GetPassage urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.1-1.12 urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.1-1.12
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ ΣΦΥΓΜΟΙΣ ΑΙΤΙΩΝ ΒΙΒΛΙΟΝ Α.

Τῶν τοὺς σφυγμοὺς τρεπόντων αἰτίων τὰ μὲν τῆς γενέσεως αὐτῶν ἐστιν αἴτια, τὰ δὲ τῆς ἀλλοιώσεως μόνον· τῆς γενέσεως μὲν ἥ τε χρεία δι’ ἣν γίνονται καὶ ἡ δύναμις ὑφ’ ἧς καὶ τὰ ὄργανα δι’ ὧν διατείνονται, τῆς δ’ ἀλλοιώσεως τὰ λοιπὰ πάντα τά τε προηγούμενα καλούμενα καὶ τὰ τούτων ἔτι προκατάρχοντα. τριττὸν γὰρ δὴ τὸ γένος τῶν αἰτίων οὐκ ἐν σφυγμοῖς μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις ἅπασιν, ἓν μὲν τὸ πρῶτόν τε καὶ κυριώτατον, ὃ δὴ καὶ συνεκτικὸν καλοῦσιν, ἀπὸ τοῦ συνέχειν αὐτῶν τὴν οὐσίαν ὠνομασμένον, ὅπερ, ὡς ἔμπροσθεν ἐῤῥέθη, γενέσεως αἴτιον. τὰ δ’ ἄλλα δύο γένη τοῦ μὲν γίνεσθαι τοὺς σφυγμοὺς ἀναίτια, τοῦ δὲ γεγενημένους τρέπειν αἴτια. πάχος γοῦν χυμῶν, ἢ πλῆθος, ᾒ γλισχρότης, ἢ δριμύτης ποιεῖν μὲν οὐ δύνανται σφυγμοὺς, ἀλλοιοῦν δὲ δύνανται. οὕτω δὲ καὶ ψυχρὸν λουτρὸν, ἢ θερμὸν, καὶ χειμὼν καὶ θέρος καὶ ὅλως κρύος καὶ θάλπος, ἀλλοιώσεως μὲν σφυγμῶν αἴτια, γεννήσεως δ’ οὐκ ἔστι. ταυτὶ μὲν οὖν τὰ νῦν εἰρημένα προκαταρκτικὰ λέγεται, τὰ δ’ ἔτι τούτων ἔμπροσθεν τὰ κατὰ τοὺς χυμοὺς προηγούμενα. καθόλου γὰρ εἰπεῖν ὅσα μὲν ἔξωθεν ὄντα τοῦ σώματος ἀλλοιοῖ τι τῶν κατ’ αὐτὸ προκαταρκτικὰ λέγεται, προκατάρχοντά γε δὴ τῶν ἐν τῷ σώματι διαθέσεων. αὗται δὲ αἱ διαθέσεις ὅταν τὰ συνεκτικὰ τρέπωσι, προηγούμεναι γίνονται αὐτῶν αἰτίαι. φέρε γὰρ ὑπὸ προσπεσόντος ἔξωθεν ψυχροῦ πυκνωθῆναι μὲν τὸ δέρμα, διὰ δὲ τὴν τούτου πύκνωσιν ἐπισχεθῆναι τὴν κατὰ φύσιν διαπνοὴν, ἐπισχεθεῖσαν δ’ ἀθροισθῆναι, κᾄπειθ’ οὕτως ἐξάψαι πυρετὸν, ἐφ’ ᾧ τὴν χρείαν τῶν σφυγμῶν ἀλλοιωθῆναι, καὶ διὰ τοῦτο καὶ τοὺς σφυγμοὺς, ἐνταῦθα προκαταρκτικὸν μὲν αἴτιον τὸ προσπεσὸν ἔξωθεν ψυχρὸν, τὰ δ’ ἄλλα πάντα τὰ μέχρι τῆς χρείας τῶν σφυγμῶν προηγούμενα. διὰ μέσων οὖν τῶν προηγουμένων τὸ προκαταρκτικὸν αἴτιον, ἀλλοιῶσαν τὴν χρείαν τῶν σφυγμῶν ἓν οὖσαν τῶν συνεκτικῶν αἰτίων, ἔτρεψεν οὕτω καὶ αὐτοὺς τοὺς σφυγμούς. οὐ γὰρ ἐνδέχεται τραπῆναι μέν τινα συνεκτικὴν αἰτίαν, ἄτρεπτον δὲ μεῖναι τὸ πρὸς αὐτῆς ἀποτελούμενον. πρὶν δ’ ἐπί τι τῶν συνεκτικῶν διαδοθῆναι τὴν ἀλλοίωσιν, ἀδύνατον τραπῆναι τοὺς σφυγμούς. διὸ καὶ κυριώτατα καὶ μάλιστα καὶ πρῶτα ταῦτ’ αἴτια τῶν σφυγμῶν, τὰ δ’ ἄλλα πάντα διὰ ταῦτα. τῷ γὰρ τὴν ἔξωθεν γεγενημένην ἀλλοίωσιν εἰς τὰ συνεκτικὰ διαδίδοσθαι σφυγμῶν αἴτια λέγεται, κατά γε τὴν ἰδίαν τε οὐσίαν καὶ φύσιν οὐδαμῶς τρέπειν αὐτοὺς δυνάμενα. χρὴ τοίνυν ὅστις βούλεται τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἱκανὸς γενέσθαι γυμνάσασθαι πολυειδῶς ἐν ἅπασι τοῖς γένεσι τῶν αἰτίων, ὥσθ’ ἑνὸς οὑτινοσοῦν αὐτῷ προτεθέντος ἔχειν εἰπεῖν τὴν γενομένην ἐν τοῖς σφυγμοῖς ἀλλοίωσιν. ἀρχὴ δὲ τῆς γυμνασίας ἀρίστη τὰς συνεκτικὰς αἰτίας ἐπισκέπτεσθαι, καθότι γεννᾷν ἑκάστη πέφυκε σφυγμόν. ᾧ γὰρ λόγῳ τῆς γενέσεως αὐτῶν ἐξηγοῦνται, τούτῳ καὶ τῆς ἀλλοιώσεως. αἱ γὰρ κατὰ τὸ ποσὸν καὶ ποιὸν ἐν ταῖς αἰτίαις διαφοραὶ τὰς κατὰ τὸ ποσόν τε καὶ ποιὸν ἐν τοῖς σφυγμοῖς ἐργάζονται διαφοράς.

Φαίνεται δὴ διὰ παντὸς ἡ καρδία μετὰ πασῶν τῶν ἀρτηριῶν τὴν σφυγμικὴν καλουμένην κίνησιν, ἔστ’ ἂν περιῇ τὸ ζῶον, κινουμένη, ἀποθανόντος δ’ οὔτε τῶν ἀρτηριῶν οὐδεμίαν οὔτ’ αὐτὴν τὴν καρδίαν ἔστιν ἰδεῖν ἔτι σφύζουσαν. ᾧ δῆλον ὡς ἦν τις αἰτία τέως ὑφ’ ἧς ἐκινοῦντο· τίς δ’ αὕτη χαλεπὸν εὑρεῖν. ὁ μὲν γὰρ τὴν ἔμφυτον θερμασίαν, ὁ δὲ τὸν τόνον, ὁ δὲ τὴν ἰδιότητα τῆς κράσεως, ὁ δὲ τὴν ὅλην κατασκευὴν τῶν σωμάτων, ὁ δὲ τὸ πνεῦμα μόνον, ὁ δέ τινα τούτων, ὁ δὲ καὶ πάνθ’ ἅμα φησί. ἤδη δέ τινες ἀσώματον εἰσηγήσαντο δύναμιν, οἰκείοις ὀργάνοις τῆς κινήσεως τοῖς εἰρημένοις χρωμένην ἤτοι πᾶσιν ἤ τισιν ἤ τινι. ταύτην οὖν τὴν αἰτίαν τὴν δημιουργοῦσαν τοὺς σφυγμοὺς, ἥ τις ἂν ᾖ, κᾂν τὴν οὐσίαν αὐτῆς ἀγνοῶμεν, ἀπὸ τοῦ δύνασθαι σφυγμοὺς ἐργάζεσθαι δύναμιν αὐτὴν ἐκαλέσαμεν, ὥσπερ, οἶμαι, καὶ πᾶσαν ἑτέραν δύναμιν ἀπὸ τοῦ δύνασθαι ποιεῖν ὅπερ ἂν δύνηται καλεῖν εἰθίσμεθα. τίνος γὰρ ἡ δύναμίς ἐστι καὶ τὴν νόησιν αὐτῆς ἐν τῷ πρὸς τὶ κεκτήμεθα, καὶ διὰ τοῦτο οὕτως αὐτὴν ὀνομάζομεν, ὅταν τὴν οὐσίαν ἀγνοοῦμεν. ὅταν δὲ ῥώμην, ἢ ἀρετὴν δυνάμεως λέγομεν, ἢ αὖ πάλιν ἀῤῥωστίαν τε καὶ κακίαν, ὡς πρὸς τὴν ἐνέργειαν ἀκούειν χρὴ τούτων τῶν ὀνομάτων. ἡ γὰρ δραστική τε καὶ ποιητικὴ καὶ δημιουργικὴ τῆς ἐνεργείας αἰτία ποτὲ μὲν βέλτιον ὡς πρὸς ταύτην, ποτὲ δὲ χεῖρον διάκειται. καὶ διὰ τοῦτο νῦν ἄμεινον, αὖθις δ’ εἰ τύχοι χεῖρον ἡ ἐνέργεια συντελεῖται. τὸ μὲν οὖν βέλτιον ὡς πρὸς τοὖργον ἔχειν τὴν δύναμιν ἀρετή τε καὶ ῥώμη, τὸ δὲ χεῖρον ἀῤῥωστία τε καὶ κακία. περὶ μὲν δὴ τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἀρκεῖ καὶ ταῦτα διαγινώσκειν εἴς γε τὰ παρόντα.

Περὶ δὲ τῆς χρείας αὐτῶν ἀναμνησθῆναι χρὴ τῶν ἐν ἑτέροις ἐπιδεδειγμένων, ὅτι φυλακῆς ἕνεκα  τῆς καθ’ ὅλον τὸ σῶμα θερμασίας γεγόνασιν ἐμψύχοντές τε ταύτην καὶ εἴ τι λιγνυῶδες ἐκ τῆς τῶν χυμῶν συγκαύσεως ὑποτρέφοιτο, τοῦτ’ εὐθέως ἀποκρίνοντες. εἴρηται δ’ ἐν ἐκείνοις ὡς καὶ τῇ γεννήσει τοῦ ψυχικοῦ πνεύματος συντελοῦσι.

Λοιπὴ δὲ καὶ τρίτη σφυγμῶν γενέσεως αἰτία συνεκτικὴ τὸ σῶμα τῶν ἀρτηριῶν ἐστιν αὐτό. πᾶσα γὰρ δύναμις ἐνεργοῦσά τινος ἕνεκεν ὀργάνων ἐπιτηδείων δεῖται πρὸς τοὖργον. ἦν δ’ ἐπιτήδειον ὄργανον πρὸς τὰ παρόντα τὸ στεγανὸν μὲν τοῖς χιτῶσι, κοῖλον δ’ ἔνδοθεν, οἷόν περ τὸ τῶν ἀρτηριῶν ἐστι. ὡς οὖν οἱ κατὰ τὰς πόλεις οὗτοι δημιουργοὶ, σκυτοτόμοι τε καὶ χαλκεῖς καὶ γραφεῖς, δι’ ὀργάνων τινῶν ἐπιτελοῦσι τὸ σφέτερον ἔργον, οὕτως ἡ τοὺς σφυγμοὺς ἐργαζομένη δύναμις δι’ ὀργάνων τῶν ἀρτηριῶν τὸ ἑαυτῆς ἔργον, τὴν φυλακὴν τῆς ἐμφύτου θερμασίας, ἀποτελεῖ, τοσόνδε μόνον τῶν ἄλλων διαφέρουσα δημιουργῶν ὅτι τοῖς ὀργάνοις ἐνδέδεται καὶ δι’ ὅλων αὐτῶν ἅπασα διελήλυθεν, οὐκ ἔξωθεν ἅπτεται καθάπερ ἐκεῖνοι. καὶ τοίνυν ἐπειδὰν μὲν τὴν ψύχουσαν οὐσίαν ἕλκῃ, διαστέλλεται τὸ σῶμα τῶν ἀρτηριῶν, ἐπειδὰν δὲ τὸ αἰθαλῶδες ἐκκρίνῃ, συστέλλεται. πλεονεκτεῖ δὲ ποτὲ μὲν ἡ τοῦ διαστέλλεσθαι, ποτὲ δὲ ἡ τοῦ συστέλλεσθαι χρεία, πάντως δ’ ἕπεται θατέρῳ μέρει τῆς κινήσεως τὸ λοιπόν. κατὰ ταύτας δὲ τὰς αἰτίας τῶν σφυγμῶν γινομένων ἀνάγκη πάσας τὰς τροπὰς αὐτῶν ἕπεσθαι ταῖς τῶν αἰτίων ἀλλοιώσεσιν, ὥστε τὰς πρώτας μὲν καὶ γενικωτάτας τοσαύτας εἶναι διαφορὰς σφυγμῶν ὅσαι περ καὶ τῶν αἰτίων. τῆς μὲν δὴ δυνάμεως αἱ διαφοραὶ ῥώμη τε καὶ ἀῤῥωστία ἐστὶ, τῆς δ’ ἐμφύτου θερμασίας ἐκπύρωσίς τε καὶ κατάψυξις, τοῦ δὲ τῶν ἀρτηριῶν χιτῶνος σκληρότης τε καὶ μαλακότης καὶ πρὸ τούτων ἁπάντων αἱ καθ’ ἕκαστον γένος τῶν εἰρημένων συμμετρίαι. ἀλλ’ αἱ μὲν συμμετρίαι τοὺς κατὰ φύσιν ἐργάζονται σφυγμοὺς τοὺς μέσους τῶν ὑπερβαλλόντων, αἱ δ’ ἀμετρίαι τοὺς παρὰ φύσιν. αἱ μὲν ἄλλαι σαφεῖς, ἡ δὲ κατὰ τὴν εὐρωστίαν τῆς δυνάμεως ἔχει τι ζητήσεως ἄξιον, ὃ προϊὼν ὁ λόγος διασκέψαιτο. ῥώμη μὲν οὖν δυνάμεως σφοδρὸν ἐξ ἀνάγκης ἐργάζεται τὸν σφυγμὸν, ἀῤῥωστία δ’ ἀμυδρὸν καὶ σκληρότης μὲν ὀργάνων σκληρὸν, μαλακότης δὲ μαλακόν. οὐ μὴν ἐπί γε ταῖς αὐξήσεσιν ἢ ταῖς μειώσεσι τῆς κατὰ φύσιν θερμασίας ἓν εἶδος σφυγμῶν ἐξ ἀνάγκης ἕπεται ταὐτὸν ἀεί. οὔτε γὰρ ὁ ταχὺς, ὥς τισιν ἔδοξεν, οὔθ’ ὁ μέγας οὔθ’ ὁ πυκνὸς ἐκπυρουμένης ἀεὶ γίνονται τῆς φύσεως οὔθ’ ὁ βραδὺς ἢ μικρὸς ἢ ἀραιὸς σβεννυμένης, ἀλλ’ οἱ περὶ τούτων ἀμφισβητοῦντες ὁμοίως ἁμαρτάνουσι Ἀρχιγένει πρὸς Μάγνον διαφερομένῳ περὶ τάχους σφυγμοῦ, ὡς οὐχ ὑπὸ ῥώμης μᾶλλον ἢ ἀῤῥωστίας γίνεται δυνάμεως. οὐδετέρα μὲν γὰρ ἐξ ἀνάγκης ἕπεται, μᾶλλον μήν ἐστιν οἰκεῖον τάχος μὲν ῥώμῃ τε δυνάμεως καὶ πλήθει θερμασίας καὶ προσέτι μαλακότητι τῶν ὀργάνων, βραδύτης δὲ τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ μέγεθος μὲν ἰσχυρᾷ δυνάμει καὶ πλήθει θερμασίας καὶ μαλακοῖς ὀργάνοις ἐστὶν οἰκεῖον, μικρότης δὲ τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ πυκνότης οὐδενὶ μὲν τῶν εἰρημένων ἐξ ἀνάγκης ἕπεται, μᾶλλον μήν ἐστιν οἰκεία δυνάμεως ἀῤῥωστίᾳ, πλήθει δὲ θερμασίας, ὀργάνων δὲ σκληρότητι. καὶ ἀραιότης δὲ κατὰ ταὐτὰ τοῖς ἐναντίοις οἰκεία μᾶλλον, οὐ μὴν ἐξ ἅπαντος ἑπομένη. πειράσομαι δ’ ἀποδεῖξαι τῶν εἰρημένων ἕκαστον ἀναλαβὼν τὸν λόγον ἐπ’ ἀρχήν.

