GetPassage urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.1-2.10 urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.1-2.10
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Β.

Οὐ τὴν αὐτὴν χρείαν ἐπαγγέλλεται τόδε τὸ γράμμα τῷ πρόσθεν, ἀλλ’ ὃν ἔχει λόγον ἐλλέβορος, ἢ σκαμμωνία πρὸς ἄρτον, ἢ κρέας, τοῦτον καὶ τὰ νῦν λεχθησόμενα πρὸς τὰ εἰρημένα. τρέφειν μὲν γὰρ ἐκεῖνα τὰς ὑγιαινούσας ἐδύνατο ψυχὰς, ἐκκαθαίρειν δὲ ταῦτα τὰς μοχθηρὰς δόξας, ὥσπερ τινὰ νοσήματα. συγκατασκευάζεσθαι δ’ εἰκὸς τοῖς ἐλέγχοις τῶν διημαρτημένων πίστιν βεβαίαν τῶν ὀρθῶς εἰρημένων. ὥστ’ εἴ τις τῷ παρόντι λόγῳ καὶ ταύτην προσθείη τὴν χρείαν, εὑρήσει τινὰ καὶ ὠφέλειαν ἑπομένην.

Ἔστι δὴ πρῶτός μοι λόγος πρὸς τοὺς σοφιστὰς ὁ περὶ τῆς χρήσεως τῶν ὀνομάτων. ἡμεῖς γὰρ ἑπόμεθα τῇ τῶν Ἑλλήνων συνηθείᾳ· καὶ γὰρ ἐτράφημεν ἐν αὐτῇ, πειρώμεθά τε διὰ τῶν σαφεστάτων ὀνομάτων ἑρμηνεύειν ἀεὶ τὸ νοούμενον, οὐ μὴν ἐγκαλοῦμέν γε τοῖς ὀλιγωροῦσιν αὐτῆς, ἀλλ’ εἰ καὶ καθ’ ἑκάστην λέξιν ἐθέλοι τις βαρβαριστὶ φθέγγεσθαι, μὴ λυμαινόμενος τῷ σαφεῖ τῆς ἑρμηνείας, οὐδὲν ἡμῖν μέλει. τούτου γὰρ ἕνεκα χρώμεθα τῇ πρὸς ἀλλήλους διαλέκτῳ, τοῦ νοῆσαι τὰ δηλούμενα, καὶ τοῦτον ἡγούμεθα κάλλιστα χρῆσθαι λόγῳ, τὸν ἐναργέστατα δηλοῦν ἃ βούλεται δυνάμενον. ἡ μὲν ἡμετέρα προαίρεσις τοιαύτη, μέτριος, ὡς νομίζω, καὶ φιλάνθρωπος, οὐ μὴν ἐπιτρέπουσιν ἡμῖν οἱ σοφισταὶ, ἀλλ’ ὥσπερ ἀλλήλοις ἐρίζουσι περὶ τῶν ὀνομάτων, ἀμελοῦντες αὐτῶν τῶν πραγμάτων, οὕτω καὶ ἡμῖν ἐπηρεάζουσιν ὑβρίζοντες ἀεὶ, καὶ καταγελῶντες, εἰ μὴ χρησαίμεθα τοῖς ἐκείνων ὀνόμασιν. εἰ μὲν οὖν ἅπαντες συνθέμενοι μίαν διάλεκτον ὥσπερ νόμισμα καινὸν ὑπὸ ψηφίσματος εἰσηγήσαντο, τάχα ἂν ἐπειράθημεν ἐπιλαθέσθαι μὲν τῆς τῶν Ἑλλήνων, ἐκμαθεῖν δὲ τὴν πρὸς ἐκείνων νομοθετηθεῖσαν. ἀλλ’ οὐδ’ εἰ τῶν βαρβάρων τινὰ μιᾷ διαλέκτῳ συνέθεντο χρήσασθαι, μαθεῖν ἄν οὐδὲ ταύτην ὠκνήσαμεν, ὑπὲρ τοῦ πάντ’ αὐτοῖς χαρίσασθαι. ἐπεὶ δὲ οὐχ Ἑλληνικὴν διάλεκτον εἰλικρινῶς οὐδεμίαν, οὐδὲ βάρβαρον ἁπλῶς, ἀλλά τινα μικτὴν ἔξ ἁπασῶν, οἷον καρύκην, ἤ τινα ποικιλωτέραν τε καὶ ἀλλοκωτέραν καρύκης συντιθέασιν, ὡς ἂν ἕκαστος αὐτῶν βούληται, τὰ μὲν ἐκ Φοινίκης τε καὶ Συρίας, τὰ δὲ ἐξ Αἰγύπτου τε καὶ Θρᾴκης, ἢ ποθὲν ἄλλοθεν συμφορήσας, εἶτα τοῖς τῶν Ἑλλήνων ὀνόμασι μιγνὺς, οὐδὲ τούτοις γνησίοις, ἀλλὰ πολυειδῶς παρεφθαρμένοις, ἐγὼ μὲν οὐκ ἔχω μὰ τοὺς θεοὺς, ὅ τι καὶ γένωμαι, μήτ’ ἐκμανθάνειν τὰς τοιαύτας διαλέκτους δυνάμενος μήτ’ ἐκείνους πείθων μίαν ἐκμανθάνειν τὴν τῶν Ἑλλήνων, μήτ’ ἐπειδὴ τούτων οὐδ’ ἑτέρου τυγχάνω, τοῦ γοῦν τρίτου τε καὶ λοιποῦ τυχεῖν παρ’ αὐτῶν δυνάμενος, τοῦ συγχωρεῖν ἡμῖν, ἐν ᾗ τεθράμμεθα φωνῇ, ταύτῃ χρήσασθαι. τὸ μὲν δὴ περὶ τὴν τῶν ὀνομάτων χρῆσιν κακὸν τηλικοῦτον.

Ἕτερον δὲ τὸ περὶ τοὺς ὁρισμοὺς μακρῷ τούτου χαλεπώτερον. ἔνιοι γὰρ αὐτῶν δοκοῦσί μοι μηδὲ λάχανον ἂν πρίασθαι χωρὶς ὅρου, καὶ ταῦτα μέντοι μηδ’ ὄναρ διαλεκτικῆς ἡμμένοι, καὶ προτείνουσιν, ὡς ἂν τοιοῦτοί τε κᾀν τοιούτοις τεθραμμένοι, τῶν ὀνομάτων τι τούτων τῶν καλῶν τῶν ἐκ μέσης Συρίας, ἢ Κιλικίας, καὶ τοῦτο ὁρίζεσθαι κελεύουσιν, ὃ μηδ’ ἴσως ἤκουσε τὴν ἀρχὴν ἄνθρωπος Ἕλλην μηδὲ πώποτε. εἶθ’ ὁ μὲν, ὡς ἂν ξένον τε καὶ βάρβαρον ἀγνοεῖ, ὁ δ’ ἤδη καταγελᾷ τε καὶ σκώπτει, καὶ τωθάζει καὶ παῖδα καὶ μειράκιον ἀποκαλεῖ. πολλάκις δὲ τὸ μὲν προταθὲν ὄνομα τῶν Ἑλληνικῶν ἐστιν, οὐ μὴν καθ’ οὗ γε παρὰ τοῖς Ἕλλησιν ἐπίκειται πράγματος, οὕτως αὐτὸ νοοῦσιν οἱ δαιμόνιοι σοφισταὶ, κᾄπειτα κελεύουσιν ὁρίσασθαι. καί τις ἴσως Ἕλλην ἀνὴρ ὁριεῖται κατὰ τὴν τῶν Ἑλλήνων συνήθειαν. οἱ δὲ οὐ μόνον οὐ πείσονται, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ καὶ καταγελάσουσι, καὶ διαπαίξουσιν. οὗτος μὲν ὁ δεύτερος τρόπος τῶν περὶ τοὺς ὁρισμοὺς κακῶν. ὁ δὲ δὴ τρίτος ὁ μηκέτι κατὰ τοὔνομα καὶ τὸ σημαινόμενον, ἀλλ’ ἤδη καὶ κατ’ αὐτὸ τὸ ὑποκείμενον σφαλλάμενος, ὅταν ἐπιχειρῇ τις ἀνὴρ διαλεκτικὸς τοὺς ὅρους αὐτῶν, τοὺς μὲν ἐλλιπεῖς, τοὺς δὲ περιττοὺς, τοὺς δὲ ἀδιορίστους, τοὺς δὲ ἀσαφεῖς, τοὺς δὲ μακροὺς, τοὺς δὲ ψευδεῖς, τοὺς δ’ ὅλως οὐδ’ ὅρους δεικνύειν, ἐξαίφνης, ὥσπερ ἐνθουσιῶντες, πικροὶ τῆς διαλεκτικῆς ἀναφαίνονται κατήγοροι, καὶ τότ’ αὐτοῖς μάτην καὶ πρὸς κακοῦ δοκεῖ τῷ τε βίῳ παντὶ καὶ ταῖς τέχναις ἐπιτηδεύεσθαι. ὥστ’ ἐγὼ μὲν πολλάκις, νὴ τοὺς θεοὺς, ἐξεπλάγην, εἰ παρακαλούντων μὲν ἡμῶν, μὴ πάντα δι’ ὅρων πειρᾶσθαι μήτε διδάσκειν μήτε μανθάνειν, οἱ δ’ οὐ πείθονται· συγχωρησάντων δ’ ὁρίσασθαι, κᾄπειτα δεικνύντων ἡλίκον σφάλλονται, τηνικαῦτα τοὺς ὅρους ἀχρήστους εἶναί φασι, καὶ ταῦτ’ οὐ μιᾶς ἡμέρας, ἢ δυοῖν ἐν τῷ μέσῳ γινομένων, ἀλλ’ ἐν ἀκαρεῖ χρόνῳ, τὸ λεγόμενον δὴ τοῦτο μεταπεσόντος ὀστράκου, ποτὲ μὲν ὅρον ἐρωτῶσι προβάλλοντες ὄνομα, ποτὲ δὲ ἀχρήστους εἶναι τοὺς ὅρους φασί. τὸ δὲ τέταρτον αὐτοῖς ἐν τοῖς τοιούτοις πλημμέλημα, μηδ’ ὅτι πάντων οὐκ εἰσὶν ὅροι γινώσκειν· εἶθ’ ὡς ἂν τοῦτο ἀγνοοῦντες ἐπιχειρεῖν ὁρίζεσθαι πάντα, καὶ πρὸς ἀλλήλους διαφέρεσθαι, καὶ κεκραγέναι μάτην  ὑπὲρ πραγμάτων ὁρισθῆναι μὴ δυναμένων. τὸ δὲ πέμπτον καὶ θαυμασιώτατον αὐτῶν ἐν τοῖς ὁρισμοῖς ἁμάρτημα, πρὶν διελθεῖν τὴν ὁμωνυμίαν, ἕνα τῶν πολλαχῶς λεγομένων ὁρισμὸν ποιοῦνται, ὥσπερ οὐ τῶν πραγμάτων τοὺς ὅρους, ἀλλὰ τῶν ὀνομάτων ὄντας. ἐμὲ γοῦν ποτε τούτων τις τῶν ἐπιπολαζόντων σοφιστῶν ὀλίγου δεῖν ἀπέπνιξε. προβαλόντι γὰρ ὡδί πως αὐτῷ, τί ἐστι πλήρης σφυγμὸς, ἐγὼ μὲν ὑπολαβὼν εἶπον τῶν πολλαχῶς λεγομένων εἶναι τοὔνομα, καὶ διὰ τοῦτο μηδ’ ἔχειν ὅρον ἕνα, πρὶν διελέσθαι τὴν ὁμωνυμίαν. ὁ δ’ ἔτι μου ταῦτα λέγοντος, οὐκ οἶδ’, ἔφη, τί ληρεῖς. ἀρκεῖ μοι μαθεῖν παρὰ σοῦ τί ἐστι πλήρης σφυγμὸς, τοὺς δ’ ἐκ τῆς διαλεκτικῆς λήρους τοὺς ἐπιτρίψαντας τὴν ἰατρικὴν ἀπόλιπε. καὶ μὴν, ἔφην, οὐδὲν πώποτε ἤκουσας ἐμοῦ σπουδάζοντος οὐδὲν τῶν κατὰ διαλεκτικὴν ὁρίζεσθαι. τοῦτο γάρ τοι, φησὶ, τὸ δεινότατόν ἐστιν, ὅτι μήθ’ ὀρίζεσθαι τολμᾶτε καὶ διαλεκτικῇ φλυαρίᾳ καταντλεῖν ἡμᾶς οὐκ ὀκνεῖτε. ἀλλ’ εἰπὲ, φθέγξαι, λάλησον, ἀπόκριναι τίς πλήρης ἐστὶ σφυγμός; οὐ δυνατὸν δ’, ἔφην ἐγὼ, πρὶν διαστείλασθαι τὴν ὁμωνυμίαν. ὁ δ’ ἀνακραγὼν ὁμωνυμίας πάλιν ἔφασκε καὶ λήρους μακροὺς ἀφῖχθαι, τὰ τὴν ἰατρικὴν ἐπιτρίψαντα καὶ ἡμᾶς ἀπολέσαντα. οὐ μὲν οὖν ἡμᾶς, εἶπον, ἀλλ’ ὑμᾶς ἀπώλεσε τοὺς ὁρίζεσθαι πάντα βουλομένους. ἰδοὺ, φησὶ, καὶ λοιδορεῖν ἡμᾶς ἐπιχειρεῖ. τί μᾶλλον, ἔφην, ἢ ἐμὲ σύ; κᾀν τούτῳ διανίστατο τυπτήσων, ἀλλὰ τοῦτον μὲν ἐπέσχον οἱ παρόντες καὶ σοβαρῶς ἐπεγγελάσας ἐκεχώριστο, τῶν δ’ ὑπολοίπων ἤδη τις πρεσβύτης, πώγωνά τε μέγιστον ἄχρι τῶν στέρνων καθεικὼς, καὶ τἄλλα πάνυ σκυθρωπὸς, τοῦτο γὰρ νῦν τὸ σεμνὸν νενόμισται, παύσασθε, ἔφη, καὶ μὴ θορυβεῖτε, ὦ παῖδες, ἀλλ’ ἐάσατε τὸν ἑταῖρον ἡμῖν ἀποσαφῆσαι, τί ποτε καὶ λέγει. κᾀγὼ προσβλέψας αὐτῷ, τί γὰρ, ἔφην, πυνθάνου; τοῦτ’ αὐτὸ, εἶπεν, ὑπὲρ οὗ διελέγεσθε, τὸ περὶ τοῦ πλήρους σφυγμοῦ. βούλει τοίνυν, εἶπον, μὴ πάνυ σπεύδειν, ἵν’ ἕπωμαί σοι; βραδὺς γάρ εἰμι φύσει, καὶ τοῖς ἐπειγομένοις οὐ ῥᾳδίως ἀκολουθῶ. ὡς οὐ σπεύσοντος ἔφη, διαλέγου. ἆρ’ οὖν, ἔφην, βραχύ μοι συγχωρήσεις ἕνεκα παραδείγματος, ἐρέσθαι κοινῇ πάντας ὑμᾶς; ἐξέσται γὰρ ἀποκρίνασθαι τῷ βουλομένῳ. συνεχώρει. κᾀγὼ συγχωρήσαντος ἐπυνθανόμην τί ἐστι γλῶττα, καὶ μετ’ ὀλίγον τις ἀποκρίνεται, ὄργανον ζώου γευστικόν. ἕτερος δὲ διαλεκτικὸν εἶπε. καί τις τρίτος γευστικόν θ’ ἅμα καὶ διαλεκτικόν. κᾀγὼ πρὸς αὐτοὺς ἀποβλέψας, καὶ ἡ τοῦ ὑποδήματος, ἔφην, καὶ ἡ τοῦ αὐλοῦ γλῶττα ὄργανόν ἐστι ζώου γευστικὸν ἢ διαλεκτικόν; ὡς δὲ διεσιώπησαν ἐπὶ τούτῳ, καὶ ὁ σκυθρωπὸς γέρων πολὺ δή τι σκυθρωπότερος ἐγεγόνει, πάλιν αὐτὸν παρεκάλουν ἓν ἔτι παραπλήσιον ἐρέσθαι. ὁ δὲ πάνυ μὲν σεμνῶς καὶ μόγις, ὑπέσχετο δ’ ὅμως. κᾀγὼ φοβηθεὶς μὴ μεταγνῷ βραδύναντος, σπουδῇ προὔβαλον, τί ποτ’ ἐστὶ κύων; ἀποκρινομένου δέ τινος ἐκ τῶν παρόντων, ζῶον τετράπουν ὑλακτικὸν, καὶ ὁ θαλάττιος, ἔφην, κύων, ζῶόν ἐστι τετράπουν ὑλακτικὸν, καὶ τὸ κατ’ οὐρανὸν ἄστρον, καὶ τὸ κατὰ πρόσωπον πάθος; ἐπὶ τούτοις ὁ μὲν γέρων ὥσπερ ὄνος ἔσειεν ἤδη τὰ ὦτα. καὶ τοῖς ἄλλοις δὲ τοῖς παροῦσιν ἐδοκοῦμέν τι λέγειν καὶ πάντες ἠξίουν, ὧν περ ἕνεκα ταῦτα ἐπηρώτητο, περαίνειν, ἐπειδὴ καὶ καταρχὰς εὐθὺς ὑπεσχόμην παραδείγματος ἕνεκα τῶν ἑξῆς ποιήσασθαι τὴν ἐρώτησιν. ὡς δὲ σιωπῶντας αὐτοὺς καὶ ποθοῦντας ἀκούειν ἔσχον, οἶμαι νοεῖν ὑμᾶς, ἔφην, ἤδη, πηλίκον ἐστὶν ἁμάρτημα, πρὶν διαστείλασθαι τὴν ὁμωνυμίαν, ἐπιχειρεῖν ὁρίζεσθαι· οὐ γὰρ δὴ τῶν ὀνομάτων, ἀλλὰ τῶν πραγμάτων οἱ ὅροι εἰσίν. ὅταν οὖν ὑφ’ ἑνὸς ὀνόματος πολλὰ δηλοῦται πράγματα, τοσούτους ἀνάγκη τοὺς ὅρους ὑπάρχειν, ὅσα περ καὶ τὰ πράγματα. φέρε γὰρ ἐπὶ τῆς γλώττης ὄνομα μὲν ἓν, τρία δ’ ἐξ αὐτοῦ δηλοῦται, καὶ καθ’ ἕκαστον αὐτῶν ἴδιός ἐστιν ὁρισμός. αὖθις δ’ εἰ τύχοι, δύο μὲν ὀνόματα, καὶ πολλάκις γε τρία καθ’ ἑνὸς πράγματος, ὡς ἐπὶ τοῦ ξίφος τε καὶ ἄορ καὶ φάσγανον· ὁ δ’ ὅρος εἷς, οὐ τρεῖς, ὥσπερ τὰ ὀνόματα. ἴσον γὰρ ἀεὶ τὸ πλῆθος τῶν ὅρων τῷ πλήθει τῶν πραγμάτων ἐστίν. ὥστ’ οὐδ’ ὅταν ἓν πρᾶγμα πολλοῖς ὀνόμασιν ᾖ κεκλημένον, ὅρους ἀξιώσεις λέγεσθαι πολλοὺς, οὔθ’ ὅταν ἓν μὲν ὄνομα, πολλὰ δὲ τὰ δηλούμενα, τὸν ὅρον ἀξιώσεις ἕνα σοι ῥηθῆναι. μετρήσεις γὰρ ἀεὶ τὸν ἀριθμὸν τῶν ὅρων τῷ πλήθει τῶν πραγμάτων. εἰ μὲν δὴ τὸ, πλῆρες, ὄνομα, καθ’ ἑνὸς ὑποκειμένου λέγεται πράγματος, ἐνδέχεται προτεθέντος αὐτοῦ λέγειν ἤδη τὸν ὅρον. εἰ δ’ οἱ περὶ τὸν Ἀρχιγένη μάλιστα δὴ πάντων οὐκ εἴασαν ἓν ἐκ τοῦ πλήρους ὄνομα δηλοῦσθαι, τάξαντές τε πολυειδῶς τὸν τόπον καὶ πλῆθος ἐπεισκυκλήσαντες σημαινομένων, οὐχ ἡμῖν ἐγκαλεῖν χρὴ μὴ τολμῶσιν ὁρίζεσθαι, τοῖς δ’ ἀπαρξαμένοις, εἴπερ ἄρα, τῆς τοιαύτης ταραχῆς. εὑρίσκω γὰρ τοὺς νεωτέρους ἰατροὺς, τοὺς μὲν, ὅταν ὁ τῆς ἀρτηρίας χιτὼν ὅπως ἔχει συστάσεως μηνῦσαι θελήσωσι, τῷ τε τοῦ πλήρους ὀνόματι καὶ τῷ τοῦ κενοῦ κατὰ τοῦτο χρωμένους, τοὺς δ’ ὅταν τὴν ἐν τῇ κοιλότητι περιεχομένην οὐσίαν. καὶ ταύτης οἱ μὲν τὸ ποσὸν διὰ τῶν ὀνομάτων δηλοῦσθαι νομίζουσιν, οἱ δὲ τὸ ποιὸν, οἱ δ’ ἀμφότερα. Ἀρχιγένει δ’, ὡς ἔοικεν, οὐκ ἀρκεῖ μόνον ταῦτα, προσεπεισάγει δ’ ἡμῖν καὶ τὸ τῆς τοῦ πνεύματος δυνάμεως σημαινόμενον. οὔκουν οὐδ’ ὅρον ἕνα δυνατὸν ποιήσασθαι πλήρους σφυγμοῦ, ἀλλὰ τοῦ μὲν τὸ ποσὸν, ἢ τὸ ποιὸν, ἢ τὰ ἀμφότερα τῆς ἐγκεχυμένης οὐσίας δηλοῦντος, ἑτέρους ὁρισμοὺς ποιητέον, τοῦ δὲ τὴν δύναμιν τοῦ πνεύματος ἑτέρους, τοῦ δὲ τὸ ποιὸν τοῦ χιτῶνος ἄλλους. ταῦτ’ εἰπὼν ἐγὼ  μὲν ἐσιώπων· ἤνυστο γάρ μοι τὸ προτεθέν· οἱ δ’ ἠξίουν διελθεῖν αὖθις τὸν λόγον, ἐπειδὴ ἅπαξ ὑπηρξάμην. ἐκείνοις μὲν οὖν δεομένοις ἐχαρισάμην. ἐν δὲ τῷ παρόντι πάντα μὲν οὐ προσήκει λέγειν ἐκεῖνα, μέλλοντά γε τὸ πλεῖστον αὐτῶν καὶ τὸ χρησιμώτατον ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως ἐρεῖν.

