GetPassage urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:5.prooemium-5.8 urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:5.prooemium-5.8
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ ΒΙΒΛΙΟΝ Ε.ΠΡΟΟΙΜΙΟΝ.

Ἐν τῷ πρὸ τούτου γράμματι περὶ τῶν κατὰ τὸν πνεύμονα παθῶν διεξερχόμενος, ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου καὶ θώρακος καὶ καρδίας ἐπ’ ὀλίγον, ἀναβαλλόμενος εἰς τουτὶ τὸ πέμπτον ὑπόμνημα τελέως ἀποδώσειν ἅπαντα τὸν περὶ αὐτῶν λόγον. ἐπεὶ τοίνυν ἐτελεύτησεν ἡ κατὰ τὸ τέταρτον ὑπόμνημα διδασκαλία εἰς τὰ συμβάντα τῷ Ἀντιπάτρῳ τῷ ἰατρῷ, τὴν μὲν διάθεσιν αὐτοῦ ἐν αὐτῷ τῷ πνεύμονι ἴσχοντος τὴν πρώτην, ἐπιδιαβάντος δὲ τοῦ πάθους ἄχρι τῆς καρδίας, ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων αὐτῆς τῶν παθῶν διελθεῖν.

Ὥσπερ οὖν περὶ τῶν ἄλλων τοῦ ζώου μορίων, οὕτως καὶ ἐπὶ τῆς καρδίας διορίσασθαι χρὴ, τίνα μὲν ἰδιοπαθούσης, ἢ πρωτοπαθούσης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, γίνεται συμπτώματα, τίνα δ’ ἑτέροις μέρεσι συμπασχούσης. ἔστι δ’ ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις ἐν ἑτέραις πραγματείαις, ἐν αἷς ἐδείχθη, τῆς μὲν ἐμφύτου θερμασίας οἷον πηγή τις ὑπάρχειν ἡ καρδία, καὶ πάντως χρῆναι παθεῖν αὐτὴν, εἰ μέλλοι τεθνήξεσθαι τὸ ζῶον. ἀρχῶν οὖν οὐσῶν τριῶν, αἷς διοικεῖται τὸ ζῶον (πρὸς γὰρ τῇ τῆς καρδίας ἀρχῇ ὁ μὲν ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως ἐδείχθη χορηγὸς εἶναι πᾶσι τοῖς τοῦ ζώου μέρεσι, τὸ δ’ ἧπαρ ἀρχὴ τῆς θρεπτικῆς εἶναι δυνάμεως), ὁ μὲν θάνατος ἀεὶ ταῖς ἀμέτροις τῆς καρδίας ἕπεται δυσκρασίαις, ἅπαντα γὰρ αὐτῇ συγκακοῦται τὰ μόρια· δεδειγμένου δ’ ἡμῖν, ἐνεργεῖν αὐτὰ διὰ τὴν οἰκείαν καρδίας εὐκρασίαν, ἀναγκαῖόν ἐστιν ἀπολομένης ταύτης συναπόλλυσθαι τὰς ἐνεργείας αὐτῶν, καὶ κατὰ τοῦτο καὶ τὰς ἐγκεφάλου τε καὶ ἥπατος, οὔ μὴν ταῖς ἐκείνων γε τὴν τῆς καρδίας. εἰ γὰρ μήτε τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας ἔτι διασώζοι τὸ ζῶον, ἀλλὰ μηδὲ τρέφοιτο, καθάπερ οὐδὲ τὰ φωλεύοντα, δυνατὸν ἄν τις εἶναι νομίσειεν ζῇν αὐτὸ, μέχρι περ ἂν ἡ καρδία μηδὲν ᾖ πεπονθυῖα· καὶ μέντοι καὶ φαίνεται πολλάκις ἡμερῶν ἐφεξῆς πολλῶν οὔτε φρονῶν τις οὔτ’ αἰσθανόμενος οὔτε κινούμενος, ὅμως ἔτι ζῶν, ὥσπέρ γε καὶ δι’ ἀῤῥωστίαν τῆς ἐν ἥπατι δυνάμεως ἀτροφῶν ἐξαρκεῖν εἰς μακρόν· εἰ δὲ τῆς ἀναπνοῆς στερήσειέ τις τὴν καρδίαν, αὐτίκα διαφθείρεται. ὅσοις οὖν ὁ θώραξ οὐδὲν ὅλως ἐδόκει συντελεῖν εἰς τὴν τῆς ἀναπνοῆς ἐνέργειαν, ἀποροῦσι τὴν αἰτίαν εὑρεῖν, δι’ ἣν ἐν ταῖς ἰσχυραῖς ἀποπληξίαις ἀποθνήσκουσιν εὐθέως οἱ κάμνοντες, ἐπὶ μόνῃ τῇ βλάβη τῆς ἄνωθεν ἀρχῆς· ὑμεῖς δ’ οὐκ ἀπορήσετε, πεπεισμένοι βεβαίως, ὑπὸ μυῶν διαστέλλεσθαι τὸν θώρακα, τὴν ἀρχὴν τῆς κινήσεως ἐχόντων ἐκ τῶν εἰς αὐτοὺς φερομένων νεύρων ἀπὸ τοῦ κατὰ τὸν αὐχένα νωτιαίου, στερουμένων τηνικαῦτα τῆς ἐπιῤῥεούσης ἐξ ἐγκεφάλου δυνάμεως αὐτοῖς κινητικῆς τῶν μυῶν· ὡς εἴγε μὴ συνήπτοντο διὰ τῆς ἀναπνοῆς αἱ δύο ἀρχαὶ, δυνατὸν ἂν ἦν ἐστερημένους ἡμᾶς ἐνίοτε τῆς ἄνωθεν ἀρχῆς ἔτι ζῇν. ἴσως οὖν τις ἐξ ὧν ἡμεῖς εὐπορήκαμεν αἰτίαν, δι’ ἣν ἡ καρδία βλάπτεται παθόντος τοῦ ἐγκεφάλου κατὰ τὰς μεγάλας ἀποπληξίας, ἐκ τούτων αὐτῶν εὐπορήσει καθ’ ἕτερον τρόπον εὑρεῖν τὴν αἰτίαν, δι’ ἣν ἐν ταῖς μικροτέραις ἀποπληξίαις, καταλήψεσί τε καὶ κάροις, ἐπιληψίαις τε καὶ ληθάργοις, οὐκ ἀπόλλυται τὸ πάσχον οὕτως ζῶον· εὑρήσει δὲ καὶ τοῦτο θεασάμενος, ὅπως ἀναπνέουσιν ἐν τοῖς εἰρημένοις πάθεσιν οἱ πάσχοντες· ὄψεται γὰρ ὅτι βιαίως τε καὶ μόγις, ὡς ὑπὸ δεσμοῦ τινος εἰργομένου διαστέλλεσθαι τοῦ θώρακος. λέλεκται δ’ ἱκανῶς περὶ τούτου κατὰ τὰ περὶ μυῶν κινήσεως ὑπομνήματα· κοινὸν γὰρ ἐστι τὸ ζήτημα τῷ γιγνομένῳ κατὰ τοὺς ὕπνους, ἐν οἶς ἁπασῶν τῶν κατὰ τοὺς μῦς ἐνεργειῶν ἐκλελυμένων, ἡ τῶν τὸν θώρακα κινούντων μόνη σώζεται· νυνὶ δ’ ἀρκεῖ μέχρι τοσούτου προῆχθαι τὸν λόγον, ὅσον αὐτοῦ χρήσιμον ἦν εἰς τὰ παρόντα. ᾧ γὰρ λόγῳ κατὰ τοὺς ὕπνους ἀναπνέουσιν οἱ ἄνθρωποι, καίτοι τῶν ἄλλων ἁπάντων μυῶν ἡσυχαζόντων, τούτῳ καὶ κατὰ τὰς ἀποπληξίας, ὅσαι μὴ μέγισται, καὶ κατ’ ἄλλα πάθη τὰ ταύτῃ παρακείμενα· μεγάλης δ’ οὕτως γεγενημένης τῆς ἀποπληξίας, ἢ καὶ τινος ἑτέρου πάθους, ὡς τελέως ἀπολέσθαι τὴν ἐνέργειαν τῶν κατὰ τὸν θώρακα μυῶν, ἀναγκαῖόν ἐστι συνδιαφθαρῆναι τὴν ἀναπνοὴν, ἐφ’ ᾗ καὶ τὴν τῆς καρδίας εὐκρασίαν, καὶ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ ζῶον ὅλον ἀπόλλυσθαι. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἐν ταῖς τῆς ἄνωθεν ἀρχῆς βλάβαις μεγάλαις ἀπόλλυται τὸ ζῶον· καθ’ ἕτερον δὲ τρόπον ἐφ’ ἥπατι πάσχοντι, διὰ γὰρ ἀτροφίαν νεκροῦται τηνικαῦτα, διὸ καὶ χρόνῳ πλείονι διαρκεῖ τὰ ζῶα κατὰ τὰ τοιαῦτα παθήματα. καὶ μὴν καὶ καθ’ ἕτερόν τινα τρόπον, ἐπί τε στομαχικαῖς συγκοπαῖς, ἀλγήμασίν τε σφοδροῖς, καὶ φόβοις ἰσχυροῖς, ἡδοναῖς τε μεγίσταις, ἀποθνήσκουσί τινες· ὅσοις γὰρ ἀσθενής ἐστιν ὁ ζωτικὸς τόνος, ἰσχυρά τε πάθη ψυχικὰ πάσχουσιν ἐξ ἀπαιδευσίας, εὐδιάλυτος τούτοις ἐστὶν ἡ τῆς ψυχῆς  οὐσία· τῶν τοιούτων ἔνιοι καὶ διὰ λύπην ἀπέθανον, οὐ μὴν εὐθέως ὥσπερ ἐν τοῖς προειρημένοις· ἀνὴρ δ’ οὐδεὶς μεγαλόψυχος οὔτ’ ἐπὶ λύπαις οὔτ’ ἐπὶ τοῖς ἄλλοις ὅσα λύπης ἰσχυρότερα θανάτῳ περιέπεσον· ὅ τε γὰρ τόνος τῆς ψυχῆς αὐτοῖς ἰσχυρός ἐστι τά τε παθήματα σμικρά.

Ἴδιον δὲ πάθος ἐν καρδίᾳ γίνεται κατὰ μὲν ἁπλῆν δυσκρασίαν πολλάκις, εἴτ’ ἀνώμαλος εἴθ’ ὁμαλὴς εἴη, κατὰ τε φλεγμονὴν ἢ ἐρυσίπελας ἀρχόμενον γίγνεσθαι· διαφθείρεται γὰρ παραυτίκα πρὶν αὐξηθῆναι τὰ πάθη τάδε τὸ ζῶον. ἕπονται δὲ πάλιν ταῖς τοιαύταις διαθέσεσιν αἱ καρδιακαὶ συγκοπαὶ, καθάπερ αἱ στομαχικαὶ ταῖς κατὰ τὸ τῆς κοιλίας στόμα, καλοῦσι δ’ ἔνιοι καὶ τοῦτο στόμαχον· ἀλλὰ καὶ αὗται γίγνονται δηλονότι συμπασχούσης τῆς καρδίας. αἱ διαθέσεις δ’ ἀμφοτέρων τῶν μορίων, τοῦ τε στόματος τῆς κοιλίας καὶ τῆς καρδίας, ἤτοι διὰ δυσκρασίαν μόνην ἰσχυρὰν, ἢ δι’ ὑγρότητα φαρμακώδη, καί ποτε καὶ δι’ ἐρυσίπελας εἰώθασι γίγνεσθαι, καὶ διὰ φλεγμονὴν, ἤ τινα παρὰ φύσιν ὄγκον ἕτερον τοιοῦτον. αἱ μὲν οὖν μικραὶ τῆς καρδίας δυσκρασίαι τοὺς σφυγμοὺς ἀλλοιοῦσιν κατὰ τὴν αὐτῶν ἑκάστη φύσιν· εἴρηνται δ’ αὐτῶν αἱ διαγνώσεις ἐν τῇ περὶ σφυγμῶν πραγματείᾳ· ταῖς μεγάλαις δὲ, κατὰ μὲν τὰς ἰδίας τῶν ὁμοιομερῶν δυσκρασίας οὐκ ὀξὺς ὁ θάνατος ἕπεται, κατὰ δὲ τὰς ὀργανικὰς ἐξαιφνίδιος, ἀλλ’ ἐπὶ προηγουμένοις σημείοις, ὧν ἓν μέν ἐστι καὶ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, οἷον οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσεως, ἐξαπίνης τελευτῶσιν· ἕτερον δὲ παλμὸς τῆς καρδίας, ἤτοι μόνος γιγνόμενος, ἢ μετά τινος ἐμφάσεως ἐν ὑγρῷ κινουμένης αὐτῆς· καὶ θαυμαστὸν οὐδὲν ἀθροίζεσθαί ποτε πλῆθος ὑγροῦ τοσοῦτον ἐν τῷ περιέχοντι χιτῶνι τὴν καρδίαν, ὡς ἐμποδίζειν αὐτῇ διαστελλομένῃ· καὶ γὰρ ἐπὶ τῶν ἀνατεμνομένων ζώων ἐθεασάμεθα πολλάκις ὑγρὸν οὔρῳ παραπλήσιον ἐν τῷ περικαρδίῳ δαψιλές. εἷς δέ ποτέ τις πίθηκος ἰσχνότερος ἑαυτοῦ γιγνόμενος οὐκ ἔφθασεν ἀνατμηθῆναι δι’ ἀσχολίας ἡμῶν ἀναγκαίας· ἀποθανόντος δ’ αὐτοῦ τὰ μὲν ἄλλα πάντα μόρια τοῦ σώματος ἦν ἀπαθῆ, ἐπέκειτο δὲ τῷ περικαρδίῳ χιτῶνι παρὰ φύσιν ὄγκος, ὑγρὸν ἐν ἑαυτῷ περιέχων ὅμοιον τῷ κατὰ τὰς ὑδατίδας· ἐπ’ ἀλεκτρυόνος δέ ποτε χωρὶς ὑγροῦ τοιοῦτος σκιῤῥώδης ὄγκος ἐπέκειτο τῷ περικαρδίῳ, παραπλήσιος ὑμέσι παχέσι πολλοῖς κατ’ ἀλλήλων ἐπιβεβλημένοις. εἰκὸς οὖν ἐστι καὶ τοῖς ἀνθρώποις γίγνεσθαί τινα τοιαῦτα. φλεγμηνάσης δὲ φανερῶς καρδίας ἐπὶ μονομάχων, ἐθεασάμεθα θάνατον ὁμοιότατον ἀκολουθήσαντα τοῖς συγκοπτομένοις καρδιακῶς. ἐὰν μὲν οὖν ἄχρι κοιλίας τινὸς τῶν ἐν αὐτῇ τὸ τρῶσαν ἀφίκηται, παραχρῆμα τελευτῶσιν αἱμοῤῥαγικῶς, καὶ μᾶλλον, ὅταν ἡ ἀριστερὰ κοιλία τύχῃ τρωθεῖσα· μὴ διασχόντος δὲ τοῦ τρώσαντος εἰς κοιλίαν, ἀλλ’ ἐν τῷ σώματι τῆς καρδίας στηριχθέντος, οὐ μόνον αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τρωθέντες ἔτυχον, ἔνιοι διέζησαν, ἀλλὰ καὶ τὴν ἐπιοῦσαν νύκτα, φλεγμονῆς δηλονότι λόγῳ τοῦ θανάτου γενομένου· φρονοῦσί γε μὴν ἅπαντες οὗτοι, μέχρι περ ἂν ζῶσιν, μαρτυροῦντος καὶ τούτου τοῦ φαινομένου τῷ παλαιῷ δόγματι περὶ τοῦ τὸ λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν. ὁ δὲ παλμὸς τοῦ σπλάγχνου τούτου πολλοῖς ὑγιαίνουσιν ἀμέμπτως νεανίσκοις τι καὶ παρακμάζουσιν ὤφθη γενόμενος ἐξαίφνης, ἄνευ φανεροῦ συμπτώματος ἑτέρου, καὶ πάντες οὗτοι φλεβοτομηθέντες ὤνηντο, καὶ τελέως αὐτῶν ἔνιοι τοῦ συμπτώματος ἀπηλλάγησαν, ἐπὶ τῇ φλεβοτομίᾳ λεπτυνούσῃ διαίτῃ μετὰ φαρμάκων ὁμοίων θεραπευθέντες· ἔνιοι δὲ αὐτῶν αὖθίς ποτε τοῦ συμπτώματος ἐπιφανέντος ὁμοίως ἐθεραπεύθησαν. οἶδα δέ τινα καὶ κατ’ ἐνιαυτὸν ἦρος ὥρᾳ πάσχοντα τὸ τοῦ παλμοῦ σύμπτωμα· καὶ ἐπειδὴ τρισὶν ἔτεσιν ἐπειράθη τῆς φλεβοτομίας ὠφελούσης, ἔφθασεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθεὶς ἁλῶναι τῷ συμπτώματι, καὶ οὕτως ἔπραττε κατὰ τὸ ἑξῆς ἐτῶν πλειόνων, μετὰ τοῦ καὶ τἄλλα ποιεῖν ἐπὶ τῇ φλεβοτομίᾳ προσηκόντως· ἀλλ’ ὅμως καὶ οὗτος ἀπέθανε πρὶν γηρᾶσαι, καθάπερ καὶ οἱ ἄλλοι πάντες, ἔνιοι μὲν ἐν πυρετοῖς ὀξέσιν ἀθρόως συγκοπέντες, ἔνιοι δὲ καὶ κατὰ τὸν τῆς ὑγείας χρόνον, εἷς δέ πού τις ἢ δύο καθ’ ἕτερον τρόπον ἀπέθανον χωρὶς συγκοπῆς. οἱ πλείους δὲ τῶν οὕτω παθόντων. ἡλικίαν εἶχον ἐτῶν ἐλαττόνων μὲν ἢ πεντήκοντα, πλεόνων δὲ ἢ τεσσαράκοντα. τὸ μέντοι περικάρδιον σκέπασμα τῶν ἀκύρων ἐστὶ μορίων, ὅπως ἂν πάθῃ, πλὴν εἰ φλεγμήναντος αὐτοῦ διαδοθείη κατὰ συμπάθειαν ἡ διάθεσις ἐπὶ τὴν καρδίαν· ἀλλ’ ὅταν γε πάσχῃ μόνον, ὁμοίως τοῖς ἄλλοις ἅπασι μορίοις, ὅσα φρουρᾶς ἕνεκα καὶ σκέπης ἑτέρων κυριωτέρων ἐγένετο, κίνδυνον οὐδένα φέρει. δύσπνοιαν δ’ οὐδεμίαν ἐργάζετ’ ἄλλην καρδία παρὰ τὰς εἰρημένας ἐν τῷ πρὸ τούτου γράμματι κατὰ τὸν περὶ τῆς δυσπνοίας λόγον· ἐπὶ μὲν τὸ μέγα καὶ πυκνὸν ὑπερθερμανθεῖσα, μετὰ τοῦ καὶ θᾶττον γίνεσθαι τὴν ἀναπνοὴν ἐκφυσᾶσθαί τε θερμὸν πνεῦμα· τὴν δὲ ἐναντίαν αὐτῇ διὰ ψύξιν, ἐφ’ ᾗ μικρὸν καὶ ἀραιὸν γίνεται τὸ πνεῦμα.

