GetPassage urn:cts:greekLit:tlg0057.tlg054.1st1K-grc1:1-17 urn:cts:greekLit:tlg0057.tlg054.1st1K-grc1:1-17
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΦΥΣΙΝ ΟΓΚΩΝ ΒΙΒΛΙΟΝ.

Ἕν τι τῶν συμβεβηκότων τοῖς σώμασιν ὑπάρχει τὸ δηλούμενον πρᾶγμα πρὸς τῆς ὄγκου φωνῆς. τὴν γὰρ εἰς μῆκος καὶ πλάτος καὶ βάθος διάστασιν οὕτως ὀνομάζουσιν Ἕλληνες. ἔστι δ’ ὅτε καὶ τὴν ὑπὲρ τὸ κατὰ φύσιν αὔξησιν ὄγκον καλοῦσιν, ὅπερ οὐ τοῖς νοσοῦσι μόνον καθ’ ὁτιοῦν μόριον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ὑπάρχει. καὶ γὰρ καὶ οἱ παχεῖς ηὔξηνται μὲν ὑπὲρ τὸ κατὰ φύσιν εἰς βάθος καὶ πλάτος, οὐ μὴν ἤδη γέ πω παρὰ φύσιν ἔχουσιν. ὡς γὰρ πολλάκις εἴρηται, τρίτη τίς ἐστι κατάστασις ἡ τῶν οὐ φύσει διακειμένων σωμάτων, ἐν μέσῳ πως ὑπάρχουσα τῶν κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἐχόντων. ὁ μὲν οὖν παχὺς ἢ ἰσχνὸς οὐ παρὰ φύσιν, ἀλλ’ ἁπλῶς μόνον ὁ μὲν ὑπὲρ τὸ κατὰ φύσιν, ὁ δὲ ἐνδεέστερον ἔχει τοῦ κατὰ φύσιν, οὐ φύσει δὲ ἑκάτερος. ὁ δὲ ἐξ ὑδέρου τὸν ὄγκον ἐπικτησάμενος, ἢ ἐκ φθόης τὴν λεπτότητα, παρὰ φύσιν ἄμφω διάκεινται. πρόκειται δὲ ἡμῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σκέψασθαι περὶ τῶν παρὰ φύσιν ὄγκων, ὅλον τε καταλαμβανόντων τὸ σῶμα, καὶ μόριον ὁτιοῦν αὐτοῦ, τοσοῦτον ἐπιδιορισαμένοις, ὡς τῶν οὐ φύσει διαθέσεων αἱ ὑπερβολαὶ παρὰ φύσιν εἰσίν. ὅρος δὲ τῆς ὑπερβολῆς ἐστιν αὐτῶν ἡ βλάβη τῆς ἐνεργείας. ἀλλὰ περὶ μὲν τούτων τῶν ὄγκων οὐ δεῖ μακροτέρου λόγου. γινώσκεται γὰρ ὑπὸ πάντων ἀνθρώπων, οὐ μόνον τῶν ἰατρῶν, σαρκὸς καὶ πιμελῆς ἀμετρία τὴν γένεσιν αὐτῶν ἐργαζομένη· τοὺς δ’ ἄλλους ὄγκους, ὅσοι κατὰ τὴν διάθεσιν αὐτῶν τῶν σωμάτων, οὐ μόνον τὴν ποσότητα πρώτην, τοῦ κατὰ φύσιν ἐξεστήκασιν, ἤδη σκοπῶμεν, ἀπὸ φλεγμονῆς ἀρξάμενοι.