Πλείονος θερμασίας ἠθροισμένης ἐν τῷ σώματι μείζονος μὲν χρῄζειν ἀνάγκη τὸ ζῶον τῆς ἀναπνοῆς, μειζόνων δὲ καὶ σφυγμῶν, ᾧ δὲ λόγῳ μειζόνων, τούτῳ καὶ θαττόνων τε καὶ πυκνοτέρων· ὡς γὰρ οἱ διψῶντες οὐ τὸ πολὺ μόνον, ἀλλὰ καὶ ταχέως καὶ πυκνῶς προσφέρονται τὸ πόμα, οὕτως καὶ οἱ τῆς ἐμψυχούσης οὐσίας δεόμενοι πολλήν θ’ ἅμα ταύτην καὶ ταχέως καὶ πυκνῶς ἐπισπῶνται· καὶ τοῦτο δὴ οὖν ἔφαμεν οἰκείους εἶναι σφυγμοὺς πλήθει θερμασίας, τόν τε μέγαν καὶ τὸν ταχὺν καὶ τὸν πυκνὸν, οὐ μὴν δ’ ἐξ ἀνάγκης γ’ ἑπομένους αὐτῇ. χρῄζει γὰρ, ἵνα τοιοῦτοι γενηθῶσι, δυνάμεως μὲν ἐῤῥωμένης, ὀργάνων δὲ μαλακῶν· εἰ γὰρ ἀσθενὴς ἡ δύναμις ἢ σκληρὸν ᾖ τὸ ὄργανον, οὔτε μεγάλους αὐτοὺς οὔτε ταχεῖς ἐνδέχεται γενέσθαι, τοῦ μὲν ὀργάνου διὰ σκληρότητα δυσπειθοῦς γινομένου τῇ κινούσῃ δυνάμει, τῆς δυνάμεως δ’ αὐτῆς δι’ ἀῤῥωστίαν ἀδυνατούσης ἐξαίρειν τὰς ἀρτηρίας εἰς ὅσον προσήκει. χρὴ τοίνυν συνεργεῖν ἀλλήλοις τὰ τρία γένη τῶν αἰτίων, ἵν’ ὁ σφυγμὸς ταχὺς ἢ μέγας ἀποτελεσθῇ, τὴν μὲν χρείαν τῆς γενέσεως αὐτῶν ἐπείγουσαν, τὴν δὲ δύναμιν εὐεκτοῦσαν, τῶν δ’ ἀρτηριῶν τοὺς χιτῶνας μαλακοὺς, ἢ πάντως γε μὴ σκληροὺς ὄντας. ὡς γὰρ καὶ ὠθεῖν ἢ μέγα προβαίνειν οὔθ’ οἱ πάνυ γέροντες οὔθ’ οἱ μικροὶ παῖδες δύνανται, κᾂν ἔτι μάλιστα χρῄζωσιν ἠπειγμένης κινήσεως, οὕτως οὐδ’ ἡ ἄῤῥωστος δύναμις οὔτε ταχέως οὔτ’ εἰς μέγα τὰς ἀρτηρίας ἐξαίρειν δύναται, κᾂν δέηται. ὥσπερ δὲ πάλιν ἡ μὲν μαλακὴ κύστις ἑτοίμως εἰς πολὺ διαστέλλεται, ἡ σκληρὰ δὲ οὐδ’ εἰ πάνυ σφόδρα βιάζοιο, οὕτω καὶ τῶν ἀρτηριῶν ὁ χιτὼν ὁ μὲν μαλακὸς ῥᾳδίως ἐπὶ πλέον ἐξαίρεται, κᾂν ἄῤῥωστος ἡ δύναμις ᾖ, ὁ δὲ σκληρὸς ἀντιτείνεταί τε καὶ ἀντιβαίνει τῇ κινούσῃ δυνάμει, κᾂν σφοδρότατα περὶ αὐτὸν ἐνεργοῦσα τύχῃ. μέθοδος δὲ καὶ κατὰ τούτων ἁπάντων μία, τῆς ἐξεταζομένης αἰτίας μόνης ὑπαλλαττομένης, τῶν δ’ ἄλλων ἐν ταὐτῷ μενουσῶν, τὴν διάκρισιν ποιεῖσθαι τῆς ἀλλοιώσεως τῶν σφυγμῶν. εἰ γὰρ ἅμα πολλῶν ὑπηλλαγμένων ἐπισκέπτοιο, πρῶτον μὲν ἄδηλον, ἢ διὰ τὸ πασῶν ὁμοῦ συνιουσῶν ἀθρόον κεφάλαιον ἡ τροπὴ γέγονεν,  ἢ διά τινα μίαν ἐξ αὐτῶν. ἔπειτα δ’ εἰ καὶ συγχωρηθείη διὰ μίαν, ἥ τίς ἐστιν αὕτη μία ἐξ αὐτῶν οὐδέπω δῆλον. ἂν γοῦν αὐξηθῇ μὲν ἡ θερμασία μόνη, φυλάττοιντο δὲ ἥ τε δύναμις καὶ οἱ χιτῶνες τῶν ἀρτηριῶν ἄτρεπτοι, μείζους τε καὶ θάττους ἐξ ἀνάγκης οἱ σφυγμοὶ γενήσονται καὶ συναυξηθήσονταί γε τῷ πλήθει τῆς θερμασίας ἄχρι περ ἂν ἐπὶ τὴν μεγίστην ἀφίκωνται διαστολήν. τάχιστοι δὲ οὐδὲ νῦν οὐδέ ποτε φανοῦνται πρὶν τὴν θερμασίαν ὑπὲρ τὴν μεγίστην αὐξηθῆναι διαστολήν. τότε δ’ ὑπὲρ τὴν μεγίστην αὔξεται διαστολὴν, ὅταν ἐνδεῶς ὑπ’ αὐτῆς ἀναψύχηται. τὸ τοίνυν λεῖπον ἐπανισοῖ τηνικαῦτα τῷ τάχει τῆς κινήσεως, καὶ οὕτως οἱ σφυγμοὶ τάχιστοι γίνονται. ἀρκεῖ δ’ οὐδὲ ταῦτα τῇ μεγάλως ἐκπυρωθείσῃ, ἀλλ’ ὃν ἡσύχασε πρότερον χρόνον μεταξὺ τῶν κινήσεων, ἤδη καὶ τοῦτον συντέμνει. πολλάκις δ’ οὕτως βραχὺν ἀπέφηνεν, ὡς συνεχεῖς ἀλλήλαις δοκεῖν εἶναι τὰς κινήσεις, μηδαμῆ σχιζομένας ἡσυχίᾳ· τοῦτο δ’, ὅταν ἐσχάτως ἐκκαυθῇ, γίνεται. τριῶν γὰρ ὄντων τρόπων ἐπικουρίας ἐν ἁπάσαις ὑπερβολαῖς πᾶσιν ὁμοῦ χρῆται. καὶ γὰρ πλείστης ἀπολαύει τῆς ἐμψυχούσης αὐτὴν οὐσίας καὶ τάχιστα καὶ συνεχέστατα. τούτων δὲ τὸ μὲν πρῶτον μεγίστους ποιεῖ τοὺς σφυγμοὺς, τὸ δὲ δεύτερον ταχίστους, τὸ δὲ τρίτον πυκνοτάτους. οὔτε γὰρ, ὅταν ἱκανῶς ἀναψύχηται τῷ μεγέθει τῆς διαστολῆς, κατεπείγει τὸ τάχος, οὔθ’ ὅταν αὐτάρκως ὑπ’ ἀμφοῖν ὠφελῆται, τὴν κυκνότητα. θατέρου δ’ αὐτῶν ἀεὶ τὸ λεῖπον ἐπανισοῖ θατέρῳ, τοῦ μὲν μεγέθους τῷ τάχει, τοῦ δὲ τάχους τῇ πυκνότητι. καθόλου γὰρ φάναι πυκνότητος σφυγμῶν αἰτία μία τὸ τῆς προτέρας ἐνεργείας ἐνδεὲς, γίνεται δὲ τοῦτο καὶ δι’ ἄλλας μὲν αἰτίας, ἃς ἑξῆς ἐροῦμεν, ἀτὰρ οὖν καὶ διὰ πλῆθος θερμασίας, ὡς νῦν ἀποδέδεικται. καὶ σχεδὸν ἤδη πέρας ἔχει τὸ προκείμενον. ἐδείχθη γὰρ ὡς οὐκ ἐξ ἀνάγκης ἕπεται πλήθει θερμασίας μέγας καὶ ταχὺς καὶ πυκνὸς σφυγμὸς οὐδεὶς, οἰκεῖοι δ’ εἰσὶν αὐτῇ μάλιστα μὲν ὁ μέγας καὶ ταχὺς, ἤδη δέ ποτε καὶ ὁ πυκνὸς κατά τι συμβεβηκός.

Εἴη δ’ ἂν, οἶμαι, δῆλον, ἤδη καὶ περὶ τῶν ἐν ταῖς ἐνδείαις τῆς ἐμφύτου θερμασίας ἑπομένων σφυγμῶν. καὶ γὰρ καὶ ταύταις ἐξ ἀνάγκης μὲν οὐδεὶς ἕπεται, οἰκεῖοι δ’ εἰσὶν μάλιστα μὲν ὅ τε μικρὸς καὶ βραδὺς, ἤδη δὲ καὶ ὁ ἀραιός. ὥσπερ γὰρ οὔτε πολλῆς οὔτε ταχείας τῆς ἐμψύξεως ἡ φθάνουσα κατεψύχθαι δεῖται φύσις, οὕτως οὐδὲ δι’ ὀλίγου. ταὐτὸν δ’ ἐστὶ τὸ μὲν δι’ ὀλίγου τῷ πυκνῷ, τὸ δὲ διὰ μακροῦ τῷ ἀραιῷ.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, τὸ ἀναβληθὲν ὀλίγῳ πρότερον ἐφ’ ὅσον εἰς τὰ παρόντα χρήσιμόν ἐστι διασκεψάμενοι τὸ συνεχὲς τοῦ λόγου περαίνωμεν. τοῦ μὲν γὰρ μεγάλου τε καὶ μικροῦ σφυγμοῦ μέσος τίς ἐστιν ὁ κατὰ φύσιν τε καὶ σύμμετρος, ᾧ παραβάλλοντές τε καὶ παραμετροῦντες τοὺς ἄλλους ἅπαντας, ὅσοι μὲν ἂν μείζους ὦσιν αὐτοῦ, τούτους μὲν μεγάλους ὀνομάζομεν, τοὺς δ’ ἐλάττους μικρούς. κατὰ ταὐτὰ δὲ καὶ τοῦ ταχέος τε καὶ βραδέος ὁ μέσος τε καὶ σύμμετρος ὁ κατὰ φύσιν ἔχων ἐστὶν, καὶ τοῦ πυκνοῦ δὲ καὶ τοῦ ἀραιοῦ καὶ προσέτι σκληροῦ καὶ μαλακοῦ κατὰ τὸν αὐτὸν λόγον οἱ μέσοι κατὰ φύσιν. οὐ μὴν ἀμυδροῦ τε καὶ σφοδροῦ μέσος ὁ κατὰ φύσιν εἶναι δοκεῖ. ἐῤῥωμένης γὰρ ἔργον δυνάμεως ὁ σφοδρὸς σφυγμὸς, ὥσπερ οὖν καὶ ὁ ἀμυδρὸς ἀῤῥώστου. τὸ δ’ ἐῤῥῶσθαι ταύτην οὐ παρὰ φύσιν δήπουθεν, ἀλλὰ τοῦτο μὲν ἀρετή τε καὶ κατὰ φύσιν, ἡ δ’ ἀῤῥωστία τῆς δυνάμεως κακία τε καὶ παρὰ φύσιν. ὅσον δ’ ἐν τῷ μεταξὺ ῥώμης τε καὶ ἀῤῥωστίας, ὁδός ἐστιν ἀπὸ θατέρου πρὸς θάτερον ἐν μεθορίῳ που τεταγμένον ἀμφοῖν, τοσούτῳ μὲν βέλτιον ἀῤῥωστίας, ὅσῳ χεῖρον εὐρωστίας, τοσούτῳ δ’ αὖ πάλιν εὐρωστίας χεῖρον, ὅσῳ βέλτιον ἀῤῥωστίας. οὔκουν ἐνταῦθά φασι χρῆναι τὸ κατὰ φύσιν ζητεῖν, ἀλλ’ ἐν τῷ ἄκρῳ τε καὶ εὐρώστῳ, τούτου δ’ ἔγγονον ὑπάρχειν τὸν σφοδρὸν σφυγμόν. εἰσὶ δ’ οἳ τοῦτο μὲν ἀληθὲς εἶναι συγχωροῦσιν, ἀμφισβητοῦσι δὲ πρὸς τὸ καθόλου καὶ φάσκουσι τὸν κατὰ φύσιν σφυγμὸν τὸν ἐν τούτῳ μὲν τῷ γένει γίνεσθαι καὶ αὐτὸν ὑπὸ τῆς ἄκρας τε καὶ ἀρίστης ἕξεως, ὥσπερ οὖν κᾀν τοῖς ἄλλοις ἅπασι γένεσιν, οὐ μὴν ἄκρον γε καὶ ἔσχατον ὑπάρχειν, ἀλλ’ εἶναί τινα τῶν οὐ κατὰ φύσιν ἕτερον τούτου σφοδρότερον. ἴδιον γάρ τι συμβεβηκέναι τούτῳ τῷ γένει τῶν σφυγμῶν παρὰ τἄλλα πάντα φασὶ, διὸ καὶ τὴν ἀπορίαν τε καὶ τὰ σφάλματα τοῖς μὴ δυναμένοις αὐτὸ συνιδεῖν ἀπηντηκέναι. γίνεσθαι