GetPassage urn:cts:greekLit:tlg0057.tlg071.1st1K-grc1:1-4 urn:cts:greekLit:tlg0057.tlg071.1st1K-grc1:1-4
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΒΔΕΛΛΩΝ, ΑΝΤΙΣΠΑΣΕΩΣ, ΣΙΚΥΑΣ ΚΑΙ ΕΓΧΑΡΑΞΕΩΣ ΚΑΙ ΚΑΤΑΣΧΑΣΜΟΥ.

Θηρῶντές τινες τὰς βδέλλας κατακλείουσι καὶ ἐπὶ πολλοῖς αὐταῖς χρῶνται. αὗται γὰρ ἐκμειλίττουσαι ῥᾳδίως ἅπτονται τῶν σαρκῶν. τὰς δὲ νέον εἰλημμένας φυλάττειν χρὴ ἡμέραν μίαν, αἷμα ὀλίγον εἰς διατροφὴν ἐμβάλλοντας. οὕτως γὰρ διαπιεσθήσεται τὸ ἰῶδες αὐτῶν. ἐπὶ δὲ τῆς χρείας τὸ βδελλισθησόμενον μέρος προεκνιτρούσθω καὶ καταχριέσθω ἢ κνάσθω τοῖς ὄνυξι, ἑτοιμότερον γὰρ ἅψονται. δεῖ δὲ ἐμβαλεῖν αὐτὰ εἰς ὕδωρ χλιαρὸν καὶ καθαρὸν ἀγγεῖον εὐρὺ, ἔπειτα σπόγγῳ περιλαβόντες αὐτὰς καὶ τὸ γλοιῶδες ἀποκαθάραντες διὰ τῶν χειρῶν προσέξομεν. μετὰ δὲ τὸ ἐμφῦναι ἔλαιον χλιαρὸν ἐπιχέομεν τῷ μορίῳ, ὥστε μὴ ψυγῆναι. ἐπὶ δὲ χειρῶν ἢ ποδῶν αὐτὸ τὸ μέρος ἐμβαλεῖν χρὴ τῷ ὕδατι, ἔνθα εἰσὶν αἱ βδέλλαι. εἰ δὲ ὀλίγον ἅψοιντο, ψαλίζειν χρὴ τὰς οὐρὰς αὐτῶν. ἐκχεομένου γὰρ τοῦ αἵματος, ἕλκουσαι οὐ παύονται, μέχρις ἂν ἡμεῖς ἅλας ἢ σποδὸν προσπάσσωμεν αὐτῶν τοῖς στόμασι. μετὰ δὲ τὸ ἀποπεσεῖν σικύᾳ χρὴ τὸ ἰῶδες ἐξέλκειν· εἰ δὲ μὴ, πυριατέον σπόγγοις. τὰ δὲ σώματα, εἰ μὲν ὑποδακρύει, κύμινον ἢ ἄλευρον προσπαστέον, ἔπειτα ἐρίῳ ἔλαιον βραχὺ κατειλικτέον. εἰ δὲ αἱμοῤῥαγείη, ὀθόνια ἐπιβλητέον ἐξ ὄξους ἢ κηκίδα κεκαυμένην, ἢ σπόγγον δεύσας ὑγροπίσσῃ καὶ καύσας ἐπιθετέον. γινώσκειν δὲ χρὴ ὡς αἱ βδέλλαι οὐ τὸ ἐν τῷ βάθει ἕλκουσιν αἷμα, ἀλλ’ αὐτὸ τὸ παρακείμενον τῇ σαρκὶ εἰσμύζουσιν. χρώμεθα δὲ αὐταῖς ἀντὶ σικυῶν, ἀποσπῶμεν δὲ αὐτὰς, ὁπόταν εἰκάσωμεν τὸ ἥμισυ μέρος εἱλκύσθαι τοῦ αἵματος. ἐκκωλύομεν δὲ καὶ οὐκ ἐῶμεν ἀποῤῥεῖν ἕως ἂν αὔταρκες ἀποκριθῇ, ἐπειδὴ τὸ μόριον ψύχεται ὑπό τε τῶν βδελλῶν φύσει ψυχρῶν οὐσῶν καὶ ὑπὸ τοῦ περιέχοντος.

Περὶ ἀντισπάσεως.