Λέγεσθαι δὲ εἴθισται τοῖς Ἕλλησι τοὔνομα τοῦτο κατὰ τῶν ἐν ὄγκῳ μείζονι μορίων σαρκωδῶν, ἅμα τάσει καὶ ἀντιτυπίᾳ καὶ ὀδύνῃ σφυγματώδει καὶ θερμῇ καὶ μετ’ ἐρυθήματος· ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν ταῦτα ἐγένετο τὰ συμπτώματα, μὴ ὅτι τοῖς πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς ἔγνωσται πᾶσιν. οὐδὲ γὰρ ὁδῷ τινι ποιοῦνται τὴν ζήτησιν οἱ πλείους αὐτῶν, ἀλλὰ τὸ δόξαν αὐτοῖς ἁπλῶς ἀποφαίνονται. γίγνοιτο δ’ ἂν ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί. μείζων ὄγκος οὐκ ἄν ποτε γένοιτο περὶ σῶμα οὐδὲν ἄνευ τοῦ τὴν οὐσίαν αὐτοῦ δυοῖν τούτων παθεῖν θάτερον, ἢ ὑπὸ θερμότητος πολλῆς οἷον περιζέσασαν χυθῆναι, ἢ ἔξωθέν τινα νεωτέραν οὐσίαν ἐπικτήσασθαι. χεομένη μὲν γὰρ πνευματοῦται καὶ ψυχθεῖσά γε αὕτη τὸν ἀρχαῖον ὄγκον ἀνακτᾶται ῥᾳδίως. οὔτε δὲ πνεῦμα περιεχόμενον ἐν τοῖς φλεγμαίνουσιν ὁρᾶται, καθάπερ ἐν ἄλλοις ὄγκοις πολλοῖς, καὶ ψυχόμενα πρὸς τὴν ἐξ ἀρχῆς κατάστασιν οὔτ’ εὐθὺς οὔτ’ ἐξ ἅπαντος ἐπανέρχεται. ὅτι δ’ οὐ περιέχεται πνεῦμα, δῆλον ἐκ τῆς τομῆς. φαίνεται γὰρ εἰ τμηθείη τὸ φλεγμαῖνον, αἷμα μὲν ἐκχεόμενον πάμπολυ καὶ τὸ χωρίον ὅλον ἐναργῶς αἵματος μεστὸν, ὥσπερ οἱ διάβροχοι σπόγχοι, πνεῦμα δὲ οὔτ’ εὐθὺς ἐκπῖπτον οὔτ’ αὖθις. ἀλλὰ καὶ ἡ χροιὰ μόνη τοῦ αἵματος οἰκεία τε ἅμα καὶ ἀχώριστος. οὐδὲ γὰρ ἄλλο τῶν ἐν τῷ σώματι μορίων ἢ χυμῶν ἐρυθρὸν, πλὴν σαρκός τε καὶ αἵματος. ἀλλ’ οὔτε πολυσαρκία ἐστὶ τὸ πάθημα τῆς φλεγμονῆς, καὶ εἴπερ συσταίη ποτὲ πολυσαρκία κατὰ τὸ σῶμα μόνη, χωρὶς αἵματος πλήθους, ὁ μὲν ὄγκος μείζων γίνεται τοῦ κατὰ φύσιν, ἡ χροιὰ δὲ ἐν ὅροις ὑγιεινοῖς διαμένει, μηδὲν τῆς ἀρχαίας ἐξαλλάττουσα φύσεως. οὐδενὶ γὰρ αὐξανομένῳ κατὰ τὴν οὐσίαν ἐπιτείνεται τὸ πρόσθεν χρῶμα. οὕτω γὰρ ἂν ἥ τε χιὼν ἐγίνετο λευκοτέρα καὶ ἡ πίττα μελαντέρα καὶ ὁ χρυσὸς ξανθότερος. ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας ἀλλοιώσεως. αὐξάνεται μὲν γὰρ κατὰ τὸ ποσὸν, ἀλλοιοῦται δὲ κατὰ τὸ ποιόν. ἔστι δέ που καὶ τὸ χρῶμα ποιᾶς οὐσίας, οὐ ποσῆς γνώρισμα. διὰ ταῦτα μὲν οὖν πολυσαρκία ἕτερον φλεγμονῆς, δι’ αὐτὰ δὲ ταῦτα πλεονάζειν ἄν τις ἐν αὐτῇ τὸν τοῦ αἵματος ὑπολάβοι χυμόν. ἀλλὰ καὶ μεθ’ ἑλκῶν ἐνίοτε μέγισται γίνονται φλεγμοναὶ, καὶ φαίνεταί τις ἐκρέων ἰχὼρ ὑδατώδης λεπτὸς, αἱματώδους φαινομένου τοῦ πέριξ χωρίου. ἀναγκαῖον οὖν ἐν τῷδε τὴν πύκνωσιν τῆς σαρκὸς, ἣν ἐν τοῖς κατὰ τὸ τραῦμα πέρασιν ἑαυτῇ ἐπεκτήσατο, συμμετρίας εἰς τοσοῦτον ἥκειν, ὡς διεκπίπτειν ἐπιτρέπουσαν τοῖς ἰχῶρσιν, ἐναποστέγειν δ’ ἔνδον ἑαυτῆς τὸ αἷμα. καὶ μὴν ὅσον αἵματος ἰχὼρ λεπτομερέστερός ἐστι, τοσοῦτον ἢ καὶ πλέον ἔτι παχυμερέστερος ὑπάρχει πνεύματος. ὥστε εἴπερ ἡ κατὰ τὸ τραῦμα σὰρξ ἐπιτρέπει ἐκπίπτειν τοῖς ἰχῶρσιν, ἐπέτρεπεν ἂν δήπου τῷ πνεύματι. κενωθέντος δὲ ἅπαξ αὐτοῦ, καθίστατο ἂν εὐθέως καὶ ὁ τῆς φλεγμονῆς ὄγκος. ἀμέλει καὶ φαίνεται γιγνόμενον οὕτως ἐν οἷς ἂν μορίοις ὄντως ἀθροισθῇ τὸ πνεῦμα. τμηθέντων γὰρ αὐτῶν αὐτίκα συστέλλεται πᾶς ὄγκος. ἀλλὰ καὶ ἡ γένεσις αὐτῆς τῆς ἐπὶ τραύμασι γενομένης φλεγμονῆς μαρτυρεῖ. ἐν ἀρχῇ μὲν γὰρ ἔτι νεοτρώτων ὄντων ἐκπίπτει πλῆθος αἵματος· ἴσχεται δ’  αὖθις ἤτοι ψυξάντων ἡμῶν, ἢ αὐτομάτως ὑπὸ τοῦ περιέχοντος ψυχθέν. ἀλλὰ καὶ πιλησάντων ἡμῶν ταῖς χερσὶν ἢ ἐπιδησάντων, ἴσχεται κωλυόμενον ἐκρεῖν. εἶτ’ ἐν τοῖς στόμασι τῶν διῃρημένων ἀγγείων ἰσχόμενόν τε καὶ φραττόμενον πιλοῦταί τε καὶ πήγνυται, παραπλήσιόν τι πάσχον θρόμβῳ, πλὴν ὅτι θρόμβος μὲν ἀθρόα τοῦ αἵματός ἐστι πῆξις αἰσθητὴ, τὸ δ’ ἐπὶ τῶν ἑλκῶν γιγνόμενον οὐκέτ’ ἀθρόως, ἀλλὰ κατὰ σμικρὰ καὶ πολλὰ πέρατα τῶν διῃρημένων ἀγγείων ἵστησι καὶ παχύνει τὸ αἷμα. ὅταν οὖν ἅμα μὲν τοῦτο παχύτερον, ἅμα δὲ τῶν ἀγγείων τὸ πέρας γένηται στενότερον, ἴσχεται μὲν ἤδη τὸ αἷμα, διεκπίπτουσι δὲ ἰχῶρες. ταῦτα πάντα τεκμήρια μέγιστα τοῦ πληθύνειν ἐν τοῖς φλεγμαίνουσι μορίοις τὸ αἷμα. θερμότερον μὲν οὖν ἐστι τοῦ κατὰ φύσιν ἐν τοῖς οὕτω διακειμένοις, οὐ μὴν τοσοῦτον θερμότερον, ὡς μόνῃ τῇ χύσει τηλικοῦτον ἐργάσασθαι τὸν ὄγκον. πολλὰ δ’ ἂν εἴη σοι καὶ τὰ τοῦδε τεκμήρια. πρῶτον μὲν οἱ διακαέστατοι τῶν πυρετῶν· ὅσον γὰρ ἐπὶ τούτων ἡ θερμασία σφοδροτέρα τῆς κατὰ τὰ φλεγμαίνοντα μόριά ἐστι, τοσοῦτον τὸν ὄγκον ἐχρῆν εἶναι μείζονα. δεύτερον δὲ τεκμήριον ἐκ τῆς τοῦ αἵματος οὐσίας· οὐ γὰρ ὥσπερ πίττα καὶ ῥητίνη καὶ κηρὸς ὑπὸ ψύξεως πέπηγεν, ἀλλ’ ἔστιν ἀεί τε καὶ φύσει θερμότερον. ἐκείνοις μὲν οὖν θερμαινομένοις εἰς τοὐναντίον ἡ μετάστασις· αἵματι δὲ κατὰ φύσιν ὑπάρχοντι θερμῷ γένοιτο μὲν ὀλίγῳ τινὶ ὁ μείζων ὄγκος, οὐ μὴν ἐπὶ τοσοῦτον, ὅσον ἐξαίρουσιν αἱ φλεγμοναὶ τὰ πάσχοντα μόρια. καίτοι γε πίττα καὶ ῥητίνη καὶ κηρὸς, εἰς τοσαύτην ἀφικνούμενα θερμασίαν, εἰς ὅσην ἥκει τὰ φλεγμαίνοντα, βραχὺ τοῦ ἐξ ἀρχῆς ἐπαύξεται. καί σοι καὶ τοῦτό ἐστι τεκμήριον ἕτερον ἐπὶ τοῖς εἰρημένοις οὐ σμικρὸν τοῦ τὸν ὄγκον τῶν φλεγμαινόντων μορίων μὴ διὰ μόνην γίνεσθαι τὴν χύσιν. ὀλίγη μὲν γάρ ἐστιν ἡ κατὰ θερμασίαν ἀλλοίωσις τοῦ αἵματος, οὐκ ὀλίγῳ δὲ μείζων ὁ ὄγκος. ἱκανὸν δὲ τεκμήριον ἔστω σοι καὶ αὐτὸ τὸ φαινόμενον. οὐ γὰρ ὥσπερ ἡ ῥητίνη καὶ ἡ πίττα καὶ ὁ κηρὸς θερμαινόμενα σφοδρότερον ἐπιπλεῖστον ἥκουσι χύσεως, οὕτω καὶ τὸ αἷμα· φυλάττει δὲ, κᾂν ἐπὶ πυρὸς ἕψηται, τὸν ἔμπροσθεν ὄγκον, ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλάχιστον εἰς μέγεθος ἐξαιρόμενον. εἴρηται δέ μοι καὶ πρόσθεν, ὅτι ψυχομέναις ταῖς φλεγμοναῖς οὐκ ἀεὶ καθίστασθαι συμβαίνει. τὴν γὰρ ἀκμάζουσάν τε καὶ μεγάλην, ἐφ’ ἧς ἐσφήνωται τὸ ῥεῦμα, κᾂν ἐπὶ πλέον ψύξῃς, οὐ καθαιρήσεις τὸν ὄγκον, ἀλλὰ πελιδνὸν ἐργάσῃ τὸ μέρος καὶ ψυχρὸν, εἰς σκίῤῥον τε μεταστήσεις τὸ πάθος. εὐκολώτατα δὲ πρὶν μὲν σφηνωθῆναι τὸ ῥεῦμα τοῖς ψύχουσί τε καὶ στύφουσιν ἀναστέλλεται, καὶ μάλισθ’ ὅταν ὀλίγον ᾖ· δυσλύτως δὲ ἔμπροσθεν ἐμπλασθὲν, ὑπὸ μὲν τῶν στυφόντων καὶ ψυχόντων οὐδὲν ὀνίναται, κενωθῆναι δὲ δεῖται. ἐξεύρηται τοιγαροῦν τηνικαῦτα τοῖς ἰατροῖς οὐ μόνον τοῖς θερμαίνουσι διαφορεῖν, ἀλλὰ καὶ αὐτοῦ τι τοῦ αἵματος αἰσθητῶς ἐκκενοῦν, ἀμυχὰς εἰς τὸ δέρμα ποιούντων. πάντα ταῦτα οὖν μεγάλα γνωρίσματα τοῦ πεπληρῶσθαι τὸ φλεγμαῖνον αἱματώδους χυμοῦ. θερμὸν δὲ ἀμέτρως οὐκ εὐθὺς ἐξ ἀρχῆς, ἀλλ’ ἐν τῷ χρόνῳ γίνεται, διὰ τὴν ἔμφραξιν ἁπάντων τῶν πόρων ἰσχομένης τῆς ἀρχαίας ἀναπνοῆς. ἀναγκαῖον οὖν δήπου καὶ σήπεσθαι χρονίζοντι τῷ αἵματι. πάντα γὰρ ὅσα θερμὰ καὶ ὑγρὰ σώματα, κατὰ θερμὸν ἀθροιζόμενα τόπον ἑτοίμως σήπεται, μήτε κενούμενα μήτε ἐμψυχόμενα, ὥστε καὶ ἡ ἐκ τῆς σηπεδόνος αὐτοῦ προέρχεται θερμότης, ἐφ’ ᾗ πρόσθεν εἶχεν. ὅτι μὲν οὖν ἐν τοῖς ἀγγείοις αἷμα πλεῖον ἤθροισται κατὰ τὰ φλεγμαίνοντα μόρια, τοῖς ὄγκοις αὐτῶν τεκμαρτέον, οὐχ ἥκιστα δὲ καὶ τῷ φαίνεσθαι φλέβας ἐν αὐτοῖς ἀοράτους ἔμπροσθεν οὔσας ὑπὸ σμικρότητος, οὐ γεννηθείσας δήπου κατὰ τὴν φλεγμονὴν, ἀλλ’ ἐκ τοῦ πληρωθῆναι τοῦ αἵματος εἰς μέγεθος ἀρθείσας τοσοῦτον, ὡς αἰσθητὰς γενέσθαι. μάλιστα δὲ ἐν ὀφθαλμοῖς φαίνεται τοῦτο συμπῖπτον καὶ πόσθῃ καὶ τιτθοῖς. ὅτι δὲ καὶ ἡ σύμπασα φαίνεται σὰρξ, ἧς ἤδη καὶ μάλιστα πάθος ἐστὶν ἡ φλεγμονὴ, πληροῦσθαι ῥεύματος αἱματώδους, ἥ τε χροιὰ καὶ ὁ ὄγκος αὐτὸς ἐνδείκνυται. διὰ τοῦτο δὲ καὶ ὑγρὰ πᾶσα καὶ διάβροχος ὥσπερ ἔριον καὶ σπόγγος φαίνεται, καὶ τούτῳ μαρτυροῦσι καὶ οἱ ἐκρέοντες ἰχῶρες, ἐπειδὰν ἔχῃ στόμιον ἡ φλεγμονή. εἰκότως δὲ, οἶμαι, καὶ τὸ δέρμα σὺν τοῖς ὄγκοις τῶν ὑποκειμένων ἐξαίρεται καὶ περιτείνεται, καὶ τῷ χρόνῳ δὲ δέχεται καὶ αὐτὸ τοῦ ῥεύματος, ὥσπερ καὶ οἱ τῶν ἀγγείων χιτῶνες. οὕτω δὲ καὶ οἱ ὑμένες οἱ κατὰ τὸ φλεγμαῖνον μέρος, ἔτι δὲ καὶ τὰ νεῦρα καὶ οἱ τένοντες ἀπολαύουσιν ἐν τῷ χρόνῳ τῆς φλεγμονῆς, ἐνίοτε μέν τοι τρωθέντων αὐτῶν ἢ καὶ ἄλλως παθόντων, ἐξ αὐτῶν ἐκείνων πρῶτον ἄρχεται τὸ κακόν. ὅλως δὲ οὐδὲν τῷ φλεγμαίνοντι μορίῳ κατὰ φύσιν ἔχον ἀκριβῶς διαμένει χρονιζούσης τῆς φλεγμονῆς, ἀλλὰ συναπολαύει τῇ σαρκὶ πάντα τοῦ ῥεύματος, ὥστ’ ἐνίοτε καὶ τῶν ὀστῶν ἅπτεται, ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ πασχόντων. ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ ἐστι τὸ δέρμα τοῖς γε μὴ παχέσιν, ἥ τ’ ἐν τῷ μεταξὺ χώρα κενὴ, καθ’ ἧς ἐπιπέπτωκεν· ὡσαύτως δὲ καὶ αἱ κατὰ τὴν σάρκα χῶραι, περὶ ὧν ἐπὶ πλέον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέλεκται, κεναὶ πᾶσαι τυγχάνουσιν οὖσαι, καὶ μάλιστά γε αἱ περὶ τὰς ἀρτηρίας ἐν κύκλῳ ταῖς διαστολαῖς αὐτῶν ἀνακείμεναι· κατὰ δὲ τὰς φλεγμονὰς ἅπασαι πληροῦνται τοῦ αἵματος, ἐκ μὲν τῶν ἀγγείων διιδρουμένου κατὰ τοὺς χιτῶνας αὐτῶν, ἐν παντὶ δὲ μορίῳ τῆς σαρκὸς ἀναμιγνυμένου δροσοειδῶς.