μὲν γὰρ εὐρωστούσης τῆς δυνάμεως τὸν σφοδρὸν σφυγμὸν, εἶναι μέντοι τι καὶ τούτου μέτρον τῆς σφοδρότητος, οὗ προσωτέρω χωρῶν ἐξίσταται τοῦ κατὰ φύσιν. ἐν γοῦν τοῖς θυμοῖς, φασὶ, καὶ πολλάκις ἐν τοῖς γυμνασίοις καὶ ταῖς οἰνοποσίαις εὑρίσκεσθαι σφοδρότερον τοῦ κατὰ φύσιν κινουμένας τὰς ἀρτηρίας, ὁμολογεῖσθαι δὲ πρὸς ἁπάντων τὸν ὡς ἀκριβῶς κατὰ φύσιν ἔχοντα σφυγμὸν ἐπὶ ζώου θεωρητέον, ἐν ἠρεμίᾳ καθεστηκότος ἁπασῶν τῶν μεγάλων τε καὶ ἰσχυρῶν ἀλλοιώσεων. ἰσχυρὰ δὲ ἀλλοίωσις ἡ ἐκ θυμοῦ καὶ γυμνασίου καὶ οἴνου, οὐκ οὖν τοῦτον εἶναι τὸν κατὰ φύσιν, ἀλλ’ ὡς ἂν ἐῤῥωμένης τε ἅμα τῆς φύσεως καὶ πρὸς μηδενὸς τῶν ἔξωθεν αἰτίων βιαίως ταραττομένης γίνεται. οὕτως δὲ πὼς μὲν εἶναι μέσον, πὼς δὲ οὖκ εἶναι τὸν κατὰ φύσιν ἐν τούτῳ τῷ γένει σφυγμόν. καθόσον μὲν γὰρ αὐτοῦ εἰσί τινες ἕτεροι σφοδρότεροι σφυγμοὶ, καὶ νὴ Δία ἕτεροί γ’ ἧττον σφοδροὶ, κατὰ τοσοῦτον μὲν εἶναι μέσον, καθόσον δὲ τριῶν οὐσῶν διαφορῶν ἐν τούτῳ τῷ γένει, σφοδρότητός τε καὶ ἀμυδρότητος καὶ τῆς ἀμφοῖν μεσότητος, οὐκ ἐκ τῆς μεσότητός ἐστιν, ἀλλὰ ἐκ μιᾶς τῶν ἀκροτάτων, κατὰ τοσοῦτον οὐκ ἔτι εἶναι μέσον. ὅλον οὖν τὸ λοιπὸν οἶμαι  περὶ αὐτοῦ καλῶς ἂν ἅμα καὶ ἀληθῶς ῥηθῆναι τὸν κατὰ φύσιν ἐν τούτῳ τῷ γένει σφυγμὸν μέσον ἐν θατέρῳ τῶν ἄκρων εὑρίσκεσθαι διαφορῶν. εἰσὶ δ’ οἳ καὶ πρὸς τοῦτ’ ἀντιλέγουσιν, οὐ γίνεσθαι σφοδροὺς ἐν τοῖς εἰρημένοις καιροῖς τοὺς σφυγμοὺς, ἀλλὰ φαίνεσθαι φάσκοντες, ἐξαπατᾶσθαι δὲ τοὺς ἀμελέστερον ἁπτομένους ὑπὸ τοῦ προσγινομένου τάχους αὐτοῖς καὶ μεγέθους, ἔστι δ’ ὅτε καὶ ὕψους, ὥσπερ ἐν τοῖς θυμοῖς· δῆλον δὲ ὡς τῆς τοιαύτης διαφωνίας ἡ κρίσις εἰς τὴν διάγνωσιν ἀναφέρεται. τίς οὖν ἡ ἀληθὴς διάγνωσις; χρὴ γὰρ ἀποφήνασθαι τὸ φαινόμενον ἡμῖν. ἐπὶ μὲν ταῖς τῶν οἴνων πόσησι, ταῖς γοῦν μετρίαις, οἱ σφυγμοὶ σαφῶς ὥσπερ μείζους καὶ θάττους, οὕτω καὶ σφοδρότεροι γίνονται, ἐπὶ μέντοι τοῖς θυμοῖς τε καὶ τοῖς μετρίοις γυμνασίοις οὐκ ἔθ’ ὁμοίως σαφῶς, ἀλλ’ εἰ ἄρα καὶ προσγίνεταί τι σφοδρότητος αὐτοῖς, ὀλίγον τοῦτο καὶ δυσδιάγνωστόν ἐστιν. ὅπως δ’ ἂν ἔχοι τὸ ἀληθὲς, οὐδὲν κωλυόμεθα περαίνειν τὸ προκείμενον, αὐτὸ τοῦτο μόνον ζητοῦντες, εἰ μέγεθος καὶ τάχος σφυγμῶν οἰκεῖα δυνάμεως ἐῤῥωμένης, ὅπερ εἶναι φαίνεται τοῖς μὴ παρέργως σκοπουμένοις ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ὡμολογημένου γὰρ τοῦ διαστέλλεσθαι τὰς ἀρτηρίας ὑπὸ δυνάμεως εὔλογον ἐπὶ πλέον ἐξαίρειν μὲν αὐτὰς τὴν ἰσχυρὰν, ἐπ’ ὀλίγον δὲ τὴν ἀσθενῆ, καὶ θᾶττον μὲν τὴν ἰσχυρὰν, βραδύτερον δὲ τὴν ἀσθενῆ, ὥσπερ οὖν ἐφ’ ἡμῶν αὐτῶν ἔχει βαδιζόντων τε καὶ θεόντων καὶ ἐρεσσόντων καὶ σκαπτόντων καὶ ὁτιοῦν ἄλλο δρώντων. ὁ γὰρ ἰσχυρότερος ἐν τούτοις οὐ μείζονα μόνον, ἀλλὰ καὶ θάττονα τὴν ἐνέργειαν ἐπιδείκνυται, τῶν γ’ ἄλλων ὡσαύτως ἀμφοτέροις ἐχόντων. εἰ γὰρ ὁ μὲν ἀσθενέστερος ἐπείγοιτο πρὸς τῆς χρείας ἐς τὴν ἐνέργειαν, ὁ δ’ ἰσχυρότερος ἤτοι μηδὲν αὐτῆς ὅλως ἢ ὡς ἐλαχίστης δέοιτο, θᾶττον ἂν οὕτως ὁ ἀσθενέστερος ἐνεργήσειεν. ἀλλ’ οὐ χρὴ κατὰ τοῦτον τὸν τρόπον παραβάλλειν, ἀλλ’ ὡς καὶ πρόσθεν ἐῤῥέθη, τῶν μὲν ἄλλων ἁπάντων ὁμοίως ἀμφοῖν ὑπαρχόντων, καθ’ ἓν δ’ ὁτιοῦν μόνον ὅπερ ἂν ἑκάστοτε τύχῃ ζητούμενον τῆς ὑπαλλαγῆς γενομένης· οἷον εἰ καὶ λῃστῶν ἐπιόντων φεύγειν δεήσειεν, οὐκ ἴσα δήπουθεν διαβαίνοντες. οὐδ’ ἐν ὁμοίῳ τῷ τάχει δραμοῦνται νεανίσκος ἰσχυρὸς καὶ γέρων ἀσθενής. εἰ μέντοι παραβάλλεις κίνησιν γέροντος ἔφοδον λῃστῶν δεδιότος νεανίσκου κινήσει ῥᾳθύμως ἐν ἄστει βαδίζοντος, ὠκυτέρα τε καὶ μείζων οὕτως ἡ τοῦ γέροντος φανεῖταί σοι, οὐχ ὅτι δύναται θᾶττον κινεῖσθαι τοῦ νέου καὶ μᾶλλον τὰ κῶλα μεταφέρειν, ἀλλ’ ὅτι δεῖται κινήσεως ἠπειγμένης διὰ τὸν φόβον, ὑφ’ οὗ καταναγκαζόμενος ἁπάσῃ χρῆται πρὸς τοὖργον τῇ δυνάμει. τῷ νεανίσκῳ δὲ τὰ μὲν τῆς δυνάμεως ῥωμαλεώτερα, ἀλλ’ οὐδὲν αὐτῆς δεῖται πρὸς τὴν ἐνέργειαν, ὡς εἴ γε δεηθείη παραπλησίως τῷ γέροντι, τοσούτῳ θᾶττόν τε καὶ μᾶλλον ἐνεργήσει ὅσῳ καὶ τὰ τῆς δυνάμεως αὐτῷ βελτίω. ἄξιον οὖν ἐνταῦθα μέμψασθαι καὶ Ἀρχιγένει καὶ Μάγνῳ καὶ πολύ γε μειζόνως τῷ Ἀρχιγένει. ὁ μὲν γὰρ εἰ καὶ μὴ πᾶν τὸ ἀληθὲς, ἀλλὰ μέρος τι καλῶς κατεῖδεν, ὁ δ’ Ἀργιγένης δέον τὸ λεῖπον προσθεῖναι καὶ τὸ καλῶς ηὑρημένον ἀνατρέπειν πειρᾶται, γράφων ὡδί· δίκαιον γὰρ αὐτὴν παραθέσθαι τὴν λέξιν· ἐπὶ μὲν οὖν τῶν ἀρτιγενῶν μικρὸς παντελῶς ὁ σφυγμός ἐστι καὶ οὐ σφοδρὸς, καὶ πυκνὸς ἄγαν καὶ ταχύς. Μάγνος δὲ οὐκ εἶναι ταχὺν αὐτόν φησι, δι’ ὅλου συστῆσαι βουλόμενος τὸ μὴ οἰκεῖον ἀσθενείᾳ τὸν ταχὺν σφυγμὸν εἶναι, ἀλλὰ τὸν πυκνόν. ἔστι γὰρ καὶ τὰ τηλικαῦτα ἀσθενῆ καὶ μικρὸν ὁ Ἀρχιγένης προελθὼν, ἐμοὶ μὲν οὐ κατὰ τὴν ἰσχὺν, φησὶ, τὸ τάχος δοκεῖ κεῖσθαι, ὅταν εὕρω ἐπὶ χολερικῶν καὶ ἐπὶ καρδιακῶν συνῃρημένην τὴν κίνησιν τῶν ἀρτηριῶν. ἡ μὲν οὖν λέξις ἡ τοῦ Ἀρχιγένους τοιάδε, πιθανὴ πάνυ καὶ παρακρούσασθαι ῥᾳδίως δυναμένη τὸν ἀκροατὴν, ὡς ἂν ἐξ ὧν οἱ πολλοὶ τῶν ἰατρῶν ἐπιδιδόασι λημμάτων συλλογιζομένη. πάντες γὰρ ὀλίγου δεῖν ὁμολογοῦσι τὸν ἐπὶ τῶν χολερικῶν τε καὶ καρδιακῶν σφυγμὸν ταχὺν ὑπάρχειν. ὑφ’ ἡμῶν δ’ ἱκανῶς ἐν τῷ πρώτῳ περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν εἴρηται περὶ τάχους τε καὶ βραδύτητος, ἕτερον μὲν δεικνύντων τὸν ταχὺν, ἕτερον δὲ τὸν ὀλιγοχρόνιον σφυγμόν· ὡσαύτως δὲ καὶ περὶ τῆς βραδύτητος, ἕτερον μὲν τὸν βραδὺν, ἕτερον δὲ τὸν πολυχρόνιον. οὔκουν ἔτι περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν προσῆκεν, ἀλλὰ τοῦ συμπεράσματος μόνου μνημονεύσαντας ὡς ἐν τοῖς προειρημένοις πάθεσιν οἱ σφυγμοὶ βραχυχρόνιοι μέν εἰσιν, οὐ μὴν καὶ ταχεῖς, οὕτως ἐπὶ τὸ προκείμενον ἐπανιέναι. περανθήσεται γὰρ οὐδὲν ἔτι τῷ Ἀρχιγένει, μὴ συγχωρηθέντων τῶν ἐν τοῖς χολερικοῖς καὶ καρδιακοῖς πάθεσι σφυγμῶν ταχέων ὑπάρχειν. καίτοι κᾂν ἓν τοῦτο συνεχωρεῖτο, σημεῖον μὲν ἀσφαλὲς οὐκ ἐγίνετο ῥώμης δυνάμεως τὸ τάχος, οἰκεῖον δ’ αὐτῆς ὑπάρχειν οὐκ ἐκωλύετο, διωρισμένου γε ἤδη σαφῶς πρὸς ἡμῶν ὡς τινὲς μὲν ἐξ ἀνάγκης ἕπονται σφυγμοὶ ταῖς συνεκτικαῖς αἰτίαις, τινὲς δ’ οἰκεῖοι μέν εἰσιν αὐταῖς, οὐ μὴν ἀναγκαίως ἀκολουθοῦσι. ὧν μὲν γὰρ σφυγμῶν μιᾶς αἰτίας ἡ γένεσις χρῄζει, ταύτῃ διὰ παντὸς ἀκολουθήσουσιν οὗτοι. καὶ σημεῖον γὰρ ἄκρον ἔσονται τῆς αἰτίας ὁ σφοδρὸς μὲν τῆς ἐῤῥωμένης δυνάμεως, ὁ δ’ ἀμυδρὸς τῆς ἀῤῥώστου, ὧν δ’ εἰ μὴ πλείους συνέλθοιεν αἰτίαι, οὐχ οἷόν τε τὴν γένεσιν συστῆναι, τούτους