότατόν ἐστιν ὀξύμελι τὸ μὴ λίαν γλυκὺ καὶ μᾶλλον εἰ ὕδατι ψυχρῷ κεραννύοιτο. καί μοι πολλάκις ἤρκεσεν ἐπίληπτον παῖδα τελέως ἐξιᾶσθαι μετὰ τὴν πρώτην κάθαρσιν, οὐδὲν τῆς ἀρχαίας διαίτης μεταποιήσαντι, πλὴν τὰ περὶ τὴν δόσιν τοῦ ὀξυμέλιτος καὶ τὴν χρῆσιν τοῦ φαρμάκου. ἀλλ’ ἐπεὶ μήτε γινώσκω τὴν φύσιν τοῦ παιδός σου, μήτ’ εἰς ὅσον ἰσχύος ἥκει τὸ πάθος οἶδα, μήτ’ αὐτὸς ἐφεστάναι μέλλω παρὼν, οὐκ ἔχω μαντεύσασθαι τίνων ἐλαχίστων τὸν ἀριθμὸν δεῖται βοηθημάτων, ἀλλ’ ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων ὑποτίθεσθαι. μετὰ τοίνυν τὰ γυμνάσια κατὰ τὸ ἄριστον ὀξυμέλιτί τε χρηστέον, ὡς εἴρηται, καὶ λαχάνοις τισὶν ἐλαίαις τε καὶ καρύοις καὶ σύκοις καὶ ἰσχάσιν, οὐχ ἅμα πᾶσιν ἐφ’ ἑκάστης ἡμέρας. ἓν γάρ που καὶ ἁπλοῦν ἔστω τὸ λαμβανόμενον, ἀλλ’ ὑπὲρ τοῦ ποικίλλεσθαι τὴν δίαιταν ὑπὲρ ἁπάντων δίειμι. κατὰ δὲ τὸν καιρὸν τοῦτον, ὡς ἐλέγετο, καὶ τῶν ἄλλων ἀκροδρύων ἁπτέον ἐπιθυμοῦντος τοῦ παιδὸς, ἐπεὶ ἄλλως γε κάλλιον ἀπέχεσθαι μὴ ὅτι νοσήματος ἰάσεως ἕνεκεν, ἀλλὰ καὶ πρὸς τὴν ὅλην ὑγείαν, ὡς καὶ ἡμᾶς ὁρᾷς ἀπεχομένους ἁπάντων σχεδὸν τῶν ὡραίων ἐδεσμάτων. ἀλλὰ γὰρ οὐ φιλοσόφοις γράφομεν ὑποθήκας διαίτης ὑγιεινῆς, ὡς ἔμοιγε τοῦτ’ ἂν ἦν εὐκταιότατον, οὐκ εἰς τὴν τοῦ πάθους ἴασιν μόνον, ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα τοῦ παιδός σου βίον. ἐπιτρεπτέον οὖν αὐτῷ προσφέρεσθαι φανερῶς τε καὶ κατὰ καιρὸν, ὅσα μὴ μεγάλας ἔχει τὰς βλάβας, ἵνα μὴ λαθραίως τε καὶ ἀκαίρως ἀπολαβὼν αὐτῶν βλάπτηται μειζόνως. καὶ γὰρ ἀθρόως καὶ πλειόνως ἐμπίπλανται τῶν ἐπιθυμουμένων οἱ φανερῶς ἐξειργόμενοι μὴ χρῆσθαι. ταῦτά τοι καὶ συγχωρῶ τοῖς παισὶν ἐγὼ πολλὰ τῶν οὐκ ἐπιτηδείων ἐδεσμάτων, ὅσα γε μὴ μεγάλως βλάπτει φανερῶς τε καὶ κατὰ καιρὸν καὶ σὺν τῷ προσήκοντι μέτρῳ προσφέρεσθαι μᾶλλον ἢ ὥστε διὰ τὴν σφοδρὰν ἐπιθυμίαν ἀκαίρως ἀναγκασθῆναι πλείω τε ἅμα καὶ λάβρως προσενέγκασθαι. τὰ μὲν δὴ κατὰ τὴν τροφὴν οὕτω διατετάχθω.