Ὅταν δὲ ἐν τῷ χρόνῳ κρατήσῃ μὲν ἡ φύσις, πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα, καὶ γένηται πύον, ἐκτὸς ὠθεῖται τῆς σαρκὸς, ὑπὸ τῆς ἐν αὐτῇ δυνάμεως ἀποκριτικῆς τῶν ἀλλοτρίων. ἔνθα μὲν οὖν ἤτοι πόρος ἐστὶ φυσικὸς ἀξιόλογος, οἷον ὀχετός τις ἐκροῆς περιττωμάτων παρεσκευασμένος, ἢ αὐτὸ τὸ χωρίον ἐνταῦθα ἀραιὸν, τοῦ πύου τὸ μέν τι διαπνεῖται, τὸ δὲ αἰσθητῶς ἐκρεῖ· ἔνθα δὲ περίκειται τὸ δέρμα πυκνὸν καὶ σκληρὸν, οἷον τὸ ἔξωθεν ἡμῶν ἐστιν, ἴσχεται ἐνταῦθα τὸ πύον, ἀφίστησί τε τῆς ὑποκειμένης αὐτῷ σαρκὸς, εἶτα καὶ διαβιβρώσκει τῇ δριμύτητι καὶ διεξέρχεται πρὸς τοὐκτὸς, εἰ μή τις φθάσῃ σχάσας αὐτό. κρατηθείσης δὲ τῆς φύσεως ὑπὸ τοῦ ῥεύματος, οὐκέτι εἰς πύον, ἀλλ’ εἰς ἀλλόκοτόν τινα μεταβολὴν ἄλλοτε ἀλλοίαν ἀφικνεῖται τὸ αἷμα. καλεῖται δὲ κοινῇ μὲν σύμπαντα τὰ τοιαῦτα πρὸς τῶν πλείστων ἰατρῶν ἀποστήματα, καὶ μάλισθ’ ὅσα διὰ βάθους ἔνδον ἐστίν· ἔνιοι δὲ οὐχ ἅπαντα προσαγορεύειν οὕτω δικαιοῦσιν, ἀλλ’ ἐκεῖνα μόνον, ὅσα τὴν ἀλλοίωσιν εἰς διαφθορὰν ἑτέραν τινὰ, οὐκ εἰς τὸ συνηθές τε καὶ χρηστὸν ἴσχει πύον. ὡς τά γε ἐκπυΐσκοντα ἅπαντα τινὲς μὲν ἐμπυήματα προσαγορεύουσιν, ἔνιοι δὲ διαπυήματα, καθάπερ καὶ αὐτὸ ἐκπυΐσκειν, καὶ διαπυΐσκειν· ἔνιοι δὲ οὐχ οὕτως, ἀλλ’ ὅταν ἐν σπλάγχνῳ γένηταί τι τοιοῦτον, ἐκεῖνο μόνον ἐμπύημα προσαγορεύουσι, καὶ τοὺς οὕτω πάσχοντας ἐμπύους· ἄλλοι δ’ αὖ τινες ἰατροὶ μόνους ἐκείνους ὀνομάζειν ἐμπύους δικαιοῦσιν, οἷς ἤθροισται πύον ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ. τῶν μὲν οὖν ὀνομάτων, ὅπερ ἀεί μοι λέλεκται, φροντίζειν χρὴ τοσοῦτον, ὡς ἑρμηνεύεσθαι σαφῶς τὸ δηλούμενον· αὐτὰ δὲ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, εὑρίσκειν οὕτως σπουδαστέον, ὡς μηδὲν ἐξ αὐτῶν διαλάθοι. σύμπαντα γὰρ ταῦτα παρασκευαστικὰ πρὸς τὴν θεραπευτικήν εἰσι μέθοδον, ἐν ᾗ τὰς διαθέσεις, οὐ τὰς προσηγορίας αὐτῶν ἰώμεθα. τούτων τοίνυν ἀεὶ μεμνημένους ἐπὶ τὰ λείποντα αὖθις τῶν πραγμάτων ἰτέον.