Ὅσον δ’ εἰς τὰ προκείμενα χρηστὸν, εἰρήσεται, τὸ μήθ’ ὁρίζεσθαι πάντα ἀξιοῦν μήτε πολλὰ σημαινόμενα προειπόντα τὸν ὁρισμὸν ἕνα ποιεῖν, ὅπερ ἐπὶ τοῦ πλήρους σφυγμοῦ διημάρτηται τῷ Ἀρχιγένει. διὰ τοῦτο οὐδ’ αὐτὸς ὁ ὅρος αὐτοῦ σαφής ἐστι, οὐδ’ ἔχει συμβαλεῖν, εἴτε περὶ τοῦ σώματος τῆς ἀρτηρίας, εἴτε περὶ τῆς ἐν τῇ κοιλότητι περιεχομένης οὐσίας διαλέγεται. κινδυνεύει γὰρ ὀνόματος ὁρισμὸν, οὐ πράγματος ποιεῖσθαι. πάντως γὰρ ἂν εἴπερ ἐτεθέατο τὰ πράγματα, πλείονας ἐποίησεν ὅρους, ἀλλ’ ὅτι γε τοὔνομα μόνον σκοπεῖ, μαθεῖν ἔνεστι κᾀξ ὧν εὐθὺς κατ’ ἀρχὰς τοῦ περὶ τῶν σφυγμῶν συγγράμματος ὀκτὼ λέγει ποιότητας παρέπεσθαι τοῖς σφυγμοῖς, μέγεθος, σφοδρότητα, τάχος, πυκνότητα, πληρότητα, τάξιν, ἢ ἀταξίαν, ὁμαλότητα, ἢ ἀνωμαλίαν, ῥυθμόν. ἂν γὰρ τὸ τῆς πληρότητος ὄνομα κατὰ πλειόνων λέγηται ποιοτήτων, οὐκ οἶδα πῶς ἔτι μένουσιν ὀκτώ. φέρε γ’ οὖν, εἴ τις ἐπὶ ταῖς ἑπτὰ ταῖς ἄλλαις προστιθεὶς τήν τε κατὰ τὸ σῶμα τῆς ἀρτηρίας καὶ τὴν κατὰ τὸ καλούμενον ἔγχυμα, καὶ τὴν κατ’ αὐτὸ τὸ πνεῦμα, δέκα λέγει τὰς πάσας εἶναι ποιότητας τῶν σφυγμῶν, τί πρὸς τοῦτον ἐροῦμεν; ἵνα νὴ Δία, εἴ τις εἰς δύο τέμνων τὴν ἐγκεχυμένην οὐσίαν, ἑτέραν μὲν ἐπὶ τῷ ποσῷ ταύτης, ἑτέραν δ’ ἐπὶ τῷ ποιῷ τιθῆται τὴν ποιότητα. οὕτως ἐπὶ τοῖς ὀνόμασιν ὁ Ἀρχιγένης ἔοικε καταμένειν, μὴ διαρθρῶν τὰ σημαινόμενα. καὶ δίκαιον ἤδη τὸ τῆς παροιμίας εἰπεῖν, ἰδιωτικὸν μὲν, ἱκανῶς δ’ ἐοικὸς τοῖς παροῦσιν, ὅταν γὰρ, φησὶ, τὸ ὕδωρ πνίγῃ, τί ἐπιῤῥοφήσομεν; εἰ γὰρ Ἀρχιγένης ἁμαρτάνει τοιαῦτα, πρὸς τίνα πορευθῶμεν; τίς ἡμῖν ἐπανορθώσεται τὰ τούτων σφάλματα; καὶ γὰρ οὐδὲ ταῦτα μόνον, ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἄλλα πλείω φαίνεται σφαλλόμενος. αὐτίκα γέ τοι κατὰ τὰς ὀκτὼ τὰς πρώτας ποιότητας, οὐδαμοῦ μνημονεύσας σκληρότητος καὶ μαλακότητος, ἑξῆς ὑπὲρ αὐτῶν διαλέγεται. πρῶτον μὲν γὰρ περὶ μεγέθους, δεύτερον δὲ περὶ σφοδρότητος, καὶ τρίτον περὶ πληρότητος, τέταρτον δὲ περὶ σκληρότητος διείλεκται. εἰ μὲν οὖν σύνθετόν τινα ἐξ ἁπλῶν εἰργάζετο ποιοτήτων αὐτὴν, τάχ’ ἄν τις ἀπελογήσατο ὑπὲρ αὐτοῦ, δεόντως μὲν ἐν ἀρχῇ παραλελεῖφθαι φάσκων, ἡνίκα τῶν ἁπλῶν ἐμνημόνευσε μόνων, εὐλόγως δ’ ἑξῆς ἐν τοῖς συνθέτοις γεγράφθαι. νυνὶ δὲ περὶ τετάρτης αὐτῆς τὸν λόγον ἐποιήσατο, μέσην ὡς ἔνι μάλιστα τάξας ἁπασῶν τῶν ἁπλῶν ποιοτήτων. ἐξηγούμενος δὲ τί ποτ’ ἐστὶ, τὴν κατὰ σύστασιν, ἢ διάλυσιν τῆς ἀρτηρίας ἀντίληψιν εἶπεν, ἐξ ὧν δηλονότι τῶν ἁπλῶν αὐτὴν εἶναι βούλεται. ταῦτα μὲν οὖν εὐθὺς κατ’ ἀρχὰς ἡμάρτηται τῷ Ἀρχιγένει περὶ τὴν ἐξαρίθμησιν τῶν πρώτων ποιοτήτων, ἃς οὐδ’ ἀποδεῖξαι, πῶς τοσαῦται τὸν ἀριθμόν εἰσιν, ἠξίωσεν, ἀλλ’ ἁπλῶς ὡδί πως ἔῤῥιψε τὸν λόγον. ὀκτὼ λέγονται ποιότητες παρέπεσθαι τοῖς σφυγμοῖς, αἱ διηχημέναι παρά γ’ οὖν τοῖς καθαρείοις. ἐγὼ δὲ τί μέν ἐστι τὸ διηχημέναι, ἀκριβῶς συμβαλεῖν οὐ δύναμαι. οὐδὲ γὰρ εὗρον τοὔνομα παρά τινι τῶν Ἑλλήνων. ὥστε οὐδὲ καθ’ οὗ τέτακται πράγματος ὑπ’ Ἀρχιγένους ἐπίσταμαι, καὶ ταῦτα μηδὲ γράψαντος αὐτοῦ βιβλίον περὶ τῆς ἰδίας διαλέκτου, καθάπερ Χρύσιππος ὑπὲρ ὧν ἔθετο κατὰ τὴν διαλεκτικὴν ὀνομάτων· μόνως γὰρ ἂν οὕτως συνίεμεν αὐτοῦ. ἐκ μέντοι τῆς ὅλης λέξεως ὑπονοήσειεν ἄν τις, κατὰ τοῦ παρὰ πᾶσι λεγομένου τε καὶ πεπιστευμένου τὸ διηχημέναι φέρειν αὐτόν. καίτοι γε οὐδὲ τοῦτ’ ἐστὶν ἁπλῶς ὑπονοῆσαι δυνατόν. οὐ γὰρ ἅπασιν, ἀλλὰ τοῖς καθαρείοις φησὶν, οὓς οὐδ’ αὐτοὺς πάλιν ἐπίσταμαι, τίνες ποτέ εἰσι. καίτοι μαθεῖν γε ἐδεόμην, ἵνα σκέψωμαι πότερον πιστευτέον αὐτοῖς χωρὶς ἀποδείξεως, ἢ μή. παρὰ μὲν γὰρ Ἀριστοτέλους ἔνδοξα λήμματα ἤκουσα, τὰ πᾶσιν ἀνθρώποις, ἢ τοῖς πλείστοις, ἢ τοῖς σοφοῖς δοκοῦντα. νυνὶ δὲ, εἰ τοὺς καθαρείους ἀντὶ τῶν σοφῶν χρὴ νοεῖν, οὐκ οἶδα. κάλλιον δ’ ἂν ἦν πολλῷ προσθεῖναί τινα, εἰ καὶ μὴ βεβαίαν ἀπόδειξιν, παραμυθίαν γ’ οὖν ἱκανὴν τῷ λόγῳ περὶ τῶν ὀκτὼ ποιοτήτων, ἵνα μή τις εὐθὺς κατ’ ἀρχὰς, ὡς εἰς Μωϋσοῦ καὶ Χριστοῦ διατριβὴν ἀφιγμένος, νόμων ἀναποδείκτων ἀκούῃ, καὶ ταῦτα ἐν οἷς ἥκιστα χρή. μέλλων γὰρ ἐρεῖν ὑπὲρ ἁπάντων τῶν σφυγμῶν, ὡς ἄν τις ἐξ ὧν προὔγραψεν εἰκάσειεν, ὁπόσοι γ’ εἰσὶν, οὐδεμιᾷ μεθόδῳ λογικῇ προβιβάζειν ἡμᾶς ἠξίωσεν, ἀλλ’ ἐμπειρικὴν ἐποιήσατο διδασκαλίαν ὀκτὼ τοῖς καθαρείων λέγων διηχεῖσθαι ποιότητας. τί δὲ, εἰ ῥᾳθυμότερον οἱ καθάρειοι παρέλιπόν τινας ἐξ αὐτῶν, τούτου χάριν, οὐδὲ πρὸς τὴν φύσιν αὐτὴν, πλείους εἰσὶν, ἢ τὰ δοκοῦντα τοῖς καθαρείοις ἀπόχρη λέγειν, ὡς ἀληθῆ; καὶ ταῦτ’ οὐκ εἰδότα τίνες ποτ’ εἰσὶν οἱ καθάρειοι, πότερον οἱ γράμματα μεμαθηκότες, ἢ οἱ τὰ πρῶτα μαθήματα, ἢ οἱ συνετοὶ, ἢ οἱ φρόνιμοι, ἢ οἱ σοφοί; ἀλλὰ καὶ τὸ ποιότητας ὀνομάζειν τὰς πρώτας καὶ γενικὰς τῶν σφυγμῶν διαφορὰς, ὀλίγωρον. ἡ γοῦν κατὰ μέγεθος καὶ μικρότητα διαφορὰ ποιότης οὐκ ἔστιν, εἰ μὴ καὶ τὸ τρίπηχυ ποιὸν ἐρεῖς. ἐγὼ μὲν γὰρ ᾤμην, ποσόν. ἀλλὰ καὶ περὶ τοῦ μεγάλου καὶ μικροῦ οὐκ ὀλίγον οἶδα γεγονότα λόγον, πότερον ποσόν τι δηλοῦσιν, ἢ πρὸς τὶ, ἢ ὅπερ καὶ ἀληθὲς, πρὸς τὶ μὲν ἔν τε τῇ τοῦ ποσοῦ κατηγορίᾳ, οὐ μὴν τῇ τοῦ ποιοῦ γένους οὐδαμῶς, ὥσπερ οὐδὲ ῥυθμὸν, οὐδ’ ἀταξίαν καὶ τάξιν, οὐδ’ ὁμαλότητα καὶ ἀνωμαλίαν.  φανερῶς γὰρ καὶ ταῦτα τῶν πρὸς τί. τὸ δὲ καὶ κοινὸν γένος νομίζειν τὸ μὲν μέγεθος τοῦ μεγάλου τε καὶ μικροῦ σφυγμοῦ, τὴν δὲ σφοδρότητα τοῦ σφοδροῦ τε καὶ ἀμυδροῦ, τὸ δὲ τάχος τοῦ ταχέος τε καὶ βραδέος, τὴν δὲ πυκνότητα τοῦ πυκνοῦ τε καὶ ἀραιοῦ, καὶ αὖθις ἐφεξῆς ἐν τοῖς κατωτέρω, πληρότητα μὲν πλήρους τε καὶ κενοῦ, σκληρότητα δὲ σκληροῦ τε καὶ μαλακοῦ, πῶς οὐχὶ ταῦτα δεινῶς ἄτοπα; εἰ γὰρ ἐπιθυμεῖ πάντως ἑνὶ τὸ γένος ὅλον ὀνόματι κατηγορῆσαι, τί δή ποτ’ ἐπὶ τάξεώς τε καὶ ἀταξίας, ὁμαλότητός τε καὶ ἀνωμαλίας, οὐχ ὑπέμεινεν αὐτό; ἢ εἴπερ οὐκ ἐδεῖτο ἐπὶ τούτων κοινῆς κατηγορίας, τίς ἦν χρεία δεηθῆναι κατὰ τὰς ἄλλας διαφοράς; ἢ εἰ κατὰ τὰς ἄλλας ἅπαξ ἐτόλμησεν ὑπερβῆναι τὸ τῶν Ἑλλήνων ἔθος, τί δή ποτε πυκνότητα μὲν πυκνοῦ κατηγόρησε καὶ ἀραιοῦ σφυγμοῦ, ὁμαλότητα δ’ οὐκ ἐτόλμησεν ὁμαλοῦ τε καὶ ἀνωμάλου κατηγορῆσαι; ταῦτ’ οὖν ὅπως ἀλλήλοις ὁμολογεῖ, βουλοίμην ἂν μαθεῖν. τὰ μὲν γὰρ ὡς αἰδούμενος τὴν τῶν Ἑλλήνων συνήθειαν, τὰ δ’ ὡς καταφρονῶν καὶ ταράττων γράφει. ἐφ’ ἑνὸς οὖν τοῦ πρώτου γένους παρείσδυσιν πορισάμενος, ἐνεδείξατο μὲν ὡς ἐπὶ πάντα τὰ ἄλλα τὸν αὐτὸν ἕξει λόγον, οὐ μὴν ἐνέμεινέ γε τῇ τόλμῃ, δέον ἐξ ἀρχῆς ἢ μὴ παρακόπτειν τῆς συνηθείας μηδὲν, ἢ τολμηρῶς καθ’ ὅλης ἰέναι. τὸ γάρ τοι μέγεθος τοῦ σφυγμοῦ γενικῶς φήσας λέγεσθαι, καὶ γὰρ τὸν μικρὸν ἔχειν ἴδιον μέγεθος, εἶτα καὶ τὴν σφοδρότητα γενικῶς εἰπών πως οὐ κατὰ τοῦ σφοδροῦ μόνου, ἀλλὰ καὶ κατὰ τοῦ ἀμυδροῦ κατηγορεῖσθαι, περὶ τῆς πληρότητος εὐθὺς ὀκλάζει γράφων ὡδί· τῷ πλήρει σφυγμῷ καὶ τῷ κενῷ ἐστι τι κοινὸν γένος. τοῦτ’ ἔσθ’ ὅτε πληρότης καλεῖται. τὸ γὰρ ἔσθ’ ὅτε, προσέθηκεν ἐν τούτῳ τῷ γένει, μὴ προσθεὶς τοῖς ἔμπροσθεν, οἷον ἐπιτιμώμενος ἤδη τὴν τοῦ παλαιοῦ τῆς λέξεως ἔθους σύγχυσιν. ἐροῦντος γὰρ, οἶμαι, τινὸς πρὸς αὐτὸν τῶν παρ’ Ἕλλησι τεθραμμένων, ὦ ἄνθρωπε, τῷ κενῷ τίς ὑπάρχει πληρότης; τί ταῦτα παρανομεῖς εἰς τὰς κοινὰς τῶν Ἑλλήνων φωνάς; ἵνα μὴ τοῦτο γένηται προσέθηκεν, ἔσθ’ ὅτε καλεῖται. καὶ δῆλον, ὡς ἡμεῖς μὲν ἐρησόμεθα, πότε, καὶ ποῦ, καὶ πρὸς τίνων. τοῦτο γὰρ βούλεται τὸ, ἔσθ’ ὅτε. ὁ δ’ οὐδὲν μὲν ἕξει τῶν Ἑλλήνων δεῖξαι βιβλίον, ἐξ οὗ τὴν χρῆσιν πιστώσαιτο, μόνον δὲ ἴσως ἀρκέσει αὐτῷ λέγειν παρὰ τοῖς ναύταις, καὶ τοῖς ἐμπόροις, καὶ τοῖς καπήλοις, καὶ τοῖς βαλανεῦσιν. ἀεὶ γὰρ ἐπὶ τούτους καταφεύγουσι μάρτυρας, ὅταν ὑπὲρ ὀνόματος ἡ ζήτησις ᾖ.

