GetPassage urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.21-1.30 urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.21-1.30

Ἡ δὲ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας ἀνωμαλία, καθ’ ἣν μαλακὸς, ἢ σκληρὸς ὁ σφυγμὸς γίνεται, καθ’ ἓν μὲν οὐχ οἷον τε μόριον γενέσθαι, κατὰ δὲ διαφέροντα φαίνεται συνισταμένη δισσῶς, ὥσπερ ἥ τε κατὰ τὴν κίνησιν καὶ ἡ κατὰ τὸν τόνον, ἤτοι συνεχοῦς μενούσης τῆς κινήσεως, ἢ διακοπτομένης. ὥστε καὶ τὰς διαφορὰς εἶναι τὰς αὐτὰς κατὰ τοῦτο τὸ γένος ταῖς ἐπ’ ἐκείνων προειρημέναις. ἓν δὲ μόριον ἀρτηρίας οὐχ οἷόν τε κατὰ μὲν τὴν ἀρχὴν τῆς διαστολῆς μαλακὸν φαίνεσθαι, κατὰ δὲ τὴν τελευτὴν σκληρὸν, ἢ ἀνάπαλιν ἀρχομένης μὲν σκληρὸν, τελευτώτης δὲ μαλακόν.  ὥστε κατά γε τοῦτο διαφόρως ἔχει τούτῳ τῷ γένει τῶν σφυγμῶν, τῷ κατὰ σκληρότητα καὶ μαλακότητα, τὰ πρόσθεν δύο, τό τε κατὰ τὴν κίνησιν καὶ τὸ κατὰ τὸν τόνον.

Τὸ δὲ κατὰ τὴν ἐγκεχυμένην οὐσίαν τῇ κοιλότητι τῆς ἀρτηρίας γιγνόμενον γένος σφυγμῶν, ἐν ᾧ καὶ ὁ πλήρης καὶ ὁ κενὸς συνίσταται, τὰς αὐτὰς ἐπιδέχεται ζητήσεις τῷ προειρημένῳ, τῷ κατὰ τὸ ποσὸν τῆς διαστολῆς. δόξει γὰρ κᾀνταῦθα περὶ μὲν τὰ διαφέροντα μόρια δύνασθαι συστῆναι καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν, περὶ δὲ τὸ αὐτὸ μὴ δύνασθαι. μακροῦ δὲ ὅλον τὸ γένος τοῦτο τῶν σφυγμῶν δεῖται λόγου, καὶ οὐ τοῦ παρόντος καιροῦ. ῥηθήσεται γὰρ ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἔτι δὲ πλείονος δεῖται λόγου τὸ κατὰ τὸ τρίτον σημαινόμενον τῆς πληρότητος, ὑπό τε ἄλλων τινῶν καὶ τῶν περὶ τὸν Ἀρχιγένην λεγόμενον. ὥστε καὶ αὐτὸ εἰς αὖθις ἀναβεβλήσθω. τοσοῦτον δ’ ἔτι τοῖς εἰρημένοις προσθέντες ἐπὶ τὰ ἑξῆς ἴωμεν.

Ὅτι κατὰ τὸν τῆς ἀρτηρίας τόπον, ἐναργέστερον γνωριζομένης τῆς τοῦ πυρετοῦ θερμότητος οἵα τίς ἐστιν, ἢ εἰ κατ’ ἄλλο τι μόριον ἅπτοιο, πιθανὸν ἔδοξεν εἶναί τισι καὶ τοιοῦτον γένος σφυγμῶν συναριθμῆσαι τοῖς ἄλλοις, δι’ οὗ τὴν ποιότητα τῆς θερμότητος γνωρίζομεν, οὗ δηλονότι γένους ὁμαλότης τε καὶ ἀνωμαλία συστήσονται κατὰ μίαν διαστολήν. καὶ διαφοραὶ τῆς ἀνωμαλίας γενήσονται πρώτη μὲν ἥ τε ἐν διαφέρουσι μορίοις καὶ ἡ περὶ ἓν ὁτιοῦν συνισταμένη, τούτων δ’ αὖθις τεμνομένων κατὰ τὰς προγεγραμμένας μεθόδους, ἕτεραι πλείους κατὰ μέρος.

Ἄλλο γένος ἀνωμαλίας τῆς καθ’ ἕνα σφυγμὸν, οὐδενὶ τῶν εἰρημένων ὑποπῖπτον σφυγμῶν, τὸ παρὰ τὴν θέσιν τῆς ἀρτηρίας. φαίνεται γὰρ ἔσθ’ ὅτε τὸ μέν τι μέρος αὐτῆς εἰς τὰ δεξιὰ παρῆσθαι, τὸ δὲ εἰς τὰ ἀριστερὰ, καὶ τὸ μὲν ὑψηλότερον εἶναι, τὸ δὲ ταπεινότερον, ἤτοι κατὰ δύο τόπους, ἢ πλείονας, τοῦ τοιούτου πάθους συνισταμένου. παράκειται δὲ τοῦτο κατὰ τὴν φαντασίαν τῇ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἀνωμαλίᾳ, καὶ ὡς χρὴ διορίζειν αὐτὸ, ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως λέγεται.