Ὅταν ἀποδείρῃ τὰ σώματα τὸ πύον, ἀποστήσῃ τε καὶ διαστήσῃ τῶν ὑποκειμένων τὰ περιέχοντα, κᾄπειτα κενωθέντος αὐτοῦ καθ’ ὁντιναοῦν τρόπον, ἀδυνατήσει τὰ διαστάντα τὴν ἀρχαίαν ἀπολαβεῖν κατάστασιν, ὀνομάζεται τὸ πάθος κόλπος. εἰ δὲ μὴ ταχέως τις αὐτὸν θεραπεύσῃ, τυλοῦται καὶ σκληρὸς γίνεται τῷ χρόνῳ, καὶ οὐχ οἷός τέ ἐστι κολλᾶσθαι τοῖς ὑποκειμένοις αὐτῷ. προστέλλεται μέντοι ξηρανθεὶς ὑπό τε φαρμάκων καὶ διαίτης, ὡς δοκεῖν ὑγιὲς ἀμέμπτως ὑπάρχειν τὸ μόριον. εἰ μὲν δὴ διὰ παντὸς ἀκριβῶς τις διαιτώμενος, ὑγιεινὸν ἀληθῶς ἔχει καὶ ἀπέριττον τὸ σῶμα, προσεσταλμένος ὁ κόλπος μένει· περιττώματος δέ τινος ὑποτραφέντος, αὖθις πληροῦται καὶ γίνεται πάλιν ὅ περ ἐξ ἀρχῆς ἦν ἀπόστημα· καὶ αὖθίς γε, δεόντως ἰωμένων, ἐκκενοῦται καὶ ξηραίνεται καὶ προστέλλεται, καὶ ἀεὶ πολὺ ῥᾴονα ἅπαντ’ αὐτῷ γίνεται ταῦτα τῶν ἐξ ἀρχῆς ἀποστάντων. οὔτε γὰρ ὀδυνᾶται διασπώμενα τὰ μόρια, διέστηκε γὰρ ἤδη· καὶ πληροῦται τάχιστα, ῥᾳδίως ὑποδεχομένου τοῦ κόλπου τὸ ῥεῦμα· καὶ δὴ καὶ κενοῦται ταχέως, ὡδοποιημένων αὐτῷ τῶν ἐκροῶν, ὡς ὅταν γε κολληθῶσιν αὐτὰ, πάλιν ὀδυνῶνται, ῥηγνυμένου τοῦ ἀποστήματος. οὐ μόνον δὲ ἐκ φλεγμονῆς ἡ γένεσις τοῖς ἀποστήμασιν, ἀλλὰ καὶ εὐθὺς ἐξ ἀρχῆς ἐνίοτε δι’ ἄλλον χυμὸν ὁντιναοῦν ἀποδέροντα τῷ χρόνῳ καὶ ἀφιστάντα τῶν ὑποκειμένων τὰ περιέχοντα. καὶ τοίνυν καὶ τμηθέντων, παντοίαν ἰδέαν ὑγρῶν τε καὶ στερεῶν σωμάτων ἐντὸς ἔχοντα φαίνεται. καὶ γὰρ βορβόρῳ, καὶ οὔρῳ, καὶ θρόμβῳ καὶ χυλῷ μελιτώδει, καὶ μυξώδει, καὶ ὀστοῖς, καὶ λίθοις, καὶ πώροις, ὄνυξί τε καὶ θριξὶν, ἐν ἀποστήμασιν εὑρίσκεται παραπλήσια σώματα, καὶ μὴν καὶ ζῶα πολλάκις εὕρηνται, σχεδὸν ἅπασι τοῖς ἐκ σηπεδόνος ἔχουσι τὴν γένεσιν ὁμοιότατα.