Καὶ κατὰ τοῦτο τὸ μόριον, ὥσπερ καὶ κατὰ τἄλλα πάντα, τινὰ μὲν ἰδιοπαθοῦντος αὐτοῦ γίνεται, τινὰ δὲ ἑτέροις συμπάσχοντος· ἅπαντα γοῦν ἐξ ἀνάγκης εἰς τὴν τῆς ἀναπνοῆς βλάβην τελευτᾷ, τοῦτο γὰρ ἴδιον ὄργανον ἐδείχθη τῆς ἀναπνοῆς. ὅσα μὲν οὖν ἐν αὐτῷ γίνεται πάθη τῶν ὀδυνηρῶν, μικρὰν καὶ πυκνὴν  ἐργάζεται τὴν ἀναπνοὴν, ὡς ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασιν ἐδείχθη, καθάπερ γε καὶ τῶν γειτνιώντων τε καὶ συγκινουμένων. λέλεκται δ’ ἔμπροσθεν ἐν τοῖς τοῦ νωτιαίου πάθεσιν, ὅπως ἀναπνοὴ βλάπτεται, μηδὲν αὐτοῦ πεπονθότος ἴδιον πάθημα τοῦ θώρακος, ἀλλ’ ἤτοι τινος τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ἢ αὐτοῦ τοῦ νωτιαίου. τῶν δ’ ἰδίων τοῦ θώρακος παθῶν ἔνια μὲν ἐν τοῖς μυσὶν αὐτοῦ, τινὰ δὲ κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα συνίσταται· περὶ δὲ τῶν κατὰ τὸ δέρμα καὶ τὰ τῶν πλευρῶν ὀστᾶ νῦν οὐ πρόκειται λέγειν, αἰσθητὸν ἐχόντων τὸν πεπονθότα τόπον. διττῶν οὖν ὄντων τῶν κατ’ αὐτὸν μυῶν, τῶν μὲν ἀναπληρούντων τὰ μεσοπλεύρια καλούμενα, τῶν δ’ ἔξωθεν αὐτοῖς ἐπιβεβλημένων, αἱ μὲν τῶν ἔξωθεν ὀδυνηραὶ διαθέσεις, ἑλκωθέντων, ἢ θλασθέντων, ἢ ἀπόστημα σχόντων, ἢ ἐρυσίπελας, ἢ φλεγμονὴν, οὐκ ἀσαφῶς διαγιγνώσκονται τοῖς ἰατροῖς ἐπιβάλλουσι τὰς χεῖρας· αἱ δὲ τῶν μεσοπλευρίων μυῶν φλεγμοναὶ, καὶ μάλιστα τῶν ἐν βάθει, διφυεῖς γάρ εἰσιν, ὡς ἴστε, τὴν μὲν ἁφὴν ἡμῶν λανθάνουσιν, ὀδυνῶσι δὲ τῶν ἐπιπολῆς μειζόνως, καί τι καὶ τοῦ τὴν φλεγμονὴν ἐργασαμένου ῥεύματος εἴσω διαπέμπουσιν διὰ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὃς ἐξ ἀνάγκης αὐτοῖς συμφλεγμαίνει, καθάπερ ἐκείνῳ πάλιν, ὅταν αὐτὸς πρωτοπαθῇ κατά τινα καιρὸν ἕτερον, ἡ ἐντὸς μοῖρα τῶν μεσοπλευρίων συμπάσχει. ἀλλ’ ἥ γ’ ἀκριβὴς πλευρῖτις ἐν τῇ πρωτοπαθείᾳ τοῦ ὑπεζωκότος γίνεται, διὸ καὶ μέχρι κλειδὸς ἢ ὑποχονδρίων ὁ πόνος ἐξικνεῖται· τῶν μὲν ἄνω μερῶν αὐτοῦ πασχόντων, εἰς κλεῖν· τῶν κάτω δὲ, εἰς τὰ ὑποχόνδρια. πυρετὸς δὲ πάντως ἕπεται ταῖς τοιαύταις φλεγμοναῖς σφοδρὸς, ὡς ἂν ἐγγὺς τῇ καρδίᾳ κειμένου πάσχοντος τόπου, καὶ συμφυοῦς ὑπάρχοντος αὐτῆς τῷ χιτῶνι, καθάπερ γε καὶ ταῖς φρεσίν. ὁ σφυγμὸς δέ σοι μάλιστα ἐνδείξεται, πότερον ὁ ὑπεζωκὼς ὑμὴν μᾶλλον ἢ οἱ ψαύοντες αὐτοῦ πεπόνθασι μύες· ἧττον μὲν γὰρ οἱ μύες, ὁ δ’ ὑπεζωκὼς μᾶλλον ἐντείνει τε καὶ σκληρὰν ἀποφαίνει τὴν ἀρτηρίαν, ὡς ἐπί γε τῶν περὶ πνεύμονα παθῶν οὐδ’ ὅλως ἡ τοιαύτη φαίνεται σκληρότης. ὁ δ’ ἀποχεόμενος εἰς τὰ κενὰ τοῦ θώρακος ἰχὼρ, μεταλαμβανόμενος εἰς τὰς τραχείας τοῦ πνεύμονος ἀρτηρίας, ἀναπτύεται μετὰ βηχὸς, ἐνδεικνύμενος ὁποῖός τίς ἐστιν ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμὸς, ἆρά γε πικρόχολος ἢ μελαγχολικὸς ἢ φλεγματικὸς ἢ αἱματικός. ὠχρὰ μὲν γὰρ καὶ ξανθὰ πτύουσιν ἐπὶ τῷ πικροχόλῳ, μέλανα δὲ ἐπὶ τῷ μελαγχολικῷ, τὰ δ’ ἀφρωδέστερα καὶ λευκανθοῦντα πτύσματα τοῦ φλεγματικοῦ πλεονεκτοῦντος γίγνεται χυμοῦ, καθάπερ γε καὶ τὰ ἐρυθρὰ τοῦ αἱματώδους. ὅτι μὲν οὖν ἐκ τῶν κενῶν τοῦ θώρακος ἀναπτύεταί τι μετὰ βηχὸς, ἐναργῶς ἔστι γνῶναι κατὰ τὰς διαθέσεις, ἐν αἷς ἔξωθεν ἔσω τὸ ἕλκος διήκει, ἤτοι συντρήσεως μὴ κολληθείσης, ἢ κατὰ ἀπόστημα μέγα κατ’ ἄμφω τὰ μέρη ῥαγὲν, ἢ τμηθὲν μὲν ὡς ἔξω μόνον ἀνίσχον, εὑρεθέντος δ’ ἐπὶ τῇ τομῇ διαβεβρωμένου τοῦ ὑπεζωκότος, ἢ καὶ διὰ σφάκελον ἐκκοπείσης πλευρᾶς, ἤτοι μὴ δυνηθέντων ἀπαθῆ φυλάξαι τὸν ὑπεζωκότα τῶν ἰατρῶν, ἢ διαβεβρωμένον ἢ διασεσηπότα πως εὑρόντων· ἐν ἀπάσαις γὰρ ταῖς τοιαύταις διαθέσεσιν, ὅταν ἐγχέωμεν εἰς τὰ κενὰ τοῦ θώρακος μελίκρατον, εὐθέως ἀναπτύεται μετὰ βηχὸς, αὐτῷ τῷ κάμνοντι διὰ διὰ τῆς γεύσεως, ὅτι μελίκρατόν ἐστι, γνωριζόμενον. ὅπως δὲ γίγνεται τοῦτο, καὶ δι’ ὧντινων ὁδῶν εἰς τὴν τραχεῖαν ἀρτηρίαν ἀφικνεῖται, πάρεστι σκοπεῖσθαι τῷ βουληθέντι, φυλαττομένῳ παθεῖν ὅπερ ἔπαθον ἔνιοι τῶν ἀπορηθέντων ἐν τῇ τῆς αἰτίας εὑρέσει, τάχα μὲν ἑαυτοὺς πείσαντες ἀδύνατον εἶναι τὴν ἐκ τῶν κενῶν τοῦ θώρακος εἰς τὸν πνεύμονα μετάληψιν, ἴσως δὲ καὶ προσποιησάμενοι διὰ τὸ μὴ βούλεσθαι δοκεῖν ἀπορεῖσθαι. χρὴ δ’ ὅτι μὲν ἡ μετάληψις γίνεται, πεπεῖσθαι· φαίνεται γὰρ ἐναργῶς ἐπὶ τῶν συντρήσεων· ὅπως δὲ γίνεται, ζητεῖν, ἀγαπῶντας μὲν εἰ εὕροιμεν, ἄχρι δ’ ἂν οὐδέπω πεπεικότες ἑαυτοὺς ὦμεν εὑρηκέναι, τὴν ἄγνοιαν ὁμολογοῦντας μᾶλλον ἢ καταψευδομένους τοῦ γιγνομένου. φαίνεται δὲ κᾀπὶ τῶν ἐναίμως κολλωμένων συντρήσεων ἀναπτυόμενά τινα γνωρίσματα τοῦ ῥυέντος αἵματος ἐν ταῖς τρώσεσιν εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν· ἐναργὴς δ’ ἐστὶ κᾀπὶ τῶν ἐμπύων ἥ τ’ ἐν τῇ χώρᾳ ταύτῃ τοῦ πύου σύστασις ἥ τ’ ἐξ αὐτοῦ πτύσις ἅμα βηχί. κατὰ δὲ τὸν αὐτὸν τρόπον εὔλογον γίγνεσθαι καὶ τὰς ἐκ τοῦ θώρακος αἵματός τε καὶ πύου πτύσεις, ἐφ’ ὧν Ἐρασίστρατος ζητῶν τὰς ὁδοὺς, ἀπίθανα γράφει κατὰ τὸ περὶ τῆς ἀναγωγῆς τοῦ αἵματος βιβλίον ἐν τῇδε τῇ ῥήσει· ἡ δὲ ὁδὸς ἐπὶ τὴν ἀναγωγὴν τοῖς ἀπὸ τούτων τῶν τόπων ἀναφερομένοις τοιαύτη τις γίνεται. ἀπὸ τῆς παρὰ τὴν ῥάχιν κειμένης ἀρτηρίας ἀποφύσεις εἰσὶν ἀγγείων παρ’ ἑκάστην πλευρὰν, ὁμοίως ἔκ τε τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν· αὗται δ’ εἰς τοὺς πλησίον τόπους ἐπὶ πλεῖον σχιζόμεναι εἰς ἄδηλα τῇ αἰσθήσει ἀποτελευτῶσιν. ὅταν οὖν γίγνηταί τις εἰς ταύτας τὰς ἀρτηρίας παρέμπτωσις αἵματος, κατὰ τὴν κοίλην ἀρτηρίαν ἐνίοτε λαμβάνει τὴν ἀναφορὰν ἐπὶ τοὺς περὶ τὸν πνεύμονα τόπους, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τις καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ἐκ δὲ τοῦ πνεύμονος, ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ὁ Ἐρασίστρατος ἐδήλωσεν, τὰς ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποπεφυκυίας εἰς ἕκαστον τῶν τοῦ θώρακος μεσοπλευρίων,  ὑποδεξαμένας αἷμα διὰ τῶν καθηκόντων στομάτων εἰς τὸ φλεγμαῖνον μέρος, ἐπὶ τὴν μεγάλην ἀρτηρίαν ἀναφέρειν αὐτὸ, τὴν ἀπὸ καρδίας μὲν ἐκπεφυκυῖαν, ἐπιτεταμένην δὲ τῇ ῥάχει· πάλιν δ’ ἀπ’ αὐτῆς εἰς τοὺς περὶ τὸν πνεύμονα τόπους φησὶ γίγνεσθαι τὴν ἀναφορὰν, οὐκέτι προσθεὶς ὅπως γίγνεται καὶ διὰ τίνων ὁδῶν, ἀλλ’ ἐφεξῆς γράψας, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τίς, φησι, καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ὅπως δὲ γίγνεται καὶ κατὰ τίνας συμφύσεις, οὐκέτι οὐδ’ ἐνταῦθα προσέθηκεν. μένει τοίνυν ἔτι τὸ ζητούμενον, οὐδὲν εἰπόντος εἰς αὐτὸ σαφὲς τοῦ Ἐρασιστράτου, καίτοι σαφῶς ἑρμηνεύειν προῃρημένου κατά τε τἄλλα πάντα συγγράμματα καὶ κατὰ τοῦτ’ αὐτὸ, τὸ περὶ τῆς τοῦ αἵματος ἀναγωγῆς. διὸ καὶ μᾶλλον ἄν τις ἡγήσαιτο, μοχθηρὸν εἶναι τὸν λόγον, ὑποπτευθέντα καὶ αὐτῷ τῷ Ἐρασιστράτῳ τοιοῦτον ὑπάρχειν· ἑκών γ’ οὖν φαίνεται λέξεσιν ἀσαφέσιν κεχρῆσθαι, χάριν τοῦ δόξαι τι λέγειν, καίτοι λέγων μηδέν· ἐν αὐτῷ γὰρ τῷ τόπῳ τῷ ζητουμένῳ κατέλιπε τὴν διήγησιν, ὅπως μὲν εἰς τὴν μεγάλην ἀρτηρίαν ἐκ τῶν πλευρῶν ἀφικνεῖται τὸ αἷμα, σαφῶς εἰπὼν, ὅπως δὲ πάλιν ἀπὸ ταύτης εἰς τοὺς περὶ τὸν πνεύμονα τόπους, ὡς αὐτὸς εἶπεν, οὐκέτι προσθείς. ἀλλὰ καὶ κατ’ αὐτὸ τοῦτο τὸ φάναι, τοὺς περὶ τὸν πνεύμονα τόπους, ἐνὸν εἰπεῖν τὸν πνεύμονα, δῆλός ἐστιν ἑκὼν ἐπιταράττων τὸν λόγον. καὶ τοῦτο μὲν ἐφεξῆς ἐδήλωσεν εἰπών· ἐκ δὲ τοῦ πνεύμονος ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται· ὡς γὰρ εἰς τὸν πνεύμονα φερομένου παρὰ τῆς μεγάλης ἀρτηρίας αἵματος, οὕτω φαίνεται περὶ τῆς ἐντεῦθεν ἀναγωγῆς ἀναμιμνήσκων ἡμᾶς ὅπως γίνεται. ὅτι μὲν οὖν πρότερον εἴρηται περὶ τῆς ἐκ τοῦ πνεύμονος ἀναπτύσεως, ἐπιστάμεθα, καὶ μέντοι καὶ ὅτι σαφῶς εἴρηται, μαρτυροῦμεν· εὐξαίμεθα δ’ ἂν ὁμοίως εἰρῆσθαι καὶ περὶ τῆς εἰς τὸν πνεύμονα μεταλήψεως ἐκ τῆς μεγάλης ἀρτηρίας· ὥσπερ κᾀπειδὰν εἴπῃ, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκε τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν, γίνεσθαι τὴν ἐπὶ τὸν πνεύμονα φορὰν τοῦ αἵματος. οὐδὲ γὰρ ἐνταῦθα τίνας λέγει προσφύσεις ἐδήλωσεν. καὶ γὰρ ἐὰν δι’ ὑμένων ἤ τινων ἰνωδῶν σωμάτων γίγνονται, πλέον οὐδὲν ὡς πρὸς τὴν τοῦ περιεχομένου κατὰ τὴν μεγάλην ἀρτηρίαν αἵματος εἰς τὸν πνεύμονα φοράν· ἐκφύεσθαι γάρ τινα δεῖ τῆς ἀρτηρίας ἀγγεῖα, δι’ ὧν εἰς τὸν πνεύμονα παραγενήσεται τὸ αἷμα, καθάπερ οἱ Ἐρασιστράτειοι λέγουσι διὰ τῆς ἀρτηρίας γίγνεσθαι τοῦτο τῆς ὑποβεβλημένης τῷ πνεύμονι· φαίνεται γὰρ αὐτῆς ἀμυδρὰ πέρατα πρὸς τὴν τραχεῖαν ἀρτηρίαν περαίνοντα, τὴν δ’ ἔκφυσιν ἀπὸ τῆς μεγάλης ἀρτηρίας αὐτὴ λαμβάνει πρὶν ἐπιβῆναι τῇ ῥάχει. καί τινα λόγον διττὸν ἀπ’ αὐτῆς τῆς ἀρτηρίας οἱ Ἐρασιστράτειοι πορίζονται, βοηθοῦντες αὐτῷ, νῦν μὲν εἰς τὴν ἀπὸ τοῦ θώρακος ἀναγωγὴν τοῦ αἵματος, ἑτέρωθι δ’ εἰς γένεσιν φλεγμονῆς ἐν τῷ πνεύμονι· καὶ γὰρ καὶ περὶ ταύτης αὐτοῖς οἱ ἑτερόδοξοι προὔβαλον, ὡς ἀδυνάτου γίγνεσθαι κατὰ τὰς Ἐρασιστράτου ὑποθέσεις. αὐτὸς γὰρ ἐν τῷ διδάσκειν ὅπως γίνεται φλεγμονὴ, τὸ παρεμπῖπτον εἰς τὰς ἀρτηρίας αἷμα βούλεται τῷ παρὰ τῆς καρδίας φερομένῳ πνεύματι συντυγχάνον ἀναστέλλεσθαί τε καὶ συνελαύνεσθαι πρὸς τὰ πέρατα τῶν ἀρτηριῶν, πλὴν εἴποτέ τινες ἀρτηρίαι τρωθεῖσαι, κενωθέντος ἐξ αὐτῶν κατὰ τὸ τραῦμα τοῦ πνεύματος, ἐκ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας διαδέξονται τὸ αἷμα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐκ ἂν γενέσθαι φασὶ φλεγμονὴν ἐν ταῖς τοῦ πνεύμονος ἀρτηρίαις· εἰ γὰρ καὶ παρεμπέσοι ποτ’ αὐταῖς αἷμα, μηδεμίαν ἀπάντησιν αὐτῷ πρὸς τὸ πνεῦμα γίγνεσθαι. κατὰ γάρτοι μόνας τὰς τοῦ πνεύμονος ἀρτηρίας οὐ βούλεται παρὰ τῆς καρδίας φέρεσθαι τὸ πνεῦμα, καθάπερ εἰς τὰς ἄλλας ἁπάσας, ἀλλ’ ἔμπαλιν αὐτὰς χορηγεῖν τῇ καρδίᾳ τοῦ πνεύματος, ὃ διὰ τῆς εἰσπνοῆς τῶν τραχειῶν ἀρτηριῶν αἱ λεῖαι μεταλαμβάνουσιν. τὴν οὖν ἀρτηρίαν ταύτην τὴν ἀπὸ τῆς κατὰ τὴν ῥάχιν ἀρτηρίας μεγάλης εἰς τὸν πνεύμονα φερομένην φασὶ τήν τε φλεγμονὴν ὑπομένειν κατὰ τὰ πέρατα καὶ τὴν ἐκ τοῦ θώρακος ἀναγωγὴν ἐργάζεσθαι τοῦ αἵματος. ἀλλὰ τὸν μὲν περὶ τῆς φλεγμονῆς λόγον οὐ νῦν πρόκειται σκοπεῖν· ἡ δὲ μετάληψις τοῦ αἵματος, ἣν ἐκ τῆς μεγάλης ἀρτηρίας εἰς τὸν πνεύμονα γίγνεσθαί φασιν, οὐκ ὀρθῶς φαίνεται λεγομένη. πρῶτον μὲν γὰρ εἰς μεγάλην ἀρτηρίαν ἐκ τῶν μεσοπλευρίων ἀδύνατον ἐνεχθῆναι τὸ αἷμα, παλινδρομήσει γὰρ αὐτίκα συνελαυνόμενον ὑπὸ τοῦ πνεύματος, ὃ παρὰ τῆς καρδίας διὰ τῆς μεγάλης ἀρτηρίας εἰς ταύτας ἐπιπέμπεται· ἔπειτα δ’ εἰ καὶ συγχωρηθείη τοῦτο γίγνεσθαι, καὶ θείημεν εἰς τὴν μεγάλην ἀρτηρίαν αὐτὸ φέρεσθαι, μείζονος ἀτόπου καταλαμβάνοντος τὸν λόγον, ἐξ αὐτῶν τῶν Ἐρασιστρατείων ὑποθέσεων. βούλεται γὰρ εἰς τὴν ἀρτηρίαν ταύτην ἐνθλιβόμενον ὑπὸ τῆς καρδίας τὸ πνεῦμα, διασῶζον τῆς βολῆς τὴν ῥύμην, εἰς ὅλον φέρεσθαι τὸ σῶμα διὰ τῶν ἀπ’ ἐκείνης πεφυκυιῶν ἀρτηριῶν· ὡς κατὰ μίαν ἔνθλιψιν τῆς ἀρτηρίας ἐξικνεῖσθαι μέχρι τῶν κατὰ τοὺς πόδας ἄκρων τὴν φορὰν τοῦ πνεύματος, ὑπὲρ τοὺς σφοδροτάτους ἀνέμους τὸ τῆς φορᾶς τάχος εἶναι βουλόμενος. οὔκουν ἐγχωρεῖ τὴν τοσαύτην σφοδρότητα μὴ οὐκ εὐθέως ὠθεῖν τὸ κατὰ τὴν μεγάλην ἀρτηρίαν αἷμα πανταχόσε τοῦ σώματος· οἱ δ’ εἰς μίαν ἀρτηρίαν αὐτὸ συνελαύνουσι τῷ λόγῳ, τὴν εἰς τὸν πνεύμονα φερομένην, ὥσπερ νοῦν ἔχον ἐπιστάμενόν τε, δι’ ἧς ὁδοῦ κενωθήσεται ῥᾷστα. μάχεται δ’ αὖ πάλιν αὐτὸ τοῦτο τῷ νῦν ἐνεστῶτι λόγῳ, κενοῦσθαι τάχιστα συγχωροῦντι τὸ αἷμα διὰ τῆς τραχείας ἀρτηρίας. εἰ γὰρ  οὕτως ἐστὶν εὐρέα τὰ πέρατα τῶν ἀρτηριῶν τούτων, ὡς τὸ παρεμπεσὸν εἰς αὐτὰ αἷμα ταχίστην ἴσχειν τὴν κένωσιν, οὐκ ἐνδέχεται σφηνωθὲν αὐτὸ φλεγμονὴν ἐργάσασθαι· τὸ γὰρ σφηνοῦσθαι τῷ διεκπίπτειν ἐναντίον ἐστί. θαυμάσαι δὲ ἔστιν ἔτι μᾶλλον, ὅπως ἐφεξῆς γράφων αὐτὸς Ἐρασίστρατος ἐπιμελέστατα περὶ τῆς τοῦ πύου κενώσεως, ἥν τ’ ἐν τοῖς πλευριτικοῖς