Ἄλλο γένος ἀνωμαλίας τῆς καθ’ ἕνα σφυγμὸν τὸ κυματῶδες καλούμενον, οὗ τὴν ἰδέαν δηλοῖ μὲν ἱκανῶς καὶ αὐτὸ τὸ ὄνομα, χεῖρον δ’ οὐδὲν ὑπὲρ σαφηνείας εἰπεῖν τι καὶ ἡμᾶς. οὐχ ἅμα φαίνεται κατὰ τὴν τοιαύτην ἀνωμαλίαν ἡ ἀρτηρία πᾶσα διαστελλομένη, ἀλλὰ τὸ μέν τι πρῶτον αὐτῆς, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον. καὶ οὐδὲ ταῦτα ὡς ἔτυχεν, ἀλλὰ σὺν τῷ τὴν ἔπαρσιν κυματώδη γενέσθαι, τοῦ δευτέρου κύματος ἀεὶ τὸ πρότερον ἐκδεχομένου, καὶ ὅπῃ διαφέρει τῆς διακεκομμένης κινήσεως τὸ τοιοῦτον εἶδος τῆς ἀνωμαλίας, οὐ χαλεπὸν φωρᾶσαι. τὴν γὰρ τοῦ προτέρου μέρους τῆς ἀρτηρίας διαστολὴν ἡ τοῦ δευτέρου διαδέχεται, μηδενὸς ἀκινήτου μορίου μεταξὺ πίπτοντος, ἀλλ’ ἐγγὺς μὲν ἀκινησίας ἔχεται τῶν κυμάτων τὸ πέρας, οὐ μὴν παντελῆ γε φωράσαις ἂν ἡσυχίαν οὐδενὸς μορίου, τὰ γὰρ συνάπτοντα τὰς κινήσεις εἰς ὕψος, οἷον κυματώδεις ἀναστάσεις, οὐκ ἔστιν ἀκίνητα παντελῶς, ἀλλὰ βραχεῖαν γοῦν τινα διασώζει κίνησιν. διαφέρει δὲ τοῦ σκωληκίζοντος ὁ σφυγμὸς οὗτος μεγέθει. τὸν γοῦν μέγιστον τῶν κυματωδῶν ἐπινοῶν ἀεὶ μειούμενον εἰς οὕτω ποτὲ μικρὸν ἀφίξῃ, ὥστε ἀπορεῖν εἴτε κυματώδης, εἴτε σκωληκίζων ἐστὶν ἤδη. οὐ γὰρ κατὰ τὸ ποιὸν ἐοίκασιν ἀλλήλων διαφέρειν, ἀλλὰ κατὰ τὸ ποσόν. ἔστι δὲ τὸ μέν τι κοινὸν ἀμφοτέροις τε αὐτοῖς καὶ τοῖς εἴδεσιν ἅπασιν αὐτῶν, τὸ δὲ ἴδιον ἑκατέρων. κοινὸν μὲν ἀφ’ οὗ καὶ τοὔνομα ἑκατέροις, τῷ μὲν κυματώδει τὸ οἷον κύματα ἐπανίστασθαι κατὰ τὴν ἀρτηρίαν, ἕτερον ἐφ’ ἑτέρῳ, τῷ δὲ σκωληκίζοντι σκώληκος ἐοικέναι πορείᾳ, καὶ αὐτοῦ τοῦ ζώου κυματωδῶς κινουμένου, καθάπερ καὶ Δημόκριτος λέγει που περὶ τῶν τοιούτων διαλεγόμενος, τῶν ὅσα κυματοειδῶς ἀνὰ τὴν πορείαν πλάζεται. καὶ δῆλον ὅτι ἡ ἀρχὴ τῆς ἐπιῤῥοῆς ἄνωθέν ἐστιν ἀεὶ καὶ τελευτᾷ πρὸς τὰ πέρατα τῆς ἀρτηρίας. τοῦτο μὲν οὖν τὸ κοινόν. διαφοραὶ δ’ αὐτῶν αἱ κατ’ εἶδος ᾧδέ πως συνίστανται. τινὲς μὲν εἰς εὐθὺ τὸ κῦμα φερόμενον ἔχουσι, τινὲς δὲ καὶ εἰς τὸ πλάγιον ἐκκλῖνον, καὶ τινὲς μὲν ἐν βραχείᾳ τῇ κατὰ τὸ μῆκος διαστάσει τὸ ὕψος ἱκανὸν, τινὲς δ’ ἔμπαλιν ἐν μακροτέρᾳ τῇ διαστάσει τὸ ὕψος ταπεινὸν, καὶ οἱ μὲν πλατὺ, οἱ δὲ στενὸν, καὶ οἱ μὲν ἰσοταχεῖς, οἱ δ’ οὔ. οὕτω δὲ καὶ τόνου τῷ μὲν μᾶλλον, τῷ δὲ ἧττον μέτεστι τῶν κυμάτων. ἐνίοτε δὲ καὶ κατὰ πάσας ἅμα τὰς εἰρημένας διαφορὰς ἡ ἀνωμαλία συνίσταται. ἀλλ’ οὐδὲ διὰ μίαν ἄλλην τῶν εἰρημένων ἀνωμαλιῶν οὕτως