οἰκείους μὲν εἶναι ταῖς αἰτίαις ἐροῦμεν, οὐ μὴν καὶ δηλοῦν τινα ἐξ ἀνάγκης αὐτῶν μίαν. ὡσαύτως δ’ εἰ καὶ πρὸς μιᾶς αἰτίας γίγνοιτό ποτε σφυγμὸς, ἀλλὰ μὴ τῆς αὐτῆς διὰ παντὸς, οἰκεῖος μὲν ἔσται πάσαις ταῖς ποιούσαις αἰτίαις, οὐ μὴν δηλώσει γε βεβαίως αὐτῶν οὐδεμίαν. οὐδὲ γὰρ εἰ τάχος σφυγμῶν, ἐξ ἀνάγκης καὶ ῥώμη δυνάμεως, ἀλλ’ ἔστι μὲν ὅτε πλείων ἡ  χρεία τῆς γενέσεως τοῦ ψυχικοῦ πνεύματος, ἔστι δ’ ὅτε πλεονεξία θερμασίας, ἢ ὀργάνων μαλακότης, ἤ τινα τούτων, ἢ πάνθ’ ἅμα. κατὰ ταὐτὰ δὲ καὶ εἰ μέγεθος σφυγμῶν, ἤτοι ῥώμη δυνάμεως ἢ δαπάνη πλείων ψυχικοῦ πνεύματος, ἢ πλεονεξία τῆς ἐν τῇ καρδίᾳ θερμασίας, ἢ ὀργάνων μαλακότης, ἤ τινα τούτων, ἢ καὶ πάντα. Μάγνος μὲν οὖν φήσας οἰκεῖον μὲν εἶναι δυνάμεως ἐῤῥωμένης τὸ τάχος οὐδὲν ἁμαρτάνει. γίνεται γάρ ποτε καὶ διὰ ταύτην ὠκύτερος ὁ σφυγμός. Ἀρχιγένης δ’ ἁμαρτάνων ἀντιλέγει, πρῶτον μὲν ὅτι καταψεύδεται τοῦ φαινουμένου τοὺς ὀλιγοχρονίους σφυγμοὺς πάντας ταχεῖς εἶναι νομίζων, ἔπειτα δ’ ὅτι κᾂν ταχεῖς ὦσιν, οἴεται περαίνεσθαι τὸ μηδαμῶς οἰκείους αὐτοὺς ὑπάρχειν ἐῤῥωμένης δυνάμεως, φανερῶς ψεῦδος ὄν. οὐδὲ γὰρ ὡς οὐδέποτε γίνονται σφυγμοὶ ταχεῖς δι’ εὐρωστίαν δυνάμεως, ἀλλ’ ὡς οὐ διὰ παντὸς ὑπ’ ἐκείνης μόνης, περαίνοιτ’ ἂν, εἰ καὶ τοὺς προειρημένους σφυγμοὺς ταχεῖς εἶναι συγχωρήσαιμεν. εἰ δ’ οὐκ οἰκείους μόνης ἐῤῥωμένης δυνάμεως τοὺς ταχεῖς σφυγμοὺς ὁ Μάγνος ἐνόμιζεν, ἀλλ’ ὡς καὶ σημείοις ἐχρῆτο διὰ παντὸς, ἐσφάλλετο. οὐ γὰρ εἰ τάχος σφυγμῶν, ἤδη καὶ ῥώμη δυνάμεως, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ἤτοι τῆς χρείας ἐπειγούσης ἢ τῶν ὀργάνων μαλακωτέρων γινομένων θᾶττον αἱ ἀρτηρίαι κινοῦνται. πότ’ οὖν ἕπεται ῥώμῃ δυνάμεως τὸ τάχος καὶ πότε πλήθει θερμασίας, ἢ δαπάνῃ ψυχικοῦ πνεύματος, ἢ ὀργάνων μαλακότητι, βέλτιον ἦν εὑρόντα τὸν Ἀρχιγένην προσθεῖναι τῷ τοῦ Μάγνου λόγῳ. τέλειος γὰρ ἂν οὕτως ἐγένετο καὶ διαρκὴς εἰς ἁπάσας τὰς διαγνώσεις. ἐπεὶ τοίνυν ἐκεῖνος αὐτὸ παρέλιπε, καί τοι πρόσθεν ὑφ’ Ἡροφίλου κεκινημένον, ἡμεῖς οἷς καλῶς ὅ τε Μάγνος ἔγραψε καὶ ἔτι μᾶλλον ὁ Ἡρόφιλος τὸ λεῖπον προσθέντες τελείαν τὴν διδασκαλίαν τῆς διαγνώσεως τῶν τὸ τάχος ἐργαζομένων αἰτίων ποιησόμεθα. πρότερον δ’ ὑπομνῆσαι χρὴ τῶν ἐν τῷ δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν εἰρημένων, ἵνα τοῖς σημαινομένοις ὑπὸ τῶν ὀνομάτων ἑπόμενοι μηδὲν παρακούωμεν ἐν τῷ λόγῳ. ταχεῖς γὰρ δὴ λέγομεν εἶναι τοὺς σφυγμοὺς, ὡσαύτως δὲ καὶ βραδεῖς, οὐ τοῖς νοσοῦσι μόνον, ἀλλὰ καὶ τῶν ὑγιαινόντων ἔστιν οἷς, καὶ φύσει γε τοῦτο αὐτοῖς ὑπάρχειν φαμὲν, ὥσπερ οὖν ἑτέροις, οἳ ἂν ἄριστα τῆς κατασκευῆς τοῦ σώματος ἔχωσιν, οὔτε βραδεῖς οὔτ’ ὠκεῖς, ἀλλὰ συμμέτρους ὑπάρχειν φύσει τοὺς σφυγμούς. τοῖς δ’ αὐτοῖς τούτοις οὐδὲ μεγάλους, οὐδὲ μικροὺς, ἀλλὰ τοὺς μέσους ἀμφοῖν τοὺς συμμέτρους, οὐδὲ πυκνοὺς, ἢ ἀραιοὺς, ἀλλὰ καὶ τοὺς ἐν τούτῳ γένει συμμέτρους. ἐπὶ τούτου τοίνυν πρότερον, τοῦ τὴν ἀρίστην κατασκευὴν ἔχοντος, ὁ λόγος προΐτω. καὶ γὰρ δὴ οἷον κανών τις καὶ μέτρον ὁ τοιοῦτος ἁπάντων ἐστὶ τῶν ἄλλων ἀνθρώπων. μεγάλους γὰρ καὶ μικροὺς καὶ ταχεῖς, καὶ βραδεῖς καὶ τοὺς ἀνάλογον τούτοις ὠνομασμένους καθ’ ἕκαστον γένος σφυγμοὺς, τοὺς τὰς ὑπερβολὰς δηλοῦντας, οὐ πρὸς ἄλλον τινὰ ἢ τοῦτον ἀναφέροντες ὀνομάζομεν. ὁ δὴ τοιοῦτος ἄνθρωπος εἰ θερμότερος ἑαυτοῦ γένοιτο καὶ τοῦτο μόνον ἀλλοιωθείη, τὴν μὲν σφοδρότητα τῶν σφυγμῶν οὐκ ἂν ὑπαλλάξειεν, ἀλλ’ οὐδὲ τὸ κατὰ σκληρότητα, ἢ μαλακότητα γένος, εἰς μέγεθος μέντοι καὶ τάχος ὑπαλλάξει πάντως, ἔστι δ’ ὅτε καὶ εἰς πυκνότητα παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ηὐξῆσθαι τὴν θερμασίαν. ὀλίγῳ μὲν γάρ τινι θερμότερος ἑαυτοῦ γενόμενος ἐναργῶς μὲν ἕξει μείζους τοὺς σφυγμοὺς, οὐ μὴν καὶ θάττους ἐναργῶς. εἰ δ’ ἐπὶ πλέον αὐτῷ τὰ τῆς θερμασίας αὐξηθείη, συναυξηθήσεται μὲν αὐτῷ καὶ τὸ τῶν σφυγμῶν μέγεθος ἀνάλογον, ἐπίδηλον δ’ ἔσται καὶ τὸ τάχος. ἐπὶ πλεῖστον δ’ αὐξηθείσης τῆς θερμασίας μέγιστοι μὲν οἱ σφυγμοὶ γενήσονται, τάχιστοι δὲ οὐδέπω, ἀλλ’ ὡς καὶ πρόσθεν ἐῤῥέθη, τότε πρῶτον, ὅταν ὑπὲρ τὴν μεγίστην αὐξηθῇ διαστολήν. τηνικαῦτα δ’ ἤδη καὶ ἡ πυκνότης ἐναργῶς διαγινώσκεται. τοὺς δὲ περὶ τούτων τῶν φαινομένων λογισμοὺς τοὺς μὲν ἤδη φθάνομεν εἰρηκέναι, τοὺς δ’ οὐ χαλεπὸν ἐκ τῶν εἰρημένων ἀνευρίσκειν. εἰ μέντοι ψυχρότερος ἑαυτοῦ ὁ τοιοῦτος ἄνθρωπος γένοιτο, πρώτη μὲν ἡ ἀραιότης ἐναργῶς φαίνεται, δευτέρα δ’ ἡ βραδύτης, τρίτη δ’ ἡ μικρότης. καί τινι τάχ’ ἂν δόξειε μάχεσθαι τὰ φαινόμενα καὶ ἀλλήλοις καὶ ταῖς ὑποτεθείσαις αἰτίαις. χρὴ γὰρ, ὥσπερ ἐπὶ τῆς θερμασίας πρῶτον μὲν τὸ μέγεθος, δεύτερον δὲ τὸ τάχος, τρίτη δ’ ἡ πυκνότης ἦν, οὕτω καὶ ἐπὶ τῆς ψύξεως πρώτην μὲν γίνεσθαι τὴν μικρότητα, δευτέραν δὲ τὴν βραδύτητα, τρίτην δὲ τὴν ἀραιότητα. τίς οὖν ἡ λύσις τῆς ἀπορίας; ὅτι τῆς δυνάμεως ἐῤῥωμένης, κᾂν τὰ τῆς χρείας ἐλάττω βραχεῖ γένηται, τὴν μὲν πρώτην ἐνέργειαν οὔτε μικρὰν οὔτε βραδεῖαν ἀναγκαῖον γενέσθαι, τὴν δευτέραν μέντοι μετὰ πλείονα χρόνον, εἰ τὰ τῆς χρείας μὴ ἐπεῖγον εὔλογον ὑπάρξεσθαι. ὡς γὰρ καὶ ὅτ’ ἤπειγεν ἐκέντριζέ τε καὶ ἀνίστη τὴν δύναμιν ἐπὶ τὴν ἐνέργειαν, οὕτως οὖν ὅτ’ οὐκ ἐπείγει, μέχρι πλείονος ἡσυχάζειν ἐπιτρέπει. ἂν μέντοι πλείων ἡ ψύξις γένηται καὶ διὰ τοῦτο τὰ τῆς χρείας ἱκανῶς ἐκλυθῇ, συνεκλυθήσεται μὲν οὕτως καὶ τὸ τάχος τῆς κινήσεως, μικροτέρα δ’ εὐθὺς ἔσται καὶ ἡ διαστολὴ, ἐπὶ πλεῖστον δὲ προϊούσης τῆς ψύξεως ἀραιοτάτους μὲν, οὐ μὴν καὶ βραδυτάτους τε καὶ μικροτάτους ἀνάγκη γενέσθαι τοὺς σφυγμοὺς, ἀλλ’ ἀρκεῖ βραδυτέρους ἀεὶ καὶ μικροτέρους τῶν κατὰ φύσιν γίνεσθαι. τελέως γὰρ βραδεῖς ἢ μικροὶ τῆς δυνάμεως ἐῤῥωμένης οὐκ ἄν ποτε γένοιντο, κᾂν τὰ τῆς χρείας ἱκανῶς ἐκλυθῇ. ταῦτα δὲ φαίνεται κᾀπὶ τῶν ἄλλων ἐνεργειῶν ὡσαύτως ἔχοντα. αὐτίκα γοῦν ἐπὶ τῆς βαδίσεως, αὐξηθείσης μὲν τῆς χρείας, τοῦτ’ ἔστιν εἰ δεήσειε καθ’ ἑκάστην ἡμέραν πολλοὺς διανύειν σταδίους, καὶ θᾶττον καὶ μεῖζον προβαίνομεν καὶ τὰς ἐν ταῖς καταγωγαῖς  διατριβὰς ὀλιγοχρονίους ποιούμεθα. μειωθείσης δ’ εἰς τὸ τοσοῦτον, ὡς εἰ τύχοι πεντεκαίδεκα μόνους ἀνύειν δεῖ ἑκάστης ἡμέρας σταδίους, ἐν μὲν ταῖς καταγωγαῖς ἐπὶ πλεῖστον διατρίβομεν, οὐ μὴν εἰς ἔσχατον βραδύτητός τε καὶ μικρότητος ἐκλύομεν τὴν ἐνέργειαν. ὡσαύτως δ’ ἔχει κᾀπὶ τῆς ἀναπνοῆς. ἀλλὰ περὶ μὲν ταύτης ἐν τοῖς περὶ δυσπνοίας αὐτάρκως εἴρηται.