Μετὰ δὲ ταῦτα διαλιπόντα χρόνον ὀλίγον ἀτρέμα περιπατῆσαι κελεύω πρὶν ἐπὶ τὰ μαθήματα παραγίνεσθαι. καὶ μὲν δὴ καὶ ἀπαλλαγέντα τῶν μαθημάτων, αὖθις ἀξιῶ περιπατῆσαι πρὸ τοῦ δείπνου, κἄπειθ’ οὕτως τοῦ μὲν ἄρτου τὰς ὑπολοίπους δύο μοίρας προσφέρεσθαι, τῶν δ’ ἄλλων ἕκαστον ὡς εἴρηται, κρέας μὲν ἁπάντων σχεδὸν τῶν πτηνῶν, πλὴν ὅσα λιμναῖαι. τῶν τετραπόδων δὲ μάλιστα μὲν ἁπάντων ἀπέχεσθαι· εἰ δ’ ἄρα ποτὲ καὶ δεήσει χρήσασθαι, τοῦ μὲν ἡμέρου συὸς τοῖς ἀκρέοις τε καὶ τῇ γαστρὶ, τοῦ δὲ ἀγρίου καὶ ταῖς σαρξὶ χρῆσθαι, γεύεσθαι δὲ καὶ τῶν ἐρίφων, ἔστι δ’ ὅτε καὶ τῶν λαγωῶν, ἁπάντων ἠρτυμένων ἁπλῶς ἢ ὠπτημένων ἄνευ κνίσης. τὸ δ’ ἁπλῶς  ἐστὶ δι’ ὕδατος ἄνηθον ἔχοντος ἥδυσμα καὶ πράσον, ἔλαιόν τε καὶ ἅλας. ὡς δ’ ἄνευ κνίσης ὀπτηθείη κρέας καλῶς, τὸν παρ’ ἡμῖν ἐθεάσω κλίβανον. ὅσα δὲ θαλάττια, τὰ μὲν ὄστρεια σύμπαντα μοχθηρὰ, τῶν δ’ ἰχθύων οἱ πετραῖοι μὲν ἄριστοι πάντων, ἅπτεσθαι δὲ δεήσει καὶ τῶν πελαγίων. ἡ νάρκη δὲ μόνη σχεδόν τι τῶν μαλακίων ἐπιτήδειος. ὀσπρίων δὲ πτισάνη μὲν πρώτη, φακῆ δὲ καὶ χόνδρος καὶ πίσον ἐφεξῆς τῇδε, τὰ δ’ ἄλλα μοχθηρά. καθόλου δ’ εἰπεῖν ὅσα γλίσχρα καὶ παχύχυμα καὶ φυσώδη καὶ περιττωματικὰ καὶ δύσπεπτα, καθότι καὶ πρόσθεν ἐλέγετο φυλάττεσθαι πάντα. τὰ μὲν ὄστρεα καὶ τὰ σελάχη καὶ οἱ βολβοὶ καὶ κοχλίαι καὶ τυροὶ καὶ μύκητες καὶ τὰ βόεια κρέα καὶ τῶν ὠῶν τὰ κατεψηθέντα δύσπεπτα μέν ἐστι, ἀλλὰ καὶ παχεῖς ἐργάζεται τῶν ἐσθιόντων ταῦτα τοὺς χυμούς. ὁ χόνδρος δὲ καὶ τὰ χοίρεια κρέα χρηστοῦ μὲν αἵματός ἐστι γεννητικὰ, ἀλλὰ γλίσχρου. τὰ δὲ λιμναῖα πάντα περιττωματικὰ, φυσώδη τε τὰ ὄσπρια, καὶ μάλιστα κύαμοί τε καὶ ἐρέβινθοι, καὶ ἡ πτισάνη δὲ μὴ ἀκριβῶς καθεψηθεῖσα φυσώδης ἐστὶν, ὥστε καὶ ταύτην ἑψεῖν ἢ μὴ χρῆσθαι. καὶ ἡ φακῆ δὲ καλῶς ἑψηθεῖσα πᾶν ἀποτίθεται τὸ φυσῶδες. ἀλλ’ οὐ χρὴ πλεονάζειν ἐν αὐτῇ, παχὺν ὑποτρεφούση χυμόν. εἰς μὲν δὴ τὴν ἐφήμερον δίαιταν ἱκανὰ καὶ ταῦτ’ ἐστὶ παραγγέλματα.