ὀνομάζονται, οὐδ’ ἔστιν οὐδ’ ἑτέροις αὐτῶν, οὔτε τοῖς κυματώδεσιν οὔτε τοῖς σκωληκίζουσι, τὸ εἶναι τοιούτοις δι’ ἄλλην τινὰ πλὴν τῆς κατὰ τὸ ποσὸν τῆς διαστολῆς. αὕτη γὰρ μόνη ἡ ἀνωμαλία προσλαβοῦσα τὴν κατὰ τὸ πρότερον καὶ ὕστερον τῶν μορίων κίνησιν τοὺς τοιούτους συνίστησι σφυγμοὺς, ὥστ’ εἶναι σύνθετον τὴν γένεσιν αὐτῶν ἔκ τε τῶν ἀνωμάλων, κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν διαφέρουσι μορίοις, καὶ τῶν μὴ ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἐχόντων κινούμενα· οὐ μὴν εὕρηταί γέ πω καθ’ ἑαυτὴν ἡ τοιαύτη ἀνωμαλία, ὥστε τὸ πρότερον μόριον τῆς ἀρτηρίας πρότερον φαίνεσθαι κινούμενον, ἀλλ’ ὅταν γίγνηται, πάντως τις αὐτῇ καὶ τῶν ἄλλων τῶν προειρημένων μίγνυται. τὸ γὰρ ὑπ’ Ἐρασιστράτου λεγόμενον, ὡς ἀεὶ τὸ πρότερον φαίνεται κινούμενον, οὐ τὸ τῆς αἰσθήσεως πάθος διδάσκει. πᾶν γὰρ τοὐναντίον καὶ καταψεύδεται τοῦ φαινομένου, δόγματος δὲ ἕνεκα λέγεται, καθάπερ καὶ ἄλλα πολλὰ πολλοὶ τῶν δόγμασι συναγορευόντων ἀναπλάσαντες ἔγραψαν ὡς φαινόμενα μηδ’ ὄναρ πώποτε πεφηνότα.

Ὥσπερ δὲ τὸν κυματώδη σφυγμὸν ὁ σκωληκίζων διαδέχεται μικρότερον γενόμενον, οὕτω τὸν σκωληκίζοντα ὁ μυρμηκίζων, ὅταν ἀπολλυμένων τῶν κινήσεων τῶν πολλῶν εἰς μίαν, καὶ ταύτην παντελῶς μικρὰν τελευτήσῃ, καὶ διὰ τοῦτο οὐδ’ ἀνώμαλος παντελῶς φαίνεται, καίτοι πιθανόν ἐστιν ἐκ τοῦ γένους αὐτῶν εἶναι τῶν ἀνωμάλων, ἀλλὰ διὰ τὴν μικρότητα λανθάνει ἡ ἀνωμαλία. κέκληται δ’ οὗτος ὁ μυρμηκίζων ἀπὸ τῆς πρὸς τὸ ζῶον τὸν μύρμηκα ὁμοιότητος, ὡς μέν τινές φασι κατὰ σμικρότητα, ὡς ἕτεροι δὲ διὰ τὸν τρόπον τῆς κινήσεως, ἵν’ ὁμοίως τῷ σκωληκίζοντι καὶ δορκαδίζοντι, καὶ οὗτος ᾖ κεκλημένος. ἐκεῖνοί τε γὰρ ὁμοιότητι κινήσεως τῆς πρὸς τὰ ζῶα ὧν τὴν ἐπωνυμίαν ἔχουσιν ἐκλήθησαν, οὗτός τε αὐτὸς ὁ μυρμηκίζων οὕτως. τινὲς δὲ καὶ δι’ ἄμφω φασὶν αὐτὸν οὕτως ὀνομάζεσθαι, διά τε τὴν μικρότητα καὶ τῆς κινήσεως τὸ εἶδος. ἡμῖν δὲ περὶ μὲν τούτων οὐ φιλοτιμητέον, οἷος δ’ ἐστὶν ὁ μυρμηκίζων, λεκτέον. ἔστι δὲ μικρὸς ἄγαν, οὗ μικρότερος ἄλλος οὐκ ἔστιν, ὡσαύτως δὲ καὶ ἀμυδρότατος πάντως καὶ πυκνότατος, οὐ μὴν ταχύς γε, ὥς τισι δοκεῖ. δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ σφυγμῶν διαγνώσεως. ἀλλὰ νῦν γε τὸ λεῖπον ἔτι προσθέντες τῆς περὶ τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων σφυγμῶν διαφορᾶς, ἐπὶ τοὺς ἄλλους μεταβῶμεν.