Περὶ δὲ τῶν σφυγμῶν αὖθις ἀναλαβόντες εἴπωμεν ὡς ἐπειδὰν μὲν ἢ διὰ θερμασίαν μόνην, ἢ διὰ ψύξιν ἀλλοιῶνται, μηδενὸς τῶν ἄλλων αἰτίων τῶν συνεκτικῶν ἀρχαίας φύσεως ἐξισταμένων ἀνάγκη τὴν ἀλλοίωσιν αὐτῶν οἵαν εἰρήκαμεν γενέσθαι. ἡνίκα δὲ μὴ μόνον τὰ τῆς χρείας, ἀλλ’ ἤδη καὶ τὰ τῆς δυνάμεως ὑπαλλάττηται, τέσσαρες μὲν οὕτως ἅπασαι συζυγίαι διάφοροι γίνονται, καθ’ ἑκάστην δ’ αὐτῶν ὧδέ πως αἱ ἀρτηρίαι φαίνονται κινούμεναι, κατὰ μὲν τὴν ἀῤῥωστοτέραν ἅμα καὶ θερμὴν, εἰ μὲν ἐπιπλέον ὑπ’ ἀμφοτέρων τῶν αἰτίων δυναστεύοιτο, ἥ τε δύναμις ἱκανῶς ἄῤῥωστος εἴη καὶ τὸ θερμὸν πυρῶδες, μικροὶ καὶ βραδεῖς οἱ σφυγμοὶ καὶ πυκνότατοι γίνονται. μετρίας δ’ οὔσης τῆς βλάβης πυκνοὶ μὲν ὁμοίως, σύμμετροι δὲ κατὰ τὴν διάστασιν καὶ τὴν κίνησιν. τί δή ποτε πυκνοὶ μὲν ὁμοίως, μικροὶ δ’ οὐκ ἔθ’ ὁμοίως, οὐδὲ βραδεῖς; ὅτι τῆς ἐσχάτης πυκνότητος οὐδέν ἐστι πυκνότερον, ἵν’ ὁμοίως ἔχωσιν ἀμφότεροι. εἰ δέ γε καὶ ταύτης δυνατὸν ἦν ἑτέραν γενέσθαι πυκνοτέραν, ἔσχον ἂν πάντως αὐτὴν οἱ ἀσθενέστατοι ὅσον ἐπί γε τῷ μηδέπῳ τὴν χρείαν πληροῦν. διὰ τί δ’ ἐπὶ ταῖς μετρίαις βλάβαις τῆς τε δυνάμεως ἅμα καὶ τῆς θερμασίας οἱ σφυγμοὶ πυκνοὶ μὲν γίνονται, μικροὶ δ’ οὐκ ἔτι οὐδὲ βραδεῖς, ἀλλὰ σύμμετροι; ἢ ὅτι τῆς δυνάμεως ἀῤῥωστούσης μὲν, οὐ μὴν εἰς τοὔσχατον συνῃρημένης, σύμμετρος διαστολὴ καὶ κίνησις γένοιτ’ ἄν ποτε, καθάπερ καὶ τῶν ἀσθενεστέρων μὲν ἀνθρώπων, ἐπειγομένων δὲ πρὸς τῆς χρείας ἡ σύμμετρος βάδισις. ὅ γὰρ τοῖς ἰσχυροῖς ἄνευ μεγάλης ἀνάγκης, τοῦτο τοῖς ἀσθενεστέροις ἀναγκαζομένοις γίνεται. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὸ συνεχῶς ἐνεργεῖν, ὁπόταν ὑπὸ τῆς χρείας ἐπείγωνταί τε καὶ οἷον βιάζωνται, συμβαίνει. ἀλλ’ οὗτοι μὲν εἰ καὶ μόγις, ἀλλ’ οὖν πληροῦσί γε τὴν χρείαν. οἱ δ’ ἐσχάτως ἀσθενεῖς, κᾂν ὅτι μάλιστα προθυμηθῶσιν, ὅσον πλεῖστον δύνανται προσθεῖναι μεγέθους τε καὶ τάχους καὶ πυκνότητος ταῖς ἐνεργείαις, οὐδ’ οὕτως ἐκπληροῦσι τὴν χρείαν. ὅτι δ’ ἀμυδρὸν ἅπαντες ἔχουσιν οἱ ἀσθενεῖς τῇ δυνάμει τὸν σφυγμὸν ἔμπροσθεν εἴρηται, καὶ εἰς τοσοῦτόν γ’ ἀμυδρὸν εἰς ὅσον καὶ τὰ τῆς δυνάμεως πεπόνθασιν. περὶ μὲν δὴ τῆς διὰ πλῆθος θερμασίας καὶ ἀῤῥωστίας δυνάμεως κακοσφυξίας ἱκανὰ καὶ ταῦτα. μεταβῶμεν δ’ ἐπὶ τὴν ἑτέραν συζυγίαν τὴν ἐξ ἀῤῥωστίας τε καὶ καταψύξεως συγκειμένην· ἐφ’ ἧς ἀμυδρὸς μὲν εἰς τοσοῦτον εἰς ὅσον ἂν καὶ τὰ τῆς δυνάμεως ἔχῃ κακῶς ὁ σφυγμὸς γίνεται, μικρὸς δὲ καὶ βραδὺς, ὥσπερ καὶ οἱ ἐπὶ τῆς προτέρας συζυγίας, οὐ μὴν ὁμοίως γ’ ἐκείνοις εἰς ἐσχάτην ἀφικνεῖται πυκνότητα, πλὴν εἴ ποθ’ ἡ δύναμις ἐσχάτως εἴη κεκμηκυῖα, δῆλον ὡς σμικρότατος ἐπὶ τῶν τοιούτων ὁ σφυγμὸς ἔσται, καὶ διαλείπων τε καὶ ἐκλείπων τὰ πολλά. μετρίως μέντοι τῆς δυνάμεως ἀῤῥωστούσης, ἰσχυρᾶς δὲ τῆς καταψύξεως οὔσης, πυκνὸς οὐδόλως ὁ σφυγμὸς γίνεται, ὡς ἂν πληρουμένης τῆς χρείας αὐτάρκως καὶ πρὸς τῆς τοιαύτης δυνάμεως. τρίτη δὲ συζυγία σφυγμῶν ἀλλοιώσεως αὐξανομένης ὁμοῦ θερμασίας τε καὶ δυνάμεως, ἐν ᾗ σφοδρότατοι μὲν καὶ μέγιστοι, τάχιστοι δ’ οὐκ ἔθ’ ὁμοίως οἱ σφυγμοὶ γίνονται, πυκνότατοι δὲ τὰ πολλὰ μὲν οὐκ ἐναργῶς, ἔστιν ὅτε μέντοι καὶ σαφῶς ὑπὲρ τὸ κατὰ φύσιν εἰσί. καὶ γίνεται τοῦτο, ὅταν ἐπὶ πλεῖστον αὐξηθῇ τὰ τῆς θερμασίας. τηνικαῦτα γὰρ καίτοι μέγιστος ὁ σφυγμὸς καὶ ταχὺς, ὅμως οὐχ ὑπηρετεῖ τῇ χρείᾳ διὰ τὸ πλῆθος τῆς θερμασίας. ἡ δὲ λοιπὴ καὶ τετάρτη συζυγία τῆς κατὰ τοῦτο τὸ γένος τῶν σφυγμῶν ἀλλοιώσεως, ὅταν εἰς ταὐτὸν ἀφίκηται ῥώμη τε δυνάμεως καὶ θερμασίας ἔνδεια. γίνονται δ’ οὗτοι σύμμετροι μὲν τῷ μεγέθει, βραδύτεροι μέντοι καὶ ἱκανῶς ἀραιοὶ καὶ μάλιστα ὅταν ἐπὶ πλέον ἡ ψύξις κρατῇ. βραχείας γὰρ οὔσης τηνικαῦτα τῆς τῶν σφυγμῶν χρείας καὶ πάσης πληρουμένης ῥᾳδίως τῷ μεγέθει τῆς διαστολῆς, εὐλόγως ἐπὶ πλεῖστον ἡσυχάζουσιν αἱ ἀρτηρίαι. ὡς γὰρ ὅτ’ ἤπειγεν ἡ χρεία συνεχὴς ἡ κίνησις αὐτῶν ἦν, οὕτω νῦν ὅτ’ ἐκλύεται διὰ μακροῦ γίνεται. τὸ μέντοι τῆς διαστάσεως αὐτῶν ποσὸν οὐ κωλύεται σαφῶς οὐδ’ ἐναργῶς διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ ἡ βραδύτης ἐπὶ πολὺ κρατεῖ διὰ τὴν αὐτὴν αἰτίαν. ἐῤῥωμένη γὰρ ἡ δύναμις σώζεται τὰ κατὰ φύσιν τῆς κινήσεως μέτρα, κᾂν ἡ χρεία μὴ καλῇ. μεγάλως μὲν γὰρ δεῖ τὴν χρείαν ἐκλυθῆναι τῆς ψύξεως ἰσχυρῶς κρατούσης, ἵν’ ὁ σφυγμὸς ἐναργῶς γένηται μικρότερος. ὡς τὰ πολλὰ δὲ τὴν κατὰ φύσιν σώζει ποσότητα τῆς διαστάσεως, ἢ ὀλίγῳ γέ τινι, καὶ οὐ πάνυ σαφεῖ γίνεται μικρότερος, ἐπὶ πλέον μέντοι βραδύτερος, ἢ μικρότερος ἐν ταῖς καταψύξεσι φαίνεται, παραπλησίως τοῖς βαδίζουσιν, ὅταν μὴ δέωνται τῆς κινήσεως ἠπειγμένης. ἧττον γὰρ οὗτοι τοῦ μεγέθους τῆς βαδίσεως ἀφαιροῦσιν ἢ τοῦ τάχους. καὶ εἰ δεήσειε δέ ποτε θᾶττον αὐτοὺς βαδίσαι, τῷ μεγέθει πλέον ἢ τῷ τάχει προστιθέασι. προσέχειν δ’ ἐνταῦθα χρὴ τὸν νοῦν ἀκριβῶς τῷ λεγομένῳ, μή τι παρακούσωμεν αὐτοῦ καὶ δόξωμεν ἐπὶ πάσης διαθέσεως τὴν κατὰ μέγεθος τε καὶ μικρότητα τροπὴν πλείονα γίνεσθαι τῆς κατὰ τάχος καὶ βραδύτητα. πλείων μὲν γὰρ οὐ γίνεται διὰ παντὸς, ἑτοιμοτέρα μέντοι, καὶ διὰ τοῦτο καὶ προτέρα. τὴν γὰρ ἀπὸ τοῦ συμμέτρου μετάστασιν εἰς μέγεθος καὶ μικρότητα ῥᾷόν ἐστιν ἰδεῖν γινομένην τῆς εἰς τὸ τάχος καὶ βραδύτητα. προελθούσης μέντοι τῆς τροπῆς εἰς ἀξιόλογον μέγεθος, ἐὰν ἔτι συμβαίνῃ τὴν  θερμασίαν αὐξάνεσθαι, τὸ τάχος τηνικαῦτα ἐπιδίδωσιν ἀθρόως. καὶ τοῦτ’ εὐλόγως συμβαίνει, καθάπερ καὶ πρόσθεν εἴπομεν. εἰς γὰρ τὸ πληρῶσαι τὴν χρείαν ἀρκεῖ τῇ καρδίᾳ τὸ μέγεθος τῆς διαστολῆς αὐξάνειν, οὐδὲν δεομένῃ καὶ τὸ τάχος ἀνάλογον αὐτῷ συναυξάνει. ὅταν δ’ ἤδη τὸ μέγεθος μὲν ἀξιόλογον ᾖ, εἶτα δὲ καὶ τὰ τῆς χρείας ἐπείγῃ, τότε καὶ τῷ τάχει τὸ λεῖπον πᾶν προστίθησιν· εἰ δὲ μηδὲ τοῦτ’ ἀρκοίη, συνεχεῖς ποιεῖται τὰς κινήσεις, ὅπερ ἐστὶ ταὐτὸν τῷ πυκνός. ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ καὶ ταῦτα.

Μεταβάντες δ’ αὖθις ἐπὶ τὰς τῶν ὀργάνων διαφορὰς ἐπισκεψώμεθα πρῶτον μὲν τοὺς οἰκείους ἑκατέρας αὐτῶν σφυγμοὺς, ἔπειτα δ’ ἤδη καὶ τὰς μετὰ τῶν ἄλλων αἰτίων ὑπαλλάξεις, ὥσπερ ὀλίγῳ πρόσθεν ἐποιήσαμεν. ὅτι μὲν οὖν ἐπειδὰν σκληρότερον καὶ μαλακώτερον ἑαυτοῦ γένηται τὸ τῆς ἀρτηρίας σῶμα, καὶ τοὺς σφυγμοὺς αὐτοὺς ἢ σκληροὺς ἢ μαλακοὺς ἀπεργάζεται πρότερον εἴρηται, καὶ οὐ δεῖται μακροτέρων λογισμῶν τὸ τοιοῦτον, ὑπὸ πάντων τῶν ἐναργῶν μαρτυρούμενον, ὡς κατὰ τὴν τοῦ πλήττοντος φύσιν καὶ ἡ τῆς πληγῆς ἀποτελεῖται ποιότης. ὅτι δὲ καὶ μέγεθος μὲν ταῖς μαλακότησι τῶν ὀργάνων, μικρότης δὲ ταῖς σκληρότησιν οἰκεία, λέλεκται μέν τι καὶ περὶ τούτων ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν διὰ τὴν ἀκολουθίαν τοῦ λόγου. τὸ μὲν μαλακὸν ὄργανον ἑτοίμως ἐκτεινόμενον πάντη ῥᾳδίως διαστέλλεται, τὸ δὲ σκληρὸν οὐκ ἄνευ μεγάλης βίας. ἕπεται δὲ τῷ μὲν ἑτοίμῳ τῆς διαστολῆς τὸ μέγεθος, τῷ δ’ ἀντιβατικῷ τε καὶ δυσπαθεῖ σμικρότης. ὡσαύτως δὲ καὶ τάχος μὲν τῷ προτέρῳ, βραδύτης δὲ τῷ δευτέρῳ γένει, οὐ μὴν κατὰ τὴν αὐτὴν ἀναλογίαν μεγέθει τε καὶ μικρότητι. θάττων μὲν γὰρ ὀλίγῳ, παμπόλλῳ δὲ μείζων ὁ ἐπὶ μαλακότητι τῶν ὀργάνων σφυγμὸς τοῦ διὰ σκληρότητα. τὸ γὰρ ὑμενῶδες τοῦ σώματος τῆς ἀρτηρίας, κᾂν σκληρότερόν ποτε γένοιτο, πρὸς μὲν τὸ τάχος τῆς κινήσεως ἕτοιμόν τε καὶ εὐπειθὲς, εἰς δὲ τὸ μέγεθος τῆς διαστολῆς ἁπάντων ἀφυέστατον, εἴ γε χρὴ ῥᾳδίως ἐκτείνεσθαι πάντη τὸ μεγίστην διαστολὴν ποιησόμενον. τοιοῦτον δ’ ἐστὶ τὸ μαλακόν. καὶ ὅταν ἐπὶ πλεῖστον ἐκστῇ τοῦ κατὰ φύσιν ἢ εἰς μαλακότητα, ἢ εἰς σκληρότητα τὸ τῶν ἀρτηριῶν σῶμα, βραδύτερος ὁ μαλακὸς σφυγμὸς τοῦ σκληροῦ γίνεται. τὸ μὲν γὰρ βραχεῖ τοῦ κατὰ φύσιν μαλακώτερον σῶμα τοῦ βραχεῖ σκληροτέρου, διότι πρὸς τὸ μέγεθος τῆς διαστολῆς εὐπειθέστερόν ἐστι, διὰ τοῦτο καὶ πρὸς τὸ τάχος τῆς κινήσεως, τὸ δ’ ἐπὶ πλεῖστον ἐκλυθὲν εἰς μαλακότητα καὶ οἷον καταῤῥέον τε καὶ καταπῖπτον εἰς ἑαυτὸ δι’ ὑπερβολὴν ὑγρότητος οὔτ’ εἰς τὸ μέγεθος τῆς διαστολῆς ὁμοίως ἕτοιμον οὔτ’ εἴς τὸ τάχος τῆς κινήσεως, καὶ κατὰ τοῦτο ἀπολείπεται τῷ τάχει τοῦ σκληροῦ, μεγέθει δὲ καὶ νῦν ἔτι πλεονεκτεῖ οὐ τοῦ σκληροῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ κατὰ φύσιν. αἱ μέντοι τοιαῦται διαθέσεις, ἐν αἷς εἰς ἄμετρον ὑπερβολὴν ἥκουσιν αἱ ἀρτηρίαι σκληρότητος ἢ μαλακότητος, οὐκ ἄνευ καὶ τῆς τῶν ἄλλων συνεκτικῶν αἰτίων γίνονται μεταβολῆς. οὔτε γὰρ τὴν δύναμιν εὔρωστον ἔτι μένειν οἷόν τε οὔτε τὴν θερμασίαν ἐν τοῖς κατὰ φύσιν ὅροις. ὅθεν οὖν αὐτῆς μόνης ἤτοι μαλακότητος ἢ σκληρότητος ἄνευ τῶν ἄλλων αἰτίων τοὺς οἰκείους σφυγμοὺς ἀποφαινώμεθα, μείζους μὲν καὶ θάττους ἐπὶ ταῖς μαλακότησιν ἐροῦμεν, ἐλάττους δὲ καὶ βραδυτέρους ἐπὶ ταῖς σκληρότησι γίνεσθαι, καὶ ἐπὶ πλέον γε μείζους ἢ ὠκυτέρους δι’ ἣν εἴπομεν ἔμπροσθεν αἰτίαν, πυκνότητι δὲ καὶ ἀραιότητι τοσοῦτον ἀλλήλων τε καὶ συμμέτρου παραλλάττειν, ὅσον ἐκ τοῦ μεγέθους ἢ τῆς μικρότητος ἢ τοῦ τάχους ἢ τῆς βραδύτητος ἐξίστανται τοῦ κατὰ φύσιν. ἐῤῥέθη δὲ καὶ πρόσθεν ὡς ἔστιν αἰτία μία καθόλου πυκνότητος ἐνεργειῶν ἁπασῶν, ὅταν ἐλλιπέστερον τῆς χρείας ἑκάστης συντελῆται. τῶν μὲν οὖν σκληρῶν ὀργάνων ἡ διαστολὴ μικρότερα καὶ διὰ τοῦτ’ ἐλλιπεστέρα τῆς χρείας ἡ ἐνέργεια, τῶν δὲ μαλακῶν τοὐναντίον ἀξιόλογος μὲν ἡ διαστολὴ, πληροῦται δ’ ἱκανῶς ἡ χρεία. εὐλόγως οὖν τοῖς μὲν σκληροῖς σφυγμοῖς αἱ πυκνότητες, τοῖς δὲ μαλακοῖς αἱ ἀραιότητες ἕπονται. εἰ δὲ συνδράμοι ποτὲ τῇ μὲν σκληρότητι ψύξις, τῇ δὲ μαλακότητι θερμασία, γένοιντ’ ἂν οὕτω οἱ σκληροὶ σφυγμοὶ τῶν μαλακῶν ἀραιότεροι. κατὰ συμπλοκὴν δέ τιν’ ἤδη τῶν ἐν τοῖς συνεκτικοῖς αἰτίοις διαφορῶν ἡ τοιαύτη τῶν σφυγμῶν ἀλλοίωσις γίνεται. ἐπεὶ δὲ κατὰ τὴν ἀκολουθίαν αὐτὴν τοῦ λόγου πρώτης ἐμνημονεύσαμεν τῆς κατὰ σκληρότητα καὶ ψύξιν συζυγίας. τὸ πᾶν ἤδη περὶ αὐτῆς λεγέσθω. σκληρότερον γὰρ τὸ σῶμα τῶν ἀρτηριῶν γενόμενον ἅμα τῇ ψύξει τῆς ἐμφύτου θερμασίας τοὺς σφυγμοὺς ποιήσει μικροτέρους τε καὶ βραδυτέρους τῶν κατὰ φύσιν· εἰ μὲν ἡ σκληρότης κρατοίη, μικροτέρους πλέον ἢ βραδυτέρους, εἰ δ’ ἡ ψύξις, ἔμπαλιν βραδυτέρους πλέον ἢ μικροτέρους. οὕτω δὲ καὶ πυκνοτέρους μὲν, εἰ ἡ σκληρότης πλεονεκτοίη τῆς ψύξεως, ἀραιοτέρους δὲ, εἰ ἡ ψύξις κρατοίη· εἰ δ’ ἴση καθ’ ἑκάτερον αὐτῶν ἡ εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο, τοσούτῳ μικροτέρους ὅσῳ καὶ βραδυτέρους· ἀραιότητι δὲ ἢ πυκνότητι τῶν κατὰ φύσιν οὐδὲν ἀλλοιοτέρους. ὅσον γὰρ ἡ χρεία τῆς γενέσεως αὐτῶν ἀφεῖλε διὰ τὴν ψύξιν, τοσοῦτον καὶ τοῦ ποσοῦ τῆς διαστολῆς καὶ τοῦ χρόνου τῆς κινήσεως συγκαθεῖλεν. οὔκουν δεῖται συνεχέστερον κινεῖν τὰς ἀρτηρίας ἡ φύσις, ὥσπερ ἐν τοῖς πλείστοις τῶν μικρῶν σφυγμῶν, ἐφ’ ὧν ἐλλιπεστέρα τῆς χρείας ἡ διαστολὴ, εἰ μέντοι ἡ σκληρότης μὲν ἱκανὴ, ὀλίγη δ’ εἴη παντελῶς ἡ ψύξις, αὐτὸ δὲ τοῦτο ἔσται τηνικαῦτα τὸ προειρημένον, τὸ τῆς χρείας ἐλάττονα γινομένην τὴν διαστολὴν συνεχεῖς τὰς κινήσεις ἐργάσασθαι, ὥσπερ οὖν εἰ καὶ τοὔμπαλιν γένοιτο παμπόλλη μὲν ἡ ψύξις, ἐλάττων δ’ ἐλαχίστῳ τοῦ κατὰ φύσιν ἡ σκληρότης. ἀνάγκη γὰρ τότε τοὺς σφυγμοὺς  ἀραιοτέρους ἐπὶ πλέον ἢ μικροτέρους γενέσθαι, ὅτι καὶ τὰ τῆς χρείας ἐπὶ πλέον ἠλάττωται τοῦ ποσοῦ τῆς διαστολῆς. τοιαύτη μέντοι ἡ πρώτη συζυγία τῶν αἰτίων. δευτέρα δ’ ἦν ἐφ’ ἧς ἐκράτει μαλακότης ἅμα θερμότητι. τρεῖς δ’ ἀνάγκη κᾀνταῦθα γενέσθαι τὰς πρώτας διαφορὰς, ποτὲ μὲν ὁμοίως εἴς τε μαλακότητα καὶ θερμότητα τῆς τροπῆς γενομένης, ποτὲ δὲ ἤτοι τῆς μαλακότητος ἢ τῆς θερμότητος κρατούσης. εἰ μὲν οὖν ὅσον ἡ μαλακότης, τοσοῦτον καὶ ἡ θερμότης τοῦ κατὰ φύσιν ἐξίστατο, μεγάλους ἀνάγκη καὶ ταχεῖς γίνεσθαι τοὺς σφυγμοὺς, πυκνοὺς δ’ οὐκ εὐθέως, ἀλλ’ ὅταν ἡ χρεία τῆς γενέσεως αὐτῶν ὑπὲρ τὸ μέγεθος ᾖ τῆς διαστολῆς. εἰ δ’ ἡ μαλακότης κρατοίη. πλεονεκτήσει καὶ μέγεθος τοῦ τάχους· εἰ δ’ ἡ θερμότης κρατοίη, οὐκ ἔθ’ ἁπλῶς ἀποφήνασθαι δυνατὸν, ἀλλὰ χρὴ διορίσασθαι. παμπόλλης μὲν γὰρ οὔσης τῆς θερμασίας, ὡς μὴ πληροῦσθαι τὴν χρείαν ὑπὸ τῆς ἐνεργείας, πλέον ὠκυτέρους ἢ μεγάλους ἀνάγκη γίνεσθαι τοὺς σφυγμοὺς, εὐθὺς δὲ δηλονότι καὶ πυκνούς· ὅταν δ’ ἱκανῶς ἀπολαύῃ τῆς χρείας ἡ φύσις, εἰς ὅσον μεγάλους, εἰς τοσοῦτον καὶ ταχεῖς. τρίτη δ’ ἂν εἴη συζυγία τῶν κατὰ ταῦτα τὰ γένη τὸν σφυγμὸν ἀλλοιούντων αἰτίων, ὅταν εἰς ταὐτὸν ἥκῃ σκληρότης θερμότητι. μεγάλης μὲν οὖν τῆς καθ’ ἑκάτερον εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γινομένης οἱ σφυγμοὶ τάχιστοι μὲν ἔσονται καὶ πυκνότατοι, μικρότατοι δ’ οὐκ ἔτι, πλὴν εἰ καὶ τὰ τῆς δυνάμεως ἔχοι κακῶς, ὅπερ οὐχ ὑπόκειται νῦν, ἀλλ’ ἥττους μὲν τῶν κατὰ φύσιν, οὐ μὴν εἰς ἔσχατόν γε μικρότητος ἥκοντες. εἰ μέντοι τὰ τῆς θερμασίας ἀμέτρως ἔχοι, τὸ δ’ ὄργανον μὴ πάνυ σκληρὸν, ἀλλ’ ὀλίγῳ γέ τινι τοῦ συμμέτρου παραλλάττον, οὐχ ὅπως ἐλάττων τοῦ κατὰ φύσιν ἡ διαστολὴ τῶν ἀρτηριῶν, ἀλλὰ καὶ μείζων γένοιτ’ ἄν. οἰκείων γὰρ ὄντων σφυγμῶν τῇ μὲν σκληρότητι τῶν ὀργάνων τοῦ μικροῦ, τῇ δ’ ἀμετρίᾳ τῆς θερμασίας τοῦ μεγάλου, κατὰ λόγον ἐν τοιαύταις διαθέσεσιν ὁ σφυγμὸς μέγας γίγνεται, συνεξομοιούμενος τῷ κρατοῦντι, ὥσπερ ὅταν ἡ σκληρότης κρατῇ, μικρός· ταχὺς μέντοι πάντως ὁπότερον ἂν τῶν αἰτίων πλεονεκτῇ, καὶ πολὺ μᾶλλον, ὅταν ἡ θερμασία. τηνικαῦτα δὲ καὶ ἡ πυκνότης ἐπιφανεστέρα. λοιπὴ δ’ ἂν εἴη συζυγία κατὰ τὰ νῦν προκείμενα γένη τῶν σφυγμῶν, ὅταν εἰς ταὐτὸν ἀφίκηται μαλακότητι ψύξις. ὄντος δὲ κᾀνταῦθα τοῦ μὲν μεγάλου σφυγμοῦ ταῖς μαλακότησιν οἰκείου, τοῦ δὲ μικροῦ ταῖς ψύξεσιν, ὁπότερον ἂν αὐτῶν πλέον ἐξίστηται τῆς φύσεως, ἐκείνῳ συνεξομοιοῦσθαι τοὺς σφυγμοὺς ἀναγκαῖον. ὥστε μεγάλοι μὲν τῆς μαλακότητος τῶν ὀργάνων κρατούσης, μικροὶ δ’ ἐν ταῖς ψύξεσιν ἔσονται, σύμμετροι δ’, ὅταν ὅσον εἰς μέγεθος ὑπὸ τῆς μαλακότητος αὔξωνται, τοσοῦτον καθαιρῶνται πρὸς τῆς ψύξεως εἰς μικρότητα. καθόλου γὰρ εἰπεῖν οὐκ ἐπὶ τῶν νῦν προκειμένων μόνων αἰτίων, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων τῶν παρὰ φύσιν οἱ σύμμετροι γίνονται σφυγμοὶ, τῶν εἰς τἀναντία τρεπόντων αὐτοὺς ἑκατέρων ὁμοίως δυναμένων, καὶ δόξαν γε ψευδῆ τοῦ κατὰ φύσιν διακεῖσθαι τοὺς οὕτω νοσοῦντας οἱ πολλοὶ τῶν ἰατρῶν ἴσχουσιν. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς δι’ αὐτῶν προγνώσεως ἐπὶ πλέον εἰρήσεται· τὸ δὲ νῦν εἶναι τοῦτ’ ἀρκεῖ μόνον ἐνδεδηλωμένον, ὅσον τῆς προκειμένης πραγματείας ἴδιον, ὡς πάντες μὲν οἱ κατὰ φύσιν σφυγμοὶ μέσοι τῶν ὑπερβολῶν εἰσι καὶ σύμμετροι, οὐ μὴν ἅπαντές γε οἱ σύμμετροι κατὰ φύσιν. ἀραιοὶ μέντοι καὶ βραδεῖς οἱ τοιοῦτοι σφυγμοὶ πάντες εἰσὶ, καὶ μᾶλλον ὅταν ἡ ψύξις κρατῇ.

Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, ἐπαλλάξωμεν ἑξῆς τὰς ἀπὸ τῶν ὀργάνων διαφορὰς ταῖς ἀπὸ τῆς δυνάμεως, ἐκεῖνο πρότερον ἀναμνήσαντες, ὡς ὅσα πλεονεξίᾳ θερμασίας ἕπεται πάθη σφυγμῶν, τοσαῦται καὶ χρεῖαι γενέσεως ψυχικοῦ πνεύματος. ὀργάνων οὖν σκληρότης ἅμα μὲν ἀσθενείᾳ δυνάμεως μικροὺς καὶ βραδεῖς καὶ πυκνοὺς ἀποτελεῖ τοὺς σφυγμοὺς, ἅμα δὲ ῥώμῃ μικροὺς μὲν καὶ πυκνοὺς, οὐ μὴν καὶ βραδεῖς, ἀλλ’ ἔστιν ὅτε πολὺ τοῦ κατὰ φύσιν ὠκυτέρους. ὅσον γὰρ διὰ τὴν σκληρότητα τῶν ὀργάνων ἐλλιπὲς τῷ συμμέτρῳ τῆς διαστολῆς, τοσοῦτον ἀναπληροῦται πρὸς τοῦ τάχους τε καὶ τῆς πυκνότητος. εἰ δέ γε μαλακὸν μὲν εἴη τὸ ὄργανον, ἐῤῥωμένη δ’ ἡ δύναμις, μείζονες μὲν ἐπιφανῶς οἱ σφυγμοὶ γίνονται, ὀλίγῳ δέ τινι βραδύτεροι καὶ ἀραιότεροι. εἰ δ’ ἀῤῥωστία δυνάμεως συνέλθοι μαλακότητι τῶν ὀργάνων, ἴσης μὲν ἀμφοτέρων καὶ μετρίας ἅμα τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γενομένης, σύμμετροί τε καὶ πάνυ τοῖς κατὰ φύσιν ὡσαύτως ἔχοντες οἱ σφυγμοὶ φαίνονται, πλὴν ὅσα μαλακότητι διαλλάσσουσιν, ἀμέτρου δ’ ἱκανῶς μικροὶ καὶ βραδεῖς καὶ πυκνοὶ γίνονται. ὡσαύτως δ’, εἰ καὶ τὰ τῆς ἀῤῥωστίας κρατοίη πολλῷ. καὶ γὰρ οὖν καὶ τότε μικροὶ καὶ βραδεῖς καὶ πυκνοὶ γίνονται. τῆς μέντοι μαλακότητος κρατούσης ἐγγύς τι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ φαίνονται. βραχεῖ γὰρ ἀπολειπομένη τοῦ κατὰ φύσιν ἡ δύναμις οὐ κωλύεται διαφυλάττειν οὔτε τὸ ποσὸν τῆς διαστολῆς οὔτε τὸ ποιὸν τῆς κινήσεως, ὥσπερ ὅταν ὀργάνων συμπέσῃ σκληρότητι. τηνικαῦτα μὲν γὰρ κωλύεται ἡ διαστολή. πυκνοῦνται δὲ ἐξ ἀνάγκης εἰς τοσοῦτον οἱ σφυγμοὶ εἰς ὅσον ἐλλιπὴς ἑκάστη γίνεται τῶν ἐνεργειῶν. ὅταν δ’ ἡ μὲν δύναμις ἐπ’ ὀλίγον ἀσθενῇ, μαλακοὶ δ’ οἱ χιτῶνες ὦσιν οἱ τῶν ἀρτηριῶν, οὔτε βραδυτέρας γενομένης τῆς κινήσεως οὔτε μικροτέρας τῆς διαστολῆς καὶ διὰ τοῦθ’ ἱκανῶς τῆς χρείας πληρουμένης, οὐδ’ εἰς πυκνότητά τις γένηται μεταβολὴ τῶν σφυγμῶν.