Ἔστι δὲ καὶ ἡ σύριγξ ὀνομαζομένη στενὸς καὶ προμήκης κόλπος, ὁμοίως τοῖς ἄλλοις κόλποις προστελλομένη τε καὶ αὖθις ἀφισταμένη δι’ ἐπιῤῥοὴν περιττωμάτων, ὥσπερ ἐκεῖνοι. ἀθερώματα δὲ καὶ στεατώματα καὶ μελικηρίδας, ὅσα τε ἄλλα τοιαῦτα, τινὲς μὲν ἐν τοῖς ἀποστήμασι τίθενται, τινὲς δὲ εἰς ἕτερον γένος. εὔδηλος δὲ καὶ ἡ τούτων φύσις ἐκ τῶν ὀνομάτων. ἀθέρᾳ μὲν γάρ τι παραπλήσιον ἐν τοῖς ἀθερώμασιν εὑρίσκεται· μέλιτι δὲ ἐν τοῖς μελικηρίσι· στέατι δὲ ἐν τοῖς στεατώμασιν. ὡς τὸ πολὺ δὲ χιτών τις ὑμενώδης ἅπαντα τὰ τοιαῦτα περιέχει. ταῦτά τε οὖν ἅπαντα παρὰ φύσιν ὄγκοι, καὶ πρὸς τούτοις ἄνθρακες, καὶ γάγγραιναι, καὶ ἕρπητες, ἐρυσιπέλατά τε καὶ σκίῤῥοι, καὶ οἰδήματα, καὶ καρκῖνοι, καὶ πνευματώσεις, ὑπὲρ ὧν οὐδ’ αὐτῶν ἀγνοεῖν χρὴ τὸν ἰατρὸν, ἀλλ’ ἀκριβῶς ἐπισκέπτεσθαι τήν τε γένεσιν ἑκάστου καὶ τὴν οὐσίαν.

Αἱ μὲν δὴ γάγγραιναι καὶ οἱ ἄνθρακες, ἐπειδὰν οἷον ζέσαν τὸ αἷμα ἐγγύς τε τῆς φλεγμονῆς διακαύσῃ τὸ δέρμα. ταῦτ’ ἄρα καὶ σὺν ἐσχάρᾳ γίγνονται, καὶ φλύκταιναι προηγοῦνται τοῦ ἕλκους, ὥσπερ ἐν τοῖς πυρικαύστοις, ὀξύτατόν τε πυρετὸν ἐπιφέρουσι, καὶ κίνδυνον ὑπόγυιον ἀμφὶ τῇ ζωῇ. μέλαινα δὲ τοὐπίπαν καὶ τεφρώδης ἡ ἐσχάρα φαίνεται τοῦ τῶν ἀνθράκων ἕλκους, οὐ μὴν οὐδ’ ἡ χροιὰ τῆς πέριξ φλεγμονῆς ὁμοίως ταῖς ἄλλαις ἐρυθρά ἐστιν, ἀλλ’ ἐπὶ τὸ μελάντερον ῥέπει, τρόπον ἕτερον τῶν ἐκχυμωθέντων, ἢ ὑπὸ κρύους καταψυχθέντων· οὐ σφοδρῶς γὰρ πελιδνὸς, ὥσπερ ἐπ’ ἐκείνοις ὁ ὄγκος, ἀλλ’ ἔχει τι καὶ στίλβον, οἷον ἡ ἄσφαλτός τε καὶ ἡ πίττα. τοιαύτη δέ ἐστι καὶ ἀκριβὴς  μέλαινα χολή. καὶ τοίνυν καὶ ἡ κακοήθεια τῶν ἐν τοῖς ἄνθραξιν ἑλκῶν ἐντεῦθέν ἐστιν. ἔοικε γὰρ ἤτοι γε ἐξ ἀρχῆς εὐθέως, ἢ ὑπεροπτώμενον ἐν τῇ ζέσει τὸ αἷμα μελαγχολικὸν γίνεσθαι.

Χωρὶς δὲ τοῦ ζεῖν ἡ μέλαινα χολὴ τοὺς καρκίνους ἐργάζεται, καὶ ἢν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους. ταῦτ’ ἄρα καὶ μελάντεροι τῇ χροιᾷ τῶν φλεγμαινόντων εἰσὶ, καὶ ἥκιστα θερμοί. πληροῦνται δὲ αἱ φλεβὲς ἐπ’ αὐτῶν καὶ τείνονται μᾶλλον ἢ ἐν ταῖς φλεγμοναῖς. ἧττον γὰρ ἐκπίπτει τῶν ἀγγείων εἰς τὴν πέριξ σάρκα διὰ πάχος ὁ γεννῶν τοὺς καρκίνους χυμός. οὐ μὴν οὐδὲ ἐρυθραὶ καθάπερ ἐν ταῖς φλεγμοναῖς αἱ φλέβες εἰσὶν, ἀλλὰ καὶ αὐταὶ κατὰ τὸν λυποῦντα χυμόν.

Ἕπεται δὲ ταῖς μεγάλαις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νέκρωσίς τε οὖσα τοῦ πάσχοντος μορίου. κᾂν μὴ διὰ ταχέων τις αὐτὴν ἰάσηται, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτω μόριον, ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ἐπειδὰν γὰρ ἰσχυρῶς φραχθῇ κατὰ τὰς μεγίστας φλεγμονὰς τά τε στόματα τῶν ἀγγείων, οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ φύσιν ἀποστερούμενοι διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα νεκροῦνται ῥᾳδίως. καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ τῆς χρόας εὐανθὲς, ὃ συνῆν ταῖς φλεγμοναῖς· ἔπειθ’ ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυμένης δή που τῆς διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρωμένης. ἀχώριστος δὲ φλεγμονῆς μεγάλης ὁ σφυγμός. οὕτω δὲ ἐοίκασιν ὀνομάζειν οἱ παλαιοὶ τὴν αἰσθητὴν κίνησιν αὐτῷ τῷ κάμνοντι τῶν ἀρτηριῶν, εἴτε χωρὶς ὀδύνης, εἴτε καὶ σὺν ταύτῃ γίγνοιτο. διὸ καὶ προστιθέασί τινες ἐν τοῖς συμπτώμασι τῆς φλεγμονῆς τῷ σφυγμῷ τὸ σὺν ὀδύνῃ. ταυτὶ μὲν οὖν ἐν ὀνόματι τὴν ἀμφισβήτησιν ἔχει, κάλλιον δὲ ἐπίστασθαι τὴν γένεσιν αὐτῶν καταφρονοῦντα τῆς προσηγορίας. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἀναίσθητός ἐστιν ἡμῖν ἡ κίνησις τῶν ἀρτηριῶν, ἐν δὲ ταῖς φλεγμοναῖς αἰσθητὴ σὺν ὀδύνῃ. πλήττει γὰρ ἡ ἀρτηρία διαστελλομένη τὰ πέριξ σώματα, καὶ πρὸς τῆς πληγῆς ὀδυνώμεθα. διὰ τὴν φλεγμονήν. ὅταν δὲ καὶ αὐτὸς ὁ χιτὼν ἤδη φλεγμαίνῃ, πλήττουσά τε ἅμα καὶ πληττομένη διπλασιάζει τὴν ὀδύνην. περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται.