πάθεσιν, ἥν τ’ ἐν τοῖς ἐμπυήμασιν ἴσχει, τὴν μάχην οὐ σύνοιδεν, ἣν ἡμῖν καὶ ἅπασι τοῖς ἄλλοις ἀνθρώποις οἱ δύο λόγοι πρὸς ἀλλήλους ἔχειν φαίνονται. γνωσθήσονται δ’ ἐναργῶς, παραγραφείσης αὐτοῦ τῆς ῥήσεως, ἐχούσης κατὰ λέξιν οὕτως· ἐν δὲ τοῖς αὐτοῖς τούτοις πάθεσι πύου ἀνακάθαρσις ἐνίοτε πολλοῦ γίνεται· ἡ δ’ αἰτία τούτου παρὰ τὴν φύσιν τῶν ἀγγείων γίνεται· ἐπιλογισμὸς δ’ αὐτῶν ὅδε. ἐκ τῆς καρδίας ἀπόφυσις φλεβὸς εὐμεγέθης κεῖται παρὰ τὴν ῥάχιν, ἀποτελευτῶσα καθ’ ὃν τόπον αἱ φρένες ἐκ τῶν σπονδύλων ἐκπεφύκασιν· ἀπὸ δὲ ταύτης αἱ παρὰ τὰς πλευρὰς τείνουσαι καὶ ταῖς ἀρτηρίαις παρακείμεναι φλέβες τὴν ἀπόφυσιν ἔχουσιν. ὅταν οὖν ἕλκωσις ἐν τοῖς τόποις τούτοις ἢ ἀπόστημα γένηται, πλείονος πύου συναγωγὴν ποιούμενον, εἰς μὲν τὸ μεταξὺ τοῦ πνεύμονος καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως τὴν ἔκχυσιν λαμβάνει, διὰ τὸ τὸν ὑμένα ὑπεζωκότα τὰς πλευρὰς νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι· συῤῥήγνυται δ’ εἰς τὰ ἐντὸς ἀγγεῖα τοῦ ὑμένος κείμενα. λεπτοτέρας δὲ καὶ ἀσθενεστέρας οὔσης τῆς φλεβὸς ἢ τῆς ἀρτηρίας, πρότερα ταῦτα τὰ ἀγγεῖα τῶν περὶ τὰς ἀρτηρίας διαιρεῖται· κατὰ δὲ τὰς διαιρέσεις ἡ ἀνάχυσις τοῦ πύου εἰς τὰς φλέβας γίνεται. ἐπὶ μὲν οὖν τοὺς κάτω τόπους οὐ γίνεται τοῦ πύου διέξοδος, διὰ τὸ μὴ διϊκνεῖσθαι τὴν φύσιν τῶν φλεβῶν, ἀλλὰ τὴν ἀποτελεύτησιν ἔχειν, καθάπερ εἴρηται, κατὰ τὴν ἔκφυσιν τοῦ διαφράγματος· πληρουμένων δὲ ἀεὶ τῶν συνεχῶν τόπων, τὴν ἐπάνοδον λαμβάνειν ἀναγκαῖον εἰς τοὺς ἐπάνω τόπους. ἐπινοεῖν οὖν δεῖ τὴν γινομένην κατὰ τὴν ἀναπνοὴν τοῦ πνεύμονος ἐνέργειαν, καὶ τὴν ὁλκήν τε καὶ δίωσιν τοῦ πνεύματός τε καὶ τῶν ὑγρῶν, καὶ ὅτι κατὰ τοῦτον τὸν τρόπον ἡ τοῦ πύου ἐπάνοδος ἀπὸ τῶν πλευρῶν εἰς τὸν πνεύμονα γίνεται· ἡ δ’ ἐκ τοῦ πνεύμονος ἀναγωγὴ ὃν τρόπον γίνεται, πρότερον εἴρηται. ἐν ταύτῃ τῇ ῥήσει τὸ μὲν μὴ δύνασθαι κατωτέρω τοῦ διαφράγματος ἀφικέσθαι τὸ μεταληφθὲν εἰς τὰς φλέβας πῦον, ἀληθῶς εἴρηται τῷ Ἐρασιστράτῳ, τῆς γε τὰς κάτω τοῦ θώρακος ὀκτὼ πλευρὰς, οὐ γὰρ δὴ πάσας γε, τρεφούσης φλεβὸς, ἄχρι τοῦ διαφράγματος ἐρχομένης· οὐ γὰρ χρὴ μικρολογεῖσθαι νῦν, εἰ διεκπίπτει τι μέρος αὐτῆς μικρόν· ὅπως δὲ ἀναπτύεται τὸ πῦον τοῦτο, τὴν ἀρχὴν οὐδ’ ἐπεχείρησεν εἰπεῖν, ὥσπερ οὐδὲ τῶν ἀπ’ αὐτοῦ τις. οὐ γὰρ δὴ ὥσπερ ἀρτηρίαν τινά φασιν ἀπὸ τῆς μεγάλης ἀποσχιζομένην ἐπὶ τὸν πνεύμονα φέρεσθαι, κατὰ τὸν αὐτὸν ἔχουσι λόγον ἀποφαίνεσθαί τι περὶ τῆς φλεβός· ἡ μὲν γὰρ ἀρτηρία φαίνεται, κᾂν εἰ μὴ κατασχιζομένη σαφῶς εἰς τὸ σπλάγχνον, ἀλλ’ ὑποβεβλημένη γ’ αὐτῷ, καὶ μέχρι τῆς τραχείας ἀρτηρίας ἀποφύσεις πέμπουσα· φλέβα δ’ οὐδεμίαν οὔθ’ ἡμεῖς εἴδομεν οὔτ’ ἄλλος τις τῶν ἀνατομικῶν ἔγραψεν οὔτ’ αὐτὸς ὁ Ἐρασίστρατος ἐτόλμησεν εἰπεῖν, ἐπὶ τὸν πνεύμονα φέρεσθαι ἀπὸ τῆς ἐπὶ τῇ ῥάχει μεγάλης φλεβός· ὡμολόγηται γὰρ ὑπὸ πάντων ἐκ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ὁ πνεύμων αἷμα λαμβάνειν δι’ ἑνὸς ἀγγείου μόνου. δεήσει τοίνυν γε τὸ παραγιγνόμενον ἐκ τῶν πλευρῶν πῦον εἰς τὴν κατὰ ῥάχιν φλέβα πρότερον μὲν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, δεύτερον δὲ εἰς τὴν φλέβα τὴν ἀπ’ αὐτῆς εἰς τὸν πνεύμονα φερομένην, εἶτα τὸ τρίτον ἐκ ταύτης εἰς τὰς ἐν ἐκείνῳ τραχείας ἀρτηρίας μεταληφθῆναι, καὶ μετὰ ταῦτα βηχὸς δεηθῆναι δηλονότι τῆς εἰς τὸ στόμα δυνησομένης ἀνάξειν αὐτό. κατὰ τίνα μὲν τρόπον ἡ τοῦ μιχθέντος πύου τῷ αἵματι διάκρισις ἀπ’ αὐτοῦ γίνεται, παρέλιπεν εἰπεῖν, ὥσπέρ τι μικρὸν ὂν τοῦτο καὶ τὸ τυχὸν ὑπερβὰς, ἀλλ’ οὐκ αὐτὸ μάλιστα τὸ συνέχον ὅλον αὐτοῦ τὸν λόγον. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς τὸ περιεχόμενον αἷμα κατὰ τὴν ἐν τῇ ῥάχει φλέβα πρὸς τὴν καρδίαν ἀναφέρεσθαι πέφυκεν· αὐτὸ γάρ τοι τοὐναντίον ἐστὶν εἰπεῖν, τὸ ἀπὸ τοῦ κατὰ τὴν καρδίαν ὠτὸς τοῦ δεξιοῦ τὴν φλέβα ταύτην ἀρχομένην ἅμα ἑαυτῆς κομίζειν αἷμα, τὰ κατὰ τὰς ὀκτὼ πλευρὰς μόρια πάντα τοῦ θώρακος θρέψον· οὐ γὰρ δὴ τά γε κατὰ τὰς ὑψηλὰς αὐτοῦ τέτταρας, αἱ γὰρ ἐκεῖνα τρέφουσαι φλέβες ἀπὸ τῆς εἰς τὰς σφαγὰς ἀναφερομένης πεφύκασιν ἐν τῷ μεταξὺ τόπῳ καρδίας τε καὶ κλειδῶν· ὥστε καὶ τοῦτ’ ἄτοπον ἱκανῶς ἕπεται τοῖς Ἐρασιστράτου λόγοις· τὸ γὰρ ἀπὸ τῶν ὑψηλῶν τοῦ θώρακος τεττάρων πλευρῶν πῦον ἀναφερόμενον εἰς τὴν κοίλην φλέβα μάλιστα μὲν ἐπὶ τὰς κατὰ τὸν τράχηλον ὠμοπλάτας τε καὶ κεφαλὴν καὶ χεῖρας ἀφικνουμένας φλέβας, ἤδη δὲ καὶ τὰς καθ’ ὅλον τὸ ζῶον, ἐνεχθήσεται. ταῦτά τε οὖν ἄτοπα τοῖς ὑπ’ Ἐρασιστράτου γεγραμμένοις ἕπεται καὶ πρὸς τούτοις ἔτι τὸ παραλελειμμένον ὑπ’ αὐτοῦ κατὰ τὸν λογισμὸν τῆς αἰτίας· εἰπὼν γὰρ, εἰς τὸ μεταξὺ πνεύμονός τε καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως ἔκχυσιν λαμβάνειν τὸ πῦον, διὰ τὸ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι, τὸ μὲν ἐκχεῖσθαί ποτε πῦον εἰς τὴν χώραν ταύτην οὐκ ἠρνήσατο, προσέθηκε δὲ τῷ λόγῳ τὸ μὴ ῥᾳδίως. ἐχρῆν οὖν καὶ τούτου τοῦ μὴ ῥαδίως μὲν, ὅμως δ’ οὖν γινομένου ποτὲ, τὸν λογισμὸν ἀποδοῦναι, διδάξαντα τὰς ὁδοὺς αἷς χρώμενον τὸ πῦον ἐπὶ τῶν ἐμπυϊκῶν ἀναπτύεται. καθάπερ γὰρ ἀπολλυμένους εἴδομεν οὐκ ὀλίγους τῶν οὕτως ἐχόντων, οὕτω καὶ σωθέντας ἑτέρους πολλοὺς, ἐφ’ ὧν εἴ τις ἤθροιζε τὸ καθ’ ἑκάστην ἡμέραν ἀναβηττόμενον πῦον, ἐνίοτε μὲν ἓξ ἢ ὀκτὼ κοτυλῶν, ἐνίοτε δὲ καὶ δέκα, ἐνίοτε δὲ καὶ πλειόνων ἂν εὑρέθη  τὸ σύμπαν κεφάλαιον. ἀλλ’ ὅπερ ἀεὶ λέγειν εἴωθα, καὶ νῦν ἐρῶ· πολλοὶ τῶν ἰατρῶν ἐναργῶς ὁρωμένων πραγμάτων ἀδυνατοῦντες εἰπεῖν τὰς αἰτίας΄, οὐδ’ εἶναί φασιν αὐτὰ, καίτοι, ὡς ἔφην, ἁπάντων τῶν συντετρημένων τὸν θώρακα τὸ διὰ τοῦ τραύματος ἐνιέμενον μελίκρατον εὐθέως ἀναβηττόντων· ἀλλὰ καὶ διὰ τῆς ἐναίμου τε καὶ κολλητικῆς ὀνομαζομένης ἀγωγῆς, οὐκ ὀλίγων συντρήσεων θεραπευομένων, ἀναπτύουσιν ἔνιοι πυῶδες ἐν ταῖς πρώταις ἡμέραις, ὅτ’ ἂν μὴ καλῶς μηδ’ ἀκριβῶς ἅπαν ἐκχυθῇ τὸ αἷμα διὰ τοῦ τραύματος, ἐν τῷ κατασείεσθαι τὸν οὕτω τετρωμένον ἄνθρωπον. ἀλλ’ ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑμὴν ἰσχυρὸς καὶ νευρώδης ἐστὶν καὶ δυσδιαίρετος· εἰ βούλει δὲ, πρόσθες τῷ λόγῳ καὶ τὸν ἀμφιεννύντα τὸν πνεύμονα, τὴν αὐτὴν ἔχοντα φύσιν αὐτῷ· καὶ διὰ τοῦτο τὴν εἰς τὰ κενὰ τοῦ θώρακος ἔκχυσιν τῶν ὑγρῶν ὁ μὲν οὐ μεθίησιν, ὁ δ’ οὐ μεταλαμβάνει. λέγε τοίνυν καὶ τὸ δέρμα πολὺ τῶν ὑμένων τούτων ἰσχυρότερόν τε καὶ παχύτερον ὑπάρχον, ἐν ταῖς τῶν καταγμάτων πωρώσεσι μή ποτ’ ἐπιτρέπειν ἔξω φέρεσθαι δι’ ἑαυτοῦ τὸν αἱματώδη χυμὸν, ὃν ὁρῶμεν οὕτω πολὺν ἐπί τινων ἐκχεόμενον, ὡς διαβρέχειν ὅλους τοὺς ἐπιδέσμους· εἰ δὲ τοῦτο φαίνεται γιγνόμενον, οὐδὲν ἔτι θαυμαστὸν οὐδὲ διὰ λεπτῶν ὑμένων γίνεσθαι ταὐτὸν τοῦτο. κάλλιον δ’ ἦν οὐ τοῦτ ’ ἠπορηκέναι τὸν Ἐρασίστρατον, ἀλλ’ ἐκείνου μᾶλλον ηὐπορηκέναι τοῦ μεταλαμβάνεσθαι τὸ μεταξὺ θώρακός τε καὶ πνεύμονος ὑγρὸν εἰς τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, οὔτε δ’ εἰς τὰς λείας οὔτ’ εἰς τὰς φλέβας ἀφικνεῖσθαι· κατὰ γὰρ αὐτὸν τὸν Ἐρασίστρατον ἀλλήλοις συμπαρεκτείνεται ταῦτα τὰ τρία, καὶ συγκατασχιζόμενα ἀποτελευτᾷ τοῖς ἐσχάτοις ἑαυτῶν στόμασιν εἰς τὸν περικείμενον ὑμένα τῷ πνεύμονι. τί δή ποτ’ οὖν ἀλλήλοις παρακειμένων τῶν τριῶν στομάτων, εἰς ἓν αὐτῶν μόνον ἡ μετάληψις γίνεται, τοῦτ’ ἐχρῆν ἐζητηκέναι τὸν Ἐρασίστρατον· ἄμεινον γάρ ἐστιν, ὅπως γίγνεται τὰ γινόμενα ζητεῖν, ἢ κατασκευάζειν ὅτι μὴ γίγνεται. καίτοι οὐκ ἄπορος οὐδ’ ἀνεύρετος ἐμοὶ φαίνεται τῶν ἐκ τοῦ θώρακος ἡ μετάληψις εἰς τὸν πνεύμονα, δυναμένη γε κατὰ τὰ τῆς τραχείας ἀρτηρίας πέρατα γίγνεσθαι· ταῦτα γὰρ οὐ τὴν αὐτὴν ἔχει στενότητα τοῖς τῶν λείων τε καὶ φλεβῶν, ὅτι τε τὸ πλεῖστον τῆς οὐσίας τῶν τραχειῶν ἀρτηριῶν χόνδρος ἐστὶν, οὐ δυνάμενος εἰς ἐσχάτην ἀφικνεῖσθαι σύμπτωσιν, ὅτι τε πολὺ μεῖζόν ἐστι τῶν ἑτέρων δυοῖν ἀγγείων τὸ τῆς τραχείας ἀρτηρίας. σχιζομένων οὖν αὐτῶν κατὰ τὸν πνεύμονα σχίσεις ἰσαρίθμους, εὔλογόν ἐστιν ἀνάλογον ἀεὶ τοὺς οἷον κλάδους τῆς τραχείας ἀρτηρίας ὑπερέχειν τῶν κατὰ τὰ λοιπὰ δύο γένη μορίων· ἀλλὰ καὶ φαίνεται σαφῶς τοῦτο, καὶ κατὰ τὴν ἀνατομὴν τοῦ σπλάγχνου τὴν αὐτὴν ἀναλογίαν τῆς κατὰ τὸ μέγεθος ὑπεροχῆς φυλαττόντων ἀεὶ τῶν παρακειμένων ἀλλήλοις ἀγγείων, ἣν ἐξ ἀρχῆς εἶχε τὰ μέγιστα. ταῦτ’ ἐχρῆν εἰπόντα τὸν Ἐρασίστρατον ἐφεξῆς προσθεῖναι τὸν καιρὸν ἐν ᾧ μεταλαμβάνεται τὸ πῦον ἐκ τῶν κενῶν τοῦ θώρακος εἰς τὸν πνεύμονα, πότερον ὁ τῆς εἰσπνοῆς, ἢ ὁ τῆς ἐκπνοῆς, ἢ ὁ τῆς ἡσυχίας ἐστί· εἶτα διδάξαντα μήτε τὸν τῆς εἰσπνοῆς ὄντα μήτε τὸν τῆς ἡσυχίας, ἑξῆς εἰπεῖν ὅτι κατὰ τὴν ἐκπνοὴν ἡ μετάληψις γίνεται. ῥᾷστον γὰρ ἦν καὶ τοῦτο δεῖξαι, προαποδεδειγμένην ἔχοντα τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ὑπὸ τοῦ θώρακος γιγνομένην, οὐδεμίαν ἔχοντος ἰδίαν κίνησιν τοῦ πνεύμονος, ἀλλ’ ὁπότε μὲν ὁ θώραξ διαστέλλοιτο, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συνδιαστελλομένου, κατὰ δὲ τὰς συστολὰς αὐτοῦ συνιζάνοντος εἰς αὐτὸν ὁμοίως τοῖς σπόγγοις οὓς ταῖς χερσὶν περιλαμβάνοντες θλίβομεν. οὕτως γοῦν φαίνεται προσπίπτων λοβὸς αὐτοῦ διὰ τοῦ τραύματος ἐν ταῖς μεγάλαις συντρήσεσιν. ἀλλὰ πρό γε τοῦ τρωθῆναι συστελλόμενος ὁ θώραξ σφοδρῶς ἐνθλίβει τὸ μεταξὺ περιεχόμενον αὐτοῦ τε καὶ τοῦ πνεύμονος ὑγρὸν εἰς τὰς τραχείας ἀρτηρίας αὐτοῦ. μὴ παρέργως δ’ ἀκούσῃς τοῦ, σφοδρῶς, προσκειμένου κατὰ τὸν λόγον· ἐὰν γὰρ μὴ πάνυ σφοδρῶς θλίψῃ τὸν πνεύμονα πανταχόθεν ὁ θώραξ, οὐ μεταληφθήσεται τὸ ὑγρὸν εἰς τὰ τῶν τραχειῶν ἀρτηριῶν στόματα, καὶ τούτου χάριν ὑπὸ τῆς φύσεως ἐδόθη τοῖς ζώοις εἰς τὴν τῆς θλίψεως ῥώμην ἡ καλουμένη βὴξ, σύμπτωμα φυσικὸν ὅμοιον πταρμῷ καὶ λυγγὶ καὶ ναυτίᾳ, περὶ ὧν αὐτάρκως ἐν τοῖς περὶ τῶν συμπτωμάτων αἰτίας εἴρηται· πρὸς δὲ τὴν γένεσιν τοῦ φυσικοῦ τούτου συμπτώματος ἰσχύος χρῄζοντες οἱ κάμνοντες ἀποθνήσκουσιν εἰκότως οὐκ ὀλιγάκις ἐν τοῖς ἰμπυϊκοῖς πάθεσιν, ὡς ἂν προκεκμηκυίας αὐτῶν τῆς δυνάμεως· ἡ γὰρ εὐτονωτάτη τε καὶ ταχίστη συστολὴ τοῦ θώρακος ἐργάζεται βῆχα· οὐ δύναται δ’ εὐτόνως οὔτε ταχέως ἐνεργεῖν ἡ ἀσθενὴς δύναμις. περὶ μὲν οὖν τῆς ἐκ τῶν κενῶν τοῦ θώρακος ἀναπτύσεως ἀρκεῖ καὶ ταῦτα· πάλιν δ’ ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον λόγον ἐπανέλθωμεν. αἱ κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα καὶ τοὺς τούτῳ συνεχεῖς μῦς φλεγμοναὶ νόσον ἐργάζονται τὴν καλουμένην πλευρῖτιν, ἥ τις ἀχώριστα μὲν ἔχει συμπτώματα, πυρετὸν ὀξὺν, ὀδύνην ὡς διατεινομένων τῶν τόπων ἢ νυττομένων, πνεῦμα πυκνὸν καὶ μικρὸν, σφυγμὸν μικρὸν σκληρὰν τὴν ἀρτηρίαν ἐμφαίνοντα σύν τινι τάσει, βῆχα κατὰ τὸ πλεῖστον μὲν ἅμα τοῖς κεχρωσμένοις πτύσμασιν, ὀλιγάκις δὲ καὶ χωρὶς τούτων, ἃς ἀπτύστους καὶ ἀπέπτους ὀνομάζουσι πλευρίτιδας, ἤτοι διὰ ταχέων ἀναιρούσας, ἢ χρόνῳ πλείονι λυομένας· ἀλλὰ καὶ τὴν ὀδύνην ὡς τὸ πολὺ μέχρι κλειδὸς ἢ ὑποχονδρίου διήκουσαν ἔχουσιν. ἕτεραι δ’ εἰσὶν ὀδύναι πλευρῶν ἅμα πυρετοῖς, ἐφ’ ὧν ἐξ ἀνάγκης μὲν γίνεται πυκνὸν καὶ μικρὸν τὸ πνεῦμα,  πτύεται δ’ οὐδὲν, ὡς ἐοικέναι κατὰ τοῦτο ταῖς ἀπτύστοις πλευρίτισιν· ἀλλὰ καὶ διορίζονται ῥᾳδίως αὐτῶν τῷ τε μηδ’ ὅλως βήττειν, ὡς ἐπὶ τῶν ἀπτύστων ξηρᾶς τῆς βηχὸς γινομένης, καὶ τῷ μήτε τάσιν ἴσχειν τὸν σφυγμὸν μήθ’ ὅλως σκληρότητα, καὶ πρὸς τούτοις ἔτι τὸν πυρετὸν οὐχ ὁμοίως ὀξὺν εἶναι· καὶ ἡ δύσπνοια δ’ αὐτοῖς ἧττον ἐνοχλεῖ, τινὲς δὲ καὶ θλιβόντων ἡμῶν τὸν φλεγμαίνοντα τόπον ἔξωθεν ἀλγοῦσι. ἐπὶ τούτων ἡ μὲν ἀνακάθαρσις οὐ γίνεται διὰ τῶν πτυσμάτων, ὅτι μηδὲ τὴν ἀρχὴν εἰς τὰ κενὰ τοῦ θώρακος ἀφικνεῖταί τι τοῦ τὴν φλεγμονὴν ἐργασαμένου· πεπτομένης δ’ αὐτῆς, ἐὰν μὴ φθάσῃ διαφορηθῆναι τὸ γενόμενον πῦον, ἀποκορυφοῦται πρὸς τὸ δέρμα καὶ τέμνεται.