Τάχα τις ἐρεῖ πρὸς ἡμᾶς· σὺ δ’ ὦ τᾶν οὕτως ἄρα τὴν τῶν Ἑλλήνων συνήθειαν ὑπερτετίμηκας, ὥστε μηδ’ ἐπιτρέπειν μηδενὶ μηδὲ τοὐλάχιστον αὐτῆς παρακόπτειν; οὐ μὲν οὖν, φήσω, μὰ τὸν Ἡρακλέα καὶ πάντας θεούς· ἀλλ’ εἰ καὶ βέκος ἐθέλοις τὸν ἄρτον καλεῖν, ὥσπερ οἱ Φρύγες, οὐδὲν ἡμῖν διαφέρει· μόνον δίδαξόν με πρῶτόν σου τὴν διάλεκτον, ἵν’ ἕπωμαι, καὶ μὴ λέγε, καλεῖται. πάντως γὰρ ἐρήσομαί σε, παρὰ τίσιν; οὐ γὰρ δή γε παρὰ τοῖς Ἕλλησιν. ἀλλά πώς φασι, καλείσθω. καὶ εἰ τοῦτό που λέξαντος ἔτι γρύζων εὑρεθείην, ἐμαυτῷ θανάτου τιμῶμαι. νυνὶ δ’ ἐπὶ μὲν τινῶν, καλεῖται, λέγεις, καταψευδόμενος τῆς συνηθείας τῶν Ἑλλήνων, ἐπὶ δὲ τινῶν οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ, ἔσθ’ ὅτε, καθάπερ ἐπὶ τῆς πληρότητος. τί γὰρ φὴς τοῦτ’, ἔσθ’ ὅτε πληρότης καλεῖται; ἀλλὰ περὶ μὲν δὴ τῆς πληρότητος ὀκλάζων ἤδη ταῦτ’ ἔγραψεν, περὶ δὲ τῆς σκληρότητος οὐδ’ ὀκλάζων ἔτι. καταπεπτωκότος γὰρ ἤδη, καὶ νενικημένου τελέως ὁ τοιοῦτος λόγος. ἔστι δὲ μαλακότητος καὶ σκληρότητος σφυγμοῦ κοινόν τι γένος, ὃ τάχ’, ἂν τριβείη, σκληρότης καλεῖται. καὶ οὐκ ἔτ’ ἐνταῦθα ἐτόλμησε προσθεῖναι τοῦτ’, ἔσθ’ ὅτε, σκληρότης καλεῖται. καίτοι οὐδὲν ἦν ἡ πληρότης τιμιωτέρα τῆς σκληρότητος, ἵν’ ἐπ’ ἐκείνης τολμήσας, ἐνταῦθ’ αἰδεσθείη, ἀλλ’ ὅπερ ἔφην, τοῖς κατὰ βραχὺ πίπτουσιν ἔοικεν. γενναιότερον δ’ ἦν, οἶμαι, μὴ κατὰ μικρὸν, ἀλλ’ ἀθρόως πεσεῖν, καὶ μήθ’ ἡμῖν μήτ’ αὐτῷ πράγματα παρέχειν. ὃ τάχ’, ἂν τριβείη, φησὶ, σκληρότης καλεῖται. ὑπὸ τίνων τάχ’, ἂν τριβείη; τῶν σῶν ἴσως κληρονόμων. ἡμεῖς μὲν γὰρ, ὥσπερ νόμισμα καθ’ ἑκάστην τῶν πόλεων ἴσμεν σύμβολον ὠνῆς καὶ πράσεως, ὃ τοὺς παραχαράττοντας οἱ νομοθέται κολάζουσιν, οὕτω καὶ διαλέκτων χαρακτῆρας ἴσμεν πολλοὺς, οὓς φυλάττειν ἀξιοῦμεν ἕκαστον τῶν ἑλομένων ὁντιναοῦν ἐξ αὐτῶν. ἡμεῖς μὲν οὖν συνῃρήμεθα τὴν κοινὴν καλουμένην διάλεκτον, εἴτε μία τῶν Ἀτθίδων ἐστὶ, πολλὰς γὰρ εἴληφε μεταπτώσεις ἡ τῶν Ἀθηναίων διάλεκτος, εἴτε καὶ ἄλλη τις ὅλως. δείκνυμι γὰρ ἑτέρωθι τὴν ἡμετέραν περὶ τούτου γνώμην. καὶ ταύτην τὴν διάλεκτον πειρώμεθα διαφυλάττειν, καὶ μηδὲν εἰς αὐτὴν παρανομεῖν, μηδὲ κίβδηλον ἐπεισάγειν φωνῆς νόμισμα, μηδὲ παραχαράττειν. σὺ δὲ, εἰ μὲν ἐπιθυμεῖς κατ’ αὐτὴν ἡμῖν διαλέγεσθαι, πρότερον ἐκμαθεῖν αὐτὴν πειράθητι, εἰ δ’ ἄλλῃ τινὶ χρᾷς, καὶ τοῦτο μήνυσον. εἰ μὲν γὰρ τῶν Ἑλληνίδων ἐστὶ μία, πάντως που καὶ ταύτην γνωρίζομεν· καὶ γὰρ καὶ τὰ τῶν Ἰώνων καὶ τὰ τῶν Αἰολέων καὶ τὰ τῶν Δωριέων ἀνελεξάμεθα γράμματα· εἰ δ’ οὐδεμία τούτων, ἀλλά τις τῶν βαρβάρων, καὶ τοῦτ’ εἰπὲ, μόνον πειρῶ φυλάττειν αὐτὴν ἄχραντον, ἥ τις ἂν ᾖ, καὶ μή μοι τρία μὲν ἐκ Κιλικίας φέρειν ὀνόματα, τέσσαρα δ’ ἐκ Συρίας, πέντε δ’ ἐκ Γαλατίας, ἕξ δ’ Ἀθήνηθεν. ἐγὼ γὰρ οὕτω πολλὰς ἐκμανθάνειν οὐ δύναμαι διαλέκτους, ἵν’ ἀνδράσιν εἰς τοσοῦτον πολυγλώττοις ἕπωμαι. δίγλωττος γάρ τις ἐλέγετο πάλαι, καὶ θαῦμα τοῦτο ἦν, ἄνθρωπος εἷς ἀκριβῶν διαλέκτους δύο· σὺ δὲ ἡμᾶς ἀξιοῖς πολλὰς ἐκμαθεῖν, δέον αὐτὸν ἐκμανθάνειν μίαν, οὕτω μὲν ἰδίαν, οὕτω δὲ  κοινὴν ἅπασιν, οὕτω δ’ εὔγλωττον, οὕτω δ’ ἀνθρωπικήν. ὅπερ ἐὰν προσχῇς τὸν νοῦν ταῖς φωναῖς τῶν βαρβάρων διαλέκτων, εἴσῃ σαφῶς, τὰς μὲν ταῖς τῶν συῶν, τὰς δὲ ταῖς τῶν βατράχων, ἢ κολοιῶν, ἢ κοράκων ἐοικυίας, ἀσχημονούσας τε καὶ κατ’ αὐτὸ τὸ τῆς γλώττης τε καὶ τῶν χειλέων καὶ παντὸς τοῦ στόματος εἶδος. ἢ γὰρ ἔσωθεν ἐκ τῆς φάρυγγος τὰ πολλὰ φθέγγονται τοῖς ῥέγχουσι παραπλησίως, ἢ τὰ χείλη διαστρέφουσι καὶ συρίττουσιν, ἢ κατὰ πᾶσαν αὔξουσι τὴν φωνὴν, ἢ κατ’ οὐδεμίαν ὅλως, ἢ κεχήνασι μέγιστον, καὶ τὴν γλῶτταν προσσείουσι, καὶ διανοίγειν οὐδαμῶς δύνανται τὸ στόμα, καὶ τὴν γλῶτταν ἀργὴν καὶ δυσκίνητον καὶ ὥσπερ δεδεμένην ἔχουσιν. εἶτα σὺ παρεὶς τὴν ἡδίστην τε καὶ ἀνθρωπικωτάτην διάλεκτον, ᾗ τοσοῦτον κάλλος ὁρᾶται καὶ χάρις ἐπανθεῖ, ἐκ πολλῶν ἀτόπων καὶ δεινῶν ἀθροίζεις ὀνόματα; πολὺ ῥᾷον ἦν μίαν ἐκμαθεῖν τὴν καλλίστην ἢ μυρίας μοχθηράς. ἀλλ’ οὐ μόνον αὐτοὶ μανθάνειν ὀλιγωροῦσιν, ἀλλὰ καὶ ἡμᾶς ἀναγκάζουσιν, ἐν ᾗ τεθράμμεθα καὶ πεπαιδεύμεθα φωνῇ, ταύτην καταλιπόντας, ἐκμανθάνειν τὰς ἐκείνων. οὐ βούλει μαθεῖν ἄνθρωπε τὴν τῶν Ἑλλήνων διάλεκτον; ὡς ἐπιθυμεῖς, βαρβάριζε. μόνον, ὥσπερ ἐγὼ συγχωρῶ καθ’ ὃν αὐτὸς προῄρησαι τρόπον λαλεῖν, οὕτω κᾀμοὶ συγχώρησον ὡς ἔμαθον διαλέγεσθαι. πατὴρ ἦν ἐμοὶ ἀκριβῶν τὴν τῶν Ἑλλήνων διάλεκτον, καὶ διδάσκαλος καὶ παιδαγωγὸς Ἕλλην. ἐν τούτοις ἐτράφην τοῖς ὀνόμασιν. οὐ γνωρίζω τὰ σά. μήτ’ ἐμπόρων μοι, μήτε καπήλων, μήτε τελωνῶν χρῆσιν ὀνομάτων ἔπαγε, οὐχ ὡμίλησα τοιούτοις ἀνθρώποις. ἐν ταῖς τῶν παλαιῶν ἀνδρῶν βίβλοις διετράφην. καὶ ταῦτα λέγω, μηδενὶ πώποτ’ εἰπὼν, μήθ’ ὅτι βαρβαρίζεις ὦ οὗτος, μήθ’ ὅτι σολοικίζεις, μήθ’ ὅτι κακῶς καὶ οὐ κυρίως ὠνόμασας, ἀλλ’ ἐπιτρέπω πᾶσιν ὡς βούλονται φθέγγεσθαι. κᾂν ὁ κυβερνήτης εἴπῃ φέρε τὸν ποὺς, οὐδὲν ἐμοὶ διαφέρει. ταῦτα Φαβωρῖνος καὶ Δίων, οὐκ ἐγὼ μέμφομαι· συνιέναι μόνον βούλομαι τοῦ λεγομένου. ὅταν δέ ποτε καὶ κατ’ αὐτὸ τοῦτο ταράττωμαι, τότε ἀναγκαίως πυνθάνομαι, τίς δηλοῦν βούλεται τοὔνομα, καὶ μηνύσαντος ὃ βούλεται, σιωπῶ, μήτ’ ἐξελέγχων, μήτε μεμφόμενος, εἰ παρὰ τὴν τῶν Ἑλλήνων εἴρηται συνήθειαν. ἑνὸς γάρ μοι μόνου φροντὶς, τοῦ γνῶναι τὸν νοῦν τοῦ λεγομένου. τοῖς δὲ, ὡς ἔοικεν, οὐκ ἀρκεῖ τὸ τοιοῦτον, ἀλλ’ ὅταν ἡμεῖς τοῖς τῶν Ἑλλήνων ὀνόμασι χρησώμεθα, τότ’ ἐκεῖνοι πρῶτον μέμφονται, τὰ μὲν ὡς διαλεκτικοὶ, τὰ δὲ ὡς φυσικοί τινες ἄνδρες, τὰ δ’ ὡς ῥήτορες, τὰ δὲ ὡς γραμματικοί. πολυειδῶς γὰρ ἐπηρεάζουσιν. εἶθ’ ὅταν τις αὐτοὺς, εἰς μακρότερον ἀναγκασθεὶς ἀφικέσθαι διάλογον, ἐξελέγχῃ μηδὲν γινώσκοντας, ὧν ὡς γινώσκοντες ἐθρασύνοντο, παραχρῆμα σφῶν αὐτῶν ἐπιλανθανόμενοι, κατηγοροῦσι τῶν αὐτῶν τούτων, ὑπὲρ ὧν ἐξ ἀρχῆς ὡς χρησίμων διελέγοντο. τίς γὰρ ἡμῖν οὐκ ἐπιπηδᾷ τῶν θρασέων τούτων, ἐπειδὰν εἴπωμεν τὰς διαφορὰς τῶν κατὰ τοὺς σφυγμοὺς γενῶν εἶναι τοσαύτας, κακῶς φάσκων διαφορὰς ἡμᾶς εἰρηκέναι, καὶ πολὺ χεῖρον ἔτι γενῶν. φεύγοντες δὲ αὐτῶν ἡμεῖς τὴν ματαίαν ἐπήρειαν, ἀλλ’ εἰ βούλει φαμὲν, ποιότητας αὐτὰς κάλεσον, ἢ ὅ τι ἂν ᾖ σοι φίλον. οὐ γὰρ ὑπὲρ ὀνομάτων ὁ λόγος ἡμῖν, ἀλλὰ περὶ πραγμάτων. πόσα γὰρ τὰ πρῶτα γένη τῶν σφυγμῶν χρηστὸν εἰδέναι, μή πως εὐθὺς ἐν τῇ πρώτῃ διαιρέσει γένος ὅλον παραλίπωμεν. οἱ δὲ οὐκ ἐπιτρέπουσιν ἡμῖν οὐδ’ αὐτὰ ταῦτα εἰπεῖν, ἀλλ’ εὐθὺς ἐπιστομίζουσι πράγματος ὅλου λέγοντας, οὐκ ὀνόματος εἶναι τὴν ἄγνοιαν. εἶτα ἀναγκάζουσιν ἡμᾶς λέγειν πρὸς αὐτοὺς, ἃ μηδέ ποτ’ ἂν ἑκόντες εἴποιμεν. κᾄπειτ’ ἐξελεγχόμενοι, πρῶτον μὲν ὅτι περὶ ὀνόματος, οὐ περὶ πράγματός ἐστιν ἡ ζήτησις, ἔπειθ’ ὅτι κακῶς αὐτοὶ κέχρηνται τοῖς ὀνόμασιν, οὐχ ἡμεῖς, ἀγανακτοῦσι δεινῶς, καὶ ὥσπερ ἐξ ὕπνου διεγερθέντες, ἄχρηστον εἶναι λέγουσι τὴν ἐν τοῖς ὀνόμασιν μικρολογίαν, ὥσπερ ἡμῶν ἐξ ἀρχῆς ἄλλο τι λεγόντων, ἢ βουλομένων, ἢ οὐκ αὐτοὶ κατάρξαντες τῆς τοιαύτης ψυχρολογίας. ὀκτὼ λέγεις ποιότητας, ἄνθρωπε, τῷ σφυγμῷ παρέπεσθαι. συγχωρήσω σοι τῷ τῆς ποιότητος ὀνόματι καλῶς κεχρῆσθαι, μηδὲν περὶ τούτου φθεγξάμενος, ἐπιδείξω πῶς οὐκ εἰσὶν ὀκτώ. περὶ πράγματος αὕτη ἡ ζήτησις, εἰς ἣν ἐγὼ προσκαλοῦμαι τοὺς γενναίους τούτους σοφιστάς. οἱ δ’, ἵν’ ἐκ ταύτης διαλύσεις πορίσωνται, λέγοντος ἄν μου μεταξὺ κατὰ τὸν λόγον, ὀνόματός τινος ἐπελάβοντο. εἶθ’ ὅταν ἐξελεγχθῶσιν ὑπὲρ ἀμφοτέρων, τῶν τε πραγμάτων ἅμα καὶ τῶν ὀνομάτων, ἀγανακτοῦσι, δέον, οἶμαι, περὶ μὲν τῶν πραγμάτων τὴν μοχθηρὰν ἀποθέσθαι δόξαν, τοῖς δ’ ὀνόμασιν, ὥσπερ ἡμεῖς ἐκείνοις χρῆσθαι συγχωροῦμεν, οὕτω καὶ αὐτοὺς ἡμῖν ἐπιτρέπειν. ἀλλ’ οὐκ ἐπιτρέπουσι. διὰ τοῦτο κᾀγὼ βραχέα περὶ τῆς φωνῆς αὐτῶν ἀναγκασθεὶς εἶπον.