Εἰσὶ δὲ οἵ τε κλονώδεις ἔτι καὶ οἱ σπασμώδεις, ἐοικότες μὲν ἀλλήλοις τῷ μὴ φυλάττειν ἕνα τόπον τὴν ἀρτηρίαν, ἀλλ’ ἄνω τε καὶ κάτω φέρεσθαι, τῆς κατὰ φύσιν θέσεως ἐξισταμένης, διαφέροντες δὲ καὶ κατὰ τοῦτο μὲν αὐτὸ, βραχὺ γὰρ τοῦ τοιούτου παθήματος οἱ σπασμώδεις μετέχουσι, μέγα δὲ καὶ σαφὲς ἱκανῶς τοῖς κλονώδεσιν ὑπάρχει, καὶ καθ’ ὅσον δὲ οἱ μὲν σπασμώδεις ἑκατέρωθεν ἐκ τῶν περάτων ἀνθέλκεσθαι καὶ τείνεσθαι καὶ σπᾶσθαι φαίνονται, τοῖς κλονώδεσι δὲ οὐδὲν τοιοῦτον ὑπάρχει. καὶ προσέτι μεγάλη μὲν πολλάκις ἡ διαστολὴ τοῖς κλονώδεσι, μικρὰ δ’ ἀεὶ τοῖς σπασμώδεσι. καὶ τῶν μορίων τῆς ἀρτηρίας τὰ μὲν ἀναφέρεσθαι, τὰ δὲ καταφέρεσθαι καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον ἐν τοῖς κλονώδεσι φαίνεται ἐναργῶς, τῶν σπασμωδῶν παντελῶς ὀλίγοις καὶ ἀμυδρῶς τοῦ τοιούτου συμπίπτοντος. καθ’ ὅλου δὲ φάναι οἷον χορδῆς τινος τεταμένης αἴσθησίς ἐστιν ἐπὶ τοῦ σπασμώδους σφυγμοῦ, καθ’ ὃ καὶ οὐδενὶ τῶν ἄλλων ἔοικεν· ἐπὶ τῶν κλονωδῶν οὐδὲν τοιοῦτον φαίνεται. μάλιστα γὰρ ἄν τις αὐτῶν τὴν κίνησιν εἰκάσειε τοῖς ἀκοντίοις, ὅσα σφοδρῶς ἀφεθέντα ταχέως φέρεται κραδαινόμενα. καλοῦσι γὰρ οὕτως τὸν πυκνὸν αὐτὸν καὶ ἀνώμαλον σεισμὸν, ὅπερ οὐχ ὑπάρχει τοῖς σπασμώδεσι. τούτους δὲ πάντας τοὺς σφυγμοὺς, τοὺς ἔξω τῶν πέντε γενῶν τῶν πρώτων, κατὰ μίαν διαστολὴν ἀνωμάλους γενομένους, δύο ταῦτα προσιόντα συνίστησι, τό τε παρὰ τὴν θέσιν τῆς ἀρτηρίας εἶδος τῆς ἀνωμαλίας καὶ τὸ πρωϊαίτερον ἢ ὀψιαίτερον ἄρχεσθαι τῆς κινήσεως τὰ μόρια, τὸν μὲν πρῶτον ἐν αὐτοῖς ῥηθέντα, τὸν παρὰ τὴν θέσιν τῶν μορίων ἀνώμαλον, αὐτὸ τοῦτο μόνον, τοὺς δὲ ἄλλους καὶ τοῦτο μὲν, καὶ ἄλλαι δέ τινες ἀνωμαλιῶν προσιοῦσαι διαφοραὶ τῶν πρώτων πέντε γενῶν. σύνθετοι γὰρ αἴ τε νοήσεις καὶ αἱ γενέσεις αὐτῶν, τοῦ τε κυματώδους καὶ τοῦ σκωληκίζονος καὶ τοῦ κλονώδους καὶ τοῦ σπασμώδους. ὁ δὲ μυρμηκίζων, ὡς ἔφαμεν, ἀνώμαλος μέν ἐστιν, οὐ μὴν καὶ φαίνεταί γε

Καὶ ὁ δορκαδίζων δὲ κληθεὶς ὑπὸ Ἡροφίλου σφυγμὸς ἔστι μὲν ἐκ τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων, σύνθετος δὲ καὶ αὐτός ἐστιν, οὐδετέρας ἐφαπτόμενος τῶν προσιουσῶν τοῖς πρώτοις πέντε γένεσιν ἀνωμαλιῶν, ἀλλ’ ὅταν καθ’ ἓν μόριον ὁτιοῦν διακόπτηται τὴν κίνησιν ἡ ἀρτηρία, τηνικαῦτα μάλιστα γενόμενος, οὐχ ἁπλῶς. οὐ γὰρ ὅλον τοῦτο τὸ γένος δορκαδίζων ἐστὶ σφυγμὸς, ἀλλ’ ὅταν ἡ μετὰ τὴν ἡσυχίαν δευτέρα κίνησις ὠκυτέρα τε καὶ σφοδροτέρα τῆς προτέρας ᾖ. τῷ γὰρ τοιούτῳ μόνῳ τοῦτο ἐπίκειται τὸ ὄνομα, κατὰ τὴν πρὸς τὰ ζῶα τὰς δορκάδας ὁμοιότητα. καὶ γὰρ ἐκεῖνα τοῦτον φαίνεται πηδῶντα τὸν τρόπον, οἷον διπλῆν τινα κίνησιν ποιούμενα. πρὸς βραχὺ γὰρ ὑψώσαντα ἑαυτὰ, καί τινα δόκησιν, ὡς αὐτοῦ που τὴν κίνησιν καταπαύσαντα παρασχόντα, δευτέραν ἀδόκητον ὁρμὴν κινήσεως ποιεῖται, πολὺ τῆς πρόσθεν ὠκυτέραν, ὡς οἷον ἐπεμπηδῶντα ἑαυτοῖς. αὗται αἱ πᾶσαι κατὰ μίαν διαστολὴν ἀνωμαλίαι.