Τὸν δὲ κάτω τοῦ θώρακος ὅρον οἱ μὲν παλαιοὶ πάντες ὠνόμαζον φρένας, εἴθ’ ἁπλῶς ἐπελθὸν αὐτοῖς, εἴθ’, ὥς τινες οἴονται, διότι φλεγμαίνοντος αὐτοῦ βλάπτονται τὴν φρόνησιν οἱ κάμνοντες· ἀπὸ Πλάτωνος δ’ ἤρξατο καλεῖσθαι διάφραγμα, προσαγορεύσαντος μὲν αὐτοῦ φρένας ὁμοίως τοῖς ἄλλοις παλαιοῖς, ἡγουμένου δὲ τὴν τοῦ διαφράγματος ἐν τοῖς ζώοις χρείαν ἔχειν, ἐπειδὴ τὸ θυμοειδὲς τῆς ψυχῆς ἐν καρδίᾳ περιεχόμενον ἀπὸ τοῦ καθ’ ἧπαρ ἐπιθυμητικοῦ διαφράττοι. τοὐντεῦθεν δὲ ἔθος ἔσχον οἱ ἰατροὶ προσαγορεύειν αὐτὸ διάφραγμα, τῆς ἀρχαίας ἀμελήσαντες προσηγορίας, ὅπερ ἐποίησαν ἀμέλει κᾀπὶ τοῦ νωτιαίου· καὶ γὰρ καὶ τούτῳ τῆς οἰκείας οὐσίας ὄνομα μυελός ἐστιν, ὥσπερ τοῦ νῦν προκειμένου κατὰ τὸν λόγον ὀργάνου φρένες· ἐκείνῳ τε οὖν προσετέθη διορισμοῦ χάριν ὁ νωτιαῖος, ὥσπερ καὶ διαυχένιος, καὶ ῥαχίτης, καὶ ψωΐτης, εἶτα μετὰ ταῦτα σχεδὸν ἅπαντες εἴθισαν ὀνομάζειν ἁπλῶς νωτιαῖον· ἐνταῦθά τε πάλιν ἐάσαντες τὸ τῶν φρενῶν ὄνομα, διάφραγμα καλοῦσιν. Ἀριστοτέλης δὲ ὠνόμαζεν ὑπόζωμα τὸ μόριον τοῦτο τοῦ ζώου, μὴ γινώσκων μηδ’ αὐτὸς ἐνέργειαν εἶναι μεγάλην αὐτοῦ, χρησιμωτάτην τοῖς ζώοις· ἔστι γὰρ ἀναπνοῆς ὄργανον· εἰκότως οὖν ἐμποδίζει ταύτην παθὸν, ὡς κᾀν τῷ περὶ δυσπνοίας λόγῳ πρόσθεν εἴρηται, τοῖς κατὰ συμπάθειαν ἐπὶ τῷ νωτιαίῳ καὶ τοῖς ἀπ’ αὐτοῦ νεύροις γινομένοις ἐν αὐτῷ παθήμασι συναποδοθέντων καὶ τῶν ἰδίων αὐτοῦ. νυνὶ δὲ καὶ τῶν ἄλλων αὐτοῦ παθημάτων, ὅσα κατὰ συμπάθειαν τῆς ἄνωθεν ἀρχῆς ἐπιφέρει, μνημονεύσωμεν. πρὶν μὲν οὖν παραφρονεῖν, πυκνὸν καὶ μικρὸν ἐργάζεται τὸ πνεῦμα· παραφρονούντων δ’ ἤδη, ποικίλως ἀνώμαλον, ὡς ἐν τοῖς περὶ δυσπνοίας ἐδείχθη. παραφροσύναι μὲν οὖν γίγνονται κᾀπὶ τῷ τῆς γαστρὸς στόματι κακοπραγοῦντι καὶ διακαέσι πυρετοῖς καὶ πλευρίτισιν καὶ περιπνευμονίαις· ἀλλ’ αἱ διὰ τὰς φρένας ἐγγὺς τῶν φρενιτικῶν εἰσιν· ἐπὶ μὲν γὰρ τοῖς ἄλλοις μορίοις πάσχουσι καὶ τοῖς διακαέσι πυρετοῖς ἐν ταῖς παρακμαῖς αὐτῶν ἡ παραφροσύνη καθίσταται· ταῖς φρενίτισι δ’ ἴδιον ἐξαίρετον ὑπάρχει τὸ μηδ’ ἐν ταῖς παρακμαῖς τῶν πυρετῶν παύεσθαι τὴν παραφροσύνην· οὐ γὰρ ἐπὶ συμπαθείᾳ κατ’ ἐκείνην τὴν νόσον ὁ ἐγκέφαλος πάσχει, ἀλλὰ κατ’ ἰδιοπάθειάν τε καὶ πρωτοπάθειαν κάμνει, καὶ διὰ τοῦτο κατὰ βραχύ τε συνίσταται τοῦτο τὸ πάθος καὶ οὐκ ἐξαίφνης παρακόπτουσιν ἢ ἀθρόως, ὡς ἐπὶ τοῖς ἄλλοις μορίοις, ὅσα προεῖπον ἀρτίως· οὐκ ὀλίγα τε συμπτώματα προηγεῖται τῆς κατασκευῆς αὐτοῦ, καὶ καλεῖταί γε πάντα ταῦτα φρενιτικὰ σημεῖα, καὶ γεγράφασιν αὐτὰ πάντες οἱ πρὸ ἐμοῦ. τοῦτο μὲν γὰρ ἀγρυπνίας ἢ καί τινας ὕπνους θορυβώδεις ἐπὶ φαντάσμασιν ἐναργέσιν, ὡς καὶ κράξαι ποτὲ καὶ ἀναπηδῆσαι, προηγουμένους ἔστιν ἰδεῖν, τοῦτο δ’ ἀλόγους ἐπιλησμοσύνας, ὡς αἰτήσαντας ἀμίδα τοὺς κάμνοντας οὐκέτ’ οὐρεῖν, ἢ οὐρήσαντας ἐπιλαθέσθαι προδοῦναι τὸ σκεῦος, ἢ θορυβωδέστερον ἢ ὅλως θρασύτερον ἀποκρίνασθαι, καὶ μάλισθ’ ὅταν ἔμπροσθεν ᾖ κόσμιος. ἀλλὰ καὶ βραχυπόται πάντες εἰσὶν οὗτοι, καὶ μέγα καὶ ἀραιὸν ἀναπνέουσι, καὶ τοὺς σφυγμοὺς μικροτέρους τε καὶ νευρωδεστέρους ἔχουσι, καί ποτε καὶ τὰ κατ’ ἰνίον ὀδυνῶνται. πλησίον δὲ ἤδη τοῦ φρενιτίζειν ὄντες αὐχμηροὺς ἱκανῶς ἴσχουσι τοὺς ὀφθαλμοὺς, ἤ τι κατὰ τὸν ἕτερον αὐτῶν δάκρυον ἐκχεόμενον δριμὺ, καὶ μετὰ ταῦτα καὶ λήμας καὶ φλέβας τὰς ἐν αὐτοῖς μεστὰς αἵματος, ἐκ ῥινῶν τε στάξεις αἵματος, ἡνίκ’ ἤδη μηδὲ τὰς ἀποκρίσεις ἔμφρονας ἀκριβῶς ποιοῦνται, κροκυδίζουσί τε καὶ καρφολογοῦσι, καὶ πυρετὸν ἴσχουσιν αὐχμωδέστερον οὐ μεγάλας ἐφ’ ἑκάτερα μεταβολὰς ποιούμενον, ὥσπερ ἄλλοι τινὲς, ἀκμὰς μὲν σφοδροτάτας ἴσχοντες, ἐπιεικεῖς δὲ τὰς παρακμάς. τί δεῖ λέγειν περὶ γλώττης ἱκανῶς τραχείας, ἢ τοῦ παρακούειν ἐνίοτε, καί ποτε καὶ κατακεῖσθαι σκυθρωποὺς ἀποκρινομένους μόγις, ἢ μέρους τινὸς ὀδυνηρὰν ἔχοντος διάθεσιν οὐδ’ ὅλως αἰσθάνεσθαι, κᾂν σφοδρότερόν τις αὐτοῦ θίγῃ; κατὰ βραχὺ γὰρ οὕτως ἐπ’ ἐγκεφάλῳ πάσχοντι φρενιτίζουσιν, ἐπ’ ἄλλῳ δ’ οὐδενὶ μορίῳ τὸ διηνεκές ἐστι τῆς παραφροσύνης, ὅτι μὴ διαφράγματι μόνῳ· πλησίον γάρ πως ἥκει τοῦ διηνεκοῦς, ὡς δι’ αὐτὸ τοῦτο δοξασθῆναι τοῖς παλαιοῖς, ἐπὶ τῷ μορίῳ τούτῳ φλεγμαίνοντι γίγνεσθαι φρενιτικοὺς, ὀνομάσαι τε φρένας αὐτὸ διὰ τὴν αὐτὴν ὑπόνοιαν, ὡς καὶ τῷ φρονοῦντι μορίῳ συμβαλλόμενόν τι. διορίζεται δ’ ἡ ἀπὸ τούτου παραφροσύνη τῆς φρενιτικῆς τοῖς τε κατὰ τοὺς ὀφθαλμοὺς συμπτώμασι καὶ ταῖς ἐκ τῶν ῥινῶν αἵματος στάξεσιν, καὶ τῷ τῆς ἀναπνοῆς εἴδει· μέγα μὲν γὰρ καὶ διὰ πολλοῦ χρόνου τὸ πνεῦμα τοῖς ἐπ’ ἐγκεφάλῳ φρενιτικοῖς ἐφεξῆς ἐστιν ἀεί· τοῖς δ’ ἐπὶ ταῖς φρεσὶν ἀνώμαλον, ὡς καὶ μικρόν ποτε γενέσθαι, καὶ πυκνὸν, αὖθίς τέ ποτε μέγα καὶ στεναγματῶδες. ἀρχομένης  μέντοι τῆς κατὰ τὸ διάφραγμα φλεγμονῆς, πρὶν παραφρονῆσαι, μικρὸν καὶ πυκνὸν ἀναπνέουσιν, ἔμπαλιν τοῖς ἐπ’ ἐγκεφάλῳ, προηγεῖται γὰρ ἐκείνοις μέγα καὶ ἀραιὸν πνεῦμα· καὶ συνελόντι φάναι, τῶν εἰρημένων ἀρτίως προηγεῖσθαι φρενίτιδος ἤτοι γ’ οὐδὲν ἢ μικρὰ συμβαίνει τοῖς ἀρχομένοις φλεγμαίνειν τὸ διάφραγμα· καθάπερ γε πάλιν ἀνασπᾶσθαι μὲν ὑποχόνδριον ἴδιον αὐτῶν τῶν φρενῶν πασχουσῶν εὐθὺς ἐξ ἀρχῆς, ἐπ’ ἐγκεφάλου δὲ ἕν τι τῶν ὕστερον ἐπιγενομένων, ἤδη κατασκευαζομένου τοῦ πάθους καὶ οὐκ ἀρχομένου· καὶ ἡ θερμασία δὲ πλείων ἐστὶ κατά τε τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐπὶ τῶν ἐν αὐτῇ τῇ κεφαλῇ τὴν κατασκευὴν ἐχόντων τῆς παραφροσύνης. τὰ δ’ ἄλλα τοῦ διαφράγματος πάθη, τά τε κατὰ πρωτοπάθειαν αὐτοῦ γιγνόμενα καὶ τὰ κατὰ συμπάθειαν, τὰ μὲν οὐκ ἔστι τῆς προκειμένης πραγματείας, ὅσα προδήλως πάσχει κατά τε τἄλλα συμπτώματα καὶ τὰς ἐν αὐτῷ γιγνομένας ἀποστάσεις, τὰ δὲ ἐν τῷ πρόσθεν εἴρηται λόγῳ.

Τὸ μεταξὺ τῆς τε φάρυγγος καὶ τοῦ στόματος τῆς κοιλίας, ὅπερ οἰσοφάγον ὠνόμαζον οἱ παλαιοὶ, στόμαχον εἰώθασιν οἱ μετ’ Ἀριστοτέλη προσαγορεύειν, αὐτοῦ τοῦ Ἀριστοτέλους οὐκ ἀεὶ τῷ παλαιῷ καλοῦντος ὀνόματι τὸ μόριον τοῦτο τοῦ ζώου. χρεία δ’ αὐτοῦ διττή· μία μὲν ὡς ὁδοῦ τῶν καταπινομένων καὶ τῶν ἐμουμένων, ἑτέρα δὲ, καθ’ ἣν ἐνεργεῖ τι πρὸς ἀμφοτέρας τὰς ὁδοὺς, τῶν τ’ ἐκ τοῦ στόματος εἰς τὴν γαστέρα καταφερομένων καὶ τῶν ἐξ ἐκείνης ἀναφερομένων εἰς τὸ στόμα· δύο γὰρ ἔχων ἑαυτοῦ μόρια, τοὺς ὀνομαζομένους ὑπὸ τῶν ἀνατομικῶν χιτῶνας, ἕλκει μὲν θατέρῳ τά τε ποτὰ καὶ τὴν τροφὴν εἰς τὴν κοιλίαν, ἐκπέμπει δὲ θατέρῳ κατὰ τοὺς ἐμέτους. εἰκότως οὖν ἐστι δύο γένη τῶν παθῶν αὐτοῦ, τὸ μὲν ἕτερον ὡς ὁδοῦ τῶν καταπινομένων, τὸ δ’ ἕτερον ὡς ὀργάνου τῶν ἐμουμένων τε καὶ καταπινομένων. ὅτι δ’ αὐτῶν τούτων τῶν δύο χρειῶν ἡ ἑτέρα μὲν ἀναγκαία διαπαντός ἐστιν, ἡ δὲ ἑτέρα κατά τινας καιροὺς, εὔδηλον παντί. τὸ μὲν οὖν ὡς ὁδοῦ σιτίων γένος ἐν αὐτῷ τῶν συμπτωμάτων ἐστὶ, ὅταν ὑπό τινος τῶν παρὰ φύσιν ὄγκων στενοχωρία τοῦ κατ’ αὐτὸν γένηται πόρου· τὸ δ’ ἕτερον, ὅτ’ ἂν αὐτὸς ἀδυνατῇ τὰς ἰδίας ἐνεργείας ἐπιτελεῖν. εἴρηται μὲν οὖν καὶ πρόσθεν, ἡνίκα περὶ κυνάγχης ὁ λόγος ἐγένετο τῆς ἑπομένης τῇ μεταστάσει τῶν ἐν τῷ τραχήλῳ σπονδύλων, ὡς ἐπίκτητος αὐτῷ στενοχωρία συμπίπτει ὑπ’ αὐτῶν θλιβομένῳ· καὶ νῦν δ’ ἀναμνησθῶμεν καὶ αὐτὸ τοῦτο, συναναμεμνήσθωσαν δὲ καὶ οἱ τῶν ὑποβεβλημένων αὐτῷ μυῶν ὄγκοι, καθ’ ὁντιναοῦν τρόπον γιγνόμενοι, δεδήλωνται γὰρ ἅπαντες ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων. ἐφ’ ἁπάντων δὲ τούτων κοινὸν ἡ ἐν τῷ καταπίνειν στενοχωρία, τοσαύτη γιγνομένη πολλάκις, ὡς ἀναπέμπεσθαι τὸ ποτὸν εἰς τὰς ῥῖνας. ὅταν μέντοι φλεγμήνας αὐτὸς οἴκοθεν σχῇ τὴν στενοχωρίαν, οὐκ ἐκ τῶν γειτνιώντων ἐπίκτητον, ὀδύνη σφοδρὰ γίγνεται καταπινόντων, ἅμα τῇ δυσχερείᾳ τῆς διεξόδου, καὶ μάλιστα ὅταν ὁ κάμνων ὕπτιος κατακείμενος ἐπιχειρῇ καταπίνειν· διὸ καὶ μετασχηματίζεσθαι προθυμοῦνται καὶ ἀνακαθίζειν, αὐτῷ τῷ συμβαίνοντι διδασκόμενοι, ῥᾷον ἐν τούτῳ τῷ σχήματι καταπίνοντες, ὡς ἂν οὐ μικρὰ συντελούσης τῆς εἰς τὸ κάταντες φορᾶς τῶν σιτίων, καὶ δυναμένης γε πολλάκις καὶ μόνης γίγνεσθαι, μετὰ τὴν ἐκ τοῦ στόματος ἔκθλιψιν εἰς τὴν ἀρχὴν τοῦ στομάχου· κατὰ δὲ τὴν ὑπτίαν κατάκλισιν οὐδεμία βοήθεια πρὸς τῆς κατάντους γίνεται φορᾶς, ἀλλ’ ὑπὸ μόνης τῆς κατὰ τὸν στόμαχον ἐνεργείας ἐπιτελεῖται τὸ τῆς καταπόσεως ἔργον· ἅπαντα δ’ ἴστε τὰ φλεγμαίνοντα μόρια κατὰ μὲν τὰς ἐνεργείας ὀδυνώμενα, παρηγορούμενα δ’ ἐν ταῖς ἡσυχίαις. αἰσθητικοῦ δ’ ὄντος τοῦ στομάχου, συγχρῆσθαι πάρεστι καὶ τούτῳ τῷ πλεονεκτήματι τοῦ μορίου πρὸς τὴν διάγνωσιν τῶν ἐν αὐτῷ παθῶν, ἐκ τῆς τοῦ κάμνοντος ἀνακρίσεως, ὅταν γε μὴ παντάπασιν ἠλίθιος ὑπάρχων ἀδυνατῇ σαφῶς ἑρμηνεύειν ἃ πάσχει· ὡς ἐάν γε δυνατὸς ἑρμηνεύειν ᾖ, μέγιστον πλεονέκτημα πρὸς τὴν διάγνωσιν αὐτοῦ τῶν παθῶν ἐστιν ἡ γιγνομένη κατὰ τὸν στόμαχον αἴσθησις. ἐνίοτε μὲν γὰρ ἀτονίας αἰσθάνεσθαί φασιν, ἐν πολλῷ χρόνῳ μόγις διεξερχομένων τοῦ στομάχου τῶν δι’ αὐτοῦ φερομένων· ἐνίοτε δὲ κατὰ μὲν τὴν πρώτην ὁρμὴν ἑτοίμως κατιόντων, ἰσχομένων δ’ αὖθις, ὡς ἐσφηνῶσθαι δοκεῖν, εἶτα τὸ ὑπόλοιπον τῆς φορᾶς ἀλύπως τε καὶ ῥᾷστα διεξερχομένων. ὁ μὲν οὖν πρότερος τρόπος ἀτονίαν ἐνδείκνυται τῆς ἐνεργείας, ὁ δὲ δεύτερος στενοχωρίαν καθ’ ἕν τι μόριον· ἑκατέρου δ’ αὐτῶν τὰς διαφορὰς ἐκ τῶν ἄλλων συμπτωμάτων ἔνεστι γνωρίζειν. ἐπὶ μὲν γὰρ τῆς ἀτονίας, ὅταν κατὰ δυσκρασίαν μόνην γίγνηται χωρὶς ὄγκου παρὰ φύσιν, ἡ κατὰ τὴν διέξοδον ὧν καταπίνουσι βραδύτης ὁμαλὴ καὶ χωρὶς ὀδύνης, ἐπιτεινομένη μὲν ἐν ταῖς ὑπτίαις κατακλίσεσιν, πραϋνομένη δ’ ἐν τοῖς ὀρθίοις τοῦ τραχήλου σχήμασιν, ἄνευ τῆς κατὰ τὴν στενοχωρίαν αἰσθήσεως, εἴωθε συμβαίνειν· ἡ δὲ σὺν ὄγκῳ τινὶ στενοχωρίαν τε φέρει καθ’ ἕν τι μόριον ὑπὲρ τἄλλα, καθ’ ὃ καὶ χρόνιος ἡ διέξοδος γίνεται· κᾀπειδὰν ἤτοι φλεγμονώδης, ἢ ἐρυσιπελατώδης ὄγκος ᾗ, καὶ σὺν ὀδύνῃ καὶ δίψει καὶ θερμασίας πολλῆς αἰσθήσει, μετὰ πυρετῶν οὐ πάνυ τι θερμῶν οὐδὲ κατὰ τὴν ἀναλογίαν τοῦ δίψους· ἐὰν δέ τις τῶν μὴ πάνυ θερμῶν ὄγκων ᾖ, χωρίς γε πυρετοῦ καὶ θερμασίας καὶ δίψης, τὸ τῆς καταπόσεως ἀνώμαλον γίνεται, καθ’ ἕν τι μέρος ἰσχομένων τῶν σιτίων, καὶ μᾶλλον ὅταν ἁδρομερέστερά τε καὶ σκληρότερα καταπίνηται, καὶ σὺν ὀδύνῃ τινὶ βραχείᾳ. τοιούτων συμπτωμάτων ἐν χρόνῳ πολλῷ γιγνομένων, καί  ποτε καὶ πυρετῶν ἐφημέρων συμπιπτόντων, καὶ φρίκης ἔστιν ὅτε, στοχαζομένοις ἡμῖν ἀπόστημα δύσπεπτον ἐν τῷ στομάχῳ γίγνεσθαι, συνέβη τοῦ χρόνου προϊόντος αἴσθησιν αὐτῷ τῷ κάμνοντι γενέσθαι ῥήξεως, ἐφ’ ᾖ πῦον ἤμεσεν ἔν τε τῷ παραχρῆμα καὶ κατὰ τὴν ὑστεραίαν καὶ τρίτην ἡμέραν, εἶτ’ ἠκολούθησεν αὐτῷ τἄλλα πάντα ἐφεξῆς ἡλκωμένου στομάχου σημεῖα. καὶ γὰρ ἐπὶ τοῖς δριμέσι καὶ ὀξέσι καὶ ἁλυκοῖς καὶ στρυφνοῖς καταπινομένοις ᾐσθάνετο δήξεως ἢ στύψεως, ἤλγει τε κατ’ ἐκεῖνο τὸ μέρος, εἰ καὶ μηδὲν κατέπινεν, ἀλλὰ μετρίως· ἰσχυροτέραν γὰρ τὰ δάκνοντα καὶ στύφοντα τὴν τῆς ὀδύνης αἴσθησιν εἰργάζετο. οὗτος μὲν οὖν ἐν πολλῷ χρόνῳ μόγις ἐσώθη, συμβαλλούσης αὐτῷ καὶ τῆς ἡλικίας· ὅσοι δὲ πρεσβύτεροι αὐτοῦ, διεφθάρησαν. ἥ γε μὴν ὀδύνη πᾶσι τοῖς ἐν στομάχῳ τι πάθος ἀλγεινὸν ἔχουσι κατὰ τὸ μετάφρενον διασημαίνει· καὶ ἡ αἰτία πρόδηλος ἑωρακόσιν ὑμῖν ἐπιτεταμένον τῆ ῥάχει τὸν στόμαχον. ὅτι δὲ κατὰ τοὺς αὐτοὺς τρόπους κᾀκ τῶν κατὰ τὸν στόμαχον ἀγγείων ἐμοῦσιν αἷμα, καθ’ ὃν κᾀκ τῶν ἄλλων ἁπάντων, εὔδηλόν ἐστιν. ἀλλ’ αἱ μὲν κατὰ ῥῆξιν αἵματος ἀναφοραὶ σὺν ἀλγήμασι γίγνονται διασημαίνουσαι τὸν τόπον ἐν ᾧ γέγονεν ἡ ῥῆξις· ὁμοίως δ’ αὐταῖς καὶ αἱ κατὰ διάβρωσιν, ἢ ἀνάβρωσιν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ· αἱ δὲ κατ’ ἀναστόμωσιν ἀνώδυνοι τελέως εἰσὶν, αὐτῷ τε οὖν τούτῳ διορίζονται τῶν ἑτέρων καὶ τῷ μήτ’ ἐπὶ πληγῇ σφοδρᾷ μήτ’ ἐπὶ καταπτώσεσι γεγονέναι, καθάπερ αἱ ῥήξεις εἰώθασι γίγνεσθαι. συμβαίνουσι δὲ καὶ χωρὶς προφάσεως τῆς ἔξωθεν ἐνίοτε ῥήξεις ἀγγείων ὑπὸ πλήθους αἵματος· αἱ δὲ κατὰ διάβρωσιν ἑλκώσεως προηγησαμένης γίγνονται· τὴν δ’ ἕλκωσιν αἵ τε ῥήξεις τῶν ἀγγείων ποιοῦσιν καὶ αἱ τῶν κακοηθῶν χυμῶν ἐπιῤῥοαί· καθάπερ ὁρῶνται κᾀπὶ τοῦ δέρματος συμβαίνουσαι πολλάκις.