Καὶ νῦν ἔτι δεήσομαι παρέντας τὸ περὶ τῶν ὀνομάτων ἐρίζειν, καὶ συγχωρήσαντας ἡμῖν κατὰ τὸ τῶν Ἑλλήνων ἔθος διαλέγεσθαι, μαθεῖν ὅτι κακῶς ὀκτὼ ποιότητας λέγουσιν. οὐ γάρ ἐστιν ἅπαντα τὰ πρῶτα γένη τῶν σφυγμῶν ποιότητες, ὡς ἐδείξαμεν. ἀλλὰ πῶς λέγειν χρὴ, φασίν. ἐρωτῶσι δὲ ταῦτα, οὐχ ἵνα μάθωσιν, ἀλλ’ ἵν’ ἀρχὴν ἔχωσιν ἀμφισβητήσεως. σὺ τοίνυν ἀποκριθήσῃ, διαφορὰς χρῆναι λέγειν τῶν πρώτων ἐν τοῖς σφυγμοῖς γενῶν, ἢ καὶ νὴ Δία οὕτως, τῶν ἐν τοῖς σφυγμοῖς διαφορῶν τὰ πρῶτα γένη. οἱ δ’ ἐξ ἀνάγκης ποῖα πρῶτα γένη φήσουσι, καὶ τίνα, καὶ ποίας διαφοράς. σὺ δὲ καὶ πρὸς ταῦθ’ ὡδί πως αὐτοῖς ἀπόκριναι, πρῶτον ἄκουσον εἰπὼν ὦ τᾶν, ὅτι γενῶν, καὶ τότε ἀκούσεις, ὅτι πρώτων, καὶ μετὰ τοῦθ’, ὅτι διαφορῶν. ὅτι μὲν οὖν γενῶν, ἐντεῦθεν εἴσῃ. λέγεταί τις μέγας σφυγμὸς,  καὶ ἐναντίως αὐτῷ μικρός. καί τις ἀμφοῖν μέσος, ὁ σύμμετρος αὐτῶν. καὶ νὴ Δία γε μακρός τις καλεῖται σφυγμὸς καὶ βραχὺς καὶ πλατὺς καὶ στενὸς καὶ ὑψηλὸς καὶ ταπεινὸς καὶ οἱ μέσοι τούτων ἁπάντων οἱ σύμμετροι. δοκεῖ σοι τούτων τῶν εἰρημένων σφυγμῶν εἶναί τι κοινὸν γένος, ὁποῖον φήσουσι δηλαδὴ θρασυνόμενοι τῇ φωνῇ. σὺ δὲ, μὴ ταραχθεὶς ἐν τούτῳ, λαβὼν ἀνάγνωθι τὸ τοῦ Ἀρχιγένους βιβλίον αὐτοῖς, πρῶτον μὲν τὸ ἐπίγραμμα τοῦ κεφαλαίου τοιοῦτον ἔχον. περὶ μεγέθους σφυγμοῦ. εἶτα καὶ αὐτὴν τὴν ἀρχὴν τοῦ λόγου κατὰ λέξιν ὡδί πως γεγραμμένην· τὸ μέγεθος τοῦ σφυγμοῦ γενικῶς λέγεται. ἔχει γὰρ μέγεθος καὶ ὁ μικρὸς σφυγμὸς καὶ ὁ μέγας. εἶτα μικρὸν ἐπειλίξας τὸ βιβλίον, αὖθις ἐκ τοῦ περὶ σφοδρότητος ἀνάγνωθι ταύτην τὴν λέξιν· οὐκοῦν γένος μὲν ἡ σφοδρότης, εἴδη δ’ αὐτῆς ὅ τε σφοδρὸς σφυγμὸς καὶ ἀμυδρὸς καὶ ὁ μέσος. εἶτα πάλιν ἐπειλίξας τὸ βιβλίον ὀλίγον τὴν ἀρχὴν ἀνάγνωθι τοῦ περὶ τῆς πληρότητος λόγου, τοιαύτην οὖσαν· τῷ πλήρει σφυγμῷ καὶ τῷ κενῷ ἔστι κοινὸν γένος. τοῦτ’ ἔσθ’ ὅτε πληρότης καλεῖται. καὶ μικρὸν ἐπισχὼν τὸν λόγον, τὴν ἀνάγνωσιν τοῦ βιβλίου, φάθι πρὸς αὐτοὺς, ὡς οὐδὲν ἡμεῖς καινὸν λέγομεν, ἀλλ’ ὅπερ εἴρηται καὶ Ἀρχιγένει. καθ’ ἕκαστον γὰρ τῶν σφυγμῶν ἔστι τι κοινὸν πλειόνων διαφορῶν γένος, ὥσπερ ἐν τῷ παρόντι τρία ταυτὶ πρὸς Ἀρχιγένους εἴρηται, μέγεθος, σφοδρότης, πληρότης. εἶθ’ ἑξῆς φάθι τέταρτον αὐτὸν γράφειν γένος τὴν σκληρότητα, καὶ τὴν λέξιν ἀνάγνωθι τόνδε τὸν τρόπον ἔχουσαν· ἔστι δὲ μαλακότητος καὶ σκληρότητος σφυγμοῦ κοινὸν γένος, ὃ τάχ’, ἂν τριβείη, καλεῖται σκληρότης. ἔτι δὲ σαφέστερον ἐν τῷ περὶ τάξεως καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας λόγῳ, τὰ γένη τούτων τῶν διαφορῶν ἀκατονόμαστα λέγων εἶναι, τόνδε τὸν τρόπον ἄρχεται. ὁ δὲ Ἡρόφιλος κατὰ γένος τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἐκθέμενος οὕτως· μέγεθος, τάχος, σφοδρότης, ῥυθμός. ἀσυζύγως κατ’ εἶδος τάξεως ἐμνήσθη καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας. ἐγκαλεῖται τοίνυν ὑπὸ τῶν μικραιτίων ὡς γένεσιν εἴδη ἀντιδιαστειλάμενος. ταῦτα μὲν κατὰ τὴν ἀρχὴν τοῦ λόγου· κατωτέρω δὲ οὐκέτι τὸ Ἡροφίλῳ δοκοῦν ἐξηγούμενος, ἀλλὰ τὴν ἑαυτοῦ γνώμην γράφων ἐν τῷ περὶ τάξεως καὶ ἀταξίας λόγῳ, τί φησι; μᾶλλον οὖν ῥητέον, ὅτι τὸ γένος ἐστὶν ἀκατονόμασον. τοῦτο δὲ δὴ τί βούλεται αὐτῷ, ὅτι μεγέθους μὲν καὶ μικρότητος τὸ κοινὸν γένος ὠνόμασε μέγεθος, καὶ σφοδρότητος καὶ ἀμυδρότητος σφοδρότητα, καὶ πληρότητος καὶ κενότητος πληρότητα, καὶ σκληρότητος καὶ μαλακότητος σκληρότητα, καὶ τάχους καὶ βραδύτητος τάχος, καὶ πυκνότητος καὶ ἀραιότητος πυκνότητα, τάξεως δὲ καὶ ἀταξίας τὸ γένος ἐπινοεῖ μὲν, ὄνομα δὲ οὐδὲν ἔχει κατ’ ἀμφοῖν τοιοῦτον εἰπεῖν, οἷον κατὰ μεγέθους καὶ μικρότητος τὸ μέγεθος; οὐ γὰρ ὥσπερ ἐκεῖ τῷ μικρῷ σφυγμῷ μέγεθος ὑπάρχειν ἔφησεν, οὕτω κᾀνταῦθα τῷ ἀτάκτῳ τάξιν τολμᾷ φάναι συμβεβηκέναι· κατὰ ταὐτὰ δὲ οὐδὲ τῷ ἀνωμάλῳ ὁμαλότητα. ὅθεν οὐδὲ τούτων τὸ γένος τὸ κοινὸν ὁμαλότης ὠνόμασται. καὶ διὰ τοῦτο ἀκατονόμαστά φησι τούτων τῶν διαφορῶν εἶναι τὰ γένη. γένη μὲν δὴ κατὰ τὰς τῶν σφυγμῶν διαφορὰς οὐχ ἡμεῖς μόνον, ἀλλὰ Ἀρχιγένης εἶναί φησι καὶ Ἀγαθῖνος καὶ πάντες σχεδὸν οἱ περὶ σφυγμῶν γράψαντες ὑπομνήματα. πῇ τοίνυν αὐτῶν διαφέρομεν; ὅτι κυριωτέροις ἡμεῖς χρώμεθα τοῖς ὀνόμασιν. εἰπόντος γὰρ Ἀρχιγένους κατὰ μέγεθος εἶναί τινα ποιότητα, καὶ αὖθις ἑτέραν κατὰ σφοδρότητα, καὶ τρίτην κατὰ πληρότητα, καὶ τετάρτην κατὰ σκληρότητα, καί τινας ἐπὶ ταύταις κατὰ τάχος καὶ πυκνότητα, τὴν μὲν κατὰ μέγεθος ἡμεῖς κατὰ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσομεν. οὐ γάρ ἐστι κοινὸν γένος μεγέθους καὶ μικρότητος μέγεθος, οὐ μᾶλλον ἢ λευκότητος καὶ μελανότητος λευκότης. ἀλλ’ εἴπερ τούτων γένος τι τὸ χρῶμα, ζητητέον τί ποτ’ ἐστὶ τοῦ μεγάλου καὶ μικροῦ γένος. ἢ γὰρ τὸ ποσόν ἐστιν, ἢ τὸ πρὸς τὶ, ἢ σύνθετον ἅμα τῷ πρὸς τὶ καὶ τὸ ποσόν. ἴσμεν γὰρ ὅτι κατὰ πολλὰ γένη συνίστατο τὸ πρὸς τί. καὶ γὰρ λευκότερον καὶ μελάντερον ἐν τῷ γένει τοῦ χρώματος. ποιὸν δὲ τὸ χρῶμα. καὶ ἀνωτέρω καὶ κατωτέρω πάλιν ἐν τῷ τοῦ ποῦ γένει. καὶ πρωϊαίτερον καὶ ὀψιαίτερον ἐν τῷ τοῦ πότε, καὶ κατ’ ἄλλας πλείους γενικὰς κατηγορίας τὸ πρὸς τὶ συνίσταται. τί δὴ θαυμαστὸν, εἰ καὶ κατὰ τὴν τοῦ ποσοῦ συνέστη; μάλιστα γὰρ ἂν ἐβουλήθημεν, εἴπερ ἦν δυνατὸν, ὡρισμένῳ μέτρῳ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσαι, καθάπερ ἐπὶ πολλῶν ποδιαῖόν τε καὶ πηχυαῖον, ἢ διπηχυαῖον, καὶ τὰ τοιαῦτα καλοῦμεν. ἐπεὶ δὲ οὐδὲν εὕρομεν τοιοῦτον ἐκ τῶν ἐνόντων, ἐγγυτάτω προσίεμεν ὡρισμένων. γιγνώσκοντες γὰρ, οἶμαι, τόν θ’ ἁπλῶς καὶ τὸν καθ’ ἕκαστον ἡμῶν σύμμετρον σφυγμὸν, τοὺς ὑπερβάλλοντας ἢ ἐλλείποντας ὀνομάζειν σαφῶς πειρώμεθα, ποτὲ μὲν οὑτωσὶ λέγοντες, ἢ κᾂν μὴ λέγωμεν πρὸς ἀλλήλους, ἐν ἡμῖν γοῦν αὐτοῖς νοοῦντες, οὗτος ὁ σφυγμὸς βραχὺ τοῦ συμμέτρου μείζων ἐστὶν, αὖθις δὲ πάλιν, οὗτος ὁ σφυγμὸς οὐκ ὀλίγῳ τοῦ συμμέτρου μείζων ἐστί. τὸ δ’ αὐτὸ καὶ οὕτως λέγομεν, ἀξιολόγως τοῦ συμμέτρου μείζων, ἢ ἱκανῶς μείζων· ἢ πάλιν ἁπλῶς, οὑτοσὶ μέγας ἐστὶν ὁ σφυγμός· ἢ καὶ οὕτως, ὁ σφυγμὸς οὗτος ἱκανῶς μέγας ἐστί· ἢ καὶ νὴ Δία οὕτως, πάνυ μέγας ὁ σφυγμὸς οὗτός ἐστι· ἢ μᾶλλον ἔτι προσαύξοντες τὴν νόησιν πάνυ σφόδρα μέγαν εἶναί φαμεν, ἢ καὶ νὴ Δία μέγιστον. ἅπασαι γὰρ αἵδε αἱ λέξεις τὸν τοῦ συμμέτρου μείζονα δηλοῦσαι, τὸ μᾶλλόν τε καὶ  ἧττον ἐμφαίνουσιν, ὥστε τινὰ τὸ πρὸς τὴν χρείαν σύμμετρον αὐταρκέστατον δηλοῦν, εἰ μόνον ἐπιστάμενος εἴη τὸ σύμμετρον. ἀρκεῖ γὰρ ἐν αὐτῷ τῷ μείζονι τοῦ συμμέτρου, πέντε ποιησάμενον, ἢ καὶ νὴ Δία ἕξ διαφορὰς, τὸν μὲν ὑπὲρ ἅπαντας, ὃν ἡμῖν καὶ αὐτὸν ἐγνῶσθαι χρὴ, καθάπερ τὸν σύμμετρον, ὀνομάζειν μέγιστον, τὸν δ’ ὥσπερ μέσον τοῦ μεγίστου καὶ τοῦ μέσου μέγαν ἁπλῶς. μεταξὺ δὲ τούτου τε κἀκείνου καθ’ ἑκάτερον ἄλλους δύο τάξαι, τὸν μὲν ὀλίγῳ τοῦ συμμέτρου μείζονα, τὸν δ’ ἀπολειπόμενον ὀλίγῳ τοῦ μεγάλου, καὶ τὸν μὲν ὑπὲρ τὸν μέγαν τὸν ἐγγυτάτω τοῦ μεγίστου. ταῦτα εἴρηταί μοι πρὸς ἔνδειξιν τοῦ δηλωτικὸν ποσότητος εἶναι τόν τε μέγαν καὶ τὸν μικρὸν, κᾂν ὅτι μάλιστα δοκῶσι τῆς τοῦ πρὸς τὶ κατηγορίας ἔχεσθαι. διὰ τοῦτο οὖν ἡμεῖς τοῦ σαφοῦς τῶν μανθανόντων πεφροντικότες, κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἅπαντα τὰ τοιαῦτα ὠνομάσθαι λέγομεν, ἅμα μὲν τὴν χρείαν αὐτοὺς διδάσκοντες τῶν ὀνομάτων, ἅμα δὲ οὐ ταράττοντες, ὅταν τῷ μικρῷ τὸ μέγεθος ὑπάρχειν λέγωμεν. ἄν τε γὰρ καὶ ἰδιώτης τις ᾖ καὶ ἀγύμναστος τῶν πρώτων μαθημάτων, πᾶν μᾶλλον ἢ τοῦτο προσήσεται, ἂν δ’ ᾖ τι καὶ προμεμαθηκὼς, εὕρηκεν, οἶμαι, μυριάκις παρὰ τοῖς Ἕλλησι γεγραμμένα μέγεθος καὶ μικρότητα. καὶ συνείθισται τῷ μὲν μεγάλῳ μέγεθος ὑπάρχειν νοεῖν, τῷ δὲ μικρῷ μικρότητα. καί τινα οἶδά ποτε ἐξηγούμενόν μοι τὸ τοῦ Ἀρχιγένους περὶ τῶν σφυγμῶν βιβλίον, ὑπολαβόντα μηδαμῶς ὑπάρχειν μέγεθος τῷ μικρῷ. εἰ γὰρ δὴ τούτῳ τινι, φησὶν, ἡ μικρότης ὑπάρξει, καὶ ἀμφότερα τῷ αὐτῷ. διασιωπήσαντος δέ μου, ποσότητα μὲν ἔφησεν, ἢ πηλικότητα, ἤ τι τοιοῦτον ἄλλο δύνασθαι νοεῖν ὑπάρχειν τῷ μικρῷ, μέγεθος δὲ οὐδαμῶς. ταῦτ’ ἐγὼ μήτε διαβάλλειν ἔχων, ὡς οὐκ ὀρθῶς εἰρημένα, μήτε παρὰ καιρὸν ταράττειν βουλόμενος τοὺς πρῶτον μανθάνοντας, ἐν τῷ διδάσκειν αὐτοὺς, ὅτι τῶν ὁμωνύμων τε καὶ διχῶς λεγομένων τὸ μέγεθός ἐστιν, ὀρθότερον ἐνόμισα λέγειν δεῖν, κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνίστασθαι πολλὰς διαφορὰς σφυγμῶν. οὕτως γὰρ οἶδα τὴν μικρότητα δι’ ἔθους τοῖς Ἕλλησιν οὖσαν, ὥς τι συμβεβηκὸς καὶ ἀχώριστον τῶν μικρῶν. ὥστε που Πλάτων καὶ ἰδέας ἐποίει μεγέθους τε καὶ μικρότητος, καὶ τῇ τούτων μεταλήψει τὸ μέγα καὶ τὸ μικρὸν ἐγέννα τῷ λόγῳ. καὶ ταῦτα εἴ τις πάντα παρελθὼν, συγχωρήσειε μεγέθους τι καὶ τοῖς μικροῖς ὑπάρχειν σφυγμοῖς, κατὰ θάτερον τῶν κατὰ τὴν ὁμωνυμίαν σημαινομένων τὸ σπανιώτερον, ἀλλὰ τοῖς γε μακροῖς καὶ βραχέσι καὶ πλατέσι καὶ στενοῖς καὶ ταπεινοῖς καὶ ὑψηλοῖς ἐκ ταὐτοῦ γένους οὖσι τῷ τε μεγάλῳ καὶ μικρῷ πῶς ἂν ὑπάρχειν λέγοιτο μέγεθος; ὁ μὲν γὰρ μακρὸς ὁ κατὰ μῆκός ἐστιν ἐπιπλέον ηὐξημένος τῷ κατὰ φύσιν, ὁ δὲ πλατὺς ὁ κατὰ πλάτος, καὶ ὑψηλὸς ὁ κατὰ βάθος, οὐδεὶς αὐτῶν κατὰ τὰς τρεῖς διαστάσεις νοούμενος τῆς ἀρτηρίας, ὧν οὐκ ἄνευ μέγεθος συνίσταται. τὸ γὰρ κατὰ μίαν διάστασιν ποσὸν οὐ μέγεθος, ἀλλὰ μῆκός ἐστι, καὶ μακροὺς καὶ βραχεῖς κατὰ τοῦτό τινας λέγομεν, οὐ μεγάλους, οὐδὲ μικρούς. οὐδὲ γὰρ γραμμὴν οὕτω ποτὲ καλοῦμεν, ἀλλ’ ἤτοι μακρὰν, ἤτοι βραχεῖαν. ὅσα δὲ τριχῇ διέστηκε σώματα, ταῦτα μόνα μεγάλα τε καὶ μικρὰ λέγεται. αὐτὸς γοῦν ὁ Ἀρχιγένης μέγεθος εἶναί φησι σφυγμοῦ τὸν ὄγκον τῆς ἐπαναστάσεως τῶν ἀρτηριῶν. ὄγκος δὲ οὐχ ὑπάρχει γραμμῇ, ἀλλὰ μόνοις τοῖς τριχῶς διεστῶσι. φανερῶς γοῦν καὶ κατ’ ἐκεῖνον τοῦ κατὰ μέγεθος γένους ἐκπεπτώκασιν ἅπαντες οἱ κατὰ μίαν διάστασιν λεγόμενοι σφυγμοί. ἢ τοίνυν ἴδιον ἑξῆς ποιησάτω γένος, ὥσπερ τῷ μεγάλῳ τε καὶ μικρῷ τὸ μέγεθος, ἢ μὴ ποιῶν, ζητησάτω μὴ μεγάλου μόνον καὶ μικροῦ κοινὸν γένος, ἀλλὰ καὶ μακροῦ καὶ βραχέος καὶ πλατέος καὶ στενοῦ καὶ ὑψηλοῦ καὶ ταπεινοῦ, καὶ τῶν ἄλλων ἐν ἅπασιν αὐτοῖς συμμέτρων. ἀλλ’ οὐδὲν ἕξει κατὰ πάντων κοινῇ κατηγορῆσαι πλὴν τοῦ ποσοῦ. γίγνοιτο δ’ ἂν οὕτω καὶ ἡ διδασκαλία πᾶσα σαφὴς καὶ διηρθρωμένη. τίς γὰρ εἰς τοσοῦτον σκαιός ἐστιν, ὡς μὴ συνιέναι τῶν οὑτωσὶ λεγομένων, τὸ ποσὸν τῆς διαστολῆς τῶν ἀρτηριῶν, ὅταν μὲν τὸ κατὰ μίαν διάστασιν ἡντιναοῦν δηλῶσαι βουληθῶμεν, ὀνόμασι τοῖσδε χρώμεθα, τὸν μὲν ὑπερβάλλοντα τὸ κατὰ φύσιν μῆκος μακρὸν, τὸν δ’ ἐλλείποντα βραχὺν καλοῦμεν, ὡσαύτως δὲ καὶ τὸν μὲν ὑπὲρ τὸ κατὰ φύσιν πλάτος πλατὺν, τὸν δὲ ἐναντίον αὐτῷ στενὸν, καὶ ὑψηλὸν αὖ καὶ ταπεινὸν ἀνάλογον τούτοις ἐν τῇ κατὰ βάθος διαστάσει. τὸ δὲ κατὰ τὰς τρεῖς ἅμα διαστάσεις ποσὸν ὧδέ πως ὀνομάζομεν, τὸν μὲν ἐπὶ πλεῖον τοῦ κατὰ φύσιν ηὐξημένον πάντῃ μέγαν, τὸν δὲ πάντῃ μεμειωμένον μικρόν. ὅστις δ’ ἂν φυλάττῃ πάντῃ τὸ κατὰ φύσιν μέτρον, σύμμετρον τὸν τοιοῦτον καλοῦμεν. ὅταν δὲ μὴ φυλάττωσι τὴν ἀναλογίαν αἱ τρεῖς διαστάσεις, ἀλλά τις ἐξ αὐτῶν ἤ τινες ἐλλίπωσιν, ἢ πλεονεκτήσωσι, τέτταρες καὶ εἴκοσι διαφοραὶ σφυγμῶν γίγνονται, ἃς ἡμεῖς ἐπὶ διαγράμματος ἐξεθέμεθα μετὰ τῶν προειρημένων τριῶν, ἵνα δείξωμεν ἑπτὰ καὶ εἴκοσιν εἶναι τὰς πάσας τῶν κατὰ τὰς τρεῖς ἅμα διαστάσεις συνισταμένων σφυγμῶν διαφοράς. τοῦτο γὰρ ἦν, οἶμαι, χρήσιμον τοῖς ἀρχομένοις μανθάνειν τὴν κατὰ τοὺς σφυγμοὺς θεωρίαν, ἁπάντων γνῶναι τὸν ἀριθμὸν αὐτῶν καθ’ ἕκαστον γένος, ὅπερ οἱ πρὸ ἡμῶν παραλελοίπασιν. ἀλλὰ τοῖς μὲν ἄλλοις συγγνώμη. τί γὰρ ἄν τις τοῖς τελέως καταπεπτωκόσι προσπαλαίοι; τοῖς δὲ περὶ τὸν Ἀρχιγένην πῶς οὐκ ἂν ἐγκαλέσαιμεν εἰκότως; οἷς δέον εἰς τὴν τῶν τοιούτων εὕρεσιν χρῆσθαι τῇ διαλεκτικῇ, οἱ δ’ ἐν οἷς οὐ χρὴ παρεπιδείκνυνται κακῶς  αὐτὴν, ταράττοντες μόνον τοὺς μανθάνοντας, διδάσκοντες δ’ οὐδέν. ἄμεινον γὰρ ἦν ἔχοντάς γε διαιρετικὴν καὶ συνθετικὴν μέθοδον, ἐξευρίσκειν μὲν αὐτῇ τὸ πλῆθος ἁπάντων τῶν ἐν τοῖς σφυγμοῖς διαφορῶν, μὴ μέντοι παρεπιδείκνυσθαί γ’ ὀψιμαθῶς, ἀλλὰ μηδὲ δηλοῦν αὐτὸ τοῦτο τοῖς εἰσαγομένοις, ὥς ἐστί τις μέθοδος καθ’ ἣν συνέστη τὸ διάγραμμα. τοῖς μὲν γὰρ μὴ μεμαθηκόσι τὰ παιδικὰ μαθήματα μάτην ἐρεῖς, οἱ μεμαθηκότες δὲ καὶ πρὸ τοῦ σε μηνῦσαι γνωρίζωσιν ἐκ τῶν ἔργων τὴν μέθοδον. τί δή ποτ’ οὖν οὐδεὶς αὐτῶν οὔτε τῇ διαιρετικῇ φαίνεται κεχρημένος μεθόδῳ πρὸς τὴν ἐξαρίθμησιν τοῦ καθ’ ἕκαστον γένος πλήθους οὔτε τῇ συνθετικῇ πρὸς τὴν τῶν πρώτων εὕρεσιν; καίτοι διαλεκτικοῖς μόνοις ταύταις ἐστὶ χρῆσθαι μεθόδοις, ποτὲ μὲν ἀπὸ τῶν ἀτόμων τε καὶ ἀπεράντων τὸ πλῆθος ἐπὶ τὸ ἓν ἐκεῖνο τὸ πρῶτον ἁπάντων γένος ἀνιόντα διὰ τῶν ἐν μέσῳ γενικῶν τε καὶ εἰδικῶν διαφορῶν, ποτὲ δ’ ἀπ’ ἐκείνου πάλιν ἐπὶ τὸ ἄπειρον ἰόντα διὰ τῶν αὐτῶν τῶν ἐν μέσῳ. ἀλλὰ τούτων οὐδεὶς ἐτόλμησεν οὐδεμιᾷ μεθόδῳ πιστώσασθαι τὸν ἀριθμὸν, ἢ τῶν πρώτων γενῶν, ἢ τῶν ἐκ τῆς τούτων τομῆς γινομένων διαφορῶν. ἀλλ’ ἡμεῖς γε πεποιήκαμεν αὐτὸ, καὶ ὡς ἂν ὁδῷ βαδίζοντες εὕρομεν τῶν ἑπτὰ καὶ εἴκοσι σφυγμῶν τῶν κατὰ τὰς τρεῖς διαστάσεις λεγομένων καὶ τῶν ἐννέα τῶν κατὰ μίαν ἓν κοινὸν γένος τὸ ποσὸν ἐν τῇ διαστολῇ τῆς ἀρτηρίας. εἰ δὲ καὶ τὴν συστολὴν ἔνεστιν ἁφῇ γνωρίζειν, γένοιτο ἂν, οἶμαι, κᾀν ταύτῃ τὸ ἴσον πλῆθος τῶν διαφορῶν. ἀλλὰ περὶ μὲν τούτου ζητήσομεν ἐν τοῖς περὶ διαγνώσεως.