Τὰς σφοδροτάτας ἐπιῤῥοὰς τῶν χυμῶν ἀντισπαστικοῖς βοηθήμασι κωλύομεν ἀθρόως κατασκήπτειν. ἀντισπαστικὰ δέ ἐστι βοηθήματα ἐπὶ τῆς εἰς θώρακα καὶ γαστέρα ῥοπῆς εἰς χεῖρας· ἔμετοι δὲ ἐπὶ τῆς εἰς τὰ κάτω, καθάπερ καὶ ἡ διὰ τῶν δριμυτέρων κλυσμῶν τῆς ἐπὶ τοὺς ἐμέτους. ἄμφω δὲ ταύτας τὰς ῥοπὰς, λέγω δὲ τὰς διὰ τῆς ἄνω καὶ κάτω γαστρὸς, εἰς οὖρα καὶ ἱδρῶτας ἀντισπάσεις· καὶ μέντοι γε καὶ τὰ οὖρα πρὸς ἱδρῶτάς τε καὶ διαχωρήσεις γαστρὸς. ἀντισπαστικὸν δὲ βοήθημα καὶ ἡ παρὰ τοὺς τιτθοὺς προβαλλομένη σικύα. ταῖς δὲ καθ’ ὑποχόνδριον ἐρειδομέναις ἀντισπάσεις τὴν ἐπὶ τοὺς μυκτῆρας ὁρμὴν τοῦ αἵματος, ὥσπερ γε καὶ τὴν διὰ μήτρας ἄμετρον φοράν. ἀντισπᾷ δὲ καὶ τὰ δριμέα φάρμακα τοῖς κόλποις ἐπιτιθέμενα τὰς ἐπὶ κεφαλὴν καὶ σπλάγχνα ῥοπὰς τῶν χυμῶν. καὶ ἁπλῶς τὴν ἀντίσπασιν ποιητέον ἐπὶ μὲν τοῖς ἄνω ῥέουσι χυμοῖς εἰς τὰ κάτω, ἐπὶ δὲ τοῖς εἰς τὰ κάτω τοὐναντίον, καὶ ἐπὶ μὲν ταῖς ἔσω ῥοπαῖς ἔξω, καὶ πάλιν ἐπὶ ταῖς ἐκτὸς εἴσω, κᾂν πρὸς τὰ δεξιὰ ῥέπῃ, ἐπὶ τὰ ἀριστερὰ, καὶ εἰ πρὸς τὰ εὐώνυμα, πρὸς τὰ ἐναντία. οὕτω δὲ καὶ τὰς μὲν ὀπίσω ῥοπὰς πρόσω, τὰς δ’ εἰς πρόσω ὄπισθεν.

Περὶ σικύας.

Σικύαι προκενωθέντων χρήσιμοι. πληθωρικῶν γὰρ ὑπαρχόντων οὐ χρησόμεθα ταύταις. τῷ δὲ αὐτῷ λόγῳ κἀπὶ τῶν κατ’ ἐγκέφαλον καὶ μήνιγγας φλεγμονῶν οὐ χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδ’ ἐπ’ ἄλλου μορίου φλεγμαίνοντος οὐδενὸς, ἀλλ’ ὅταν μὴ ἐπιῤῥῇ μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία τε γένηται ἢ κινῆσαί τε καὶ ἐκμοχλεῦσαι τὸ καταφλεγμαῖνον, ἢ πρὸς τοὐκτὸς ἐπισπάσασθαι. γενομένων δὲ ἔτι τῶν παθῶν, οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιθετέον τὴν σικύαν ἀντισπάσεως ἕνεκεν. κατὰ τὴν ἀρχὴν δὲ τοῖς ἀποκρουστικοῖς χρηστέον. σικύα δύναται τὴν ὕλην κενῶσαι, ὀδύνην λῦσαι, φλεγμονὴν μειῶσαι, ἐμπνευμάτωσιν διαφορῆσαι, ὀρέξεις ἀνακτήσασθαι, ἄτονον στόμαχον τονώδη ποιήσασθαι, λειποθυμίας ἀπαλλάξαι, τὰ ἐκ τῶν βάθεων μεταφέρειν ῥεύματα καὶ ξηρᾶναι καὶ αἱμοῤῥαγίας ἐπισχεῖν, καὶ ἐμμήνων φθοροποιοὺς δυνάμεις ἑλκύσαι, καὶ ἔμμηνα κουφίσαι.

Περὶ ἐγχαράξεως καὶ κατασχασμοῦ.

Ἐγχαράξομεν μέρη τοῦ σώματος, ἤτοι φλεγμαίνοντα, ἢ σκιῤῥούμενα, ἢ τεταμένα, ἢ ἐπωδύνως ἔχοντα, ἢ ῥευματισθέντα, ἤδη στάσιν εἰληφότος τοῦ ῥευματισμοῦ, ἢ δριμείας ὕλης παρακειμένης, ἢ ἰώδους δυνάμεως ἔξωθεν ἐμπεσούσης, ἢ βουλόμενοι μεταγαγεῖν ἐξ ἑτέρων μερῶν εἰς ἄλλο τὴν ὕλην. οἷον σκέλη κατασχάζομεν κεφαλῆς πεπονθυίας ἢ πλεοναζούσης ὕλης ἐν τῷ σώματι μειῶσαι θέλοντες. καὶ μάλισθ’ ὅταν ὁ πλεονασμὸς γένηται δι’ ἐποχὴν ὕλης εἰωθυίας ἀποκρίνεσθαι συνήθως. οἷον αἱμοῤῥοΐδων ἐπισχεθεισῶν ἐγχαράσσομεν σκέλη προλουσάμενοι ἢ ἐν θερμῷ πυριᾷν ἢ σπόγγῳ. τὸ μὲν γὰρ φλέβα διελεῖν πολλάκις τοῦ ἔτους οὐκ ἐπιτήδειον ἐνόμισα. ἅμα γὰρ αἵματι πολλῷ συνεκκρίνεται τὸ ζωτικὸν πνεῦμα. τούτου δὲ ἀναλισκομένου πυκνότερον ὅ τε ὅλος ὄγκος καταψύχεται καὶ πάντα τὰ ψυχικὰ ἔργα χεῖρον γίνεται. διὰ τοῦτο ἀπὸ τῶν ἀκυρωτέρων, οἷον σκελῶν, τὴν ἀφαίρεσιν δεῖ ποιεῖσθαι. ὠφελεῖ δὲ ἡ ἐγχάραξις καὶ ὀφθαλμοὺς χρονίως ῥευματιζομένους καὶ κεφαλῆς διαθέσεις καὶ τὰ περὶ θώρακα καὶ μετάφρενα καὶ συνάγχας καὶ σφηνώσεις.