Περὶ δὲ τῆς κατὰ πυκνότητα καὶ ἀραιότητα καὶ ῥυθμὸν νῦν ἐροῦμεν. οἴονται δὲ συστηματικὰς μόνον γίνεσθαι τὰς τοιαύτας ἀνωμαλίας. οὕτω δὲ καλοῦσι τὰς ἐν πλείοσι σφυγμοῖς συνισταμένας. εἴπωμεν δὲ πρότερον περὶ τῶν ἐν ἀθροίσματι γινομένων, εἶθ’ οὕτως ἐπὶ τὰς καθ’ ἕνα μεταβησόμεθα, προχειρισάμενοι παραδείγματος ἕνεκα μίαν αἵρεσιν τῶν περὶ πυκνότητος γεγενημένων, ἥπερ δὴ καὶ σαφεστάτη ἐστὶ, περὶ τὰ διαλείμματα τῶν πληγῶν συνίστασθαι νομίζουσα τὸ γένος τοῦτο τῶν σφυγμῶν. ὅταν οὖν ἑξῆς ᾖ πάντα τὰ διαλείμματα ἴσα κατὰ πάντας τοὺς σφυγμοὺς, ὁμαλὸν τοῦτον εἶναί φασι, εἰ δὲ τὰ μὲν μείζω, τὰ δ’ ἐλάττω, δηλονότι ἀνώμαλον, ἐν πυκνότητι καὶ ἀραιότητι. καὶ τὸν ῥυθμὸν δ’ ὡσαύτως ἐν τῷ λόγῳ τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος συνιστάμενον, ὅταν ἐφεξῆς ὁ αὐτὸς μένῃ, τότε εἶναί φασιν ὁμαλὸν, εἰ δὲ μεταβάλλει τὸν ἐξ ἀρχῆς λόγον, ἀνώμαλον γίγνεσθαι, καθάπερ εἰ καὶ τῶν διαλειμμάτων, ἃ καὶ ἡσυχίας καλοῦσιν, μεταπέσῃ τὰ μεγέθη, τὴν κατὰ πυκνότητα καὶ ἀραιότητα γίγνεσθαι ἀνωμαλίαν. ταῦτα μὲν οὖν ὀρθῶς λέγουσιν, καὶ ἔστιν ἀπὸ τῆς εἰρημένης αἱρέσεως ἐπὶ τὰς ἄλλας μετιόντα γνωρίζειν ὁμαλότητά τε καὶ ἀνωμαλίαν ἐν ἀμφοτέροις τοῖς γένεσι, τὴν ἐν πλείοσι,  ὡς ἔφαμεν, σφυγμοῖς συνισταμένην, ἣν καὶ συστηματικὴν καλοῦσιν.

Περὶ δὲ τῆς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας αὐτῶν, ἣν ἅπαντες παραλελοίπασιν, οὐκ ἔθ’ ὁμοίως σαφὲς, ἀλλ’ ὑπὲρ τοῦ μηδὲν λείπειν τῇ προκειμένῃ πραγματείᾳ καὶ περὶ τούτων πειράσομαι καθ’ ὅσον οἷόν τε σαφῶς εἰπεῖν ἀρχὴν τοῦ λόγου τήνδε ποιησάμενος. τὰ μόρια τῆς ἀρτηρίας ἤτοι πάνθ’ ἅμα τῆς κινήσεως ἄρχεται, ἢ τὰ μὲν αὐτῶν πρωϊαίτερον, τὰ δὲ ὀψιαίτερον. εἰ μὲν οὖν πάνθ’ ἅμα κινεῖσθαι ὑπάρξαιτο, εἶτα καὶ κινηθέντα μὴ ἐν ἴσοις χρόνοις αὖθις τῆς δευτέρας διαστολῆς ἅμα πάλιν ἄρξαιτο, τῶν δύο γενῶν ἀνωμαλία καθ’ ἕνα σφυγμὸν συστήσεται, ὅτι μὲν ἐγένετο, γνωρισθεῖσα, τῆς δευτέρας διαστολῆς ἀρξαμένης, οὐ μὴν ἐν τῇ γε δευτέρᾳ τὴν ὕπαρξιν ἔχουσα, ὥσπερ οὐδὲ ὁ ῥυθμὸς αὐτὸς, οὐδὲ τὸ κατὰ πυκνότητα καὶ ἀραιότητα γένος. καὶ γὰρ καὶ ταῦτα καθ’ ἕνα μὲν σφυγμὸν γίγνεται, δεῖται δὲ πάντως εἰς τὸ γνωσθῆναι τοῦ δευτέρου. πρὶν γὰρ ἄρξασθαι τοῦτον, οὐχ οἷόν τε τοῦ προτέρου τὸ πέρας γνωρίσαι. ἔτι δ’ ἀγνώστου μένοντος τοῦ πέρατος, οὔτε τὴν πυκνότητα δυνατὸν, ἢ τὴν ἀραιότητα, οὔτε τὸν ῥυθμὸν ἐπιγνῶναι. ὥστε καὶ περὶ τὴν τῆς ἀνωμαλίας γένεσιν, ἣν εἰρήκαμεν, οὐδὲν θαυμαστὸν ἀναμένειν τῆς δευτέρας διαστολῆς τὴν