Ἀρχιγένης δὲ, τούτου γὰρ πρώτου δίκαιον μνημονεύειν, μετά γε τὸν Ἡρόφιλον ἐπιφωνήσαντας τὸν Ὅμηρον·

Οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν,

οὐ μόνον ἐν τοῖς ὀνόμασιν ἔοικεν, ἀλλὰ καὶ πολὺ πρότερον ἐν τοῖς πράγμασιν αὐτοῖς τεταράχθαι. καὶ διὰ τοῦτο παρὰ πόδας ἑαυτῷ τἀναντία λέγων οὐκ αἰσθάνεται· μάθοις δ’ ἂν ἐξ αὐτῆς τῆς λέξεως, ἐχούσης ᾧδε· εἰσὶ δέ τινες ἄλλοι σφυγμοὶ οὔτε μέσοι οὔτε μεγάλοι οὔτε μικροὶ κατὰ μέγεθος θεωρούμενοι, ἢ τάς γε τοῦ μεγέθους διαστάσεις. εἶθ’ ἑξῆς φησιν· ἔστι γὰρ σφυγμὸς κατὰ μῆκος τῆς ἀρτηρίας διϊσταμένης ἐφ’ ἱκανὸν, στενουμένης δὲ κατὰ τὸ πλάτος καὶ ταπεινότερον ἐγειρομένης. καλείσθω μακρός. ἕτερος δὲ πλατείας μὲν τῆς διαστολῆς, ταπεινῆς δὲ κατὰ τὸ μῆκος βραχείας ὑποπιπτούσης, καλείσθω πλατύς. τρίτος ἱκανῶς εἰς ὕψος ἐπαιρομένης, στενῆς δὲ καὶ βραχείας κατὰ μῆκος σπάνιος ὢν, ὑψηλὸς λεγέσθω. ἐν τούτοις προὔθετο μὲν εἰπεῖν τοὺς κατὰ μίαν διάστασιν λεγομένους, μὴ συνεπινοουμένων τῶν λοιπῶν δυοῖν. ἀπεπλανήθη δὲ καὶ περὶ τῶν κατὰ τὰς τρεῖς διαστάσεις νενοημένων γράφων. τὸν μὲν γὰρ πρῶτον αὐτῶν οὐ μακρὸν μόνον, ἀλλὰ καὶ στενὸν καὶ ταπεινὸν πεποίηκεν, οὐ τῇ νοήσει μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ὀνόμασι. τί γάρ φησι; κατὰ μῆκος μὲν τῆς ἀρτηρίας διϊσταμένης ἐφ’ ἱκανὸν, στενουμένης δὲ κατὰ πλάτος, καὶ ταπεινότερον ἐγειρομένης, τὸ μὲν γὰρ στενουμένης κατὰ πλάτος τὸν στενὸν σφυγμὸν δηλοῖ, τὸ δὲ, καὶ ταπεινότερον ἐγειρομένης τὸν ταπεινόν. πάλιν δ’ αὖ τὸν δεύτερον οὐ πλατὺν μόνον, ἀλλὰ καὶ ταπεινὸν καὶ βραχὺν ἐποίησεν, οὐ τῇ νοήσει μόνον, ἀλλὰ καὶ τοῦτον τῇ λέξει. καὶ τὸν τρίτον δὲ κατὰ τὰ αὐτὰ οὐχ ὑψηλὸν μόνον, ἀλλὰ καὶ στενὸν καὶ βραχύν. εἰσὶ δὲ οἱ τρεῖς οὗτοι τῶν κατὰ τὰς τρεῖς διαστάσεις ἅμα λεγομένων τῶν ἑπτὰ καὶ εἴκοσιν, οὓς ἐπὶ τοῦ διαγράμματος ἐξεθέμεθα. γέγραπται δὲ ὁ μὲν πρῶτος ἐν τούτοις εἰρημένος ἔννατος ἐν τῷ διαγράμματι τόνδε τὸν τρόπον· μακρὸς, στενὸς, ταπεινός. ὁ δὲ δεύτερος ἐν τούτοις πρῶτος καὶ εἰκοστὸς ἐν τῷ διαγράμματι γέγραπται τόνδε τὸν τρόπον· βραχὺς, πλατὺς, ταπεινός. ὁ δὲ τρίτος ἐν αὐτοῖς πέμπτος καὶ εἰκοστός ἐστιν ἐν τῷ διαγράμματι, γέγραπται δὲ οὕτως· βραχὺς, στενὸς, ὑψηλός. ἢ τοίνυν τὴν ἀρχὴν τοῦ περὶ αὐτῶν ὑπαλλαξάτω λόγου, ἐν ᾧ φησι κατὰ μέγεθος αὐτοὺς θεωρεῖσθαι, ἢ τάς γε τοῦ μεγέθους διαστάσεις ἁπλῶς γραψάτω κατὰ μέγεθος, ἢ προσκειμένου τοῦ κατὰ τὰς τοῦ μεγέθους διαστάσεις, μηκέτι ἐκ τῶν κατὰ μέγεθος διαφορῶν αὐτοὺς ἡγείσθω. τί γὰρ καὶ βούλεται, πότερα τῶν κατὰ τὰς τρεῖς ἅμα διαστάσεις νοουμένων ὑπάρχειν αὐτοὺς, ἢ τῶν κατὰ μίαν μόνην; ἑκατέρως γὰρ ἄπορον, εἰ μὲν τῶν κατὰ τὰς τρεῖς ἀκούοιμεν, ἁπάντων μὲν τῶν κατὰ μίαν διάστασιν παραλελειμμένων ἐννέα τὸν ἀριθμὸν ὄντων, ἄλλων δ’ ὀκτωκαίδεκα τῶν κατὰ τὰς τρεῖς ἅμα. ἐννέα γὰρ οὕτω φανεῖται μόνων μνημονεύων, τριῶν μὲν τῶν πρώτων ῥηθέντων, μεγάλου τε καὶ μικροῦ καὶ τοῦ μέσου αὐτῶν· τριῶν δὲ τῶν νῦν ῥηθέντων, καὶ τριῶν ἄλλων τῶν τούτοις ἐναντίων, ὧν ἑξῆς μνημονεύει, καὶ πρὸς τούτοις ἔτι μάτην προσκείσεται τῷ λόγῳ τῷ κατὰ τὰς τοῦ μεγέθους διαστάσεις. ἤρκει γὰρ ἁπλῶς εἰπεῖν κατὰ μέγεθος. ἂν δ’ αὖ πάλιν περὶ τῶν κατὰ μίαν διάστασιν νοουμένων, οἰηθῶμεν αὐτὸν ταῦτα γράφειν· πρῶτον μὲν ἄτοπον τὸ μεμνῆσθαι καὶ τῶν λοιπῶν δυοῖν καθ’ ἕκαστον, ἔπειτα δὲ οὐκ ὀκτωκαίδεκα μόνους, ἀλλὰ τέτταρας καὶ εἴκοσι φανεῖται παραλελοιπὼς τῶν ἐκ τοῦ διαγράμματος. καὶ τρίτον ὅτι μοχθηρῶς δόξει λέγειν κατὰ μέγεθος αὐτοὺς θεωρεῖσθαι, δέον οὐ κατὰ μέγεθος, ἀλλὰ κατὰ τὰς διαστάσεις τοῦ μεγέθους εἰπεῖν, εἴ γε, ὡς αὐτὸς εἴρηκεν, ὄγκος τίς ἐστι τὸ μέγεθος. οὐ μὴν τό γε μῆκος αὐτὸ καθ’ ἑαυτὸ μόνον, ἀλλ’ οὐδὲ τὸ βάθος  ἢ τὸ πλάτος ὄγκος ἐστὶν, ἀλλ’ ὥσπερ καὶ ὀνομάζεται διάστασις. οὐ ταὐτὸν δὲ δήπουθεν ὄγκος τε καὶ ὄγκου διάστασις μία. ἑκατέρως μὲν δὴ σφάλλεται πάντως ὁ τοῦ Ἀρχιγένους λόγος, διὰ τὸ συγκεχυμένως τε καὶ ἀδιαρθρώτως εἰρῆσθαι, καὶ οἷον ἐπαμφοτερίζειν τῇ νοήσει. κατὰ τί δὲ μᾶλλον ἠθέλησεν εἰπεῖν, εἰ χρὴ μαντευσάμενον ἀποφήνασθαι, καὶ τοῦτο τολμήσω. δοκεῖ μοι τοὺς κατὰ μίαν διάστασιν νοουμένους ἐπιχειρῆσαι γράφειν, καὶ διὰ τῆς ἀρχῆς γε αὐτὸ τοῦτο ἐνδείξασθαι, ἢ τάς γε τοῦ μεγέθους διαστάσεις εἰπεῖν, σφαλῆναι δὲ περὶ τὴν ἑρμηνείαν, ὡς ἂν ἐν ὅλῳ τῷ γράμματι συγκεχυμένος τε καὶ τεταραγμένος τὴν διάνοιαν. τὸ γὰρ ἀγνοεῖν ἑπτὰ καὶ εἴκοσιν εἶναι τοὺς κατὰ τρεῖς ἅμα διαστάσεις νενοημένους, μέγιστον τεκμήριον τοῦ παχεῖ λόγῳ καὶ ἀδιαρθρώτῳ περὶ αὐτῶν ἀποφήνασθαι. ὅτι δὲ ταύτης μὲν ἔχεται τῆς προαιρέσεως, ἁμαρτάνει δ’ αὐτῆς ἄκων, ἐκ τῶν ἐπιφερομένων ἐστὶ δῆλον. τί γάρ φησιν εὐθὺς ἐφεξῆς; συντρεχουσῶν γὰρ πολλάκις καὶ δυοῖν τινῶν διαστάσεων, ὥσθ’ ἅμα βραχὺν καὶ ταπεινὸν εἶναι, ἢ βραχὺν καὶ στενὸν, ἐπί τε τῆς ἑτέρας συζυγίας μακρὸν καὶ πλατὺν, ἢ μακρὸν καὶ ὑψηλόν. δῆλος γὰρ ἐκ τούτων ἐστὶ τοὺς προειρημένους κατὰ μίαν μόνην διάστασιν νοεῖσθαι βουλόμενος. τούτου γ’ οὖν κατὰ τὰς δύο μόνας γράφει, τὴν τρίτην ὅπως ἂν ἔχει παραλιπών. τί γάρ φησι; συντρεχουσῶν πολλάκις καὶ δυοῖν τινῶν διαστάσεων, ὥσθ’ ἅμα βραχὺν καὶ ταπεινὸν εἶναι. δεῖ γὰρ ἐν τούτῳ τῷ λόγῳ προεγνῶσθαι, τίς ὁ βραχὺς ἁπλῶς, καὶ τίς ὁ ταπεινὸς ἁπλῶς. ἢ οὐκ ἔσται σαφὴς ὁ βραχὺς ἅμα καὶ ταπεινός. ἀλλ’ οὐδὲ μακρὸς ἅμα καὶ πλατὺς γένοιτ’ ἄν ποτε σαφὴς, μὴ προνοηθέντος ἰδίᾳ καὶ κατὰ μόνας ἑκατέρου. χρὴ γὰρ πρότερον μὲν νοῆσαι τὸν μακρὸν ἰδίᾳ, μετὰ ταῦτα δ’ αὖ τὸν πλατὺν, ἰδίᾳ καὶ τοῦτον, ἔπειτα συντιθέναι τὰς νοήσεις αὐτῶν εἰς ταὐτὸν, καὶ οὕτως λέγειν μακρὸν ἅμα καὶ πλατὺν, ᾧ καὶ δηλονότι τεταραγμένος ἐναντία παρὰ πόδας αὐτῷ λέγει. τὸν μὲν γὰρ μακρὸν οὐκ ἠρκέσθη κατὰ μῆκος φάναι τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γίνεσθαι. καίτοι γ’ ἤρκει τοῦτο μόνον, ἀλλὰ προσέθηκεν ἐκ περιττοῦ, στενουμένης δὲ κατὰ πλάτος καὶ ταπεινότερον ἐγειρομένης. τὸν δὲ πλατὺν πάλιν οὐδ’ αὐτὸν ἠρκέσθη φάναι πλατείας τῆς διαστάσεως γινομένης, ἀλλὰ προσέθηκε, ταπεινῆς δὲ καὶ κατὰ μῆκος βραχείας. ἀλλ’ εἰ ταύτας με χρὴ τὰς ἐννοίας φυλάττειν, ὦ Ἀρχίγενες, πῶς νοήσω τὸν αὐτὸν ἅμα γινόμενον μακρὸν καὶ πλατὺν, ὡς ἑξῆς γράφεις; ἀφεῖλες γὰρ αὐτὸς σὺ τῆς μὲν τοῦ μακροῦ νοήσεως τὴν πλατύτητα, τῆς δὲ τοῦ πλατέος τὴν ὡς ἄν τις εἴποι μακρότητα. ταῦτα οὖν ἐναργῶς ἀλλήλοις διαφέρεται, κατὰ μὲν τὸν πρότερον λόγον ἐξαιροῦντος αὐτοῦ τῆς κατὰ τὸν μακρὸν ἐννοίας τὴν πλατύτητα, κατὰ δὲ τὸν δεύτερον φυλάττοντος. καὶ κατὰ τὸν πλατὺν καὶ ὑψηλὸν ὡσαύτως, ἐν μὲν τῷ προτέρῳ λόγῳ τῶν ὑπολοίπων καθ’ ἑκάτερον δυοῖν διαστάσεων ὦσε τὴν ποσότητα, κατὰ δὲ τὸ δεύτερον φυλάττει. ταῦτα δὲ πάντα σφάλματα πέπονθεν ἐν τῇ τῶν ὀνομάτων ἐξηγήσει, διὰ τὸ πολὺ πρότερον ἐν αὐτοῖς τοῖς πράγμασιν ἐσφάλθαι. φαίνεται γὰρ οὔτε τῇ διαιρετικῇ μεθόδῳ κεχρημένος οὔτε τῇ συνθετικῇ κατ’ οὐδεμίαν τῶν διδασκαλιῶν. κινδυνεύω δ’ εἰπεῖν, ὅτι τὸ τῶν πολλῶν καὶ περὶ λόγους ἀγυμνάστων πέπονθεν, ὥστε πολλάκις μὲν ἐπιχειρεῖν τὸ φύσεως σύνθετον ἀναλύειν εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ, πολλάκις δὲ, ἐπεὶ μηδὲν τούτων ἰδίᾳ τε καὶ καθ’ ἑαυτὰ δυνατὸν ὑπάρχειν, ἵστασθαί τε καὶ παλινδρομεῖν ἐπὶ τὸ σύνθετον· αὖθις δ’ αὖ πάλιν, ἐπειδὴ σύνθετον ἀδιάρθρωτόν τε καὶ ἀδιώριστον ἔχει τὴν διδασκαλίαν, καὶ παντάπασιν ἰδιωτικήν τε καὶ ἄτεχνον, μὴ διαιρεθὲν εἰς τὰ πρῶτα, τοῦ διαιρεῖν ἀποστῆναι μὴ δύνασθαι, εἶτ’ ἐντεῦθεν πάλιν ἐπὶ τὸ σύνθετον ἀνακάμπτειν, ὡς ἂν ἀκριβῶς τῇ νοήσει τῶν ἁπλῶν ἕκαστον ἀδυνατοῦντα διορίζεσθαι· καὶ τοῦτον τὸν δίαυλον κάμπτοντά τε καὶ κυλινδούμενον ἐν τῷ μέσῳ τῶν ἄκρων, διαπαντὸς ἐπαμφοτερίζειν τε ταῖς νοήσεσι καὶ ταῖς εἰρημέναις ἐναντιολογίαις ἐξ ἀνάγκης συνέχεσθαι. χρὴ δ’, οἶμαι, τόν γε διαλεκτικὸν εἶναι προσποιούμενον ἕξιν ἱκανὴν ἔχειν, ὥστε τὸ προχειρισθὲν ἅπαν, ὅταν ᾖ σύνθετον, ἀναλύειν εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ κατ’ ἐπίνοιαν, οὐχ ὡς ἴδια καὶ μόνα πόθ’ ὑπάρξαντα, τοῦτο γὰρ ἀμήχανον, ἀλλ’ ὡς νοηθῆναι μόνα δυνάμενα, μὴ συνεπιβαλλόντων ἡμῶν ἐν τῷ νοεῖν αὐτὰ μηδεμιᾷ διαφορᾷ τῶν ἐξ ἀνάγκης ἐζευγμένων. ὡς γὰρ σιμὸν ἄνθρωπον νοοῦμεν καὶ γρυπὸν, οὔτ’ εἰ μέγας ἐστὶν ὁ τοιοῦτος, οὔτε εἰ μικρὸς, οὔτε εἰ λευκὸς, οὔτ’ εἰ μέλας, οὔτ’ εἰ παχὺς, οὔτ’ εἰ λεπτὸς, δεόμενοι, οὕτως ὑψηλόν· τινα νοοῦμεν σφυγμὸν, οὐ δεόμενοι πῶς ἔχει μήκους ἢ πλάτους εἰδέναι. ταῦτ’ ἄρα καὶ οἱ φάσκοντες μηδένα μακρὸν ἁπλῶς ἐπινοεῖν σφυγμὸν, δεῖν γὰρ αὐτὸν ἐξ ἀνάγκης ἔχειν πὼς πλάτους τε καὶ βάθους, ἄγροικοι καὶ ἀμαθεῖς εἰσι τῶν πρώτων μαθημάτων, ἃ ἐχρῆν αὐτοὺς μεμαθηκότας καὶ γεγυμνασμένους γε κατ’ αὐτὰ πρὸς ἡμᾶς ἥκειν οὕτως. ἐκ γὰρ τοῦ μὴ δύνασθαι συστῆναι τὸν μακρὸν ἰδίᾳ, μηδ’ ἐννοηθῆναι δύνασθαι φασὶν αὐτὸν ἰδίᾳ. μὴ τοίνυν μηδὲ σιμὸν ἄνθρωπον, μηδὲ γρυπὸν ἰδίᾳ νοείτωσαν, ἂν μὴ μάθωσιν ἅπαντ’ αὐτοῦ τἄλλα, πότερον μέγας, ἢ μικρός ἐστιν, ἢ παχὺς, ἢ λεπτὸς, ἢ μέλας, ἢ λευκὸς, ἢ Ἕλλην, ἢ βάρβαρος, ἢ πονηρὸς, ἢ ἀγαθὸς, ἢ ὑγιαίνων, ἢ νοσῶν, ἢ νέος, ἢ πρεσβύτης. πῶς δ’ οὐκ ἄτοπον, μακρὸν μέν τινα καὶ ὑψηλὸν καὶ πλατὺν ἅμα νοεῖν ὁμολογεῖν καὶ καλεῖν δι’ ἑνὸς ὀνόματος μέγαν, μακρὸν δὲ μὴ δύνασθαι φάσκειν νοεῖν ἰδίᾳ καὶ μόνον, ὥσπερ οὐ τὴν αὐτὴν ἀναλογίαν ἔχοντος καὶ τοῦ μεγάλου πρὸς τὸν ὅλον σφυγμὸν, ἥν περ ὁ μακρὸς πρὸς τὸν μέγαν; ὡς γὰρ μακρὸς ἰδίᾳ καὶ κατὰ μόνας  οὐδείς ἐστιν ἄνευ τοῦ πὼς ἔχειν βάθους τε καὶ πλάτους, οὕτως οὐδὲ μέγας σφυγμός ἐστί τις χωρὶς τοῦ ταχὺς, ἢ βραδὺς, ἢ σφοδρὸς, ἢ ἀμυδρὸς ὑπάρχειν, ἤ τινα τῶν ἄλλων ἔχειν διαφορῶν. ἀλλ’ οὐδ’ εἰ μετὰ πασῶν τῶν διαφορῶν νοήσαις κινουμένην τὴν ἀρτηρίαν, ἰδία δύναταί ποτε γενέσθαι κινουμένη. τίς γὰρ εἶδεν ἀρτηρίαν ἔξω τοῦ σώματος ἔτι σφύζουσαν; ἀνάγκη τοίνυν αὐτὴν ἐν τῷ ὅλῳ σώματι οὖσαν, ἐπικεῖσθαι μέν τινι νεύρῳ, καὶ τοῦτο εἶναι ποιὸν καὶ ποσὸν, ὑποκεῖσθαι δὲ φλεβὶ, καὶ ταύτην εἶναι καὶ ποιὰν καὶ ποσὴν, περικεῖσθαι δ’ αὐτῇ σώματα πολλά. καὶ πάντα τις ἐντεῦθεν ἀρξάμενος δύναται λέγειν, ὧν χωρὶς οὐχ οἷόν τε εἶναι τὸν σφυγμόν. ἀλλ’ οἶμαι, νοῦν ἔχων ἄνθρωπος, ἐὰν ὑπακούσῃ τοῦ ταῦτα λέγοντος, ἐρήσεταί τινα τῶν παρόντων, ἆρά γε παίζων ἢ μαινόμενος τὰ τοιαῦτα ληρεῖ. πῶς γὰρ οὐ διωλύγιος ὄντως καὶ μακρὰ φλυαρία, τὰ χωρὶς ἑτέρων ὑπάρχειν μὴ δυνάμενα, μηδ’ ἐπινοεῖσθαι χωρὶς ἐκείνων ὁμολογεῖν; ὅτι μὲν οὖν ἄνευ τοῦ πὼς ἔχειν βάθους καὶ πλάτους οὐ δύναται μακρὸς εἶναι σφυγμὸς, οὐδεὶς ἀντιλέγει. ἀλλ’ οὐ τοῦτο ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ μηδὲ νοεῖσθαι χωρὶς ἐκείνων δύναται. τοῦτο γὰρ εἴ τις λέγοι, λέληθεν ἑαυτὸν ἁπάσας μὲν ἀνατρέπων τὰς τέχνας, ἅπασαν δὲ τὴν ἐν τῷ βίῳ χρείαν τῶν ὀνομάτων. τίς γὰρ ἡμῶν ποτε τὴν θεραπευτικὴν τέχνην ἔμαθε πλευριτικοῦ Δίωνος; οὐδείς. οὐ μὴν οὐδ’ ἁπλῶς ἀνθρώπου πλευριτικοῦ, ἀλλ’ ἐν ταῖς ἰδικαῖς τε καὶ γενικαῖς ἐπινοίαις αἱ τέχναι συνίστανται, πρῶτον μὲν κατ’ αὐτὸ τὸ πάθος ἰδίων διορισμῶν παραληφθέντων· ἤτοι γὰρ πρὸς κλεῖν τὴν ὀδύνην, ἢ εἰς ὑποχόνδριον ἐνοήσαμεν τελευτῶσαν, καὶ οὐδαμοῦ Δίων ἐνταῦθα ἢ Θέων συνεπινοεῖται· ἔπειτα δὲ τὰ προηγούμενα καὶ τὰ συμπαρόντα πληθωρικός ἐστιν ὁ πλευριτικὸς, ἢ τοὐναντίον ἐνδεῶς ἔχων χυμῶν, εὔχυμος, ἢ κακόχυμος. καὶ τούτων ἑκάτερον, ἆρά γε νῦν, ἢ πάλαι; καὶ εἰ πάλαι, πότερον ἐκ διαίτης, ἢ φύσει; καὶ οὐδαμοῦ πάλιν ἐνταῦθα Δίων ἢ Θέων, ἀλλ’ οὐδ’ ὅταν περὶ κράσεως τοῦ νοσοῦντος ὁ λόγος ἡμῖν ᾖ, Δίωνος ἢ Θέωνος ἀνάγκη μνημονεύειν, ἢ ὅλως ἐπινοεῖν, ἢ δεῖσθαί τι. γεωμετρία δ’ ὅπως ἀπόλλυται, τί δεῖ καὶ λέγειν, ἐάν τις μήτε γραμμὴν φῇ νοεῖν μήτ’ ἐπιφάνειαν, ὅτι χωρὶς στερεοῦ σώματος ἀδύνατον ὑπάρχειν αὐταῖς; τί δὲ τὰ κατὰ τὸν βίον σύμπαντα, τὰ χωρὶς ἀλλήλων εἶναι μὴ δυνάμενα, πῶς οὐκ ἄν τις ἄτοπος εἴη μηδὲ νοεῖσθαι κατὰ μόνας συγχωρῶν; ἀλλὰ τὴν μὲν τοιαύτην ἀγροικίαν οὐκ ἄν ποθ’ ὑπέμεινεν ὁ Ἀρχιγένης. φαίνεται γοῦν αὐτὸς τοὐναντίον ἀεὶ δρῶν, ἀναλύων ἕκαστον εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ. σφάλλεται δὲ τοῦ σκοποῦ, καὶ διαμαρτάνει πολλάκις ἄκων, ὑπ’ ἀγυμνασίας, ἐμοὶ δοκεῖ. ἔνεστι γοῦν ἐπ’ αὐτοῦ τοῦ νῦν προκειμένου σαφῶς ὃ λέγω τεκμήρασθαι. συντρεχουσῶν γὰρ, φησὶ, πολλάκις καὶ δυοῖν διαστάσεων, ὥσθ’ ἅμα βραχὺν καὶ ταπεινὸν εἶναι· ἡμεῖς δὲ τούτους κατὰ σύνδυο νοουμένους, τοῖς μὲν κατὰ μίαν, ὅτι τε τοὺς κατὰ τὰς τρεῖς διαστάσεις νοουμένας ἑπτὰ καὶ εἴκοσιν ὄντας οὐκ ἦν διδάξαι πρὸ τοῦ μίαν ἑκάστην τῶν διαστάσεων ἰδίᾳ νοεῖν ἐθίσαι, ποτὲ μὲν αὐξανομένην, ποτὲ δὲ μειουμένην, ποτὲ δὲ σύμμετρόν τε κᾀν τῷ κατὰ φύσιν διαμένουσαν, καὶ προσέτι διὰ τὸ πολλὰ δύνασθαι διαγινώσκειν ἡμᾶς ἀπὸ μιᾶς διαστάσεως. ὡς γὰρ ὁ μέγας σφυγμὸς ἴδιόν τι πέφυκε δηλοῦν, οὕτω καὶ ὁ ὑψηλὸς αὐτὸς καθ’ ἑαυτὸν, οὐ συνεπινοουμένων αὐτῷ τῶν ἄλλων διαστάσεων. οἱ δὲ κατὰ δύο διαστάσεις οὔτε πρὸς τὴν τῶν κατὰ τὰς τρεῖς ἅμα νοουμένων ἔχουσί τι χρήσιμον, ἐκπεπτώκασί τε τῆς διαιρετικῆς μεθόδου, καὶ διὰ τοῦτο καὶ διδασκαλίας ἀτέχνου, μάτην κατατρίβοντες τὸν εἰσαγόμενον, ὥσπερ εἰ καὶ οὕτως τις ἐδίδασκε σφυγμὸν εἶναι, λέγων τὸν μέν τινα μέγαν ἅμα καὶ ταχὺν, ἄλλον δὲ μέγαν ἅμα καὶ σφοδρὸν, καὶ ἄλλον ταχὺν καὶ σφοδρὸν, καὶ οὕτω κατὰ σύνδυο προϊὼν ἐζεύγνυεν, ὅπερ οὐδ’ αὐτὸς ὁ Ἀρχιγένης ἐποίησεν, ὡς ἂν ἄτεχνόν τε καὶ ἀμέθοδον ἱκανῶς καὶ ἄχρηστον. τό τε γὰρ ἐξ ἁπασῶν τῶν διαφορῶν σύνδετον καὶ νοεῖν ἠβουλόμεθα καὶ ἡ τέχνη ζητεῖ γνῶναι, πρὸς τὸ τὴν ὅλην εἰδέναι τοῦ προκειμένου πράγματος φύσιν, τό τ’ εἰς τὰς ἁπλᾶς ἀναγόμενον διαφοράς. ἄνευ γὰρ τούτου τὸ σύνθετον οὐχ οἷόν τε διηκριβωμένως ἐκμαθεῖν. τὸ δὲ μήτε τὴν ὅλην τοῦ πράγματος φύσιν εἰς ἓν συλλαμβάνειν μήτ’ ἐπὶ μιᾶς καὶ ἁπλῆς καταμένειν διαφορᾶς, ἄτεχνόν τε καὶ ἀμέθοδον καὶ ἄχρηστον.

Διὰ τοῦθ’ ἡμεῖς πρῶτον μὲν τὴν ὅλην φύσιν τῶν σφυγμῶν ἀνελύσαμεν εἰς τὰς συντιθείσας αὐτὴν διαφορὰς, τὴν μέν τινα κατὰ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσαντες, τὴν δὲ κατὰ τὸ ποιὸν τῆς πληγῆς, ἄλλην δὲ κατὰ τὸ τοῦ χιτῶνος ποιὸν, καὶ ἄλλας τὰς ἑξῆς εἰρημένας. εἶτ’ ἐν αὐταῖς ταύταις πάλιν ἐζητήσαμεν ἁπλᾶς νοήσεις, ἵν’ ὃν ἔχει λόγον ἡ κατὰ τὸ ποσὸν τῆς διαστολῆς διαφορὰ πρὸς τὴν ὅλην τοῦ σφυγμοῦ φύσιν, τὴν ἐκ πάντων συγκειμένην, οὕτως ἡμῖν εὑρεθῇ τι παραπλησίως ἔχον ἄλλο πρὸς αὐτὴν ταύτην. ὡς γὰρ τοῦτο τὸ γένος συμπληρωτικόν ἐστι τῆς ὅλης τοῦ σφυγμοῦ φύσεως, τὸ γένος συμπληρωτικόν ἐστι τῆς ὅλης τοῦ σφυγμοῦ φύσεως, οὕτως αὐτὸ πάλιν τοῦτο τῶν διαστάσεων ἑκάστην συμπληροῖ. σύνδυο σύνδυο δὲ διαστάσεις ἅμα νοεῖν, οὔθ’ ὡς πρὸς τὴν τοῦ ὅλου σφυγμοῦ συμπλήρωσιν ἀναγκαῖον οὔθ’ ὡς πρὸς μίαν τὴν κατὰ τὸ ποσὸν τῆς διαστολῆς. διὰ τοῦτο περιττὸς ὁ περὶ αὐτῶν λόγος, καὶ καλῶς μὲν ὑφ’ ἡμῶν ἑκόντων παρελήφθη, κακῶς δ’ ὁ Ἀρχιγένης οἷον ἐσπάραξεν αὐτὸ, καὶ μόνας ἓξ εἰπὼν συζυγίας, τὰς ἄλλας μίαν οὔσας  καὶ εἴκοσι παρέλιπεν. ἁπάσας γὰρ δεῖ τὰς διαφορὰς ἑκάστης τῶν διαστάσεων ἁπάσαις ταῖς διαφοραῖς τῶν ἄλλων ζευχθῆναι, ὥστε γενέσθαι καθ’ ἑκάστην δυοῖν διαστάσεων σύζευξιν ἐννέα διαφορῶν, τὰς πάσας δ’ ἑπτὰ καὶ εἴκοσι. παραγράψω δὲ μίαν, ἐξ ἧς καὶ περὶ τῶν λοιπῶν ἐνέσται μαθεῖν.