Τὸ στόμα τῆς κοιλίας οἱ παλαιοὶ καρδίαν ὠνόμαζον, ἀφ’ ὧν ἐπιφέρει συμπτωμάτων, ὥς φασιν, οὕτω προσαγορεύσαντες· οὐ γὰρ μόνον ὡς καρδιακαῖς συγκοπαῖς, οὕτω καὶ στομαχικαῖς ἁλίσκονταί τινες, ἀλλὰ καὶ σπασμοῖς καὶ κάροις ἐπιληψίαις τε καὶ μελαγχολίαις, ἤδη δὲ καὶ τοῖς τῶν ὑποχεομένων συμπτώμασιν, ὡς ἐν τῷ περὶ τῶν ὀφθαλμῶν λόγῳ πρόσθεν εἴρηται. καὶ ταῦτα πάντα συμπασχόντων αὐτῷ γίγνεται μορίων ἑτέρων· ἐπεί τοι κατὰ τὸν ἴδιον λόγον ἀνορεξίας τε καὶ διαφθορὰς τῶν ἐπιπολαζόντων ἐργάζεται σιτίων, ὡς τά γ’ ἐν τῷ πυθμένι τῆς κοιλίας στηρίζεσθαι πεφυκότα, καὶ μάλιστα ὅτ’ ἂν ᾖ δυσδιάφθαρτα, τοιούτων οὐδὲν πάσχει. προσέχειν οὖν ἀκριβῶς χρὴ τοῖς κατὰ συμπάθειαν ἐπ’ αὐτῷ γινομένοις παθήμασι, καὶ χωρίζειν αὐτὰ τῶν κατὰ πρωτοπάθειαν ἐκείνοις τοῖς μορίοις γιγνομένων, ὧν ταῖς ἐνεργείαις λυμαίνεται τὸ τῆς γαστρὸς στόμα πάσχον, ὅπερ ὡς οἱ παλαιοὶ πάντες ὠνόμαζον καρδίαν, οὕτως οἱ νῦν ὀνομάζουσι στόμαχον. ὁ διορισμὸς δὲ ἐκ τῶν προηγησαμένων μάλιστα γίγνεται κατάδηλος ἀνδρὶ τετριμμένῳ περὶ τὰς διαγνώσεις. ἰδιότητες γάρ τινες ἄῤῥητοι προσέρχονται τοῖς ῥητοῖς συμπτώμασιν, αἱ βεβαιοῦσαι τὰς διαγνώσεις τῶν πεπονθότων μορίων· ἐκείνας μὲν οὖν ἕκαστος ἑαυτῷ προσεξευρήσει, τὰ δ’ οἷον θεμέλια τῆς ὅλης διαγνώσεως, ἐξ ὧν οἱ φιλόπονοι καὶ τὰς ἀδυνάτους ῥηθῆναι τῶν συμπτωμάτων ἰδιότητας αὑτοὺς διδάξουσιν, ἐγὼ διηγήσομαι. νεανίσκος τις ἡλίσκετο τῷ τῆς ἐπιληψίας πάθει γραμματικὸς, ἡνίκα μάλιστα σφοδρότερον ἐδίδασκεν, ἢ ἐφρόντισεν, ἢ ἐπιπλέον ἠσίτησεν, ἢ ἐθυμώθη. τούτῳ τὸ στόμα τῆς κοιλίας ὑπενόησα πάσχειν, εὐαίσθητον ὑπάρχον, ἐφ’ ᾧ κατὰ συμπάθειαν τὸν ἐγκέφαλον ὅλον τὸ σῶμα κραδαίνειν σπασμωδῶς. ἐκέλευσα τοιγαροῦν εὐπεψίας μόνης αὐτὸν ἀκριβοῦς προνοεῖσθαι, τρίτης δ’ ὥρας ἢ τετάρτης ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι, μόνον μὲν, εἰ ἄδιψος εἴη, δίψης δ’ αἰσθανόμενον, ἐξ οἴνου κεκραμένου τῶν ἠρέμα στυφόντων καὶ λευκῶν· οὗτοι γὰρ καὶ τονοῦσι τὴν γαστέρα καὶ τὴν κεφαλὴν οὐ πλήττουσιν, ὥσπερ οἱ σφοδροί. ὡς δὲ τοῦτ’ αὐτῷ πράττοντι συνέβαινε μηδὲν πάσχειν, ἀκριβῆ τε γνῶσιν εἶχον ὧν ἐστοχαζόμην ἔμπροσθεν, ἐδίδουν τ’ αὐτῷ τοῦ διὰ τῆς ἀλόης πικροῦ φαρμάκου δίς που καὶ τρὶς ἑκάστου ἔτους, ἐπειδὴ καθαίρει τε τῶν περιττωμάτων ὅλην τὴν γαστέρα καὶ ῥώννυσι πρὸς τὰς οἰκείας ἐνεργείας, ἔτεσιν οὗτος ὁ ἀνὴρ οἷς ἐπεβίω πλέοσι τῶν εἴκοσι, ὑγιαίνων ἀμέμπτως διετέλεσεν· εἰ δέ που σπανίως ὑπὸ περιστάσεως πραγμάτων ἄσιτος ἠναγκάσθη διατεθῆναι, συνέβαινεν ἁλίσκεσθαι βραχυτάτοις αὐτὸν σπασμοῖς. ἐθεασάμην δὲ καὶ ἄλλους ἀπὸ τοῦ στόματος κοιλίας ἐπιληπτικῶς σπωμένους, ὁπότε σφοδρῶς ἠπέπτησαν, ἢ οἴνου πλέονος ἀκρατεστέρου πίνοιεν, ἢ ἀφροδισίοις ἀκαιρότερον χρήσοιντο· τινὰς δ’ ὲν πυρετοῖς ἐθεασάμην σπασθέντας ἐξαίφνης οὐδενὶ προηγησαμένῳ σημείῳ τῶν προδηλούντων σπασμὸν, οἷς ἐπιγενομένου χολώδους ἐμέτου παραχρῆμα συνέβη πάντων ἀπαλλαγῆναι τῶν ὀχληρῶν. ἔνιοι δὲ τῶν οὕτω παθόντων ἤμεσαν φαιὰ, καί τινες ὅμοια πράσου χυλῷ, τινὲς δ’ ὑπὸ πλήθους ἐδεσμάτων μοχθηρῶν βαρυνόμενοι καρώδεις ἐγίνοντο, μέχρι τοῦ τὰ θλίβοντα τὸ στόμα τῆς κοιλίας ἐξεμέσαι πάντα. τούτων οὐδὲν ἤλπισεν ἄν τις ἐπὶ στόματι κοιλίας γενέσθαι, καθάπερ οὐδὲ τὰς συγκοπὰς, εἰ μὴ πολλάκις ἑωρᾶτο γιγνόμενα· νεύρων γὰρ ἔχει πλῆθος ἐξ ἐγκεφάλου καθηκόντων, οὐ μὴν ὥστε προσδοκῆσαι δι’ αὐτῶν εἰς τοσοῦτον συμπαθείας ἀφικέσθαι  τὴν ἀρχὴν, ὡς σπασμοὺς ἐπιφέρειν· ἔτι δὲ μᾶλλον οὐδὲ τὴν καρδίαν εἰς τηλικαύτην ἔρχεσθαι συμπάθειαν πάσχοντι τῷ στόματι τῆς κοιλίας, ὡς ὀξεῖαν ἀκολουθῆσαι συγκοπήν. ἐγένοντο δὲ πολλοῖς οὐ μόνως ὀνείρατα καὶ ὕπνοι θορυβώδεις, ἀλλὰ καὶ παράνοιαι, διὰ χυμὸν μοχθηρὸν ἐν τῷ στόματι τῆς κοιλίας ἀθροισθέντα. περὶ δὲ τοῦ φυσώδους τε καὶ ὑποχονδριακοῦ καλουμένου νοσήματος οὐδείς ἐστιν ὃς οὐκ εἴρηκεν, ὅπως δυσθύμους καὶ δυσέλπιδας καὶ σκυθρωποὺς ἀπεργάζεται, καὶ τὸ σύμπαν φάναι μηδὲν ἀπολειπομένους τῶν μελαγχολικῶν. φαίνονται δὲ καὶ οὗτοι μετὰ τὰς ἀπεψίας σφοδρότερον ἁλισκόμενοι τοῖς εἰρημένοις συμπτώμασιν· οἱ πλείους δ’ αὐτῶν καὶ σπληνώδεις εἰσὶν, ὡς λογίσασθαί τινα, κᾀκ τούτου τοῦ σπλάγχνου συῤῥεῖν εἰς τὴν γαστέρα μοχθηρὸν ἰχῶρα. ὅσα μὲν οὖν κατὰ τὸν ἐγκέφαλον ἢ τοὺς ὀφθαλμοὺς γίγνεται συμπτώματα, μοχθηρῶν ἀναθυμιάσεσιν ἕπεται χυμῶν· αἱ στομαχικαὶ δὲ συγκοπαὶ διὰ τὴν ἰδιότητα τῶν κατ’ αὐτὸν ἀλγημάτων ἔκλυσιν ἐπιφέρουσιν, ἴσως δὲ καὶ τῆς δυσκρασίας αὐτοῦ διϊκνουμένης εἰς τὴν καρδίαν, ὡς κᾀκείνης ἐν δυσκρασίᾳ μεγάλῃ γινομένης ἀθρόαν κατάπτωσιν ἀκολουθῆσαι τῆς δυνάμεως. εὔδηλον δ’ ὅτι καὶ ταῖς γυναιξὶν αἱ καλούμεναι κίτται γίγνονται τοῦ μορίου τούτου πάσχοντος· ὅσα γὰρ ὀρεγομέναις κυνωδῶς ἢ μηδ’ ὅλως ὀρεγομέναις ἢ μοχθηρῶν ἐδεσμάτων ὀρεγομέναις γίγνεται, ταῦτα πάντα τοῦ τῆς ὀρέξεως ὀργάνου παθήματά ἐστι, ὃ ἐδείχθη τὸ στόμα τῆς γαστρός. ὡσαύτως δὲ καὶ αἱ καλούμεναι ναυτίαι τούτου τοῦ μέρους εἰσὶ παθήματα, καθάπερ γε καὶ καρδιαλγίαι καὶ λύγγες. τὰς δ’ αἰτίας ἁπάντων τῶν τοιούτων παθημάτων ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴπομεν, ὥστ’ οὐδὲν ἔτι δεῖ διατρίβειν ἐν τῷδε. καὶ γὰρ ὅσαι κατὰ δυσκρασίαν αὐτῷ γίγνονται διαφοραὶ νοσημάτων, ὡς ὁμοιομερεῖ σώματι συμβαίνουσαι, διήλθομεν ἐν ἐκείνοις· ὅσα δ’ αὐτῷ συμπίπτειν εἴωθεν ὀργανικὰ νοσήματα, σαφῆ τὴν διάγνωσιν ἔχει, καὶ λαθεῖν ὑμᾶς οὐκ ἂν οὐδὲν αὐτῶν δύναται μεμνημένους τῶν κοινῶν ἐπ’ αὐτοῖς σημείων, ἔμπροσθέν τε λελεγμένων ἐν τοῖσδε τοῖς ὑπομνήμασιν ἐν ἑτέροις τέ τισιν εἰρησομένων. οὔτε γὰρ ἀποστήματα γιγνόμενα κατὰ τὸν τόπον τοῦτον οὔτε φλεγμονώδεις ἢ ἐρυσιπελατώδεις ὄγκοι λάθοιεν ἂν ἡμᾶς, ὥστ’ οὐδ’ ἕλκη· διάγνωσις μὲν γὰρ αὐτῶν κοινὴ τοῖς ἐπὶ τοῦ στομάχου προειρημένοις, ἐναργεστέρα δὲ τοσοῦτον, ὅσον αἰσθητηκώτερόν ἐστι τὸ μόριον τοῦτο καὶ πρόχειρον καὶ σαφῆ τὴν διάγνωσιν ἔχον. ὡσαύτως δὲ καὶ περὶ τῆς τοῦ αἵματος ἐξ αὐτοῦ πτύσεως ἡ μὲν τῶν σημείων ἰδέα κοινὴ τοῖς ἐπὶ στομάχου προειρημένοις, ἡ διάγνωσις δ’ ἐναργεστέρα. εἰκὸς μὲν δήπου καὶ τὸ κύτος ὅλον τῆς κοιλίας ἐν ὁμοίᾳ διαθέσει ταῖς ἐπὶ τοῦ στόματος αὐτῆς εἰρημέναις γίγνεσθαι, καὶ τὰ συμπτώματα φέρειν ὅμοια, τῷ δ’ εἶναι πολὺ βιαιότερα τὰ κατὰ στόμα, παρορᾶσθαί τε καὶ καταφρονεῖσθαι πρὸς τῶν ἰατρῶν, ὡς οὐδ’ ὅλως γιγνόμενα, τὰ κατὰ τὸ κάτω μέρος τῆς γαστρός. ἀλλὰ τό γε τῆς πέψεως ἔργον ἐν τοῖς μετὰ τὸ στόμα μέρεσι γίγνεσθαι πάντες ὡμολογήκασιν, ὥστε καὶ τῶν ἀπεψιῶν αἴτιον γίγνεται τοῦτο μὴ καλῶς διακείμενον, ὅτ’ ἄν δηλονότι μὴ διὰ τῶν ἐδεσμάτων ἀταξίαν ἢ τὸ πλῆθος ἢ τὴν ποιότητα συμβῇ τὸν ἄνθρωπον ἀπεπτῆσαι. ὅσα δ’ ἄλλα νοσήματα κοινὰ πάντων ἐστὶ τῶν μορίων, ὀργανικά τε καὶ κατὰ μόνην δυσκρασίαν, εὔδηλον ἔχοντα τὸν πεπονθότα τόπον, οὐκ ἔστιν ἴδια τῆς ἐνεστώσης πραγματείας· ἐν αὐτῇ γὰρ ὅσα διαφεύγει μόρια τὴν αἰσθητικὴν γνῶσιν, ὑπέκειτο σκοπεῖσθαι. περὶ δὲ τῶν ἐμούντων ἐξ αὐτῆς αἷμα διαπεφώνηταί πως, οἰομένων τινῶν ἀδύνατον εἶναι δι’ αὐτῆς γενέσθαι κένωσιν αἵματος ἐξ ἥπατος ἢ σπληνὸς ὁρμηθέντος, ὥσπερ οὐδὲ πύου συῤῥαγέντος ἐξ αὐτῶν· ἐμοὶ δ’ ἐπὶ τῶν ἔργων ἐξετάσαντι τὴν ἑκατέρων δόξαν ἐφαίνετο γίγνεσθαί ποτε δι’ αὐτῆς κένωσις ἐκ τῶν εἰρημένων σπλάγχνων· ἀλλ’ εἰς τὸν περὶ ἐκείνων λόγον ἡ τῶν τοιούτων ἀναβεβλήσθω διδασκαλία, καὶ γὰρ ἐφεξῆς τοῖς εἰρημένοις ἔγνωκα περὶ τῶν καθ’ ἧπάρ τε καὶ σπλῆνα διελθεῖν παθῶν.

Καὶ κατὰ τοῦτο τὸ μόριον ὥσπερ καὶ κατὰ τἄλλα πάντα διττὸν γένος τῶν νοσημάτων ἐστὶ, τὸ μὲν ἕτερον ἐπὶ δυσκρασίᾳ μόνῃ καὶ χωρὶς ὄγκου παρὰ φύσιν, ἅμα δὲ τοῖς ὄγκοις ἐρυσιπέλατά τε καὶ φλεγμοναὶ καὶ σκίῤῥοι καὶ πνευματικαὶ διατάσεις, καὶ χυμῶν παχέων ἢ γλίσχρων ἐμφράξεις ἐν τοῖς πέρασι τῶν ἀγγείων γιγνόμεναι, ὅσα τῆς ἐπὶ ταῖς πύλαις αὐτοῦ φλεβὸς ἀφώρμηνται. ταύταις μὲν οὖν ἕπεται βάρους αἴσθησις, ἐγκειμένου κατὰ τὸ δεξιὸν ὑποχόνδριον· ὅταν δὲ καὶ πνεύματος ἀμμώδους ἀθροισθῇ πλῆθος οὐκ ἔχοντος διέξοδον, οὐ βάρους μόνον, ἀλλὰ καὶ τάσεως αἴσθησις γίγνεται. καὶ τὰς φλεγμονὰς δὲ, ὅσαι χωρὶς ἀτονίας τοῦ σπλάγχνου γίγνονται, τὰς μὲν ἐν τοῖς κυρτοῖς αὐτοῦ μέρεσι γινομένας, καὶ μάλισθ’ ὅταν ὦσιν μεγάλαι, ῥᾷστον ἂν ἡμῖν γνωρίζειν ἐστὶ καὶ διὰ μόνης τῆς ἁφῆς· τὰς δ’ ἐν τοῖς σιμοῖς διὰ τῶν ἑπομένων συμπτωμάτων μᾶλλον ἢ διὰ τῆς ἁφῆς. ἄρξομαι δ’ ἀπὸ τῶν κατὰ τὰ κυρτὰ γιγνομένων, ἀναμνήσας ὑμᾶς πρότερον ὧν ἐν ταῖς ἀνατομαῖς ἐθεάσασθε τῶν μετὰ τὸ δέρμα τεταγμένων μυῶν, ὀκτὼ τὸν ἀριθμὸν ὄντων ἐν συζυγίαις τέτταρσιν. ἔστι γὰρ αὐτῶν ἡ μέν τις ὀρθίων μυῶν ὅλων σαρκωδῶν, ἀπὸ τῶν κατὰ τὰ στέρνα τόπων ἐπὶ τὰ καλούμενα πρὸς τῶν ἀνατομικῶν ἥβης ὀστᾶ καθηκόντων· ἑτέρων δὲ τριῶν ἄχρι τοῦ ψαῦσαι τῶν ὀρθίων, τὸ σαρκῶδες αὐτῶν μέρος ἐχόντων, ὅταν δ’ ἅψωνται πρῶτον αὐτῶν, εἰς ἀπονεύρωσιν ὑμενώδη τελευτώντων. ἡ μὲν οὖν  μία συζυγία τῶν μυῶν τούτων, ἥπερ καὶ πάντων ἔξωθέν ἐστιν, ἀπὸ τοῦ θώρακος καταφέρεται λοξὴ πρόσω τε καὶ κάτω φερομένη· δευτέρα δ’ ἑτέρα κατὰ τοὐναντίον τῇδε, κάτωθεν ἐρχομένη, πρόσω τε καὶ ἄνω φέρεται λοξή· ταύτῃ δ’ ὑποβέβληται τρίτη συζυγία μυῶν ἐγκάρσιον ἐχόντων θέσιν, ἐπιβεβλημένων τῷ περιτοναίῳ. τῶν μὲν οὖν ὀρθίων μυῶν οἱ παρὰ φύσιν ὄγκοι προμήκεις τέ εἰσι καὶ κατὰ τὸ μέσον ὅλης τῆς γαστρὸς ἐκτείνονται, περιλαμβάνοντες τὸν ὀμφαλὸν, ὥσπερ αὐτὸ τὸ ζεῦγος τῶν μυῶν· ὥστ’ εἰκότως εὔδηλον ἔχει τοῦτο τὴν διάγνωσιν, ἐλεγχομένην ἔκ τε τῆς θέσεως καὶ τοῦ σχήματος, καὶ προσέτι τοῦ μηδένα μῦν ἔξωθεν αὐτῶν προκεῖσθαι. κοινὰ δὲ ταῦτ’ ἐστὶν καὶ τοῖς ἐκ τοῦ θώρακος καταφερομένοις λοξοῖς. οἱ δ’ ὑποβεβλημένοι τούτοις χαλεπωτέραν ἔχουσι τὴν διάγνωσιν, ἁπάντων τε δυσκολωτάτην οἱ ἐγκάρσιοι. τὸ δ’ ἧπαρ εὔδηλον ὅτι καὶ τούτων ἔνδον ἐστὶν ὑπὸ τῷ περιτοναίῳ. τριῶν οὖν ἐπιβεβλημένων αὐτῷ μυῶν, ἡ διὰ τῆς ἁφῆς γνῶσις ἀδύνατός ἐστιν, ἄνευ τοῦ μεγάλην αὐτοῦ γενέσθαι τὴν φλεγμονὴν, ἢ λεπτυνθῆναι τοὺς ἐπικειμένους μῦς. ἀλλὰ τό γε κατὰ τὸ δεξιὸν ὑποχόνδριον βάρος, ἥ τ’ ἀνασπῶσα ἐξεπίτηδες ὅλον τὸ ὑποχόνδριον ὀδύνη, τό τ’ εἰς τὴν κλεῖν ἄλγημα διατεῖνον, καὶ γὰρ καὶ τοῦτό ποτε γίγνεται, βηχία τε σμικρὰ, καὶ τὸ τῆς γλώττης χρῶμα κατ’ ἀρχὰς μὲν ἐρυθρότερον γιγνόμενον, ὕστερον δὲ καὶ μελαινόμενον, ἀνορεξία σφοδρά τε καὶ δίψος ἄπαυστον, καὶ τινες ἔμετοι χολῆς ἀκράτου τε καὶ λεκιθώδους, ὕστερον δέ ποτε καὶ ἰώδους, ἐνδείκνυται πεπονθέναι τὸ ἧπαρ· ἐπίσχεται δ’ αὐτοῖς καὶ ἡ γαστὴρ, ἐάν γε μὴ σὺν ἀτονίᾳ τοῦ σπλάγχνου συμβῇ γίγνεσθαι τὴν φλεγμονήν. ὅμοια δὲ τούτοις ἐστὶ καὶ τὰ τοῦ ἐρυσιπέλατος συμπτώματα, καὶ πυρετὸς ἅμα δίψει σφοδροτάτῳ γίγνεται τούτοις· τοὺς γὰρ ὑπὸ τῶν παλαιῶν ὀνομαζομένους καύσους ὡς τὸ πολὺ γιγνομένους ὁρῶμεν ἐπὶ ταῖς τοῦ ἥπατος ἢ κοιλίας φλογώδεσι διαθέσεσι· γίγνονται μὲν γὰρ καυσώδεις πυρετοὶ καὶ δι’ ἐρυσιπελατώδη φλεγμονὴν πνεύμονος, ὥσπέρ γε καὶ καθ’ ὅλον τὸ σῶμα διὰ σηπεδόνα χυμῶν χολωδῶν εἰς ἄμετρον ζέσιν ἀφικομένων, ἀλλ’ οἱ σφοδρότατοι διὰ γαστέρα καὶ ἧπαρ εἰώθασι γίγνεσθαι, ἐφ’ οἷς μορίοις τοὐπίπαν ἡ μετάπτωσις ἐκ τῶν τοιούτων πυρετῶν εἰς μαρασμὸν τελευτᾷ. περὶ μὲν οὖν μαρασμοῦ γέγραπται κατὰ μόνας· αἱ δὲ κατὰ τὰ σιμὰ μέρη τοῦ ἥπατος γιγνόμεναι φλεγμοναὶ πλεονεκτοῦσι τῶν ἐν τοῖς κυρτοῖς, ἀνορεξίαις τε καὶ ναυτίαις, ἐμέτοις τε χολώδεσι καὶ δίψει σφοδρῷ, καθάπερ αἱ ἐν τοῖς κυρτοῖς τῶν ἐν τοῖς σιμοῖς, τῶ μᾶλλον ὀδυνᾶσθαι κατὰ τὰς εἰρημένας ἀρτίως ἀναπνοὰς, καὶ τῷ βηχία κινεῖν, ἀνατείνεσθαί τε μέχρι τῆς δεξιᾶς κλειδὸς τὴν ὀδύνην, ὡς κατασπᾶσθαι δοκεῖν αὐτήν. αἱ νόθαι δὲ πλευραὶ συναλγοῦσι ἀμφοτέροις ἐνίοτε, καὶ τοῦτ’ αὐτοῖς κοινὸν εἰκότως ἐστὶ, συμβαῖνον οὐ πᾶσι, ὅτι μὴ συνῆπται πᾶσι δι’ ὑμένων τὸ ἧπαρ ταῖς πλευραῖς, ὡς ἔστιν οὐ μόνον ἐπὶ πιθήκων, ἀλλὰ καὶ τῶν ἄλλων ζώων θεάσασθαι· τοῖς μὲν γὰρ φαίνεται συνημμένον, τοῖς δ’ οὔ. γίγνεται μὲν οὖν ποτε καὶ τῶν κυρτῶν τοῦ σπλάγχνου μόνον φλεγμονὴ, καθάπερ γε καὶ τῶν σιμῶν· οὐ μὴν συστῆναί γε δύναται κατὰ θάτερον τῶν μερῶν, ἀκριβῶς περιορισθεῖσα, συνεχὴς γάρ ἐστιν ἡ σὰρξ τοῦ σπλάγχνου κατὰ πάντα αὐτοῦ τὰ μόρια. τοῖς μὲν τῇ φύσει λεπτὸν ἔχουσι τὸ ἐπιγάστριον, ὅταν καὶ διὰ τὸ νόσημα γένηται λεπτότερον, ὑποπίπτουσι σαφέστερον αἱ μεγάλαι φλεγμοναὶ τοῦ ἥπατος, ἴδιον ἔχουσαι παρὰ τοὺς ἐπικειμένους μῦς τὸ κατὰ περιγραφὴν ἀθρόαν παύεσθαι τὸν ὑποπίπτοντα ταῖς χερσὶν ὄγκον· ἕκαστος γὰρ τῶν μυῶν, ἅτε συνεχὴς ὅλως ὑπάρχων ἑαυτῷ, κατὰ βραχὺ μειούμενον ἔχει τὸν ὄγκον τῆς φλεγμονῆς, τῷ δ’ ἥπατι μόνῳ συμβέβηκεν ἀθρόως περιγραφόμενον ἴσχειν αὐτόν. εὔδηλον δ’ ὅτι σκιῤῥούμενον ἐναργεστέραν ἔχει τὴν διάγνωσιν, αὐτοῦ τε τοῦ κατὰ τὸν σκίῤῥον ὄγκου σκληροτέρου τῶν φλεγμονῶν ὑπάρχοντος καὶ λεπτυνομένων τῶν ἐπικειμένων σωμάτων ἐν ταῖς τοιαύταις διαθέσεσι. προϊόντος δὲ τοῦ χρόνου, καίτοι μείζονος γιγνομένου τοῦ κατὰ τὸν σκίῤῥον ὄγκου, συμβαίνει τὴν διάγνωσιν αὐτοῦ πρός τε τὴν ἁφὴν δυσκολωτέραν γίγνεσθαι, τῷ φθάνειν ἤδη παρέγχυσιν ὑδερικὴν ἕπεσθαι· χωρὶς μὲν γὰρ τοῦ παθεῖν τὸ ἧπαρ οὐκ ἂν γένοιτο τοιοῦτον πάθος, οὐκ ἀεὶ δὲ κατὰ πρωτοπάθειαν αὐτοῦ συνίσταται, κᾂν ὅτι μάλιστα διὰ τοῦτο γίγνηται. διότι μὲν γὰρ αὐτὸ τῆς αἱματώσεώς ἐστιν ὄργανον, ἀκόλουθόν ἐστιν ἀποτυγχάνεσθαι τὴν ἐνέργειαν ἐπὶ τῇ τοῦδε τοῦ σπλάγχνου κακώσει· συμβαίνει δ’, ὡς ἔφην, ἄλλοτ’ ἄλλου μέρους ἐν δυσκρασίᾳ πάνυ ψυχρᾷ γιγνομένου διαδίδοσθαι τὴν ψύξιν εἰς ἧπαρ. ἐπὶ μὲν οὖν σπληνὶ καὶ κοιλίᾳ καὶ πᾶσι τοῖς ἐντέροις, καὶ μάλιστα τοῖς κατὰ τὴν νῆστιν, αἱ κατὰ τὸ μεσεντέριον ἅπασαι φλέβες ἑκτικὴν δυσκρασίαν παθοῦσαι, συγκαταψύχουσιν ἑαυταῖς ῥᾳδίως τὰς ἐν τοῖς σιμοῖς μέρεσιν τοῦ ἥπατος ἁπάσας φλέβας, ἐξ ὧν καὶ εἰς αὐτὸ τὸ σῶμα τοῦ ἥπατος ὅλον ἡ διάδοσις γίγνεται τῆς δυσκρασίας· ἐπὶ δὲ πνεύμονι καὶ διαφράγματι καὶ νεφροῖς αἱ κατὰ τὰ κυρτὰ τοῦ σπλάγχνου φλέβες εἰς συμπάθειαν ἔρχονται πρότεραι, συνδιατίθεται δὲ τῷ χρόνῳ δηλονότι καὶ ταύταις ὅλον τὸ σπλάγχνον. ταῦτα μὲν οὕτως ἔχειν ὡς εἴρηται νῦν, οὐδεὶς ἂν ἀμφισβητήσειεν, πλὴν εἴ τις ἐριστικὸς, ἢ παντάπασιν ἀμαθὴς εἴη· περὶ δὲ τῶν ἐμφράξεων οὐχ ὁμοίως εὔδηλον. ὅτι μὲν γὰρ αἱ κατὰ τὰ σιμὰ τοῦ σπλάγχνου φλέβες, ἀπὸ τῆς ἐπὶ πύλας πεφυκυῖαι τελευτῶσιν εἰς λεπτότατα πέρατα, σαφῶς φαίνεται, καθάπερ γε καὶ ὅτι  πρὸς τὸν αὐτὸν ἀφικνεῖται τόπον ἕτερα πέρατα τῶν ἀπὸ τῆς κοίλης εἰς τὰ κυρτὰ τοῦ σπλάγχνου κατασχιζομένων· οὐ μὴν αἴ γε συναναστομώσεις αὐτῶν ὁρῶνται, οὐ μὴν οὐδ’ ἠμφισβήτησέν τις, ἀλλὰ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεφήναντο, τὴν ἀναδιδομένην τροφὴν εἰς ὅλον τὸ σῶμα, διεξελθοῦσαν πάσας τὰς κατὰ τὰ σιμὰ φλέβας, εἰς τὰς κατὰ τὰ κυρτὰ μεταλαμβάνεσθαι διὰ τῶν εἰρημένων περάτων. ὁμολογουμένου δὴ τούτου, καὶ τοῦ τῶν φλεβῶν φλεγμαινουσῶν τε καὶ σκιῤῥουμένων ὄγκου στενοῦντος τὴν διέξοδον τοῦ αἵματος, εὔλογον εἶναι φαίνεται, καθάπερ ἔδοξέ τισιν, ὅσον λεπτόν ἐστι καὶ ὑδατῶδες ἐν αἵματι, μεταληφθήσεσθαι, καὶ πάντῃ τοῦ σώματος ἐνεχθήσεσθαι, τὸ δ’ ἀκριβὲς αἷμα τὸ διὰ πάχος αὐτοῦ κατὰ τὰ σιμὰ τοῦ σπλάγχνου μένον αἴτιον αὐτῷ γενήσεσθαι πληθωρικῶν νοσημάτων. ἀνασκεπτομένοις ἡμῖν τὴν δόξαν τήνδε τὸ μέν τι τοῖς εἰρημένοις ὁμολογεῖν ἐδόκει, τὸ δέ τι καὶ διαφέρεσθαι τοῖς φαινομένοις. τὸ μὲν γὰρ ὑδατῶδες ἐν αἵματι, μεταληφθὲν εἰς τὴν κοίλην φλέβα, πανταχόσε τοῦ σώματος ἀναδίδοσθαι τοῖς προομολογουμένοις ἀκόλουθον φαίνεται· καθάπερ γε καὶ τὸ παχύτερον αἷμα, στεγόμενον ἐν ταῖς κατὰ τὸ σπλάγχνον φλεψὶν, εἴς τε τὴν νῆστιν καὶ τὸ λεπτὸν ἔντερον καὶ τὸ κῶλον καὶ τὸ τυφλὸν καὶ τὸ ἀπευθυσμένον ἀντικαταφέρεσθαι, τάχα δ’ ἄν τινα φάναι, καὶ εἰς αὐτὴν τὴν γαστέρα. οὐ μὴν φαίνεται τοῦτο γιγνόμενον οὔτ’ ἐπὶ τοῖς παρὰ φύσιν ὄγκοις τοῦ ἥπατος οὔτ’ ἐπὶ ταῖς ἐμφράξεσιν, ἀλλὰ τὸ μὲν ὅλον ἄνω καὶ κάτω σῶμα φλεγματικὸν αἷμα περιέχειν φαίνεται, κατά τε τοὺς ἀνὰ σάρκα τε καὶ λευκοφλεγματίας καὶ ὑδέρους ὀνομαζομένους. διὰ δὲ τῆς γαστρὸς οὐδὲν αἱματῶδες οὔτ’ ἐν τούτοις οὔτ’ ἐν τοῖς ἀσκίταις τε καὶ τυμπανίαις ἐκκρίνεται, τῆς δ’ ὑδατώδους ὑγρότητος ἐμπίπλαται τὸ μεταξὺ τοῦ περιτοναίου καὶ τῶν ὑποκειμένων αὐτῷ σωμάτων. εὐλογώτερον οὖν ἐστιν ἐπὶ τῇ ψύξει τοῦ σπλάγχνου μὴ μεταβάλλειν εἰς αἷμα τὴν ἀναδιδομένην τροφὴν, ἀλλὰ καὶ συγκαταψύχεσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, καὶ μάλισθ’ ὅτι πολλάκις ὄγκος μὲν οὐδεὶς ἐν ἥπατι φαίνεται, παρεγχύσεσι δ’ ὑδρωπικαῖς ἁλίσκονται, σπληνὸς κακοπραγοῦντος, ἢ τῶν κατὰ τὴν νῆστίν τε καὶ τὸ λεπτὸν ἔντερον καὶ μεσάραιον, ἢ πνεύμονα καὶ νεφροὺς, ἢ καὶ δι’ ἄμετρον αἱμοῤῥοΐδος κένωσιν, ἢ ῥοῦν γυναικεῖον, ἢ καταμηνίων ἐπίσχεσιν, ἤ τινα ἄλλην ἐν ὑστέρᾳ μεγάλην διάθεσιν· ὁρᾶται γὰρ ἐν ἅπασι τοῖς τοιούτοις, οὐδένα παρὰ φύσιν ὄγκον ἔχοντος τοῦ σπλάγχνου, τοῖς ὑδερικοῖς ἁλίσκεσθαι νοσήμασι τὸ σῶμα. μάλιστα δ’ ἐναργῶς ἔστιν ἰδεῖν τοῦτο τοῖς ἱστορήσασιν ἐπ’ ἀκαίρῳ πόσει ψυχροῦ καταψυχθὲν ἀθρόως τὸ ἧπαρ, ὡς εὐθέως ἐργάσασθαι παρέγχυσιν ὑδερικὴν, πρὶν εἰς ὄγκον ἀρθῆναι σκιῤῥώδη. τοῖς δ’ οὕτως παθοῦσιν ὄρεξις σιτίων ἰσχυρὰ γίγνεται· καὶ οὐδὲν θαυμαστὸν, ἐμάθομεν γὰρ ἐπὶ τῷ τῆς γαστρὸς στόματι ψυχομένῳ τὰς τοιαύτας ὀρέξεις συμβαινούσας. ἀλλὰ περὶ μὲν ὑδέρων ἢ ὑδρώπων ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, πρός γε τὴν ἐνεστῶσαν ὑπόθεσιν ἀρκεῖ καὶ ταῦτα.