Τῷ δὲ διὰ τῆς σκίλλης φαρμάκῳ τῷ πρὸς ἡμῶν σοι δεδομένῳ μετὰ τὴν κάθαρσιν, ἣν εἰσβάλλοντος τοῦ ἦρος ἠξίωσα γενέσθαι, χρήσεται καθ’ ἑκάστην ἡμέραν ὁ υἱός σου, πρὶν εἰς τὴν παλαίστραν ἀπιέναι, καὶ εἰ μὴ μεγάλη τις εἴη πάνυ καὶ σκιῤῥώδης ἡ νόσος ἐν τεσσαράκοντα ταῖς πάσαις ἡμέραις ἐλπίζειν ἐπὶ τῷδε τῷ φαρμάκῳ τελέως αὐτὴν καταστήσασθαι, ὡς ἔγωγε μυρίους ἤδη παῖδας ἰασάμην οὕτως, μηδὲν δεηθεὶς ἑλλεβόρου. χρὴ δὲ μετὰ τὴν κάθαρσιν πρὸ τοῦ χρῆσθαι τῷ φαρμάκῳ πιεῖν ἀψίνθιον καὶ ἅπαξ που καὶ δίς. ὀξύμελι δὲ τὸ μὲν ὀξύτατον τέταρτον ἔχει μέρος τοῦ ὄξους ὡς πρὸς τὸ μέλι. παραλαμβάνει δὲ τὸ γλυκύτατον ὄγδοον. τὰ δ’ ἄλλα τὰ μεταξὺ μέτρα καθ’ ὅσον ἂν ἑκατέρῳ τῶν ἄκρων προσκεχώρηκε, κατὰ τοσοῦτον ὀξύτητος ἢ γλυκύτητος μετέχει. χρὴ δὲ καὶ ἑψεῖσθαι πάντως αὐτό· καὶ γὰρ ἑνωθείη οὕτως ἂν ἀκριβῶς ἄμφω τὰ μιχθέντα, καὶ τὸ σφοδρὸν τῆς τοῦ ὄξους δυνάμεως καθαιρεθείη καὶ τὸ φυσῶδες ἐν τῷ μέλιτι κολασθείη. καὶ γὰρ δὴ καὶ τὸν ἀφρὸν αὐτοῦ πάντως ὁ ἕψων ἀφαιρήσει. κατὰ δὲ τὴν Ἑλλάδα καὶ τὰς πλείστας τῶν νήσων οἶδα καὶ τὸ ἐκ τῶν κηρίων σκευαζομένων ὀξύμελι. καί σοι καὶ τούτῳ χρῆσθαι πάρεστιν ἀδεῶς καὶ μάλιστα θέρους, Ἀθήνῃσί γε διατρίβοντος τοῦ παιδός. ὁπηνίκα δὲ χρὴ γλυκύτερον ἢ ὀξύτερον αὐτὸ διδόναι καὶ ὑδαρέστερον καὶ ἀκρατέστερον, οὐκ ἐμὸν ἔτι τοῦτο διελεῖν, ὥσπερ οὐδὲ ἄλλα πολλὰ τῶν κατὰ μέρος, ἀλλὰ τοῦ παρόντος τε καὶ θεωμένου τὸ θεραπευόμενον σῶμα καὶ δυναμένου τεκμήρασθαι περὶ τῆς τῶν χυμῶν διαθέσεως. ἐπὶ μὲν γὰρ τοῖς παχέσι καὶ γλίσχροις ὀξυτέρῳ τε καὶ ἀκρατεστέρῳ χρηστέον, ἐπὶ δὲ τοῖς μὴ τοιούτοις ὑδαρεστέρῳ καὶ γλυκυτέρῳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τἄλλα σύμπαντα τὰ εἰρημένα ταῖς ἐφημέροις τοῦ σώματος καταστάσεσι, συμμεταβάλλεσθαί τε καὶ ποικίλλεσθαι προσήκει, καθάπερ καὶ τοῖς ἄλλοις ἅπασι νοσήμασιν. ὅθεν οὐδ’ εἰ μυρίας τις ὑποθήκας γράφοι μή πω κατὰ τὴν θεραπευτικὴν μέθοδον ἠσκημένῳ, κἀκεῖθεν τετεχνημένῳ τὴν ψυχὴν, ἱκανὸν ἂν ἐργάσαιτο θεραπευτικὴν τὸν τοιοῦτον οὐχ ὅπως οὐ μεγίστων νοσημάτων, ἀλλ’ οὐδὲ τῶν σμικροτάτων οὐδενός. ἔδειξα δ’ ἐναργῶς αὐτὸ πολλάκις ἐγὼ καὶ ἕλκη χρόνια καὶ ὀφθαλμῶν διαθέσεις, διὰ τῶν αὐτῶν ἰασάμενος φαρμάκων, οἷς οἱ πρόσθεν ἰατροὶ χρώμενοι μηδὲν ἤνυον. ὁ γάρ τοι καιρὸς τῆς χρήσεως ἑκάστου, καθάπερ Ἱπποκράτης ἔλεγε, μέγα τὸ ποσὸν εἰς δύναμιν εὐστόχως συναρμοσθὲν, τὰ λοιπὰ τῆς ὠφελείης ἐστί. τὰ δὲ φάρμακα μᾶλλον βοηθημάτων ὗλαί εἰσιν ἢ βοηθήματα, καθάπερ καὶ τοῦτο τοῖς ἀρίστοις ἰατροῖς ἅπασιν ὡμολόγηται. καί μοι τετελεύτηκεν ὁ λόγος εἰς ταὐτὸν ὅθεν περ καὶ ἤρξατο, μηδὲ τοὐλάχιστον ἐπιδείξασθαι δύνασθαι καλῶς τὸν ἰδιώτην μεταχειρίζεσθαι, ἀλλὰ χρῄζειν ἐπιστατοῦντος τοῦ τεχνίτου. ἐπειδὴ δὲ οἱ πολλοὶ φαύλως τὸν χυλὸν τῆς σκίλλης ἐκλαμβάνουσιν, ἀξιώσαντί σοι μαθεῖν ὅπως ἐγὼ τοῦτο πράττω, προσθήσω τῷ λόγῳ τὴν σκευασίαν αὐτοῦ. τῶν μελιτηρῶν ἀγγείων, οὕτως δὲ ὀνομάζουσιν οἱ Ἕλληνες ἐξ ὧν ἐκενώθη μέλι, παρασκευάσας ἐμβάλλω σκίλλαν, εἰς λεπτὰ διατρίψας ταῖς χερσὶν, εἶτα πωμάσας στεγανῷ πώματι καὶ περιθεὶς ἔξωθεν ὅλῳ τῷ σώματι τοῦ ἀγγείου δέρμα καὶ δήσας ἀκριβῶς, ἐν χωρίῳ κατατίθημι πρὸς μεσημβρίαν μὲν ἐστραμμένῳ, σκεπτομένῳ δὲ ὑπὸ τῶν βορείων πνευμάτων, ὡς μηδὲ ὅλως ὑπ’ αὐτῶν καταπνεῖσθαι. ποιῶ δὲ τοῦτο κατ’ ἐκείνην τοῦ ἔτους τὴν ὥραν, ἐν ᾗ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἅπαντες Ἕλληνες πεπιστεύκασιν. αὗται δέ εἰσιν ἡμέραι τεσσαράκοντα, πρὸ μὲν αὐτῆς τῆς ἐπιτολῆς εἴκοσι, ἴσαι δὲ αὐταῖς τὸν ἀριθμὸν αἱ μετ’ αὐτὴν, ἀτρέμα δέ πως ἔν τισι αὐτῶν ὑπαλλάττων τὴν θέσιν τοῦ κεραμίου, θερμαίνεσθαι κατὰ πᾶν μέρος ὁμοίως αὐτὸ βουλόμενος, εἶτα μετὰ τὸν χρόνον τοῦτον λύσας, εὑρίσκω τὸ ἀγγεῖον ἑψημένῳ παραπλήσιον τὸ σῶμα τῆς σκίλλης ἔχον, ἐξεῤῥυηκότα δέ τινα καὶ χυλὸν αὐτῆς, ὃν ἀνελόμενος ἡδύνω μέλιτι καλλίστῳ καὶ δίδωμι τούτῳ καθ’ ἑκάστην ἡμέραν ἓν κοχλιάριον μεστὸν, τοῖς μὲν παιδίοις μικρὸν, τοῖς τελείοις δὲ μέγα. καὶ μέντοι καὶ τὸ σωματῶδες ὅλης τῆς σκίλλης κόψας ἀκριβῶς καὶ λειώσας μετὰ μέλιτος, δίδωμι κᾀκ τούτου κοχλιάριον ἓν, ὡς προείρηται. δεύτερον τῇ δυνάμει τοῦτο γίνωσκε τοῦ πρόσθεν εἰρημένου. ὅσοι δὲ ἑψήσαντες ἐν ὕδατι τὴν σκίλλαν λειοῦσιν, ἐκλύουσι τὴν δύναμιν αὐτῆς, ὥσπερ ὅσοι δι’ ὄξους, ἰσχυρὸν μὲν σφοδρῶς ἐργάζονται τὸ φάρμακον, οὐκ ἀβλαβὲς δὲ τῶν νεύρων.