μακρὸςπλατὺςμακρὸςσύμμετροςμακρὸςστενὸςπλατὺςσύμμετροςσύμμετροςσύμμετροςστενὸςσύμμετροςβραχὺςπλατὺςβραχὺςσύμμετροςβραχὺςστενὸς

ἐν τούτῳ μὲν οὖν τῷ διαγράμματι τὰς κατὰ τὸ μῆκος τρεῖς διαφορὰς ταῖς κατὰ τὸ πλάτος τρισὶ συμπλέξαντες ἐννέα συζυγίας ἐποιήσαμεν. ἕτερον δ’ αὖ διάγραμμα κατὰ τὸν αὐτὸν γένοιτο τρόπον ταῖς τοῦ μήκους τρισὶ διαφοραῖς, τὰς τοῦ βάθους τρεῖς ἔχον ἐζευγμένας, καὶ ἄλλο τρίτον, ἐν ᾧ ταῖς τοῦ βάθους τρισὶν αἱ τοῦ πλάτους τρεῖς συμπλακήσονται. καὶ πρόδηλον, ὡς καθ’ ἕκαστον αὐτῶν ἐννέα γενήσονται συζυγίαι. ὥστ’ εἶναι τὰς πάσας ἑπτὰ καὶ εἴκοσι. δῆλον οὖν ἤδη γέγονεν, ὡς καὶ τούτων τῶν κατὰ σύνδυο νοουμένων παμπόλλους παρῆκεν ὁ Ἀρχιγένης, ὥσπερ καὶ τῶν ἄλλων. ἡμεῖς δὲ τούτους μὲν παρήκαμεν δι’ ἃς εἴπομεν αἰτίας, ἐγράψαμεν δὲ τούς τε κατὰ μίαν διάστασιν νοουμένους ἐννέα τὸν ἀριθμὸν ὄντας καὶ τοὺς κατὰ τὰς τρεῖς ἅμα, τοὺς ἐν τῷ διαγράμματι, τοὺς ἑπτὰ καὶ εἴκοσιν. ἁπάντων δὲ τούτων κοινὸν γένος ἐποιήσαμεν οὐ τὸ μέγεθος, ἀλλὰ τὸ ποσὸν τῆς διαστολῆς, δηλοῦμέν τε τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν τὰς μὲν ὀνόματι, τὰς δὲ λόγοις. οὔτε γὰρ ἔχουσιν ὀνόματα πᾶσαι καὶ νομοθετεῖν καινὰ περιττὸν ἡγούμεθα, μηδέν γε δὴ χεῖρον τῶν λόγων δηλοῦν δυναμένων. ἐμοὶ μὲν γὰρ δοκοῦσι μὴ πολὺ χεῖρον, ἀλλὰ καὶ πολὺ βέλτιον τῶν ὀνομάτων διδάσκειν οἱ λόγοι. τά τε γὰρ ἄλλα καὶ τὰς πλείστας τῶν διαφορῶν τέμνουσιν εἰς ἄλλας πλείους, καθάπερ εἰρήκαμεν ἐπὶ τοῦ μεγάλου σφυγμοῦ. τούτου γὰρ αὐτοῦ πάλιν ἓξ διαφορὰς ἔστι καὶ νοῆσαι καὶ λόγῳ διερμηνεῦσαι, τὸν μέν τινα μέγιστον ἐν αὐταῖς νοήσαντα καὶ καλέσαντα τὸν πλεῖστον ἀπέχοντα τοῦ συμμέτρου, τὸν δ’ ἁπλῶς μέγαν, τὸν μεταξὺ τοῦ μεγίστου καὶ τοῦ συμμέτρου. μεταξὺ δ’ ἑκατέρων ἄλλας θεῖναι δύο διαφορὰς ἐγχωρεῖ, τὴν μὲν ὀλίγῳ μείζονα τοῦ συμμέτρου, τὴν δ’ ἀπολειπομένην ὀλίγῳ τοῦ μεγίστου. τὸ δ’ οὕτως τέμνειν ὅτι μέν ἐστιν εἰς τὰς προγνώσεις χρησιμώτατον, ἅπαντι δῆλον ὅτῳ καὶ μικρὸν ἐμέλησε τῶν ἔργων τῆς τέχνης. καὶ γὰρ ἐπὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ πάντων ἁπλῶς τῶν κατὰ τὴν τέχνην τὸ διαιρεῖν ἐπὶ σμικρότητα δύνασθαι καὶ ταῖς κατ’ ὀλίγον ὑπεροχαῖς πειρᾶσθαι παρακολουθεῖν ἀνδρός ἐστιν ἄλλως τε συνετοῦ καὶ προσέτι γεγυμνασμένου κατὰ τὰ ἔργα καὶ περὶ παντὸς ποιουμένου τὸ στοχαστικὸν τῆς τέχνης εἰς στενὸν ὡς ἔνι μάλιστα συγκλείειν. οὐ μὴν ἔν γε ταῖς ἀρχαῖς τῆς διδασκαλίας τμητέον οὕτως. τοῖς μὲν γὰρ ἀσυνέτοις τῶν μανθανόντων ταραχὴν οὐκ ὀλίγην παρέξει, τοῖς δὲ συνετοῖς εἷς ἐκ τῶν εἰρημένων ἐπινοηθήσεται. διὰ τοῦτο οὐδὲ ἡμεῖς ἐμνημονεύσαμεν αὐτῶν ἐν τῷ πρώτῳ τῶν ὑπομνημάτων, ἀλλ’ οὐδὲ νῦν ἂν εἴποιμεν, εἰ μὴ πᾶν τὸ πλῆθος τῶν κατὰ τὸ ποσὸν ὀνομαζομένων τε καὶ νοουμένων σφυγμῶν ἠβουλήθημεν ἐνδείξασθαι. καὶ γὰρ τῶν κατὰ μίαν διάστασιν νοουμένων τάς θ’ ὑπερβολὰς καὶ τὰς ἐνδείας ἐξ ἀρχῆς τέμνειν δυνατὸν, ὥσπερ ἐπὶ τοῦ μεγάλου συνεδείξαμεν. ὁ γὰρ σύμμετρος μόνος ἐν ἑκάστῳ τῶν γενῶν εἷς ἐστι καὶ ἄτμητος, οἱ δὲ ἄλλοι πλείστας τομὰς δέχεσθαι δύνανται, πρὸς μέν γε τὴν φύσιν αὐτῶν ἀπείρους, κατὰ γὰρ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν παντὶ γένει τῷ δεξαμένῳ τὴν ὑπερβολὴν καὶ ἔλλειψιν ἀπείρους ἀναγκαῖον εἶναι τὰς διαφορὰς, οὐ μὴν πρός γε τὴν αἴσθησιν οὕτως ἔχει, ἀλλὰ παρὰ τὸ βέλτιον ἢ χεῖρον αὐτοὺς ἠσκῆσθαι, τῇ μὲν καὶ τὰς παρὰ μικρὸν ἐνέσται διαφορὰς γνωρίζειν, τῇ δὲ τὰς ἀξιολόγους μόνον. καὶ γὰρ καὶ τὰς τῆς φωνῆς ὑπεροχὰς ὁ μὲν μουσικὸς οὐκ ἄχρι τόνου καὶ ἡμιτονίου μόνον, ἀλλὰ καὶ μέχρι διέσεως ἱκανῶς διαγινώσκει, ὁ δ’ ἰδιώτης οὐδὲ δυοῖν τόνοιν ὑπεροχὴν ἀκούειν οἷός τε. καὶ γοῦν καὶ ἡμεῖς τό γε νῦν εἷναι τὴν ἡμετέραν αἴσθησιν ἐξηγησάμεθα, παρακολουθοῦμεν γὰρ ἐν τῇ τοῦ συμμέτρου καθ’ ἕκαστον γένος ὑπερβολῇ τε καὶ ἐνδείᾳ διαφοραῖς σφυγμῶν ἕξ. ἀλλ’ ἀρκεῖ τοῖς εἰσαγομένοις, τὰ μὲν πρῶτα μιᾶς ἑτέρας αἰσθάνεσθαι καὶ χωρίζειν αὐτὰς δύνασθαι τῆς συμμέτρου· χρόνῳ δ’ ἂν, οἶμαι, τριβομένοις αὐτοῖς περὶ τὸ πρᾶγμα πρῶτον μὲν ἴσως διχῇ τέμνειν αὐτὰς, εἶτα δὲ καὶ τριχῇ καὶ τετραχῇ περιέσται. ταῦτα πάντα μάλιστα μὲν ὑπὲρ τοῦ δεῖξαι πολλῶν σφυγμῶν ἓν γένος κοινὸν εἴρηται, χρήσιμα δ’ ἐστὶ καὶ αὐτὰ καθ’ ἑαυτὰ γινώσκεσθαι, καὶ ἡμεῖς τοῖς ἤδη προήκουσιν ἐν τοῖς μαθήμασι τὰ τοιαῦτα λέγομεν, ὧν περ δὴ καὶ μόνων ἐστὶν ἀκούσματα. ὅτι μὲν οὖν ἐστί τι γένος σφυγμῶν τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνισταμένων, αὐτάρκως δέδεικται.

Ὅτι δὲ καὶ τῶν πρώτων ἐστὶ γενῶν, οἶδα γὰρ καὶ τοῦτ’ ἐπαγγειλάμενος δείξειν, ᾧδ’ ἂν μάλιστα μάθοις, εἰ πειραθείης καθ’ ἕκαστον τῶν ἄλλων γενῶν τὴν αὐτὴν ποιήσασθαι γυμνασίαν, ἣν ἐπὶ τούτου νῦν ἐποιησάμεθα. ποιήσεις δὲ μάλιστα οὕτως, εἰ καθ’ ἕκαστον αὐτῶν προχειριζόμενος, ἐπισκοποῖο τί κοινὸν γένος ἀνωτάτω ἐνδέχεται συστῆναι, τούτου τε κατὰ τὸ ποσὸν τῆς διαστολῆς καὶ τοῦ σὺν αὐτῷ προτεινομένου. φέρε γὰρ ἐπειδὴ ταχύς τίς ἐστι· καὶ βραδὺς καὶ σύμμετρος ἐν τῇ κινήσει τῆς ἀρτηρίας σφυγμὸς, καὶ τοῦτο κοινὸν γένος ἐστὶ τὸ ποιὸν τῆς κινήσεως, ὡς κᾀν τοῖς περὶ διαγνώσεως σφυγμῶν ἐπιδείκνυται, σκεπτέον ἡμῖν ἐστι, τί ποτε κοινὸν γένος εὑρεῖν δυνησόμεθα ποιοῦ τε καὶ ποσοῦ. μὴ δυνηθέντες γὰρ ἐν τοῖς πρώτοις γένεσι τάξομεν τό τε ποσὸν τῆς διαστολῆς καὶ τὸ ποιὸν τῆς κινήσεως. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιὸν τοῦ σώματος τῆς ἀρτηρίας ἄλλο γένος ἦν σφυγμῶν, ἐν αὐτῷ γὰρ ὅ τε μαλακὸς καὶ ὁ σκληρὸς καὶ ὁ σύμμετρος κατὰ τὴν σύστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας ἦσαν, ἐπισκεπτέον αὖ πάλιν, τί καὶ τούτων ἐστὶ κοινὸν γένος, λέγω δὲ τούτου τε τοῦ νῦν εἰρημένου καὶ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς. ἂν δὲ μηδὲν φαίνηται, τῶν πρώτων ἡμῖν καὶ αὐτὸ θετέον εἴη. ὅτι δ’ ἐν τῷ περὶ τῶν τοιούτων σκοπεῖσθαι γεγυμνάσθαι χρὴ διαγινώσκειν τὰς κατηγορίας, ἡγοῦμαι πρόδηλον ὑπάρχειν· ἵν’ ὅταν ὑπὸ μίαν μὲν ἄμφω ἄγηται κατηγορίαν τὰ ζητούμενα, μὴ μέντοι κοινὸν γένος τι ἐπ’ αὐτοῖς ᾖ, μὴ ταραττώμεθα τῷ κοινῷ τῆς κατηγορίας, ὡς τούς γε πλείστους τῶν ὀψιμαθῶν τε καὶ ἀγυμνάστων ψευδοδιαλεκτικῶν, ἔνθα κατηγορία κοινὴ, καὶ γένος ἐνταῦθα κοινὸν εὑρήσεις νομίζοντας, ὡς ἂν μὴ δυναμένους διαιρεῖσθαι τὴν ὁμωνυμίαν. οὕτω γοῦν ἔχει κᾀπὶ τοῦ κατὰ τὴν κίνησιν καὶ τὸ σῶμα τῆς ἀρτηρίας ποιοῦ. κατηγορία μὲν ἡ τοῦ ποιοῦ κοινὴ κατ’ ἀμφοῖν τοῖν γενοῖν, οὐ μὴν καὶ γένος γέ τι κοινὸν ἐπ’ ἀμφοῖν. ὁμωνύμως γὰρ, οὐ συνωνύμως ἄμφω ποιὰ λέγεται. οὐ γὰρ ἓν ταὐτόν ἐστιν ἐν ἀμφοτέροις τὸ ποιὸν, καθάπερ ἐν λευκῷ καὶ μέλανι, ἢ ἐν ψυχρῷ καὶ θερμῷ, ἀλλὰ κινήσει μὲν τὸ ποιὸν ἴδιον καὶ γένους ἄλλου, τῷ δὲ σώματι τῆς ἀρτηρίας ἴδιον καὶ γένους ἄλλου. οὐ γάρ ἐστιν ἐν ταὐτῷ γένει κίνησίς τε καὶ σύστασις ἀρτηρίας σώματος. ἀλλὰ περὶ μὲν τούτων τάχ’ ἂν ἐν τοῖς ἑξῆς πλέον ῥηθείη. περὶ δὲ τοῦ κατὰ τὸ ποσὸν γένους τῶν σφυγμῶν ἤδη δῆλον ὅπως χρὴ σκοπεῖσθαι, πότερα τῶν πρώτων ἐστὶ γενῶν, ἢ τῶν δευτέρων. τοῦ μὲν γὰρ κατά τε τὴν κίνησιν καὶ τὸ σῶμα τῆς ἀρτηρίας φανερῶς ἕτερον ὑπάρχει, εἴ γε καὶ τὸ ποσὸν ἕτερον τοῦ ποιοῦ· διὰ ταῦτά γε καὶ τοῦ κατὰ τὸν τόνον, ἐν ᾧ σφοδροί τέ τινες καὶ ἀμυδροὶ γίνονται σφυγμοί. καὶ γὰρ οὗτοι κατὰ τὸ ποιὸν ἤτοι τῆς πληγῆς, ἢ τοῦ ζωτικοῦ τόνου συνίστανται. καὶ μὴν καὶ ῥυθμοῦ καὶ τοῦ κατὰ τάξιν τε καὶ ἀταξίαν, ὁμαλότητά τε καὶ ἀνωμαλίαν. ὑπὸ γὰρ τὴν τοῦ πρὸς τὶ κατηγορίαν ἔρχεται ταῦτα σύμπαντα. λοιπὸν δ’ ἂν εἴη παραβάλλειν αὐτὸ τῷ κατὰ τὴν πυκνότητα καὶ ἀραιότηται γένει. φαίνεται γὰρ τοῦτο κατὰ τὸ ποσὸν τοῦ χρόνου τῆς ἡσυχίας συνιστάμενον. ἀλλὰ κᾀνταῦθα πάλιν ὑπὸ μὲν τὴν αὐτὴν κατηγορίαν ἀναχθήσεται, γένος δ’ οὐ ταὐτὸν ἀμφοῖν γενήσεται. γένει γὰρ ὅλῳ διαφέρει τὸ ἐν διαστάσει σώματος ποσὸν τοῦ κατὰ χρόνον ποσοῦ, καὶ δῆλον ὡς οὐδὲν ἀνωτέρω γένος ἐν σφυγμοῖς ἐστι τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς, ὥσπερ οὐδὲ τῶν ἄλλων τῶν εἰρημένων οὐδενός. ὅστις δὲ ἀκριβῶς τούτοις ἕπεσθαι βούλεται, γεγυμνάσθαι πρότερον αὐτὸν χρὴ περὶ τὰς κατηγορίας. τὸ γὰρ τοῦ Ἀρκεσιλάου καλὸν, ὡς οὐδεὶς πόκον εἰς γναφεῖον φέρει. τάξις γάρ ἐστιν ὥσπερ ἐρίων ἐργασίας, οὕτω καὶ μαθημάτων διδασκαλίας. καὶ οὐδεὶς οὔτ’ ἀναγινώσκειν διδάσκεται, πρὶν πάσας ἐκμαθεῖν τὰς συλλαβὰς, οὔτε τὰς συλλαβὰς αὐτὰς, πρὶν ἅπαντα τὰ στοιχεῖα τῆς φωνῆς, οὔτε τὰ σύντονα παλαίσματα πρὸ τῶν ἁπλῶν καὶ ῥᾳδίων, οὐδὲ ταῦτα, πρὶν τρίψασθαι καλῶς, οὐδὲ τοῦτο, πρὶν ἀλείψασθαι γυμναστικῶς, ἀλλ’ ἕκαστον αὐτῶν τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον ἐστὶν ἐν ἁπάσαις ταῖς τέχναις. οὕτω δὴ κᾀν τοῖς κατὰ τὴν διαλεκτικὴν οὐκ ἐνδέχεταί τινα, πρὶν ἐν τοῖς πρώτοις καὶ οἷον στοιχείοις γυμνάσασθαι, ταῖς τῶν ἑξῆς ἀποδείξεσιν ἕπεσθαι. περὶ μὲν τούτων εἴς γε τὸ παρὸν ἱκανὰ καὶ ταῦτα.