ἀρχήν. οὐ μὴν τούτου γε ἕνεκα συστηματικὴν αὐτὴν χρὴ νομίζειν. ἀμέλει πρὶν συμπεραθῆναι τὴν δευτέραν διαστολὴν, εὐθὺς ἀρχομένης αὐτῆς γνωρίζεται, μηδὲν μήτε τοῦ δευτέρου σφυγμοῦ δεηθέντων ἡμῶν μήτε τοῦ τρίτου μήτε τῶν ἑξῆς. οὕτως ἐν τῷ πρώτῳ μόνῳ γίγνεται. διὰ τοῦτ’ οὖν ἔφαμεν, ὅταν ἅμα πάντων τῶν μορίων ἀρξαμένων κινεῖσθαι κατά τε τὴν προτέραν καὶ τὴν δευτέραν διαστολὴν, μὴ ἴσος αὐτοῖς ὁ τῆς κινήσεως γένηται χρόνος, τῶν δύο γενῶν ἀνωμαλίαν συνίστασθαι, τὴν μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα τῷ τῶν διαλειμμάτων ἀνίσῳ, τὴν δὲ κατὰ ῥυθμὸν τῷ λόγῳ τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος. ὁ μὲν γὰρ τοῦ πρώτου πάντων παυσαμένου τῆς κινήσεως μορίου χρόνος ἐλάχιστος ἔσται, μέγιστος δὲ ὁ τοῦ ὑστάτου. οἱ δ’ ἐν τῷ μέσῳ ἀνάλογον, ἐφ’ ὅσον ἂν ἢ τοῦ πρώτου ἢ τοῦ ἐσχάτου ἀφεστηκότες ὦσιν. ἔμπαλιν δὲ τοῖς τῶν κινήσεων χρόνοις οἱ τῶν ἡσυχιῶν μείζους μὲν ἔσονται περὶ τὰ πρῶτα παυσάμενοι, ἐλάττους δὲ περὶ τὰ ὕστατα. ὥστε ὁ μὲν κατὰ τὸ πρῶτον παυσάμενον μόριον χρόνος τῆς κινήσεως ἐλάχιστος ὢν μεγίστῳ παραβάλλεται χρόνῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας, ὁ δὲ κατὰ τὸ ὕστατον μέγιστος ὢν ἁπάντων τῶν τῆς κινήσεως χρόνων ἐλαχίστῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας παραβάλλεται, καὶ οὕτως ὁ ῥυθμὸς ὑπαλλάττεται καθ’ ἑκάστην, εἰς ὅσον ὁ λόγος τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας οὐχ ὁ αὐτὸς ἐν ἅπασι μένει. ἂν μέντοι τῆς προτέρας διαστολῆς, ἅμα μὲν ἁπάντων τῶν μορίων τὴν ἀρχὴν τῆς κινήσεως ποιησαμένης, οὐκ ἰσόχρονον δὲ πᾶσιν ἡ δευτέρα διαστολὴ μὴ ἅμα πάντων ποιήσηται τὴν ἀρχὴν τῆς κινήσεως, ἀλλὰ προτέρου μὲν τοῦ προτέρου παυσαμένου, καὶ τοσούτῳ γε προτέρου, ὅσῳ πρότερον ἐπαύσατο, δευτέρου δὲ τοῦ δευτέρου, καὶ οὕτως ἑξῆς ἡ μὲν κατὰ τὸν ῥυθμὸν ἀνωμαλία γένοιτ’ ἂν οὕτως, ἡ δὲ κατὰ πυκνότητα καὶ ἀραιότητα οὐκ ἔτι. τὸ μὲν γὰρ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γενόμενον οὐδεμίαν ἐργάσεται κατὰ πυκνότητα καὶ ἀραιότητα διαφοράν· οὐ μὴν γε λόγος ὁ αὐτὸς ἔσται τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας, εἴ γε ὁ μὲν τῆς κινήσεως οὐκ ἴσος ἦν ἅπασιν, ὁ δὲ τῆς ἡσυχίας ἴσος, ὥστ’ οὐδὲ ὁ ῥυθμὸς ἅπασιν ὁ αὐτός. εἰ δ’ ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἀρξάμενα κινεῖσθαι, μήθ’ ἅμα πάλιν ἄρξαιτο τῆς δευτέρας διαστολῆς μήθ’ ἅμα παύσαιτο τῆς προτέρας, ἀλλὰ μηδὲ τὸ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γένοιτο, διττὴν