Λοιπὸν δ’ ἂν εἴη πάσας ὁμοῦ συμπλέξαι τὰς τῶν συνεκτικῶν αἰτίων διαφοράς· γίνονται δὲ τὸν ἀριθμὸν  ὀκτώ· δύο μὲν, ὅταν ἐκλυθείσης ἅμα τῆς τε δυνάμεως καὶ τῆς χρείας ποτὲ μὲν μαλακώτερον αὐτοῦ γένηται τὸ ὄργανον, ποτὲ δὲ σκληρότερον, δύο δ’ ἄλλαι τῆς μὲν δυνάμεως ἐκλυθείσης, τῆς δὲ χρείας ἐπιταθείσης, τῶν δ’ ὀργάνων ἢ μαλακῶν ἢ σκληρῶν γενομένων, καὶ ἄλλαι δύο τῆς μὲν δυνάμεως ἐῤῥωμένης, τῆς χρείας δὲ ἐκλελυμένης ἅμα τῇ τῶν ὀργάνων ὑπαλλαττομένῃ διαφορᾷ. δύο δὲ λοιπαὶ τῆς μὲν δυνάμεως ἐῤῥωμένης, τῆς δὲ χρείας ἐπιτεταμένης, ἅμα τῇ προειρημένῃ τῶν ὀργάνων διαφορᾷ. ἐκλυθείσης μὲν οὖν τῆς δυνάμεως ἅμα καὶ τῆς χρείας εἰς μικρότητα μὲν καὶ βραδύτητα πάντως οἱ σφυγμοὶ τρέπονται καθ’ ἑκατέραν τῶν ὀργάνων τὴν διαφορὰν, πυκνοῦνται δ’ οὐκ ἐξ ἀνάγκης, ὥσπερ οὐδ’ ἀραιοῦνται, ἀλλὰ τούτων ἑκάτερον αὐτοῖς ἐν μέρει προσγίνεται παρά τε τὴν τῶν ὀργάνων διαφορὰν καὶ τὸ ποσὸν τῆς βλάβης καθ’ ἑκάστην τῶν συνεκτικῶν αἰτίων. ὀλίγης μὲν γὰρ οὔσης τῆς ἐν τῇ δυνάμει βλάβης καὶ τῶν ὀργάνων μὴ πάνυ σκληρῶν ὑπαρχόντων οὐδεμία γίνεται κατὰ πυκνότητα σφυγμῶν ἀλλοίωσις. ἐῤῥέθη γὰρ καὶ πρόσθεν ὅτι μὴ τοὺς σφυγμοὺς μόνους, ἀλλὰ καὶ πάσας ἁπλῶς τὰς ἐνεργείας πυκνοῦσθαι συμβαίνει διὰ τὸ καθ’ ἑκάστην αὐτῶν ἐλλιπές· τὸ δ’ ἐλλιπὲς ὡς τῇ χρείᾳ μετρεῖται, καὶ τοῦτ’ εἴρηται πρόσθεν. ὅταν οὖν ἐκλυθῇ μὲν αὐτὴ, βραχεῖα δ’ ᾖ τῆς δυνάμεως ἡ βλάβη, τηνικαῦτα μὲν οὐκ ἂν ἐλλιπὴς ἡ ἐνέργεια γένοιτο, πλὴν εἰ δι’ ὀργάνων ἄμετρον σκληρότητα. ἐὰν τοίνυν μεγάλως μὲν ἡ δύναμις βλαβῇ, μετρίως δ’ ἡ χρεία ἐκλυθῇ, σκληρὰ δ’ ἱκανῶς ἀποτελεσθῇ τὰ ὄργανα, μικροτέρους ἀνάγκη γίνεσθαι τοὺς σφυγμοὺς τῆς χρείας, καὶ διὰ τοῦτ’ ἐλλιπῆ τὴν ἐνέργειαν, εἰς ὅσον δ’ ἐλλιπεστέραν, εἰς τοσοῦτον καὶ πυκνοτέραν. ἀλλὰ καὶ αὐτὴν τὴν μικρότητά τε καὶ βραδύτητα τῶν τοιούτων σφυγμῶν οὐχ ὡσαύτως ἔχειν διὰ παντὸς οἷόν τε. περὶ γὰρ τὸ μᾶλλόν τε καὶ ἧττον ἤτοι τὴν δύναμιν ἢ τὴν χρείαν βεβλάφθαι ἀνάγκη καὶ αὐτοὺς τοὺς σφυγμοὺς ἢ μᾶλλον ἢ ἧττον εἰς μικρότητά τε καὶ βραδύτητα μεταβάλλεσθαι. μικρότεροι μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως γίνονται καὶ διὰ τὴν χρείαν ἐκλελυμένην καὶ διὰ τὴν τῶν ὀργάνων σκληρότητα, ἀλλ’ ἧττόν τε καὶ μᾶλλον πάσχουσι τοῦτο παρὰ τὸ ποσὸν τῆς ἀλλοιώσεως ἑκάστου τῶν αἰτίων, ἢ κατὰ μόνας, ἢ κατὰ σύνδυο, ἢ πάντων ὁμοῦ βεβλαμμένων· κατὰ μόνας μὲν, ὅταν μικρότατος ὁ σφυγμὸς γένηται, ἤτοι τῶν ὀργάνων σκληροτάτων ἀποτελεσθέντων ἢ τῆς δυνάμεως ἀῤῥωστούσης ἐσχάτως· ἀρκεῖ γὰρ καὶ τὸ ἕτερον αὐτῶν ὁποτερονοῦν, ὡς εἴρηται, βλαβὲν μικρότερον ἐργάσασθαι τὸν σφυγμόν· κατὰ σύνδυο δὲ, ὥσπερ ὅταν ἐσχάτως μὲν γένηται μικρὸς, οὐκ εἰς ἔσχατον δὲ βλάβης ἥκῃ τι τῶν εἰρημένων αἰτίων, ἀλλ’ ἑκάτερον αὐτῶν τοσοῦτον ἀπολείπηται τῆς ἄκρας βλάβης, ὥστε τὸν ἐξ ἀμφοῖν ἀποτελούμενον σφυγμὸν ὁμοίως ἠλλοιῶσθαι τῷ διὰ θάτερον ἐσχάτως βεβλαμμένῳ. οὕτω δὲ καὶ εἰ τὰ τρία γένη τῶν αἰτίων εἰς ἑνὸς σφυγμοῦ γένεσιν συνδράμοι, ποιήσειεν ἄν ποτε τηλικαύτην ἀλλοίωσιν, ὅση καὶ δι’ ἓν ἐξ αὐτῶν ἄκρως βεβλαμμένον ἐγένετο. καὶ χρὴ τούτου μεμνῆσθαι παρὰ πάντα τὸν λόγον, ὅπως μή τις ἐξαπατηθεὶς τὴν ἐξ ἁπάντων τῶν αἰτίων ἐσχάτως βεβλαμμένων γινομένην ἀλλοίωσιν ἐξ ἀνάγκης ἡγῆται μείζονα τῆς ἐξ ἑνὸς ὑπάρχειν. ἀρκεῖ γὰρ, ὡς εἴρηται, δι’ ἓν ὁτιοῦν αἴτιον ἀκριβῶς βεβλαμμένον εἰς ἐσχάτην ἀλλοίωσιν ἀφικέσθαι τοὺς σφυγμούς. ἡ γοῦν τῆς δυνάμεως εἰς τοὔσχατον κατάπτωσις μικροτάτους ἐργάζεται τοὺς σφυγμοὺς, κᾂν μαλακοὶ μὲν οἱ χιτῶνες οἱ τῶν ὀργάνων ὑπάρχωσιν, ἐπείγῃ δὲ ἡ χρεία, ὥστε καὶ τούτου πάλιν ἐν τῷ καθόλου μεμνῆσθαι χρήσιμον, ὡς πολλάκις μὲν εἰς τὴν τῶν ἐσχάτων σφυγμῶν γένεσιν πλειόνων αἰτίων δεῖ, πολλάκις δ’ ἓν ἀπόχρη. μέγιστος μὲν γὰρ οὐ γένοιτο δι’ εὐρωστίαν ἄκραν δυνάμεως, εἰ μὴ καὶ τἄλλα συντελῇ, μικρότατος δ’ ἄν ποτε γένοιτο δι’ ἀῤῥωστίαν. καὶ τό γε τούτου θαυμασιώτερον, τῶν λοιπῶν αἰτίων πολλάκις τὸν ἐναντιώτατον σφυγμὸν οἰκεῖον ἐχόντων, καὶ καθ’ ἓν ἐξ αὐτῶν τὸ κρατοῦν ἡ τροπὴ γίνεται. κρατεῖ δ’ ἄλλο, νῦν μὲν εἰ τύχοι. δυνάμεως ἀῤῥωστία, δι’ ἣν μικρότατος ὁ σφυγμὸς ἐγένετο, αὖθις δ’ ὀργάνων σκληρότης, καὶ αὖθις πάλιν χρείας κατάλυσις. ὥσπερ γὰρ ἀῤῥωστούσης ἐσχάτως τῆς δυνάμεως οὐκ ἂν οὔθ’ ἡ μαλακότης τῶν ὀργάνων οὔθ’ ἡ τῆς χρείας ἔπειξις αὐξήσει τὸ μέγεθος, οὕτω καὶ κατασκληρυνθέντων τῶν ὀργάνων οὐδὲν οὔθ’ ἡ δύναμις ἐῤῥωμένη συντελέσει πρὸς τὸ μέγεθος οὔθ’ ἡ τῆς χρείας ἔπειξις. ὥσπερ δὲ δι’ ἓν αἴτιον ἐσχάτως βεβλαμμένον ἐσχάτη σφυγμῶν ἀλλοίωσις γίνεται πολλάκις, οὕτως ἔστιν ὅτε πάντων ἅμα τῶν αἰτίων εἰς ἑνὸς σφυγμοῦ γένεσιν συντελούντων οὐδέπω τὴν ἐσχάτην ἀλλοίωσιν ἔσχηκεν ὁ πρὸς αὐτῶν ἀποτελούμενος. εἰ γὰρ ἅμα μὲν ἄῤῥωστος ἡ δύναμις, ἅμα δὲ ἡ σκληρότης μὲν τῶν ὀργάνων, ἔκλυσις δὲ τῆς χρείας, οὐδ’ οὕτως ἀναγκαῖον μικρότατον γενέσθαι τὸν σφυγμὸν, καίτοι πάντων τῶν εἰρημένων αἰτίων μικρὸν γεννᾷν πεφυκότων. ἀλλ’ ἐὰν μήτε ἓν ὁτιοῦν ἐξ αὐτῶν εἰς ἔσχατον ἥκῃ βλάβης μήτε τὸ ἐξ ἁπάντων ἀθροιζόμενον κεφάλαιον ἴσον ᾖ τῇ καθ’ ἓν μεγίστῃ κακώσει, τὸν σφυγμὸν οὐκ ἐνδέχεται γενέσθαι μικρότατον. ὅπερ οὖν ἔφην, οὐδὲν οὕτω σκοπεῖν χρὴ κατὰ τὰς ἀλλοιώσεις τῶν σφυγμῶν, ὡς τὸ ποσὸν τῆς βλάβης τῶν αἰτίων. ἀλλὰ τοῦτο μὲν κᾀν τοῖς περὶ τῆς δι’ αὐτῶν προγνώσεως ἐροῦμεν, ἐν δὲ τῷ παρόντι λόγῳ μεταβῶμεν ἐπὶ τὴν τρίτην τε καὶ τετάρτην συζυγίαν τῶν ὀκτὼ τῶν προειρημένων, ἐνταῦθά που καταλιπόντες ἤδη τὸν περὶ τῶν πρώτων δυοῖν λόγον. εἰ γάρ τι καὶ παρεῖται κατὰ ταύτας, ῥᾳδίως ἐκ τῶν προειρημένων ἂν εὑρεθήσεται. ὅταν οὖν ἀῤῥωστῇ μὲν ἡ δύναμις, ἐπείγῃ δ’ ἡ χρεία,  σκληρὸν δ’ ᾖ τὸ ὄργανον, μάλιστα μὲν εἰς πυκνότητα, δεύτερον δ’ εἰς μικρότητα, τρίτον δ’ εἰς βραδύτητα τὴν τροπὴν τῶν σφυγμῶν εὑρήσεις γινομένην, οὐ μήν γ’ ἐξ ἀνάγκης οὔτε διὰ παντὸς οὔτε καθ’ ἕκαστον αὐτῶν ὁτιοῦν οὔθ’ ἅμα συμπίπτει πάντα. μεγάλης μὲν γὰρ οὔσης καθ’ ἕκαστον τῶν αἰτίων τῆς βλάβης, μικρότατοι καὶ πυκνότατοι καὶ βραδεῖς οἱ σφυγμοὶ γίνονται· βραδεῖς μὲν, ὅτι καὶ ἡ δύναμις ἀσθενὴς, μικρότατοι δὲ διά τε ταύτην καὶ διὰ τὴν τῶν ὀργάνων σκληρότητα. ὅτι δὲ τοιοῦτοι, διὰ τοῦτο καὶ πυκνότατοι, καὶ πολὺ μᾶλλον, ὡς ἂν τῆς χρείας ἐπειγούσης. καὶ τοίνυν καὶ χωρὶς ταύτης ἀῤῥωστία δυνάμεως ὀργάνων σκληρότητι συνελθοῦσα ἱκανὴ μικροτάτους τε καὶ πυκνοτάτους ἐργάσασθαι τοὺς σφυγμοὺς, ἐξ ἐπιμέτρου δὲ τούτοις τὸ ἀπὸ τῆς χρείας βίαιον προσιὸν εἰς ὄλεθρον μὲν οὐ μικρὰ συντελεῖ, πυκνοτέρους δ’ οὐκ ἂν ἔτι τοὺς σφυγμοὺς ἐργάσαιτο. καὶ γὰρ καὶ χωρὶς ταύτης ἦσαν ἤδη πυκνότατοι. εἰ μέντοι βραχεῖα μὲν ἥ τε τῶν ὀργάνων εἴη βλάβη καὶ ἡ τῆς δυνάμεως, πολλὴ δ’ ἡ χρεία τῆς γενέσεως αὐτῶν, οὔτε μικρότεροι τῶν κατὰ φύσιν οὗτοί γε οὔτε βραδύτεροι γένοιντ’ ἂν, ἀλλ’ ἔστιν ὅτε θάττους μὲν σαφῶς, μείζους δὲ κᾂν μὴ σαφῶς, ἀλλ’ ἴσοι γε ἐναργῶς τοῖς κατὰ φύσιν. ἐπειγούσης γὰρ ἱκανῶς τῆς χρείας, κᾂν ἀῤῥωστοτέρα τοῦ κατὰ φύσιν ἡ δύναμις ᾖ, κινεῖται ταχέως. πολὺ δ’ ἂν μᾶλλον ηὔξησε τὸ μέγεθος τοῦ τάχους, εἰ μὴ πρὸς τῆς σκληρότητος ἐκωλύετο. νυνὶ δὲ διὰ τοῦτ’ ἐπιδηλότερον γίνεται τὸ τάχος τοῦ μεγέθους, ὅτι τὸ μὲν οὐδὲν ἐμποδίζει βραχεῖ σκληρότερον ἑαυτοῦ γενόμενον τὸ ὄργανον, τῷ μεγέθει δ’ ἐναντιοῦται μάλιστα πάντων, πυκνοὶ δ’ ἐπὶ τῶν τοιούτων οἱ σφυγμοὶ γίνονται τῷ μὴ πληροῦσθαι τὴν χρείαν. εἰ δέ γε βραχεῖα καὶ ταύτης ἡ εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο, παντελῶς