Λοιπὸν δ’ ἂν εἴη περὶ τοῦ τῆς διαφορᾶς ὀνόματος εἰπεῖν. πρῶτον μὲν ὅτι μὴ καινοτομοῦμεν ἡμεῖς περὶ τοὔνομα, δείξομεν· ἔπειτα δὲ καὶ οἷόν τι δηλοῖ παρὰ τοῖς Ἕλλησιν ἐξηγησόμεθα. τοῦ μὲν δὴ μὴ καινοτομεῖν πρῶτος Ἀρχιγένης μάρτυς, ὡδί πως γράφων κατὰ τὴν ἀρχὴν τοῦ περὶ τάξεώς τε καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας γένους· Ἡρόφιλος κατὰ γένος τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἐκθέμενος οὕτως· μέγεθος, τάχος, σφοδρότης, ῥυθμὸς, ἀσυζύγως κατ’ εἶδος τάξεως ἐμνήσθη καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας. ἐν ταύτῃ τῇ λέξει σαφῶς ὁ Ἀρχιγένης οὐ μόνον ὅτι διαφοραὶ περὶ τοὺς σφυγμούς εἰσιν, ἀλλὰ καὶ ὡς αἱ μέν τινες αὐτῶν κατὰ γένος, αἱ δὲ κατ’ εἶδος ἐμνημόνευσεν. οὐ μόνον δὲ κατὰ τὴν ἀρχὴν τοῦτο ἐποίησεν, ἐπελάθετο δὲ ἐν τῷ μετὰ ταῦτα λόγῳ παντί. μυριάκις γὰρ μνημονεύει τοῦ τε τῆς διαφορᾶς ὀνόματος τοῦ τε τῶν γενῶν καὶ εἰδῶν, ὀρθότατα φρονῶν καὶ γινώσκων ὅτι τῶν διαφορῶν αἱ μέν τινές εἰσι γενικαὶ, αἱ δὲ εἰδικαὶ, καὶ αὐτῶν γε τούτων αἱ μὲν γενικώτεραι, αἱ δὲ εἰδικώτεραι.  ὀλίγας οὖν παραγράψομεν ῥήσεις αὐτοῦ εἰς ἀπόδειξιν τοῦ προκειμένου, πρῶτον μὲν ταύτην ἐκ τοῦ αὐτοῦ λόγου περὶ τάξεως καὶ ἀταξίας· οἱ μέν γε τὴν ὁμαλότητα ἐπὶ τινῶν διαφορῶν ἤκουον μόνον, ἐγὼ δ’ ἐπὶ πασῶν ἐφ’ ὅσων καὶ τὴν τάξιν, εἶθ’ ἑξῆς· ἀνωμαλία μὲν ἀνισότης σφυγμῶν κατά τινα τῶν παρεπομένων αὐτοῖς διαφορῶν, ἀταξία δὲ ἀσυστασία χρονικὴ κατά τινα τῶν τοῦ σφυγμοῦ διαφορῶν. ἐν ταύτῃ μέν γε τῇ ῥήσει δὶς ἔγραψε τὸ τῆς διαφορᾶς ὄνομα. εἶτα μετ’ ὀλίγον· οὐδ’ εἰρήκασιν οὐδ’ ὑπὲρ τούτων, εἴ γε δεῖ τὸν κατὰ πᾶσαν διαφορὰν ἴσον ὁμαλὸν λέγειν. αὖθις δ’ ἐφεξῆς· καὶ ὁ μὲν καθὰ παρατεταγμένος, οὗτος καθ’ ἡμᾶς ἔσται ἴσος μεγέθει, σφοδρότητι, τάχει, ῥυθμῷ, καὶ εἴ τινι ἄλλῃ τοιαύτῃ διαφορᾷ σχέσιν ἔχων θεωρεῖται κατὰ πάσας· πρὸς τὶ δὲ ὁ κατὰ μίαν τινὰ τούτων διαφορὰν ἐν σχέσει θεωρούμενος, ἢ κατὰ δύο, ἢ κατὰ πλείονας. ἐν ταύτῃ γὰρ πάλιν τῇ ῥήσει δὶς ἐμνημόνευσε τοῦ τῆς διαφορᾶς ὀνόματος. συνάπτων δ’ αὐτῇ τὸν ἑξῆς λόγον, πρῶσον μὲν οὕτως ἐρεῖ· ἡ μὲν γὰρ καθάπαξ καὶ ἀπολελυμένη πασῶν τῶν διαφορῶν ἐστιν ἰσότης. ποτὲ δὲ οὕτως· καὶ ἀνώμαλον μὲν σφυγμὸν τὸν καθάπαξ καὶ κατὰ μίαν διαφορὰν ἄνισον λεγόμενον. ποτὲ δ’ οὕτως· ἔσθ’ ὅτε δὲ τὰ μὲν ἄλλα διὰ τριῶν, ὡς εἶπον, ἀναλογεῖ. ἡ σφοδρότης δὲ ὡς ἂν ἀμφημερινός ἐστιν, ὁμαλὴς οὖσα καὶ ἴση. ἐφεξῆς, ἢ ἄλλη τις τῶν λοιπῶν διαφορῶν, ἢ ἄλλη. τούτοις δὲ συνάπτων τὸν ἑξῆς λόγον ἐρεῖ· ἀναλογούντων τῶν σφυγμῶν ὁμοῦ τε πάσαις ταῖς διαφοραῖς καί τινι ἤ τισιν. εἶτ’ ἐφεξῆς· ἔσθ’ ὅτε δὲ τὰ μὲν ἄλλα πάντα τεταγμένα ἐστὶν, ἢ νὴ Δί’ ὁμαλά· μία δέ τις διαφορὰ, οἷον τὸ μέγεθος, ἢ δύο, ἢ πλείους, ἄτακτοι τελέως εἰσίν. εἶτα ἐπὶ τῇ τελευτῇ τοῦ λόγου· νοεῖσθαι γὰρ δεῖ, φησὶν, ἃ ἔφην περὶ τάχους καὶ βραδύτητος ἐπὶ πάσης ἄλλης διαφορᾶς σφυγμοῦ. τοσαῦτα μὲν ἐκ τούτου τοῦ λόγου παραγεγράφθω. τί γὰρ ἄν τις πλειόνων μνημονεύοι; μεταβῶμεν δὲ αὖθις ἐφ’ ἕτερον, ὑπὲρ τοῦ μὴ δοκεῖν ἐξ ἑνὸς τόπου μαρτυρίας λαμβάνειν. παραγράφωμεν οὖν ῥήσεις ἐκ τῶν ἑξῆς καὶ πάλιν ἐκ τῶν ἔμπροσθεν. ἑξῆς μὲν οὖν ἐστι πρόγραμμα τοιοῦτον· τίς ἡ καθ’ ἕνα σφυγμὸν ἀνωμαλία. γράφει δ’ εὐθέως μετὰ τὴν ἀρχὴν τοῦ λόγου τόνδε τὸν τρόπον· εἰσὶ δ’ αὐτῆς πλείους διαφοραὶ, τῆς καθ’ ἕνα δηλονότι σφυγμὸν ἀνωμαλίας. εἶθ’ ἑξῆς· τὰ πολλὰ δὲ ταύταις ταῖς διαφοραῖς καὶ ταῖς κατὰ μέγεθος συντρέχουσιν ἀνωμαλίαις. καὶ πάλιν ἐφεξῆς· ἄλλη δ’ ἐστὶ διαφορὰ κατὰ μέγεθος ἀνωμάλου ἑνὸς σφυγμοῦ. ταῦτα μὲν καὶ ἐκ τούτου τοῦ λόγου λαβεῖν ἐστι. προσπαραγράψωμεν δ’ αὐτοῖς ἔτ’ ὀλίγα τῶν εὐθὺς κατ’ ἀρχὰς εἰρημένων τοῦ βιβλίου. μία μὲν οὖν ῥῆσις ἐν τῷ περὶ σφοδρότητος σφυγμοῦ λόγῳ τοιαύτη τις· ἔστι δὲ κατὰ τὴν σφοδρότητα τοιαύταις καὶ ἄλλαις ἐντυγχάνειν διαφοραῖς. ἑτέραν δὲ ταύτην ἀμυδροῦ σφυγμοῦ διαφορὰν θείη τις ἄν. καὶ ἑξῆς ἄλλην. εἰ δ’ οὐκ ἔκλυτος μὲν, ἀλλ’ οἷον παραπεποδισμένη καὶ εἴσω ῥέπον τὸ βάρος ἔχουσα, πεποδισμένη καὶ δεδυκυῖα διαφορὰ, κατὰ σφοδρότητα ἂν εἴη σφυγμοῦ. ἑξῆς δ’ ἐν τῷ περὶ πληρότητος λόγῳ ποτὲ μὲν οὕτως γράφει, τοσούτων διαφορῶν, ποτὲ δ’ οὕτως· ἡ διαφορὰ μόνον πρὸς τὸν διανενεγμένον ψιλῶς θεωρείσθω. πάλιν δ’ ἐν τῷ περὶ πυκνότητος καὶ τάχους ὡδί πως γράφει· ὀλίγοι δέ τινες ἐμφαίνουσι σαινόμενοι διαφοράς. καὶ κατὰ τὴν τελευτὴν τοῦ παντὸς λόγου· ταχύτητος μὲν δὴ καὶ πυκνότητος διαφοραὶ αὗται. πάλιν δ’ ἐν τῷ, τίς ὁ δι’ ἴσου καὶ οὐ δι’ ἴσου σφυγμός· οὐκ ἔστι δὲ ἰδία τις διαφορὰ σφυγμοῦ αὕτη, ἀλλ’ ἐν εἴδει κεῖται ἢ ῥυθμοῦ ἢ τάξεως. ἅλις ἤδη γε διαφορᾶς, μή πως λάθωμεν εἰς ἐκφορὰν ἐκπεσόντες. εἰ γάρ τις βούλεται τὸ περὶ σφυγμῶν βιβλίον ὅλον ἀναγινώσκειν τοῦ Ἀρχιγένους, ἄλλο βιβλίον ἐξ αὐτοῦ πληρῶσαι δυνήσεται τοῦ τῆς διαφορᾶς ὀνόματος· νῦν μὲν γὰρ ἡμεῖς οὐδ’ ἐκ τοῦ πέμπτου μέρους ἐξελέξαμεν ταῦτα. καὶ πολλὰς παρεγράψαμεν ῥήσεις, οὐχ οὕτως ὑπὲρ τοῦ τῆς διαφορᾶς ὀνόματος σπουδάσαντες, ἀλλ’ ἵν’ ἐπιδείξωμεν τὸ σημαινόμενον πολυειδὲς ὄν. καὶ γὰρ τὰ γένη πολλάκις διαφορὰς κέκληκε, τά τε πρῶτα καὶ τὰ δεύτερα, καὶ τὰ εἴδη τῶν γενῶν οὐδὲν ἧττον. καὶ ὅσα δὲ μήτε γένη μήτ’ εἴδη τέταχεν ὄντα, διαφοραὶ δ’ αὐτὸ τοῦτο μόνον καὶ ταύτας διαφορὰς κέκληκεν, ἐν ᾧ καὶ ἡ παρακοὴ τῶν ψευδοδιαλεκτικῶν ἐστι. τοῦ γὰρ τῆς διαφορᾶς ὀνόματος παρά τε τοῖς ἄλλοις Ἕλλησιν ἅπασι καὶ παρὰ τοῖς παλαιοῖς φιλοσόφοις κατὰ τῶν τριῶν τούτων ὧν εἴπομεν ἄρτι λεγομένου, κατὰ μὲν τῶν γενῶν καὶ τῶν εἰδῶν κοινότερον, κατὰ δὲ τῶν μὲν ἐν ταῖς διαιρέσεσιν εὑρισκομένων, ὄντων δὲ μήτ’ εἰδῶν μήτε γενῶν ἰδικώτερον, τοῦτο μόνον τὸ σημαινόμενον ἐμνημόνευσαν, τοῦ κοινοῦ παντάπασιν ἐπιλαθόμενοι, ἀλλ’ ὑπὸ τῆς Ἀδραστείας νεμεσώμενοι ταῖς σφετέραις ἑαυτῶν οὐκ ἐμμένουσι νομοθεσίαις. διὰ τοῦτ’ ἐγὼ νῦν οὐ παρὰ τῶν ἄλλων Ἑλλήνων τὰ σημαινόμενα τῶν ὀνομάτων ἀναμιμνήσκω, ῥᾷστον ὄν μοι παρὰ πάντων λαβεῖν, ἀλλὰ παρ’ αὐτῶν τούτων τῶν ψευδοδιαλεκτικῶν. τοὺς γὰρ ἐπαγγελλομένους μὲν ἐξηγεῖσθαι τὰς ἐννοίας τῶν ὀνομάτων καὶ ταύτην ἀρχὴν τῆς διαλεκτικῆς θεωρίας τιθεμένους, οὐκ ἐξηγουμένους δὲ, ἀλλὰ νομοθετοῦντας μόνον, οὕτως ὀνομάζειν εἴωθα. καὶ γὰρ Ἀρχιγένης οἶδ’ ὅτι θᾶττον ἂν ὁτιοῦν παθεῖν εἵλετο, πρὶν ὁμολογῆσαι τὸ τῆς διαφορᾶς ὄνομα καὶ κατὰ τῶν εἰδῶν λέγεσθαι. τά τε γὰρ ἄλλα καὶ ἡ αἵρεσις αὐτῶν θᾶττον πόλιν ἢ δόγμα φησὶ χρῆναι προδιδόναι, ἀλλ’ ἐὰν σιωπήσῃς νομοθετούντων καὶ μηδόλως ἀντείπῃς, εἶτ’ ἐπιτρέψῃς περί τινος διαλέγεσθαι, παραχρῆμα  ταῖς ἑαυτῶν νομοθεσίαις ἐναντία φθέγγονται. πολὺ δὲ τοῦτ’ ἔστι παρὰ τῷ προπάππῳ τῆς αἱρέσεως αὐτῶν Χρυσίππῳ. νομοθετεῖ μὲν γὰρ ὀνόματα πλεῖον ἢ Σόλων Ἀθηναίοις ἱστᾷν τοῖς ἄξοσι νομίσματα. συγχεῖ δ’ αὐτὸς πρῶτος αὐτά. καὶ εἰ ἔροιο τοὺς διαδόχους αὐτοῦ τῆς νομοθεσίας, τί δή ποτε οὐκ ἐμμένει τοῖς ἑαυτοῦ παραγγέλμασι, καταχρῆται, φασίν. ἔξεστιν οὖν, ὦ βέλτιστοι, καταχρῆσθαι, καὶ οὐχ ἁμαρτάνουσιν οἱ τοῦτο ποιοῦντες; ἔξεστι, φασί. τί γὰρ ἄλλο εἰπεῖν ἔχουσιν, ὅταν ἐν φρέατι, τοῦτο δὴ τὸ τοῦ λόγου, συσχεθῶσι; τί δή ποτ’ οὖν τοῖς ἄλλοις ἀνθρώποις οὐκ ἐπιτρέπουσιν; ἢ μόνῳ Χρυσίππῳ καὶ τοῖς ἀπ’ αὐτοῦ τοῦτο δρᾷν ἔξεστι; διὰ τί πρὸς τῶν θεῶν; ὅτι δηλαδὴ γηγενὴς Ἀττικὸς ἦν τῶν ἀμφὶ Κόδρον τε καὶ Ἐρεχθέα. ἀλλ’ εἰ τῶν τοιούτων ὄντως ἦν, οὐκ ἂν παρεχάραττεν οἷον νόμισμά τι τὸ τῆς παλαιᾶς φωνῆς ἔθος. νυνὶ δὲ τὸ δεινότατον οὔτε γεννηθεὶς Ἀθήνῃσιν οὔτε τραφεὶς, ἀλλὰ χθὲς καὶ πρώτως ἥκων ἐκ Κιλικίας, πρὶν ἀκριβῶς αὐτὸν ἐκμαθεῖν ἡντιναοῦν Ἑλλάδα φωνὴν, Ἀθηναίοις ὑπὲρ ὀνομάτων ἐπιχειρεῖ νομοθετεῖν ἃ κίττα τὰν σειρῆνα μιμουμένα, ἵνα κίτταν εἴπωμεν, μὴ κολοιὸν, μηδὲ κόρακα, μηδ’ ἄλλο μηδὲν ὧν οἰκειότερον ἦν εἰπεῖν τὸν οὕτω θρασύν. ὅσα μὲν οὖν Χρύσιππος εἰς τὴν τῶν Ἀθηναίων ἐξυβρίζει διάλεκτον, τάχ’ ἄν ποτε καὶ αὖθις ἡμῖν διελθεῖν γένοιτο· τὰ δ’ Ἀρχιγένους ταυτὶ τὰ νῦν ἡμῖν προκείμενα θαυμαστῶς ὁρᾷς ὁμόλογα, φοβηθέντος μὲν εἰπεῖν πρῶτα γένη καὶ πρώτας διαφορὰς καὶ γενικὰς διαφορὰς καὶ γένη διαφορῶν, καίτοι τούτων ἁπάντων συνήθων μὲν τοῖς Ἕλλησιν ὄντων, ὑπὸ Ἡροφίλου δὲ καὶ τῶν Ἡροφιλείων σχεδὸν ἁπάντων μυριάκις εἰρημένων, ἐξευρόντος δὲ τὸ τῆς ποιότητος ὄνομα κατὰ πάντων κοινόν. καὶ μὴν τὸ μὲν τῆς διαφορᾶς ἐγχωρεῖ κατὰ πάντων λέγειν, καὶ τῶν ποιῶν καὶ τῶν ποσῶν καὶ τῶν πρὸς τὶ, καὶ ὅλως ἁπαξαπάντων· παρὰ γὰρ τὸ διαφέρειν ἕτερον ἑτέρου τὸ τῆς διαφορᾶς ὄνομα γέγονέ τε καὶ νενόηται. διαφέρει δ’ ἀλλήλων τὰ μὲν εὐθὺς ἐν τοῖς πρώτοις γένεσι τῶν κατηγοριῶν, ὡς ἄνθρωπος καὶ λευκὸν καὶ δίπηχυ καὶ δεξιόν. τὸ μὲν γὰρ αὐτῶν οὐσία, τὸ δὲ ποιὸν, τὸ δὲ ποσὸν, τὸ δὲ πρὸς τί. τὰ δ’ ἐν τοῖς ὑπ’ αὐτὰ, καθάπερ τὸ λευκὸν καὶ τὸ τρίγωνον. τοῦ μὲν γὰρ τὸ χρῶμα γένος, τοῦ δὲ τὸ σχῆμα. πέπτωκε δ’ ἄμφω ταῦτα πάλιν ὑπὸ τὴν τοῦ ποιοῦ κατηγορίαν, ὥστε τὸ λευκὸν τῷ τριγώνῳ κατὰ μὲν τὴν πρώτην κατηγορίαν ὡσαύτως ῥηθήσεται· ποιὸν γὰρ ἑκάτερον· ἐν γένει δ’ ἔσται διαφέροντι, τὸ μὲν τῶν χρωμάτων, τὸ δὲ τῶν σχημάτων. ἄλλα δ’ αὖ κατ’ εἶδος διαφέρει, τῷ γένει μὴ διαφέροντα, καθάπερ τὸ λευκὸν καὶ τὸ ξανθόν. τῷ μὲν γὰρ γένει ταὐτὰ, χρώματα γὰρ, εἰδικὴν δέ τινα ἔχει διαφοράν. εἴδη γὰρ χρώματος ὥσπερ τὸ μέλαν καὶ τὸ ἐρυθρὸν καὶ τὸ κυανοῦν, οὕτω τὸ λευκόν τε καὶ ξανθόν. ἄλλα δ’ αὖ κατὰ τὸ ἄτομόν τε καὶ ἀριθμῷ ἓν, διαφέρει, καθάπερ καὶ τὸ λευκὸν, ὃ δειχθῆναι δύναται, τοῦδε τοῦ λευκοῦ, τοῦ δειχθῆναι δυναμένου, διαφέρει μέν τινα διαφορὰν ἰδίαν, ὑπὸ δὲ ταὐτὸν πέπτωκεν εἶδος τὸ λευκόν. ἀλλὰ καὶ γένος αὐτῶν ταὐτὸν, τὸ χρῶμα, καὶ κοινὴ κατηγορία, τὸ ποιόν. οὕτως πᾶν παντὸς, ἕτερον ἑτέρου πάντως κατά τι διαφέρει. ἐπεὶ οὖν ἡ διαφορὰ παρὰ τὸ διαφέρειν εἴρηται καὶ νενόηται, τὸ διαφέρειν δὲ κᾀν τοῖς ἀτόμοις κᾀν τοῖς εἴδεσι καὶ τοῖς ὑπ’ ἄλληλα γένεσιν εὑρίσκεται, καὶ περὶ πάνθ’ ἁπλῶς τὰ ὁπωσοῦν ὄντα, ἀνάγκη καὶ τὴν διαφορὰν ἐν ἅπασιν ὑπάρχειν τοῖς οὖσιν, οὐ μὴν τήν γε ποιότητα. διὰ τοῦτο Ἀρχιγένης μὲν κακῶς τὰ πρῶτα γένη τῶν ἐν τοῖς σφυγμοῖς διαφορῶν ποιότητας ὠνόμασεν, ἡμεῖς δὲ ὀρθῶς καὶ ταῦτα καὶ τἄλλα πάντα διαφορὰς, ὅθεν καὶ τοὐπίγραμμα τῷ λόγῳ παντὶ περὶ σφυγμῶν διαφορᾶς ἐποιησάμεθα. τί λοιπὸν ἔτι λείπει τῶν ἀναβληθέντων; οὐδὲν ἢ τὸ δεῖξαι τήν τε παρὰ τοῖς παλαιοῖς ἰατροῖς καὶ τοῖς ἄλλοις Ἕλλησι περὶ τοὔνομα τῆς διαφορᾶς συνήθειαν. ὁ μὲν γὰρ ἔμπροσθεν λόγος παρ’ Ἀρχιγένους αὐτοῦ τὰς πίστεις ἐποιήσατο, καὶ οὐδ’ ἐξ ἁπάντων μέντοι τῶν βιβλίων αὐτοῦ, ἀλλ’ οὐδ’ ἐκ τοῦ περὶ σφυγμῶν ὅλου. ὡς εἴγε κᾀπὶ τἄλλα τις ἔρχοιτο τοῦ Ἀρχιγένους συγγράμματα, καὶ πυρετῶν διαφορὰς εὑρήσει καλοῦντα τὸν ἄνδρα καὶ παθῶν καὶ διαιτημάτων καὶ μυριάκις χρώμενον καθ’ ὧν εἴπομεν πραγμάτων τῷ τῆς διαφορᾶς ὀνόματι. τὸ δὲ καὶ παρὰ τῶν ἄλλων τε ἰατρῶν καὶ ὅλως Ἑλλήνων χρήσεις παραγράφειν, οὕτω μοι δοκεῖ μακρὸν ὑπάρχειν, ὥστε βίβλους μεγίστας δύνασθαι πληρῶσαι. κάλλιστον οὖν αὐτῶν ἕκαστον ἐκλέγειν. εὐθὺς γὰρ καὶ τοῖς ἄλλοις τῶν Ἑλλήνων ὀνόμασιν ἐθισθήσεται καὶ ἧττον ἡμῖν πράγματα παρέξει πρὸς τὸν ἑξῆς λόγον. καὶ ἡμετέρας δὲ δύο πραγματείας ὁ βουλόμενος ἔχει, τήν τε περὶ Ἀττικῶν ὀνομάτων καὶ τὴν περὶ τῶν ἰατρικῶν. ἴσως δ’ ἄν ποτε καὶ περὶ τῶν Ἰωνικῶν ποιήσαιμ’ ἂν, ὥστε ἐξ ἐκείνων ὅσα περὶ λέξεώς τε καὶ ὅλως ὀνομάτων ζητεῖται, μανθάνειν. νυνὶ δὲ τὸ συνεχὲς τοῦ λόγου περαινέσθω, τοῦτο μὲν ἐνταῦθα καταπαυσάντων ἡμῶν, ἐν δέ τοι τοῖς ἑξῆς ὅσα λείπει προσθέντων.