ἐν τῷ τοιούτῳ διαφορὰν ἀνάγκη συστῆναι, τῆς μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα καθ’ ἑτέραν τῶν διαφορῶν ἀνωμαλίας συνισταμένης, οὐ μὴν τῆς γε κατὰ τὸν ῥυθμὸν ἐξ ἀνάγκης. ἐνδέχεται γὰρ ἐν τῷ αὐτῷ λόγῳ πάντων τῶν μορίων τοὺς τῆς κινήσεως χρόνους πρὸς τοὺς τῶν ἡσυχιῶν γενέσθαι. καὶ εἰ τοῦτο συμβαίνει, καὶ ὁ ῥυθμὸς ὁμαλὸς ἂν εἴη, μὴ σωζομένου δὲ τοῦ αὐτοῦ κατὰ πάντα τὰ μόρια λόγου, καὶ γὰρ καὶ τοῦτο ἐνδέχεται γενέσθαι, διαφθαρείη ἂν οὕτω καὶ ὁ ῥυθμός. εἰ δ’ αὖ πάλιν ἅμα πάντων ἀρξαμένων τῶν μορίων κινεῖσθαι, καὶ κινηθέντων ἐν ἴσῳ χρόνῳ τῆς δευτέρας διαστολῆς, μὴ ἅμα πάντα τὰ μόρια τὴν αὐτὴν ἀρχὴν ποιήσαιτο, ἀλλὰ τὰ μὲν πρωϊαίτερον αὐτῶν ἄρξαιτο, τὰ δὲ ὀψιαίτερον, οὔτε ὁ ῥυθμὸς ἔτι ὁμαλὸς οὔτε ἡ κατὰ πυκνότητα καὶ ἀραιότητα διαφορά. ταύτην μὲν γὰρ ἀνώμαλον ποιεῖ τῶν ἡσυχιῶν τὸ ἄνισον, τὸν δὲ ῥυθμὸν ἡ τῶν λόγων ἑτερότης, ἁπάντων μὲν τῶν μορίων ἐν ἴσῳ χρόνῳ κινηθέντων, οὐ μὴν καὶ ἡσυχασάντων ἐν ἴσῳ χρόνῳ. τοσαῦται μὲν ἀνωμαλίας αἱ διαφοραὶ, τῆς καθ’ ἕνα σφυγμὸν ἀμφοῖν τοῖν γενοῖν, ὅταν ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἄρξηται διαστέλλεσθαι· ὅταν δὲ τὸ μὲν πρότερον αὐτῶν, τὸ δὲ δεύτερον ἄρξηται τοῦ διαστέλλεσθαι, παυσαμένων μὲν ἁπάντων ἅμα, καὶ αὖθις τῆς δευτέρας διαστολῆς ἀρξαμένων ἅμα, κατὰ θάτερον γένος τὸ τοῦ ῥυθμοῦ μόνον, τὴν ἀνωμαλίαν ἀνάγκη γίνεσθαι. τὰ μὲν γὰρ διαλείμματα τῶν κινήσεων ἴσα πᾶσιν ἔσται τοῖς μορίοις, ὥστε οὐδεμία κατά γε τοῦτο τὸ γένος ἀνωμαλία συστήσεται. ἴσῳ δὲ ὄντι τῷ χρόνῳ τῷ τῆς ἡσυχίας ἐν ἅπασι τοῖς μορίοις ἄνισος παραβαλλόμενος, ὁ τῆς καθ’ ἕκαστον αὐτῶν κινήσεως ἐν διαφέρουσι λόγοις τὸν ἑκάστου μορίου ῥυθμὸν ἀποτελέσει. εἰ δὲ κατὰ τὸν αὐτὸν τρόπον ἄρξαιτο τῆς δευτέρας διαστολῆς ἡ ἀρτηρία, καθ’ ὃν καὶ τῆς προτέρας, ὥστε καθ’ ἑκατέραν τῶν διαστολῶν ταὐτὸ μόριον ἄρχεσθαι πρωϊαίτερον ἑτέρου τῷ ἴσῳ, καὶ τοῦτ’ ἐν ἅπασι τοῖς μορίοις φυλάττοιτο, παυσαμένων αὐτῶν ἅμα τῆς προτέρας διαστολῆς,  ἀνάγκη καθ’ ἑκάτερον τῶν γενῶν γενέσθαι τὴν ἀνωμαλίαν. ὁ μὲν γὰρ πᾶς χρόνος ὁ συγκείμενος ἔκ τε τῆς κινήσεως καὶ τοῦ διαλείμματος ἴσος ἔσται πᾶσι τοῖς μορίοις τῆς ἀρτηρίας. ἄνισοι δὲ οἱ τῶν κινήσεων λόγοι πρὸς τοὺς τῶν ἡσυχιῶν, τῷ τὸν ὅλον χρόνον μὴ εἰς ἴσα τέμνεσθαι. τῶν μὲν γὰρ πρότερον ἀρξαμένων μορίων κινεῖσθαι ὁ μὲν τῆς κινήσεως χρόνος μείζων ἔσται τοῦ τῶν ὕστερον ἀρξαμένων, ὁ δὲ τοῦ διαλείμματος ἐλάττων. τῶν δ’ ὕστερον ἀρξαμένων ἔμπαλιν ὁ μὲν