Λεκτέον δὲ ἐφεξῆς τὰ χολώδη ῥεύματα. νενίκηκε γὰρ οὐκ οἶδ’ ὅπως τὸ τῶν ἰατρῶν ἔθος, ἄν τε χολὴν ὀνομάσωμεν ἁπλῶς ἄν τε χολώδη χυμὸν, ἀκούειν ἡμᾶς τὴν ὠχρὰν καὶ πικρὰν, οὐ τὴν ὀξεῖαν καὶ μέλαιναν. ἐκείνην γὰρ ἀεὶ μετὰ προσθήκης ὀνομάζουσι, συνάπτοντες τῇ προσηγορίᾳ τοῦ χυμοῦ τὴν χρόαν. ὅταν οὖν κατασκήψῃ χολῶδες ῥεῦμα, τὸ μὲν ἀκριβὲς ἑλκοῖ τὸ δέρμα, τὸ δὲ ὑδατώδεσιν ἰχῶρσιν ἢ αἵματι συμμιγὲς ἧττόν ἐστι δριμὺ καὶ μᾶλλον εἰς ὄγκον αἴρει τὸ μέρος ἢ ἑλκοῖ. τουτὶ μὲν οὖν ἐρυσίπελας ὀνομάζεται, θάτερος δὲ ἕρπης. ἐνδείκνυται δὲ τὸν ἐργασάμενον χυμὸν ἥ τε χρόα καὶ ἡ θερμότης τῶν παθῶν. ἐπεὶ δὲ αὖ καὶ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ὑπάρχει τοιοῦτος, ἰστέον ἐπὶ μὲν τοῦ δριμυτέρου τὸν ἐσθιόμενον ἕρπητα συνίστασθαι, οὕτω γὰρ αὐτὸν ὠνόμασεν Ἱπποκράτης, ὑπὸ δὲ θατέρου τὸν ἕτερον, ᾧ καὶ κεγχρίαν ἔνιοι τῶν μεθ’ Ἱπποκράτην τοὔνομα ἔθεντο, διότι κέγχροις ὁμοίας ἐξοχὰς ἀποτελεῖ κατὰ τὸ δέρμα. φλέγματι μὲν οὖν μοι δοκεῖ μεμῖχθαι τὸ τοιοῦτον ῥεῦμα· τὸ δὲ ἕτερον ἀκριβοῦς εἶναι χολῆς. διὰ τοῦτο καὶ μετὰ ἀναβρώσεως γίγνεται, τὸ συνεχὲς ἀεὶ τοῦ δέρματος ἐπιλαμβάνοντος τοῦ πάθους, ὅθεν αὐτῷ καὶ τοὔνομα. μιχθέντος δὲ αἵματος ἴσου τῇ χολῇ, τὸ πάθος ἀμφοῖν ἐν μέσῳ τὴν ἰδέαν ἐστὶ καὶ τὴν φύσιν ἐρυσιπέλατός τε καὶ φλεγμονῆς. εἰ δὲ πολὺ ἐπικρατοίη τὸ ἕτερον, ἀπὸ τοῦ κρατοῦντος ἡ προσηγορία τῷ πάθει, κατηγορεῖται δὲ αὐτῷ τὸ μιχθέν. ἐρυσίπελας μὲν οὖν φλεγμονῶδες ἐπὶ τῇ ξανθῇ κρατούσῃ, φλεγμονὴ δὲ ἐρυσιπελατώδης ἐπὶ τῷ κρατοῦντι αἵματι λέγεται. παραπλήσιος δὲ καὶ ἡ τῶν ἄλλων μίξεων ἑρμηνεία, φλεγμονὴ σκιῤῥώδης, καὶ σκίῤῥος φλεγμονώδης, οἴδημά τε φλεγμονῶδες καὶ οἰδηματώδης φλεγμονή. τέτταρα γὰρ ταῦτ’ ἔστι συνεχῶς γινόμενα πάθη δι’ ἐπιῤῥοὴν ὑγρῶν, ἐρυσίπελας καὶ οἴδημα καὶ φλεγμονὴ καὶ σκίῤῥος. ἐρυσίπελας μὲν οὖν, ὡς εἴρηται, χολώδους ῥεύματος κρατήσαντος· φλεγμονὴ δὲ, αἱματώδους· οἴδημα δὲ λεπτοῦ τὴν σύστασιν φλέγματος, ὥσπέρ γε παχέος καὶ γλίσχρου τὸ ἕτερον εἶδος τῶν σκίῤῥων· τὸν γὰρ ἕτερον ἡ ἰλὺς τοῦ αἵματος ἀπεργάζεται. ἔστι δὲ δήπου καὶ αὐτὴ διττὴ, τὸ μὲν ἕτερον εἶδος, ὅπερ Ἱπποκράτης ὀνομάζει μέλαιναν· τὸ δ’ ἕτερόν ἐστι μὲν καὶ τοῦτο μέλαν, ἰδίαν δὲ ἔχει τὴν προσηγορίαν· ὀνομάζεται γὰρ μέλαινα χολή. ταύτης μὲν οἱ καρκῖνοι, θατέρου δὲ τοῦ μέλανος ἕν τι τῶν σκίῤῥων εἶδος ἔγγονον ὑπάρχει. διορίζεται δὲ ἀπὸ θατέρου τοῦ φλεγματικοῦ τῇ χρόᾳ. κοινὰ δ’ ἀμφοῖν ὁ μείζων τοῦ κατὰ φύσιν ὄγκος ἀνώδυνός τε καὶ σκληρὸς, ἥ τε γένεσις ἀμφοτέρων ἐνίοτε μὲν ἐξ ἀρχῆς, ἔστιν ὅτε δὲ ἐκ μεταπτώσεως ἤτοι φλεγμονῆς, ἢ ἐρυσιπελάτων, ἢ οἰδήματος, ἐμψυχθέντων ἀμετρότερον.

Ἐγγὺς δ’ ἐστὶ σκίῤῥου τά τε ἐκχυμώματα καλούμενα καὶ τὰ μελάσματα, πρεσβύταις μάλιστα συμβαίνοντα θλασθεισῶν τῶν φλεβῶν. ἔστι δὲ καὶ τούτων ἔνια μὲν, ὡς εἴρηται, μέλανα, καὶ μάλιστα γέρουσι γίγνεται ταῦτα, διὰ σμικρὰς προφάσεις· ἔνιοι δὲ καὶ ἐρυθροὶ καὶ μέλανες ἐν τῷ μεταξὺ, τὰ καλούμενα πελιδνά.  γίγνεται δ’ ἅπαντα τὰ τοιαῦτα ἐκ τῶν φλεβῶν αἵματος ἐκχεομένου, ποτὲ μὲν διὰ τῶν χιτώνων θλασθέντων, ἔστι δ’ ὅτε ἀναστομωθέντων κατὰ τὸ πέρας.

Ἀρτηρίας δ’ ἀναστομωθείσης τὸ πάθος ἀνεύρυσμα καλεῖται. γίγνεται δὲ τρωθείσης αὐτῆς, ἐπειδὰν εἰς οὐλὴν μὲν ἀφίκηται τὸ προσκείμενον αὐτῇ δέρμα, μένῃ δὲ τῆς ἀρτηρίας ἕλκος μήτε συμφυθείσης μήτε συνουλωθείσης μήτε σαρκὶ φραχθείσης. διαγινώσκεται δὲ τὰ τοιαῦτα παθήματα τῶν σφυγμῶν τῶν ἐργασαμένων ἀρτηριῶν, ἀλλὰ καὶ θλιβομένων ἀφανίζεται πᾶς ὁ ὄγκος, παλινδρομούσης εἰς τὰς ἀρτηρίας τῆς ἐργαζομένης αὐτὸν οὐσίας, ἣν ἐδείξαμεν ἐν ἄλλοις ἅμα λεπτὸν καὶ ξανθὸν εἶναι αἷμά τι πνεύματι λεπτῷ καὶ πολλῷ συμμιγές. εὐθὺς δὲ καὶ θερμότερόν ἐστι τὸ αἷμα τοῦτο τοῦ κατὰ τὰς φλέβας καὶ τρωθέντος τοῦ ἀνευρύσματος ἐξακοντίζεται δυσεπισχέτως. ὑποχωρεῖ μὲν οὖν κᾀν τοῖς οἰδήμασιν ἡ ὕλη θλιψάντων τῶν δακτύλων, καὶ βοθροῦται τὸ μέρος, ἀλλ’ οὔτε σφυγμός ἐστιν ἐν τούτῳ τῷ πάθει, καὶ ἡ χροιὰ λευκοτέρα, καὶ τὸ οἴδημα πολλῷ πλατύτερόν τε καὶ μεῖζον ἀνευρύσματος, πλὴν εἴποτε θρόμβος τις ἐγγενόμενος ἐξ ἀνευρύσματος σφάκελον ἐργάζοιτο. καλῶ δ’ οὕτω τὴν φθορὰν τῶν στερεῶν σωμάτων ἅπασαν, ὡς καὶ τοῖς ὀστοῖς ἐγγίνεσθαι, μήτοι γε δὴ σαρξὶν, ἢ ἀγγείοις. ἡ δὲ γάγγραινα νέκρωσις καὶ αὕτη τῶν στερεῶν σωμάτων, ἀλλ’ οὔτ’ ὀστοῖς ἐπιγίγνεται καὶ ταῖς μεγίσταις ἕπεται φλεγμοναῖς, εἶδος μέν τι τῶν σφακελῶν ὑπάρχουσα, προσηγορίαν δὲ ἰδίαν ἐξαίρετον ἐπὶ τῇ κοινῇ κεκτημένη. ταῦτ’ οὖν αὐτάρκως διώρισται, καὶ λέγειν ἤδη καιρὸς περὶ τῶν μελαγχολικῶν ῥευμάτων.