ὀλίγη τε καὶ δυσδιάγνωστος ἔσται καὶ ἡ πυκνότης, πληροῦται γὰρ αὐτάρκως τηνικαῦτα τῷ τάχει τε καὶ τῷ μεγέθει καὶ καθόλου φάναι χρὴ παραβάλλειν ἐπὶ τῆς τοιαύτης συζυγίας τῷ ποσῷ τῆς χρείας τὴν ὑπὸ τῆς δυνάμεως διὰ τῶν ὀργάνων ἀποτελουμένην ἐνέργειαν. ὅσον γὰρ ἀπολείπεται τῆς χρείας ἡ ἐνέργεια, τοσοῦτον ἐπιδίδωσιν εἰς πυκνότητα. μικρότεροι δ’ αὖ πάλιν εἰς τοσοῦτον καὶ βραδύτεροι γίνονται τοῖς οὕτω διακειμένοις εἰς ὅσον ἂν ἤτοι τὰ τῆς δυνάμεως ἢ τὰ τῶν ὀργάνων ἐξίστηται τοῦ κατὰ φύσιν. ἀλλὰ περὶ μὲν τῆς τρίτης ἐπαλλάξεως τῶν αἰτίων ἱκανὰ καὶ ταῦτα· περὶ δὲ τῆς τετάρτης συζυγίας ἤδη λεκτέον, ἐφ’ ἧς ἄῤῥωστος μὲν ἡ δύναμις, ηὔξηται δ’ ἡ χρεία σὺν τῇ τῶν ὀργάνων μαλακότητι. δῆλον οὖν κᾀπὶ ταύτης ὡς εἰ μὲν ἡ κατὰ τὴν χρείαν αὔξησις παμπόλλη γένοιτο, βραχὺ δ’ ἀπολείποιτο τοῦ κατὰ φύσιν ἥ τε δύναμις καὶ τὰ ὄργανα, πολὺ μᾶλλον εἰς μέγεθος ἤπερ εἰς τὸ τάχος ἐπιδώσουσιν οἱ σφυγμοί. κατὰ μὲν γὰρ τὴν πρὸ ταύτης εἰρημένην συμπλοκὴν ἡ σκληρότης τῶν ὀργάνων ἀντέπραττε τῷ μεγέθει τῆς διαστολῆς, κατὰ δὲ τὴν νῦν προκειμένην οὐχ ὅπως ἀντιπράττει πρὸς τὴν διαστολὴν ἡ μαλακότης αὐτῶν, ἀλλὰ καὶ συνεργεῖ πάντων μάλιστα. μείζων οὖν ἐναργῶς ἔσται τοῦ κατὰ φύσιν ὁ σφυγμὸς, οὐ μὴν ὁμοίως γε καὶ θάττων ἐναργῶς. ἔσται δὲ καὶ πυκνότερος ὁ τοιοῦτος σφυγμὸς τοῦ κατὰ φύσιν, οὐ μὴν ὡσαύτως, οὐδ’ οὕτως τῷ κατὰ τὴν τρίτην συζυγίαν, ὅτι νῦν ἡ χρεία μᾶλλον ἢ κατ’ ἐκείνην πληροῦται. εἰ δὲ τὰ μὲν ἀπὸ τῆς χρείας τε καὶ τῆς δυνάμεως ὀλίγῳ τινι παραλλάττοιτο τοῦ κατὰ φύσιν, ἡ δ’ εἰς μαλακότητα τροπὴ τῶν ὀργάνων εἴη συχνὴ, πλησίον τῶν κατὰ φύσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ γενήσονται καὶ τῷ ποσῷ τῆς διαστολῆς καὶ τῷ ποιῷ τῆς κινήσεως καὶ τῷ χρόνῳ τῆς ἡσυχίας, ἑνὶ δὲ μόνῳ τῷ μαλακῷ τῆς προσβολῆς, τοῦτο γὰρ ἴδιον ἀχώριστον αὐτῶν, διαλλάξουσι τῶν κατὰ φύσιν. εἰ δὲ τὰ τοῦ μὲν ἀπὸ τῆς χρείας τε καὶ τῶν ὀργάνων μὴ μεγάλην ἔχοι τὴν ἐκτροπὴν, ἡ δύναμις δ’ ἰσχυρῶς κάμνοι, μικροὶ μὲν ἱκανῶς καὶ πυκνοὶ, μετρίως δ’ ἂν εἶεν οἱ τοιοῦτοι βραδεῖς. ἀρκεῖ καὶ περὶ ταύτης τῆς συμπλοκῆς τοσαῦτα. μεταβῶμεν δ’ ἐπὶ τὰς ἑξῆς δύο, κοινὸν μὲν ἐχούσας τήν τε ῥώμην τῆς δυνάμεως καὶ τὴν χρείαν τῆς γενέσεως τῶν σφυγμῶν ἐκλελυμένην, διαφερούσας δ’ ἐν τοῖς ὀργάνοις. ἡ μὲν δὴ ἑτέρα αὐτῶν, ἐφ’ ᾗ σκληρὸν μὲν τὸ ὄργανον, εὐρωστία δ’ ἐστὶ δυνάμεως, ἐλάττων δ’ ἡ χρεία, μικροτέρους μὲν πάντως ἐργάζεται τοὺς σφυγμοὺς, οὐ μὴν οὔτε βραδυτέρους οὔτε πυκνοτάτους ἐξ ἀνάγκης. ἀλλ’ εἰ μὲν ἱκανῶς ἐκλυθείη τὰ τῆς χρείας, μετρίως τῶν ὀργάνων ἐσκληρυσμένων, οὐ μικρότεροι μόνον, ἀλλὰ καὶ βραδύτεροι σαφῶς καὶ ἀραιότεροι γενήσονται. εἰ δὲ πλείων ἡ τῶν ὀργάνων εἴη κάκωσις ἤπερ ἡ τῆς χρείας, μικρὸς ἱκανῶς ὁ τοιοῦτος σφυγμὸς γίνεται καὶ διὰ τοῦτο πυκνὸς, διὰ δὲ αὐτὸ τοῦτο καὶ ἧττον βραδὺς τοῦ κατὰ τὴν προτέραν διάθεσιν. εἰ γὰρ μήθ’ ἡ χρεία πληροῦται καὶ ἡ δύναμις εὔρωστός ἐστιν, οὐκ ἄρ’ ἀξιολόγως γένοιτο βραδύς. οὐ πληροῦται δ’ ἡ χρεία διὰ τὴν μικρότητα διαστολῆς. αὕτη δ’ εἵπετο τῇ σκληρότητι τῶν ὀργάνων. μαλακὰ δ’ εἴπερ ἦν, οὐκ ἂν ἐλάττων σαφῶς τοῦ κατὰ φύσιν ὁ σφυγμὸς ἦν, πλὴν εἰ μὴ μεγάλως ἠλάττωτο τὰ τῆς χρείας. καὶ πάντως ἂν εἰς τοσοῦτον ἀραιότερος ἐφαίνετο, εἰς ὅσον ἂν καὶ τὰ τῆς χρείας καθῄρητο. καὶ μέντοι καὶ βραδὺς σαφῶς μὲν ἐπὶ ταῖς ἀξιολόγοις τῆς χρείας ὑπαλλαγαῖς, οὐ σαφῶς δ’ ἐπὶ ταῖς ἐλάττοσι. ἀλλ’ ἤδη καὶ περὶ τούτων τῶν συμπλέξεων αὐτάρκως διειλεγμένοι τῶν ὑπολοίπων δυοῖν μνημονεύσωμεν, ἐφ’ ὧν αὐξηθείσης μὲν τῆς χρείας, ῥωσθείσης δὲ τῆς δυνάμεως οἱ χιτῶνες τῶν ἀρτηριῶν ποτὲ μὲν μαλακοὶ, ποτὲ δὲ σκληροὶ γίνονται. μαλακῶν μὲν δὴ ὄντων αὐτῶν πάντως μὲν οἱ σφυγμοὶ μεγάλοι τε καὶ ταχεῖς γενήσονται, πυκνοὶ δ’ οὐκ ἐξ ἅπαντος, ἀλλ’ ὅταν ἐξαίσιος ἡ τῆς χρείας αὔξησις ᾖ. τηνικαῦτα γὰρ οὔτε τὸ μέγεθος τῆς διαστολῆς οὔτε τὸ τάχος τῆς κινήσεως  ἱκανὰ πληροῦν τὴν χρείαν. ὀλίγης δ’ οὔσης τῆς ὑπερβολῆς ἀποχρώντως ὑπηρετεῖ καὶ τὸ μέγεθος μόνον. εἰ μέντοι σκληροὶ γενηθεῖεν οἱ τῶν ἀρτηριῶν χιτῶνες, πολυειδῶς ἐν ταῖς τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ τρέπονται. βραχείας μὲν γὰρ οὔσης τῆς σκληρότητος, ἀξιολόγου δὲ τῆς κατὰ τὴν χρείαν ὑπαλλαγῆς καὶ μείζους καὶ θάττους καὶ πυκνότεροι τῶν κατὰ φύσιν ἔσονται. ἴσης δὲ καθ’ ἑκάτερον τῶν αἰτίων τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γενομένης, καὶ μηδὲ πάνυ τι μηδ’ ἑτέρας ἰσχυρᾶς, ἴσοι μὲν τοῖς κατὰ φύσιν, ὠκύτεροι δὲ καὶ πυκνότεροι γίνονται. εἰ δ’ ἰσχυρὰ βλάβη καὶ τῆς χρείας καὶ τῶν ὀργάνων γένοιτο, τῶν μὲν σκληρυνθέντων ἐπὶ μᾶλλον, τῆς δ’ ἐπειγούσης ἀμετρότερον, θάττους μὲν ἂν ἔτι καὶ νῦν εἶεν τῶν κατὰ φύσιν, μικρότεροι δὲ καὶ πυκνότεροι.

Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, λοιπὸν ἂν εἴη προχειρισάμενον ἕνα τινὰ σφυγμὸν ἐπ’ αὐτοῦ διδάξαι τὸ χρήσιμον τῆς αὐτοῦ γυμνασίας. ἔστω δὴ ὁ ταχὺς, ὃν οἰκεῖον ῥώμης τε καὶ δυνάμεως ἐλέγομεν ὑπάρχειν καὶ χρείας ἐπειγούσης καὶ ὀργάνων μαλακότητος. πῶς οὖν οὗτος εὑρεθεὶς ἐφ’ ἑνὸς ἀῤῥώστου διορισθήσεται, πηνίκα μὲν ὑφ’ ἑνὸς τῶν εἰρημένων αἰτίων, πηνίκα δ’ ὑπὸ δυοῖν, ἢ καὶ πάντων γίνεται; τόνδε τὸν τρόπον. ἐπειδὴ τῆς μὲν ἰσχυρᾶς δυνάμεως ὁ σφοδρὸς ἀχώριστός ἐστι, τῶν δὲ μαλακῶν ὀργάνων ὁ μαλακὸς, ὅταν μὲν χωρὶς ἀμφοτέρων τούτων τὸ τάχος, ἐκ τῆς χρείας ἐπειγούσης μόνης γίνεται, ὅταν δὲ μετὰ θατέρου, πάντως μὲν καὶ ἐπ’ ἐκείνου, τοῦτο γνώρισμα παρέχοντος, ἐξ ἀνάγκης δὲ καὶ διὰ τὴν τῆς χρείας αὔξησιν. ἐδείχθη γὰρ ἔμπροσθεν ὡς οὐχ οἷόν τε γενέσθαι ταχεῖς σφυγμοὺς, ὥσπερ οὐδὲ μεγάλους ἄνευ τοῦ τὴν χρείαν καλεῖν. ὁπόσον μὲν οὖν τι μετέβαλεν εἰς ῥώμην, ἢ εἰς ἀῤῥωστίαν ἡ δύναμις, ἐκ τῶν ἰδίων αὐτῆς σφυγμῶν ἔνεστι διαγινώσκειν. οὕτω δὲ καὶ περὶ τῶν ὀργάνων τῆς ποιότητος. καὶ γὰρ καὶ ταύτης ἐνδεικτικοὺς ἔχομεν σφυγμούς. ὁπόσον δὲ ἡ χρεία τῆς γενέσεως αὐτῶν, τεκμήρασθαι χρὴ συλλογιζόμενον ἐκ τῆς κατὰ τὸ μέγεθός τε καὶ τὴν πυκνότητα καὶ τὸ τάχος μεταβολῆς. εἰ γὰρ καὶ μέγιστος καὶ πυκνότατος ἅμα αὐτὸς εἴη καὶ τάχιστος, ἐσχάτως ἐπείγεται τῆς χρείας· εἰ δ’ ἁπλῶς μέγας τε καὶ θάττων βραχεῖ, μὴ μέντοι μέγιστός τε καὶ πυκνὸς, οὐκ ἂν εἴη μεγάλη τῆς χρείας ἡ μεταβολὴ πρὸς τῷ καὶ ἀπὸ τῶν ἄλλων γνωρισμάτων χωρὶς τῶν σφυγμῶν δύνασθαι προγινώσκεσθαι τὰ τῆς χρείας πῶς ἔχει. εἴτε γὰρ θερμασίας εἴη πλῆθος εἴτε δαπάνη τοῦ ψυχικοῦ πνεύματος, οὐ χαλεπὸν διορίσασθαι. ἡ μὲν γὰρ θερμασία τὴν ἁφὴν οὐκ ἂν λάθοι, τὰ πολλὰ δὲ καὶ τῷ τῆς δυσπνοίας ἤδη σαφέστατα γνωρίζεται καὶ δίψει καὶ τῇ ἔνδον αἰσθήσει τοῦ κάμνοντος. ἡ δὲ τοῦ ψυχικοῦ πνεύματος ἀνάλωσις ἔν τε τοῖς γυμναζομένοις καὶ διαφορουμένοις καὶ τοῖς εἴσω ῥεύμασι γίνεται, ὧν οὐδὲν λάθοι τὸν ἰατρόν. οὐδὲ χρὴ νῦν ἡμᾶς ἐπὶ πλέον ὑπὲρ αὐτῶν λέγειν, οὐ γὰρ τῆς ἄρτι προκειμένης πραγματείας ὅτι μὴ πάρεργον, ἀλλὰ τῆς προγνωστικῆς ἐστιν ὁ τοιοῦτος λόγος. ἐμνημονεύσαμεν δ’ αὐτοῦ νῦν ἐνδείξασθαι τοῖς περὶ τὸν Ἀρχιγένην βουλόμενοι, πρὸς τοῖς περὶ τῆς γενέσεως τοῦ ταχέος σφυγμοῦ κακῶς αὐτοῖς εἰρημένοις, ὡς οὐ χαλεπόν ἐστιν ἐξευρίσκειν ἑκάστοτε τὴν ποιήσασαν αἰτίαν. ἔσται δὲ καὶ διὰ τῶν ἑξῆς ἔτι σαφέστερον ταὐτὸ τοῦτο, περὶ τῶν ὑπολοίπων σφυγμῶν τῆς γενέσεως εἰ διέλθοιμεν πρότερον, οἷον τῶν τε ἀτάκτων καὶ ἀρύθμων καὶ ἀνωμάλων καλουμένων, καὶ μάλιστα εἰ καὶ κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας εἶεν τοιοῦτοι.