τῆς κινήσεως χρόνος ἐλάττων, ὁ δὲ τῆς ἡσυχίας μείζων. ὥστε ἀνάγκη καὶ τὸν ῥυθμὸν ἄνισον εἶναι καθ’ ἕκαστον τῶν μορίων, καὶ τὴν κατὰ πυκνότητα δὲ καὶ ἀραιότητα συνίστασθαι περὶ αὐτοὺς ἀνωμαλίαν, ἀναγκαῖον, εἰς ὅσον οἱ τῶν διαλειμμάτων χρόνοι διαφέρουσι. εἰ δ’ ὁμοίως τῆς δευτέρας διαστολῆς τὴν ἀρχὴν τῆς τῶν μορίων κινήσεως ποιησαμένης, ἥν περ ἡ προτέρα ἐπεποίητο, τουτέστιν ἵνα καθ’ ἑκατέραν τὸ αὐτὸ μόριον ἄρχηται, τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον τῆς κινήσεως, ἡ τελευτὴ τῆς προτέρας διαστολῆς, μὴ ἴση πᾶσι γένοιτο, δύο ἔσονται διαφοραί. δύναται γὰρ καὶ πολλῷ πρότερον παύσασθαι τὸ πρότερον τῆς κινήσεως ἀρξάμενον μόριον, δύναται δὲ καὶ ὕστερον. εἰ μὲν γὰρ ἐν ἴσῳ παύσαιτο τὸ πρότερον, ὅσῳ πρότερον ἤρξατο, κατ’ ἄμφω τὰ γένη, γένοιτ’ ἂν οὕτως ὁμαλὸς σφυγμός. εἰ δὲ πολλῷ παύσαιτο πρότερον, ἤπερ ἤρξατο, τὴν ἀνωμαλίαν οὕτω γεννήσει τῶν δύο γενῶν. παυσάμενον δ’ ὕστερον τὸ πρότερον ἀρξάμενον πάντως ἐργάσεται τῶν δύο γενῶν τὴν ἀνωμαλίαν, ἄν τε πολλῷ τύχῃ παυσάμενον ὕστερον ἄν τε ὀλίγῳ. εἰ δὲ μήτε τῆς προτέρας διαστολῆς ἡ ἀρχὴ πᾶσιν ἅμα τοῖς μορίοις γένοιτο μήτε τῆς δευτέρας, ἐνδέχεται ποτὲ μὲν τὸν ῥυθμὸν ὁμαλὸν γίνεσθαι, ἐνδέχεται δὲ καὶ τὸ τῆς πυκνότητος καὶ ἀραιότητος γένος, εἰ μὲν οὕτω μερισθεῖεν οἱ τῶν κινήσεων χρόνοι πρὸς τοὺς τῶν ἡσυχιῶν. ὥστε τὸν αὐτὸν ἐν ἅπασιν εἶναι λόγον, ὁμαλοῦ τοῦ ῥυθμοῦ γιγνομένου. εἰ δ’ οἱ τῶν ἡσυχιῶν χρόνοι μόνοι ἴσοι γενηθεῖεν, ὁμαλότης ἐν θατέρῳ γένει. ταῦτα μὲν οὖν σπάνια, τὰ δὲ τῶν ἀνωμαλιῶν ἱκανῶς πολλά. καὶ γὰρ ἅμα πάντα δύναται τῆς κινήσεως παύσασθαι τὰ μόρια καὶ οὐχ ἅμα, κᾀν τῷ μὴ ἅμα παύσασθαι τὰ μὲν πρότερον, τὰ δ’ ὕστερον, καὶ ἤτοι πολλῷ πρότερον, ἢ πολλῷ ὕστερον. οἷαι δὲ καὶ ὅσαι γένοιντ’ ἂν αἱ ἀνωμαλίαι, κατὰ ταῦτα τοῖς προειρημένοις ἂν εὑρίσκοις. ὥστε οὐδὲν δεῖ μηκύνειν ἔτι. μόνον δὲ ὑπομνήσαντας, ὡς τὸ προτεθὲν ἀποδέδεικται, τὸ γίνεσθαί τινας καὶ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας, ἔν τε τῷ κατὰ πυκνότητα καὶ ἀραιότητα γένει, κᾀν τῷ κατὰ τὸν ῥυθμὸν, ἐνταῦθά που καταπαῦσαι καιρὸς ἤδη τὸν πρῶτον λόγον. ἃ γὰρ ἐπὶ μιᾶς αἱρέσεως, τῆς μεριζούσης εἰς πληγὴν καὶ διάλειμμα τὸν σφυγμὸν, ὡς ἐπὶ παραδείγματος εἰρήκαμεν, οὐδὲν χαλεπὸν καὶ ἐπὶ τὰς ἄλλας μεταφέρειν, ὁμοίως ἡμῶν καὶ κατ’ ἐκείνας ἁπάσας ἀποδεῖξαι δυναμένων ἐν τοῖς δύο γένεσι τούτοις, ὑπὲρ ὧν δὴ πέπαυμαι λέγων, τὰς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας συνισταμένας.