Πότερον δὲ διαπαντὸς ἐν τοῖς ἰκτέροις ὁ πεπονθὼς τόπος ἧπάρ ἐστιν, ἢ καί τις ἄλλη διάθεσις ἐργάζεται τὸ πάθος τοῦτο, μεταβάντες ἤδη σκοπῶμεν. ὁρᾶται γάρ ποτε, μηδὲν ὅλως πεπονθότος τοῦ σπλάγχνου τούτου, χολῆς ὠχρᾶς ἀνάχυσις εἰς τὸ δέρμα γιγνομένη κριτικῶς, ὥσπερ ἄλλα τινὰ τῶν ἀποσκημμάτων· ὁρᾶται δὲ καὶ χωρὶς κρίσεως ἐκχολούμενον ἐνίοτε τὸ αἷμα κατά τινα διαφθορὰν ἀλλόκοτον, ὁποία καὶ θηρίων δακνόντων γίγνεται. δηχθεὶς γοῦν τις τῶν αὐτοκρατορικῶν οἰκετῶν, οἷς ἔργον ἐστὶν ἐχίδνας θηρεύειν, ἄχρι μέν τινος χρόνου τῶν συνηθῶν ἑαυτῷ φαρμάκων ἔπινέν τι, μεταβαλλούσης δ’ αὐτῷ τῆς χροιᾶς ὅλης, ὡς γενέσθαι πρασοειδῆ, προσελθὼν ἡμῖν ἕκαστά τε διηγήσατο, καὶ πίνων τῆς θηριακῆς ἀντιδότου τάχιστα τὴν κατὰ φύσιν ἀνεκτήσατο χροιάν. ἐζητημένου δὲ τοῖς ἰατροῖς, εἰ φαρμακείας ἐστὶν ἴδια σημεῖα, διὰ τὸ πολλάκις ἑωρᾶσθαι χωρὶς τῶν θανασίμων φαρμάκων εἰς διαφθορὰν χυμῶν ἀφικνούμενον τὸ σῶμα παραπλησίαν τῇ διὰ τῶν φαρμάκων γιγνομένῃ, θαυμαστὸν οὐδέν ἐστι καὶ τοιαύτην ποτὲ συμβῆναι τροπὴν τῶν χυμῶν, ὡς ἰκτεριωθῆναι τὸ πᾶν σῶμα. δυνατὸν δὲ καὶ διὰ τὴν αὐτοῦ τοῦ ἥπατος ἀλλοίωσιν τῆς κατὰ φύσιν κράσεως, ἡ τοιαύτη γενέσθαι κακοχυμία, χωρὶς ἐμφράξεως ἢ φλεγμονῆς ἢ σκιῤῥου· καὶ γὰρ οὖν καὶ φαίνεταί γε σαφῶς, ἐνίοτε μὲν ὅμοιον ὠχρολεύκοις πόαις ὅλον τὸ σῶμα γιγνόμενον, ἐνίοτε δὲ μολίβδῳ παραπλήσιον ἔχον τὴν χρόαν, ἢ καὶ φαιοτέραν τῆσδε, καί τινας ἄλλας ἀῤῥήτους ἰδιότητας χρωμάτων, ἐπὶ κακοπραγίαις ἥπατος, ἄνευ τῶν παρὰ φύσιν ὄγκων· ὥσπέρ γε καὶ διὰ σπλῆνα τοιαῦται γίγνονται, πολλῷ μελάντεραι τῶν ἐφ’ ἥπατι, χαλεπαὶ μὲν ἑρμηνευθῆναι, γνωρισθῆναι δὲ ῥᾷσται τοῖς πολλάκις ἑωρακόσιν. Στησιανὸν γοῦν, ὁπότ’ ἐπὶ τῶν διαγνώσεων ἦν, οὐκ οἶδ’ ὅπως ἐδόκουν οἱ πλείους τῶν ἐπισκεπτομένων ἰατρῶν ἀπόστασιν ἔχειν ἐν ἥπατι· κᾀπειδὴ πλείονι χρόνῳ μηδὲν ἐπεδίδου πρὸς τὸ βέλτιον, ἐκάλεσεν κᾀμέ. θεασάμενος οὖν αὐτὸν ἅμα τῷ πρῶτον εἰσελθεῖν εἰς τὸν οἶκον, ἔνθα κατέκειτο, τοῦτο μὲν, ἔφην, ἤδη γίνωσκε, μηδὲν ἐν τῷ σπλάγχνῳ σοι κακὸν εἶναι, τὰ δ’ ἄλλα γυμνώσας τὸ ὑποχόνδριον εἴσομαι. καὶ ἦν τούτῳ τῶν ἐν τῷ βάθει μυῶν ἀπόστημα, καὶ συνείλεκτο πῦον ἤδη μεταξὺ τῶν τ’ ἐγκαρσίων καὶ  τῶν κάτωθεν ἄνω φερομένων λοξῶν, οὓς μέσους ἴστε κειμένους τῶν τε τοῦ περιτοναίου ψαυόντων ἐγκαρσίων καὶ τῶν ἐπιπολῆς ἐπὶ τῷ δέρματι λοξῶν ἄνωθεν κάτω φερομένων. οὕτω δὲ καὶ ἄλλους πολλοὺς ἴστε με σημειωσάμενον, ὡς ἐκ τῆς χροιᾶς ἀποφήνασθαι, ποτὲ μὲν ἧπαρ εἶναι τὸ πάσχον αὐτοῖς, ποτὲ δὲ σπλῆνα, μήτε τῶν προγεγονότων ἀκηκοότα τι μήτε διὰ τῆς ἁφῆς γνωρίσαντα τὸ πάθημα τῶν σπλάγχνων· διὸ καὶ πολλάκις ἀκούετέ μου καταρωμένου τοῖς πρώτοις τολμήσασιν ἑαυτοὺς προστάτας μὲν ἰατρικῆς θεωρίας ἀποφῆναι, θεραπεύειν δὲ τοὺς νοσοῦντας οὐ βουληθέντας. οἱ πλεῖστοι δὲ τούτων ἐμπειρικοί τε καὶ μεθοδικοὶ γεγόνασιν, οἷς ἄν τις λέγῃ δυνατὸν εἶναι, διὰ μόνης τῆς χρόας ἐνίοτε διαγνῶναι τὸν πεπονθότα τόπον, ἀνοίξαντες τὸ στόμα, τὴν ἀναίσχυντον αὐτῶν γλῶτταν, ὥσπέρ τινα κύνα λυττῶντα, τοῖς διαλεγομένοις ἀφιᾶσιν. ἀλλ’ οὐ πρὸς ἐκείνους ὁ νῦν ἐνεστηκὼς λόγος, ὡς ἤδη καιρὸς ἐφ’ ἕτερον ἰέναι γένος συμπτωμάτων, ἐνδεικνύμενον ἥπατος ἀτονίαν αὐτὴν καθ’ ἑαυτὴν μόνην ἄνευ φλεγμονῆς, ὥσπέρ γε καὶ μικρὸν ἔμπροσθεν ὁ περὶ τῆς φλεγμονῆς αὐτοῦ λόγος ἐλέχθη μόνος, ἄνευ τῆς κατὰ τὴν οἰκείαν δύναμιν ἀῤῥωστίας. ἐπεὶ τοίνυν ἔργον ἥπατος ἴσμεν αἵματος γένεσιν, ἥτις ἂν αἰτία τοῦτο ποιεῖν πέφυκεν, δύναμιν ἥπατος αὐτὴν ἐροῦμεν ὑπάρχειν ἰδίαν· πρόσκειται δὲ τῷ λόγῳ τὸ ἰδίαν, διὰ τὰς κοινὰς ἁπάντων τῶν ἐν ἡμῖν μορίων, ἃς ἐν τῇ περὶ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ διῆλθον, ἑλκτικήν τε λέγω καὶ καθεκτικὴν καὶ ἀποκριτικήν· ἡ γὰρ τετάρτη ἡ κατὰ τὸ γένος ἀλλοιωτικὴ κατ’ εἶδός ἐστιν ἡ αἱματοποιητική. πασῶν δὲ τῶν δυνάμεων τὰς οὐσίας ἐν ταῖς τῶν μορίων οἰκείαις κράσεσιν ἐμάθετε ὑπάρχειν· συμβήσεται τοιγαροῦν καὶ κατὰ τὸ ἧπαρ, ὅταν εἴς τινα τῶν ὀκτὼ δυσκρασιῶν ἀφίκηται, βλάπτεσθαι τὰς δυνάμεις αὐτοῦ βλάβας οἰκείας τῇ δυσκρασίᾳ, περὶ ὧν εἴρηται μὲν ὁ κοινὸς λόγος ἐν τῷ τρίτῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ὁ δ’ ἴδιος ἑκάστου μορίου κατ’ εἶδος, ἀνάλογον τῷ κοινῷ. κατὰ γοῦν τὸ ἧπαρ αἱ μὲν θερμαὶ δυσκρασίαι κατοπτῶσιν καὶ συγκαίουσιν τούς τε προϋπάρχοντας ἐν αὐτῷ χυμοὺς καὶ τοὺς διὰ τῶν ἐν μεσεντερίῳ φλεβῶν ἀναφερομένους· αἱ δὲ ψυχραὶ παχὺν μὲν καὶ δύσρουν καὶ δυσκίνητον ἐργάζονται τὸν ἤδη περιεχόμενον ἐν αὐτῷ, φλεγματικὸν δὲ καὶ ὠμὸν καὶ ἡμίπεπτον τὸ ἀναφερόμενον· οὕτως δὲ καὶ τῶν ἄλλων δυοῖν ἡ μὲν ξηρὰ δυσκρασία ξηροτέρους καὶ παχυτέρους ἐργάζεται τοὺς χυμοὺς, ἡ δ’ ὑγρὰ λεπτομερεστέρους καὶ ὑδαρεστέρους. ὅτ’ ἂν οὖν ποτ’ ἴδητε διαχωρήματα, οἷον νεοσφαγῶν κρεῶν πλύμασιν ἐοικότα, βεβαιότατον γνώρισμα τοῦθ’ ὑμῖν ἔστω πάθους ἡπατικοῦ. καλεῖται δ’ ἐξαιρέτως ἡπατικὰ τὰ διὰ τὴν ἀῤῥωστίαν αὐτοῦ τῆς δυνάμεως· τῆς γάρτοι τοῦ ἥπατος οὐσίας ἐστὶ ταῦτ’ ἴδια παθήματα· μεμαθήκατε δ’ ὡς ἑκάστου τῶν πρώτων σωμάτων ἡ οὐσία κατὰ τὴν κρᾶσίν ἐστι τῶν τεττάρων ποιοτήτων. ὁμοίως δὲ ἂν οἷον αἵματος τρύγα θεάσησθε δι’ ἕδρας ἐκκριθεῖσαν, ἡπατικὸν ἴστε καὶ τοῦτ’ εἶναι γνώρισμα. τὸ μὲν οὖν λεπτὸν καὶ ἰχωροειδὲς ἀῤῥωστοῦντος ἐξαιματοῦν ἐστι τοῦ σπλάγχνου γνώρισμα· τὸ δ’ οἷον τρὺξ ὑπεροπτῶντος τὸ αἷμα. καὶ μὲν καὶ τοῦτο πολλάκις ἑωρακότες μέμνησθε, κατ’ ἀρχὰς μὲν ἰχῶρας αἱματώδεις ἐκκρινομένους, ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ τὸ παχὺ καὶ μελαγχολικὸν αἷμα, τὰ τελευταῖα δὲ καὶ μέλαιναν ἀκριβῶς χολήν· ἄρχεται μὲν γὰρ ἐνίοτε καὶ χωρὶς πυρετοῦ τὸ κατὰ τὴν ψυχρὰν δυσκρασίαν πάθος, ἡνίκα λεπτὸς ἰχὼρ αἵματος ἐκκρίνεται· προϊόντος δὲ τοῦ χρόνου καὶ διαφθειρομένου τοῦ κατὰ τὸ σπλάγχνον αἵματος, ἐπιγίγνονται πυρετοί. καὶ λίαν γε καταφρονοῦσιν αὐτῶν οἱ ἄπειροι, καί ποτε καὶ τελέως ἀπύρετος αὐτοῖς ἔδοξεν ὁ κάμνων εἶναι, καὶ γεγονέναι τοῦτο λογίζονται διὰ τὰς ἀσιτίας, ἃς διὰ τὴν ἀνορεξίαν μᾶλλον ἢ τὴν τῶν ἰατρῶν πρόσταξιν οἱ πάσχοντες οὕτω ποιοῦνται. κατὰ γαστέρα τε οὖν οὐδενὸς ἐκκριθέντος ἐν τῷ μεταξὺ καὶ τοῦ πυρετοῦ δόξαντος οὐδ’ ὅλως εἶναι, λούουσίν τε καὶ συγχωροῦσιν ἀμελέστερον διαιτηθῆναι. οὕτως αὖ πάλιν ἥ τε γαστὴρ ἐκκρίνει διεφθαρμένα τὰ σιτία, καί τι καὶ τῶν ἡπατικῶν ἠκολούθει διαχωρημάτων. ἐνίοις δὲ τῶν κατὰ ψυχρὰν δυσκρασίαν ἀρξαμένων νοσεῖν οὐ μόνον οὐδὲν ἐκλύεται τὰ τῶν ὀρέξεων, ἀλλὰ καὶ πεινῇν ἐνίοτέ φασι νῦν μᾶλλον ἤ πρόσθεν. οὐ μὴν ταῖς γε θερμαῖς δυσκρασίαις ἕπεταί ποτ’ ὄρεξις σιτίων, ἀλλ’ ἀνορεξία τε δεινὴ καὶ δίψος καρτερὸν καὶ πυρετὸς οὐκ ἀγεννὴς καὶ μοχθηρῶν χυμῶν ἔμετος. ταῦτα μὲν οὖν ἴδια συμπτώματα τῶν ἡπατικῶν ἐστιν· ὀνομάζεσθαι δ’ οὕτως ἔφην ἐκείνους, οἷς ἄῤῥωστος ἡ τοῦ σπλάγχνου δύναμίς ἐστιν, ἐφ’ ὧν οἱ πλείους τῶν ἰατρῶν ἐξαπατώμενοι δυσεντερίαν εἶναι νομίζουσι τὸ πάθος· ἕτερα δ’ ἐστὶν, ὡς εἴρηται, τὰ τῆς φλεγμονῆς συμπτώματα. καί ποτε συνελθόντων ἀμφοτέρων τῶν παθῶν, ἑκάτερα φαίνεται, καὶ χρὴ πρόχειρον αὐτῶν ἔχειν τὴν μνήμην· οὕτως γὰρ οὐ μόνον ἐπαινεῖσθαι πρὸς τῶν χρωμένων ἡμῖν, ἀλλὰ καὶ θαυμάζεσθαι γενήσεται, προσεπιθεωροῦσι καὶ τὰ κοινὰ πρὸς ἕτερα πάθη, καθάπερ τὸ διήκειν εἰς νόθας πλευρὰς τὸ ἄλγημα, καὶ συγκατεσπάσθαι δοκεῖν τὴν κλεῖν, ἀναπνεῖν τε μικρὸν καὶ πυκνόν. ἐγὼ γοῦν, ὁπότε πρῶτον εἰς Ῥώμην ἀνῆλθον, ὑπὸ Γλαύκωνος τοῦ φιλοσόφου μεγάλως ἐθαυμάσθην ἐπὶ τοιᾷδέ τινι διαγνώσει. συντυχὼν γάρ μοι καθ’ ὁδὸν ἔφασκεν ἐν καιρῷ φανῆναι· καὶ οὕτως ἐμβαλὼν τῇ χειρὶ τὴν χεῖρα, πλησίον, ἔφη, τοῦ κάμνοντός ἐσμεν, ὃν ἥκω τε θεασάμενος ἄρτι καὶ παρακαλῶ μετ’ ἐμοῦ παραγενέσθαι σὲ πρὸς αὐτόν· ἔστι δὲ ὁ ἀπὸ τῆς Σικελίας ἰατρὸς, ὃν πρὸ ἡμερῶν ὀλίγων ἐθεάσω  περιπατοῦντα σὺν ἐμοί· τί δὲ καὶ τὸ λυποῦν, ἔφην, αὐτόν ἐστιν; ὁ δὲ καὶ μάλα παρατεταγμένος ὡμολόγησεν ἐκ φανερωτάτου, καὶ γὰρ ἦν οἷος μηδὲ κρυψίνους εἶναι, μηδὲ πανοῦργος· ἐπεί μοί, φησιν, ἀπήγγειλαν χθὲς οἱ περὶ Γοργίαν καὶ Ἀπελὰν διαγνώσεις τε καὶ προγνώσεις πεποιῆσθαί σε μαντικῆς μᾶλλον ἢ ἰατρικῆς ἐχομένας, ἐπιθυμῶ πεῖραν αὐτὸς σχεῖν, οὐ σοῦ τοσοῦτον, ὅσον τοῦ κατ’ ἰατρικὴν τέχνην, εἰ καὶ τοιαῦτα διαγινώσκειν τε καὶ προγινώσκειν δύναται. ταῦτά τε οὖν ἔλεγεν καὶ ἦμεν ἐπὶ τῇ θύρᾳ τοῦ κάμνοντος, ὡς μηδ’ ἀμείψασθαί με τῷ λόγῳ δυνηθῆναι τὴν πρόκλησιν αὐτοῦ, μηδ’ εἰπεῖν ἅπερ ἴστε λέγοντά με πολλάκις, ὡς ἐνίοτε μὲν ἡμῖν εὐτυχῶς φαίνεταί τινα τῶν βεβαίων σημείων, ἐνίοτε δ’ ἀμφίβολα πάντ’ ἐστὶ, καὶ διὰ τοῦτο δευτέραν καὶ τρίτην ἐπίσκεψιν ἀναμένομεν. ἀλλά τοι μετὰ τὴν πρώτην εἴσοδον ἀπήντησέ τις ἡμῖν λεκάνην ἐκ τοῦ κοιτῶνος ἐκκομίζων εἰς τὸν κοπρῶνα, ἔχουσαν οἷον κρεῶν νεοσφαγῶν πλύμα, λεπτὸν αἵματος ἰχῶρα, βεβαιότατον σημεῖον ἥπατος πάσχοντος. ὡς οὖν μηδ’ ὅλως ἑωρακὼς αὐτὸ εἰσῆλθον ἅμα τῷ Γλαύκωνι πρὸς τὸν ἰατρὸν, ἐπέβαλόν τε τὴν χεῖρα τῷ καρπῷ, βουλόμενος γνῶναι, πότερον καὶ φλεγμονή τις εἴη κατὰ τὸ σπλάγχνον, ἢ μόνον ἀτονία. ἰατρὸς δ’ ὢν, ὡς ἔφην, ὁ κατακείμενος, ἀρτίως ἔφη κατακεκλίσθαι μετὰ τὸ διαχωρῆσαι, ὥστε προσλογίζου τι τῇ πυκνότητι τῶν σφυγμῶν καὶ διὰ τὴν ἐξανάστασιν προσγεγονέναι. ὁ μὲν οὖν ταῦτ’ ἔλεγεν, ἐγὼ δ’ εὗρον φλεγμονῆς ἔμφασιν· εἶτα καὶ θεασάμενος ἐπικείμενον τῇ θυρίδι χυτρίδιον μικρὸν, ὕσσωπον ἔχον ἐν μελικράτῳ παρεσκευασμένον, ἐλογισάμην οἴεσθαι τὸν ἰατρὸν ἑαυτὸν εἶναι πλευριτικὸν, ἀλγήματος αὐτῷ κατὰ τὰς νόθας πλευρὰς ὑπάρχοντος, ὃ κᾀν ταῖς κατὰ τὸ ἧπαρ φλεγμοναῖς ἐπιγίγνεταί ποτε· τούτου τοίνυν αἰσθανόμενον αὐτὸν, ἀναπνέοντά τε πυκνὸν καὶ μικρὸν, ἐρεθιζόμενόν τε βηχίοις μικροῖς, ἐνενόησα νομίζειν ἑαυτὸν εἶναι πλευριτικὸν, καὶ διὰ τοῦτο παρεσκευακέναι τὸ ὕσσωπον ἐν τῷ μελικράτῳ. παρέχουσαν οὖν μοι καὶ τὴν τύχην ὁδὸν, ὡς εὐδοκιμῆσαι παρὰ τῷ Γλαύκωνι, συνιδὼν, ἐπήνεγκα τὴν ἑαυτοῦ χεῖρα κατὰ τῶν τοῦ κάμνοντος ἐν τῷ δεξιῷ μέρει νόθων πλευρῶν, καὶ δεικνὺς ἅμα τὸν τόπον, ἔφην ἀλγεῖν αὐτὸν ἐνταῦθα· τοῦ δ’ ὁμολογήσαντος, ὁ Γλαύκων ἐκ τοῦ σφυγμοῦ μόνου τὴν διάγνωσιν τοῦ πεπονθότος τόπου νομίσας γεγονέναι, καταφανὴς ἦν μοι θαυμάζων. ὅπως οὖν αὐτὸν μᾶλλον ἐκπλήξαιμι, προσετίθην καὶ ταῦτα· καθάπερ, ἔφην, ὡμολόγηκας ἐνταυθοῖ ἀλγεῖν, προσομολόγησον ὅτι καὶ τοῦ βῆξαι γίγνεταί σοι προθυμία, καὶ βήττεις ἐκ διαστημάτων μειζόνων βηχία σμικρὰ ξηρὰ, μηδενὸς ἀναπτυομένου. ταῦτα λέγοντος ἐμοῦ, κατὰ τύχην ἔβηξε τοιοῦτον εἶδος βηχὸς, ὁποῖον ἔλεγον· ὥστε τὸν Γλαύκωνα μεγάλως θαυμάσαντα μὴ κατέχειν ἑαυτὸν, ἀλλ’ ἐπαινεῖν κεκραγότα μεγάλῃ τῇ φωνῇ. μὴ τοίνυν, ἔφην ἐγὼ, ταῦτα μόνα δόκει τὴν τέχνην ἱκανὴν εἶναι μαντεύεσθαι περὶ τοὺς κάμνοντας, ἀλλὰ καὶ πρὸς αὐτοῖς ἔτι ταυτὶ τὰ νῦν ἐμοὶ λεχθησόμενα· μαρτυρήσει δ’ αὐτοῖς ὁ κάμνων αὐτός. ἐντεῦθεν δὲ πάλιν ἀρξάμενος ἔφην πρὸς αὐτόν· ὅτ’ ἂν ἀναπνεύσῃς μεῖζον, αἰσθάνῃ μὲν δήπου καὶ τῆς κατὰ τὸ χωρίον ὀδύνης, ὃ ἔδειξά σοι, σφοδροτέρας γιγνομένης, αἰσθάνῃ δὲ καὶ βάρους ἐγκειμένου κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπὶ τούτοις οὐδ’ αὐτὸς ὁ νοσῶν ἔτι ἡσύχαζεν, ἀλλὰ θαυμάζων ἐκεκράγει μετὰ τοῦ Γλαύκωνος. αἰσθανόμενος οὖν ἐγὼ τῆς κατὰ τὸν καιρὸν ἐκεῖνον εὐτυχίας, ἐτόλμων μὲν εἰπεῖν τι καὶ περὶ τῆς κλειδὸς, ὡς κατασπωμένης· εἰδὼς δὲ ταῖς μεγάλαις αὐτοῦ φλεγμοναῖς ἑπόμενον, ὥσπερ οὖν καὶ τοῖς σκίῤῥοις, οὐκ ἐθάῤῥουν εἰπεῖν, εὐλαβούμενος ἀποθραῦσαί τι τῶν ἔμπροσθεν ἐπαίνων. ἐπῆλθεν οὖν μοι μετ’ ἀσφαλείας ἀποφήνασθαι, καὶ προσβλέψας τῷ κάμνοντι, τῆς κλειδὸς, ἔφην, ὑποκατασπωμένης αἰσθήσῃ διὰ ταχέος, εἰ μὴ τυγχάνει σοι γεγονὸς ἤδη που τοῦτο. συνομολογήσαντος δ’ αὐτοῦ, θεασάμενος ἐγὼ τὸν κάμνοντα θαυμαστῶς ἐκπεπληγότα, μίαν, εἶπον, ἔτι προσθήσω τοῖς εἰρημένοις μαντείαν· ἐρῶ γὰρ καὶ τὴν τοῦ κάμνοντος ὑπόληψιν, ἣν ἔχει περὶ ὧν πάσχει παθημάτων. ὁ μὲν οὖν Γλαύκων οὐκ ἀπελπίζειν οὐδὲ ταύτης ἔφη τῆς μαντείας, αὐτὸς δ’ ὁ νοσῶν ἐπὶ τῷ παραδόξῳ τῆς ὑποσχέσεως ἐκπεπληγὼς ἐνέβλεπέν μοι δριμὺ, προσέχων τὸν νοῦν τῷ ῥηθησομένῳ. καὶ δὴ καὶ φάντος μου, πλευρῖτιν αὐτὸν οἴεσθαι τὴν ἐνοχλοῦσαν εἶναι νόσον, ὁ μὲν ἐμαρτύρησεν θαυμάζων, οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ παρεστὼς αὐτῷ, καὶ ὁ κατηντληκὼς ὡς πλευριτικὸν ἐλαίῳ πρὸ βραχέος. ὁ δὲ Γλαύκων ἐξ ἐκείνου περί τε ἡμῶν καὶ ὅλης τῆς ἰατρικῆς ἔσχεν ἀξιόλογον ὑπόληψιν, ἔμπροσθεν οὐδὲν μέγα τὴν τέχνην ἔχειν οἰόμενος, ἐκ τοῦ μηδέποτε συντετυχηκέναι παρεσκευασμένοις κατ’ αὐτὴν ἀξιολόγοις ἀνδράσιν. εἴρηταί μοι ταῦτα πρὸς ὑμᾶς, ὅπως εἰδότες τά τ’ ἴδια πάθους ἑκάστου συμπτώματα καὶ τὰ κοινὰ πρὸς ἕτερα πάθη, καὶ σὺν αὐτοῖς ἔτι τὰ μὲν ἑκατέρου γένους ἀχώριστα, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ, τὰ δ’ ἀμφιδόξως ἢ σπανίως γιγνόμενα, παρεχούσης τε τῆς τύχης ὑμῖν ἀφορμὴν τοιαύτην, οἵαν ἔφην ἐμαυτῷ γεγενῆσθαί ποτε, δεξιῶς αὐτῇ χρῆσθαι δύνησθε. πολλάκις γὰρ ἡ μὲν τύχη μεγάλας εὐδοκιμήσεως ἀφορμὰς ὑποβάλλει, χρῆσθαι δ’ αὐταῖς οἱ πολλοὶ δι’ ἀμαθίαν οὐκ ἴσασιν· ἀλλ’ ὁ τεχνίτης ὅτ’ ἂν ἕν τι θεάσηται σύμπτωμα τῶν ἐνδεικνυμένων τό τε πάθος ἅμα καὶ τὸν πεπονθότα τόπον, ἑτέρων εὐπορεῖν εἰς πρόῤῥησιν οὐκ ὀλίγων ἱκανὸς ἔσται, τῶν μὲν ἐξ ἀνάγκης ἑπομένων, τῶν δὲ ὡς τὸ πολὺ, τῷ πεπονθότι τόπῳ καὶ τῷ κατ’ αὐτὸν πάθει. μεμνῆσθαι δ’ ὑμᾶς μάλιστα χρὴ τῶν  γενικῶν θεωρημάτων, ἃ δὴ καὶ καθόλου προσαγορεύεται, κοινὰ πολλῶν ὄντα τῶν κατὰ μέρος, ἵν’ ἐπὶ πάσης ὕλης τῶν κατὰ μέρος πραγμάτων γυμνάζησθε διαγινώσκειν αὐτὰ ταχέως. ἔστι δὲ ὁ κοινὸς λόγος, ὃν ἐρεῖν μέλλω, περὶ τῶν φυσικῶν δυνάμεων, ἃς ἐν ἑκάστῳ μορίῳ προμεμαθήκατε τέτταρας εἶναι κατὰ γένος· ὧν πρώτην μὲν τὴν ἑλκτικὴν ὀνομάζω, τῶν οἰκείων τῷ μορίῳ χυμῶν εἰς θρέψιν ὀρεκτικήν τε ἅμα καὶ ἐπισπαστικὴν οὖσαν· ἐφεξῆς δ’ αὐτῇ δευτέραν, τῶν ἑλχθέντων ἀλλοιωτικὴν, καθ’ ἣν ὁ ἑλχθεὶς χυμὸς ὁμοιοῦται τῷ τρεφομένῳ· καὶ ταύτης ὑπηρέτιδες ἕτεραι δύο, καθεκτικὴ μὲν, ἡνίκα πέττει τὸν ἑλχθέντα χυμὸν, εἰς τὴν ἑαυτοῦ φύσιν ἀλλοιοῦν, τὸ μόριον· ἀποκριτικὴ δ’, ἡνίκα μετὰ τὴν πέψιν ἐκκρίνει τὸ ἄχρηστον, ὃ καλεῖται περίττωμα. ταύτας τὰς δυνάμεις ἐφ’ ἑκάστου μορίου πάσχοντος ἀεὶ σκοπεῖσθαι παραινῶ, πῶς ἔχουσιν εὐρωστίας τε καὶ ἀῤῥωστίας· οἷον ἐπὶ τοῦ ἥπατος, ἐπειδὴ περὶ τούτου πρόκειται λέγειν, ἡ μὲν ἑλκτικὴ δύναμις πάσχουσά πως, τὴν τροφὴν ἐν τῇ γαστρὶ καταλείψει κεχυλωμένην, ὥστ’ ἐκκρίνεσθαι διὰ τῆς ἕδρας αὐτὴν, ἀκριβῶς μὲν πεπεμμένην, ὑγρὰν δὲ καὶ ἀνεξίκμαστον. ἔσται δ’ ὑμῖν τοῦτο σημεῖον αὐτῆς πεπονθυίας· ὅσα γὰρ ὑπό τινων ὡς αἰτίων γίγνεται, ταῦτ’ ἐστὶν αὐτῶν σημεῖα. τοῦτο τὸ πάθος ἔνιοι μεσαραίου φασὶν εἶναι, καὶ καλοῦσι τοὺς οὕτω νοσοῦντας μεσαραϊκοὺς, ἐπειδὴ διὰ τῶν ἐν τῷ μεσαραίῳ τε καὶ μεσεντερίῳ καλουμένῳ φλεβῶν τῆς ἀναδόσεως γινομένης ὁρῶσιν ἀποτυγχανομένην αὐτὴν, ὁμοίᾳ περιπίπτοντες ἀγνοίᾳ τοῖς τὰς χεῖρας ἡγουμένοις πεπονθέναι τῶν συγκοπτομένων ἤτοι στομαχικῶς ἢ καρδιακῶς, ἐπειδὴ δι’ αὐτῶν ἐνεργεῖν ὡς ἔμπροσθεν ἀδυνατοῦσιν. αἱ γάρτοι κατὰ τὸ μεσάραιον φλέβες οἷόν περ χεῖρές εἰσι τῷ ἥπατι, τὴν ἐκ τῆς κοιλίας τροφὴν ἀναφέρουσαι πρὸς αὐτό. παραπλήσιον δέ τι τούτοις ποιοῦσι καὶ οἱ τῶν παραλελυμένων τὰ σκέλη διά τι πάθος τοῦ κατ’ ὀσφῦν νωτιαίου, τοῖς μὲν σκέλεσι προσφέροντες τὰ φάρμακα, τοῦ νωτιαίου δ’ ἀμελοῦντες. εἰ μὲν οὖν φλεγμαίνοι τὸ μεσεντέριον, ἤ τι τοιοῦτον πάθος ἕτερον εἴη κατ’ αὐτὸ, προσηκόντως ἄν τις ὑπολάβοι τὸ πάθος τοῦτο ἴδιον ὑπάρχειν αὐτοῦ· εἰ δ’ ἀῤῥωστοῦν τὸ ἧπαρ ἀδυνατοίη διὰ τῶν ἐν αὐτῷ φλεβῶν ἕλκειν τὴν τροφὴν, οὐ μεσάραιον αὐτοῖς ἐστι τὸ τῆς θεραπείας δεόμενον, ἀλλ’ ἧπαρ, ὥσπερ οὐδ’ αἱ χεῖρες, ἢ τὰ σκέλη τοῖς διά τι πάθος τοῦ νωτιαίου παραλελυμένοις. ἀλλ’ ἥ γε διάγνωσις ὑμῖν ἔσται τῶν ἤδη φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἐχόντων πάθος ἐν μεσεντερίῳ τὰ κάτω διαχωρούμενα κατασκεπτομένοις ἐπιμελῶς. οὐ γὰρ μόνον οἷα τοῖς ἀτονοῦντος ἥπατος ἕλκειν ἐφ’ ἑαυτὸ τὴν τροφὴν εἴρηται διαχωρεῖσθαι, τοιαῦτα καὶ τούτοις ἀκριβῶς ἐκκρίνεται, ἀλλὰ φανεῖταί γε ὑμῖν ἐπιμεμίχθαί τις ὡς ἐκ φλεγμονῆς ἰχώρ· ἁπάντων γὰρ τῶν φλεγμαινόντων μορίων, οἷς μηδὲν στέγασμα περίκειται πυκνὸν καὶ παχὺ, λεπτοὶ μὲν κατ’ ἀρχὰς ἰχῶρες ἀποῤῥέουσι, πεττομένων δὲ τῶν φλεγμονῶν, παχύτεροι καὶ πυωδέστεροι. ὅτ’ ἂν οὖν τι τοιοῦτον τοῖς ἐγκεχυλωμένοις διαχωρήμασιν ἐμφέρηται, μηδεμιᾶς ἐν ἥπατι φλεγμονῆς οὔσης, ἡγεῖσθαι χρὴ τὸ μεσάραιον αὐτοῖς πεπονθέναι. ὥσπερ δὲ τοῦ μὴ δυναμένου δι’ ἀτονίαν ἐπισπᾶσθαι τὸν ἐκ τῆς κοιλίας χυλὸν ἡ ἑλκτικὴ πέπονθε δύναμις, οὕτως τοῦ κατέχειν μὴ δυναμένου τῆς περισταλτικῆς καὶ καθεκτικῆς δυνάμεώς ἐστιν ἀτονία· καὶ διὰ ταύτην ἔκκρισις ἐν ἀρχῇ μὲν αἵματος ἰχωροειδοῦς γίγνεται, μετὰ ταῦτα δ’ ἤδη καὶ παχυτέρου καὶ οἷον τρυγώδους. οὕτως ἕτεραί τινες ἐκκρίσεις οὐ δι’ ἀῤῥωστίαν, ἀλλὰ διὰ ῥώμην τῆς ἐκκριτικῆς δυνάμεως γίγνονται, πολλάκις μὲν ὑγιαινόντων κατὰ τὰ πάντα, πλήθους λόγῳ, πολλάκις δὲ καὶ τοῦ πεπονθότος δι’ ἥπατος ἐκκαθαιρομένου, τῆς φύσεως ἀναῤῥωννυμένης· πεφθέντων γὰρ ἐν αὐτῷ τῶν μοχθηρῶν χυμῶν, ἕπεται διάκρισις, ὡς τοὺς μὲν χρηστοὺς κατέχεσθαι, τοὺς δὲ φαύλους ἐκκρίνεσθαι. καί τινες ὀνομάζουσι καὶ τὰς τοιαύτας ἐκκρίσεις αἱματηρὰς δυσεντερίας, γιγνομένας ἐνίοις καὶ τῶν ἀποκοπέντων τι κῶλον, ἢ μετὰ τὸν ἐν γυμνασίοις πολλοῖς βίον εἰς ἀργὸν μεταστάντων. ὤφθη δέ ποτε καὶ γυναιξὶν ἐκ καταμηνίων ἐπισχέσεως ἡ τοιαύτη κένωσις αἵματος δι’ ἕδρας γιγνομένη, καθάπερ δὴ καὶ δι’ ἐμέτων ἐνίαις ἐπὶ ταῖς τοιαύταις. ἀλλὰ καὶ τούτοις μὲν εἰλικρινὲς αἷμα τοῖς τῶν σφαττομένων ἱερείων ὅμοιον γίγνεται κατά τε τὴν κάτω γαστέρα καί ποτε καὶ διὰ τῆς ἄνω, μοχθηρὸν δὲ καὶ ἰλυῶδες ἢ σηπεδονῶδες ἐπὶ ταῖς ἐρυσιπελατώδεσί τε καὶ φλεγμονώδεσι διαθέσεσι πεττομέναις. σπανίως δέ ποτε καὶ τοῖς ἡπατικοῖς πάθεσιν, ὅταν ὑπὸ τῶν βοηθημάτων τονωθῇ τὸ ἧπαρ, ἐκκρίσεις ἐπιγίγνονται μοχθηρόταται κατά τε τὸ χρῶμα καὶ τὴν ὀσμὴν, ἐκκαθαιρομένου τοῦ σπλάγχνου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐρεῖται τούτοις οὖρα μοχθηρότατα, δυνάμενα σφᾶλαι τοὺς ἀπείρους ἰατροὺς, ὡς ὀλεθρίως ἔχοντος τοῦ κάμνοντος. οἱ γὰρ ἄνευ λογισμοῦ διὰ πείρας μόνης ἄλογον τριβὴν κτώμενοι τῶν σπανίως γιγνομένων ἀπείρως ἔχουσιν, ὡς ἂν τῶν πλειστάκις καὶ ὡσαύτως ἑωραμένων μνημονευτικοί τινες ὄντες. ὅτι δὲ ἐπὶ προήκοντι τῷ χρόνῳ τοῦ νοσήματος ἅμα τοῖς τῆς πέψεως σημείοις αἱ τοιαῦται γίγνονται κενώσεις, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ἐν ταῖς ἐξηγήσεσι τῶν Ἱπποκράτους συγγραμμάτων ἐμάθετε. καθάπερ οὖν τῆς καθεκτικῆς δυνάμεως ἀτονούσης ποτὲ καὶ μὴ δυναμένης κατέχειν τὸ βαρῦνον αὐτὴν ἡ ἀποκριτικὴ δύναμις τὸ λυποῦν ἐκκενοῖ, κατὰ τὸν αὐτὸν τρόπον ἀῤῥωστούσης τῆς ἀποκριτικῆς κατέχεταί τινα μὴ πάνυ βαρυνομένης τῆς καθεκτικῆς. ἄλλοτε γὰρ ἄλλη δύναμις ἐν ἑκάστῳ τῶν ὀργάνων ἰσχυροτέρα τε καὶ ἀσθενεστέρα  γίγνεται κατὰ τὴν ἐπὶ τὰς ἐνεργείας ἀναφορὰν, εἰς ἔννοιαν ἡμῶν ἀφικνουμένων ἑκάστης δυνάμεως· ἐπεί τοι κατά γε τὸ ἀληθὲς, ὅλον ἀεὶ τὸ μόριον ἐνεργεῖ κατὰ τὴν ἰδιότητα τῆς ὑπαρχούσης ἑκάστοτε κράσεως αὐτῷ. ἀλλ’ ἐνίοτε μὲν ὑπομένει βαρυνόμενον, ἐν χρόνῳ τε πλείονι τοῦ λυποῦντος ἐκράτησεν, κατεργασάμενόν τε καὶ ἀλλοιῶσαν καὶ πέψαν αὐτό· καθ’ ἕτερον δ’ αὖ χρόνον ἤτοι τὴν ποιότητα τοῦ λυποῦντος ἢ τὸ πλῆθος οὐ φέρον ἐξορμᾷ πρὸς τὴν ἔκκρισιν αὐτοῦ· καθάπερ γε πάλιν ἐνίοτε μεγάλως ἀνιώμενον, ἀποῤῥῖψαί τε τὸ λυποῦν ἐφιέμενον, ὑπ’ ἀσθενείας ἀδυνατεῖ, καταπεπτωκὸς εἰς ἐσχάτην ἀτονίαν. ἃ σύμπαντα καθ’ ἕκαστον ὄργανον φυσικὸν ἐννοοῦντας ὑμᾶς γυμνάζειν χρὴ τὸν λογισμὸν εἰς τὴν διάγνωσιν αὐτῶν· εὑρήσετε γὰρ οὕτω σκοποῦντες ἐνίων μορίων οὐδ’ ὅλως ἐζητημένα τὰ πάθη ὑπὸ τῶν παλαιῶν, καθάπερ οὐδὲ τῆς χοληδόχου κύστεως. εἰ γὰρ, ὡς ἐδείξαμεν, ἕλκει τὸ χολῶδες ὑγρὸν εἰς ἑαυτὴν, ὥσπερ οἱ νεφροὶ μὲν τὸν οἷον ὀῤῥὸν τοῦ αἵματος, ὁ δὲ σπλὴν τὸ παραπλήσιον, ὅπερ ἐν μὲν τοῖς οἴνοις τρὺξ, κατὰ δὲ τοὔλαιον ἀμόργη, γενήσεταί ποτε καὶ δι’ ἀτονίαν τῆς κύστεως ταύτης ἀκάθαρτον αἷμα, καί τις οὗτος ἕτερος τρόπος ἰκτέρου γενέσεως ἐπὶ τοῖς εἰρημένοις ἔμπροσθεν ὑπάρχει τρισίν. ἐγχωρεῖ δέ ποτε καὶ πληρωθεῖσαν αὐτὴν, ὥσπερ ἡ οὐροδόχος κύστις οὔρων, μὴ δύνασθαι κενωθῆναι δι’ ἔμφραξιν ἢ ἀτονίαν τῆς ἐκκριτικῆς δυνάμεως· ὥσπέρ γε καὶ δι’ ἔμφραξιν ἢ ἀτονίαν τῶν εἰς ἧπαρ ἀπ’ αὐτῆς ἀνεστομωμένων ἀγγείων οὐχ ἕλξει ποτὲ τὸ χολῶδες ὑγρόν. ἐπισκοπεῖσθαι τοιγαροῦν ἀναγκαιότατόν ἐστιν ἐν τοῖς ἰκτερικοῖς παθήμασι τὴν τῶν διαχωρουμένων ἰδέαν, ἔστι γάρ τις ἡμῖν κᾀκ τοῦδε πρὸς τὴν διάγνωσιν ὠφέλεια. ἐγὼ γοῦν ἐννοήσας τοῦτο, τῶν ἰκτεριώντων εὗρον ἐνίοις ἱκανῶς κεχρωσμένα τῇ ξανθῇ χολῇ τὰ διαχωρήματα, καθάπερ ἐνίοις τὰ οὖρα, καὶ κατὰ τὸ δέρμα, τινῶν μὲν ἐκκρινόμενον ἐν τοῖς λουτροῖς τὸ πλεῖστον, τινῶν δ’ ἐπεχόμενον τὸ πλεῖστον τῆς ξανθῆς χολῆς, ὀλίγιστον δὲ ἐκκρινόμενον. ἀκριβῶς δὲ αὐτὸ κατανοῆσαι πειρώμενοι, χωρὶς τοῦ προαλείψασθαι τὸν ἄνθρωπον, ἀποστλεγγίζεσθαι τὸν ἱδρῶτα κελεύετε· θεάσεσθε γὰρ οὐ τὸν αὐτὸν ἐπὶ πάντων κατὰ τὸ κοῖλον τῆς στλεγγίδος ἀθροιζόμενον, ἀλλ’ ἐπὶ τινῶν μὲν ὑδατωδέστερον, ἐπὶ τινῶν δὲ χολωδέστερον· ὥστε μετὰ τῶν προγεγονότων ὑμῖν ἡ διάγνωσις ἔσται σαφεστέρα τοῦ πεπονθότος τόπου προσλαβοῦσι καὶ τοῦτο τὸ γνώρισμα. πυρέξας γοῦν τις ὀξὺν καὶ χολώδη πυρετὸν ἑβδομαῖος ἀπηλλάγη τοῦ νοσήματος, χολῆς ξανθῆς παμπόλλης εἰς τὸ δέρμα κατασκηψάσης, ἐπὶ δὲ τῶν ἑξῆς ἡμερῶν ὁ ἴκτερος αὐτῷ παρέμενεν. ἐπεσκεψάμεθα τά τε διαχωρήματα καὶ τὰ οὖρα· φαινομένων δ’ ἀμφοτέρων κατὰ τὴν φύσιν ἔχειν, καὶ διὰ τοῦτ’ ἀπαθὲς εἶναι τὸ σπλάγχνον ἐνδεικνυμένων, εἰς ἔννοιαν ἦλθέ μοι δυνατὸν εἶναι, παχυτέραν τὴν κατασκήψασαν εἰς τὸ δέρμα χολὴν ὑπάρχειν. ἐκ τούτου τοῦ λογισμοῦ προτραπεὶς, καὶ καταμαθὼν ὁποῖός τις ὁ ἱδρώς ἐστι, φανέντος ὑδατώδους, ἔγνων δυσδιαφόρητον εἶναι τὴν χολὴν, ἐκέλευσά τε τῷ κάμνοντι χρῆσθαι θερμοῖς ὕδασιν αὐτοφυέσι διαφορητικοῖς, ἅμα τῷ καὶ τὴν δίαιταν ὑγροτέραν ποιεῖσθαι καὶ μετρίως λεπτύνειν πάχος χυμῶν δυναμένην. οὗτος μὲν οὕτως ἀπηλλάγη τοῦ πάθους, ἑνὶ βοηθήματι τῆς τε διαγνώσεως αὐτοῦ βεβαιωθείσης καὶ τῆς ἰάσεως συντελεσθείσης. ἑτέρῳ δὲ πλῆθος ἐν τῇ στλεγγίδι χολῆς εὑρὼν, ὑπενόησα γεννᾶσθαι πολλὴν ἐν ὅλῳ τῷ σώματι, καὶ τῇ θεραπείᾳ πρὸς τοῦθ’ ἁρμοττούσῃ χρησάμενος ἰασάμην. ὅσοις δ’ ἀπυρέτοις, ἅμα τῷ βάρους τινὸς αἴσθησιν εἶναι κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἴκτερος ἐγένετο, τούτοις ἅπασι προεκφράττων, ὡς ἴστε, τὰς ἐμφράξεις λεπτύνουσιν ἐδέσμασί τε καὶ πόμασι καὶ φαρμάκοις, εἶτα πιεῖν διδοὺς χολαγωγὸν φάρμακον, ἰασάμην ἡμέρᾳ μιᾷ τοὺς πλείστους αὐτῶν· ἐφ’ ὧν δ’ οὐδὲν ἤνυε τὸ καθαρτικὸν, αὖθις ἰσχυρότερον ἐκφρακτικὸν ποτίσας, ἐκ δευτέρου πάλιν ἐκάθηρα βιαιότερον, ὡς ἐπὶ τῷ τέλει τῆς καθάρσεως ἅμα δήξει σφοδροτάτῃ τὴν χολὴν ἐκκριθῆναι κυανίζουσαν μᾶλλον ἢ ξανθήν. ἐπὶ τούτων οὖν ἡγοῦμαι τὴν χοληδόχον κύστιν ὅμοιόν τι πάθημα παθεῖν τῷ τῇ τὸ οὖρον ἀθροιζούσῃ γιγνομένῳ ἐνίοτε· καὶ γὰρ καὶ κατ’ αὐτὴν ἀθροίζεταί ποτε τοσοῦτον, ὡς ὑπερδιαταθεῖσαν αὐτὴν ἀδυνατεῖν ἐκκρῖναι τὸ περιεχόμενον. ἀλλ’ ἐπὶ μὲν τῆς οὐροδόχου κύστεως, οὐ χεῖρον γὰρ αὐτὴν οὕτως ὀνομάσαι, διττῶς γίγνεται τοῦτο· ποτὲ μὲν δι’ ἀῤῥωστίαν τῆς ἀποκριτικῆς δυνάμεως, ἐνίοτε δ’ ἤτοι διὰ βαθὺν ὕπνον, ἤ τινα ἀσχολίαν ἐπισχεθέντος ἐπὶ πλέον τοῦ οὔρου, κᾀκ τούτου τῆς κύστεως ὑπερδιαταθείσης, καὶ ταύτην αὐτὴν αἰτίαν ἐχούσης τὴν δύναμιν αὐτῆς ἀῤῥωστῆσαι· κατὰ δὲ τὴν χοληδόχον κύστιν, ὡς ἂν οὐδὲν εἰς τὴν ἀπόκρισιν βοηθουμένην ὑπὸ δυνάμεως ψυχικῆς, ἀρχὴ μία τῆς ἀτονίας ἐστὶν, ὥσπερ κᾀπὶ τῶν ἄλλων ὀργάνων φυσικῶν, ἐκ δυσκρασίας τοῦ μορίου γιγνομένη.