Ὅταν δὲ εἰς σάρκα μέλαινα κατασκήψῃ χολὴ, δακνώδης μὲν οὖσα διαβιβρώσκει τὸ περικείμενον δέρμα, καὶ ἕλκος ἐργάζεται· μετριωτέρα δὲ ὑπάρχουσα, τὸν χωρὶς ἑλκώσεως ἀποτελεῖ καρκῖνον. εἴρηται δὲ ἔμπροσθεν ὅτι καὶ τὰς φλέβας ἐξαίρει μειζόνως τῶν φλεγμονῶν, ὁποῖόν τε τὸ εἶδος αὐτῶν τῆς χρόας ἐστίν. οὐ μόνον δὲ τὸ καρκινῶδες ἕλκος, ἀλλὰ καὶ ἄλλα πολλὰ σὺν ὄγκοις τῶν περιεχόντων αὐτὰ συνίσταται σωμάτων, ἔγγονα σύμπαντα κακοχυμίας, ἤτοι πικροχολίας τινὸς, ἢ μελαγχολικῆς, ἢ καί πως ἄλλως ἰώδους τε καὶ μοχθηρᾶς ἐκ διαφθορᾶς μείζονος ὑποτραφείσης.

Ὅσα δὲ ἐν αὐτοῖς ἐπινέμεται καὶ τῶν πέριξ ἅπτεται διαβιβρώσκοντα τὸ περιέχον ὑγιὲς σῶμα, ταῦτα σύμπαντα φαγεδαινικὰ προσαγορεύεται· τὰ δ’ ἐξ ἀμφοῖν σύνθετα, τοῦ τε ἕλκους αὐτοῦ καὶ τοῦ πέριξ ὄγκου, φαγέδαιναν ὀνομάζουσιν. ἐπινέμεται μὲν οὖν καὶ ὁ ἕρπης ἀναβιβρώσκων τὰ πέριξ, ἀλλ’ ἔστι μόνον τοῦ δέρματος ἕλκωσις, ἡ φαγέδαινα δὲ σὺν τῷ δέρματι καὶ τῶν ὑποκειμένων ἅπτεται. Χειρώνεια δὲ καὶ Τηλέφεια καλεῖν ἕλκη περιττόν· ἀρκεῖ γὰρ ἅπαντα κοινῇ κακοήθη προσαγορεύειν. ἔστι δὲ καὶ ἡ ψώρα καὶ ἡ λέπρα μελαγχολικὰ πάθη μόνου τοῦ δέρματος, ὡς εἴγε κᾀν ταῖς φλεψὶ καὶ τῇ σαρκὶ γίγνοιτο, καρκῖνος ὀνομάζεται.

Μελαγχολικὸν δὲ πάθος καὶ ὁ ἐλέφας ἐστὶ, τὴν μὲν πρώτην γένεσιν ἐξ αἵματος ἴσχων μελαγχολικοῦ, τῷ χρόνῳ δὲ πλείων ἡ μέλαινα γίνεται τοῦ αἵματος, ἡνίκα δυσώδεις εἰσὶ καὶ ἀπεχθεῖς ἰδεῖν, ἐνίοις δὲ αὐτῶν καὶ ἕλκη συμπίπτει. τοῦτο τὸ πάθος ἀρχόμενον ὀνομάζουσι σατυριασμὸν, ἐπειδὴ τοῖς σατύροις ὅμοιοι γίγνονται τὸ πρόσωπον. ἔνιοι δὲ τὰς κατὰ τοὺς κροτάφους ἐξοχὰς ὀστώδεις οὕτω καλοῦσι. γίγνονται δὲ καὶ κατ’ ἄλλα μόρια τοιαῦται τῶν ὀστῶν ἐξοχαὶ, καὶ καλοῦσιν αὐτὰς ἐξοστώσεις ἔνιοι, καθάπερ καὶ τὰς κατὰ φύσιν ἐντάσεις τῶν αἰδοίων μὴ καθισταμένας τινὲς ὀνομάζουσι σατυριασμὸν, τινὲς δὲ πριαπισμόν.

Ἔστι δὲ καὶ ὁ ἀχὼρ ἕλκος μικρὸν ἐν τῷ δέρματι τῆς κεφαλῆς, εἰκάσαις δὲ αὐτὸ φλέγματος ἁλμυροῦ καὶ νιτρώδους ἔκγονον ὑπάρχειν. ἐκρεῖ γοῦν αὐτοῦ τις ἰχὼρ οὔθ’ ὑδατώδης ἁπλῶς οὔτ’ ἤδη παχὺς ὥσπερ τὸ μέλι, καθάπερ ἐν τοῖς κηρίοις ὀνομαζομένοις. καὶ γὰρ καὶ ταῦτα σὺν ὄγκῳ τινὶ καὶ κατατρήσεσι πλείοσι γίγνεται, μελιτώδους ἐκρέοντος ὑγροῦ. μικρὸς δὲ καὶ τούτων ὁ ὄγκος, ἀλλ’ οὐκ εἰς τοσοῦτον εἰς ὅσον ἀχῶρος. ἔτι δὲ καὶ τούτων ὄγκοι μικρότεροι παρὰ φύσιν ἐπὶ τοῦ δέρματος γεννῶνται, μυρμηκίαι τε καὶ ἀκροχορδόνες τε καὶ ψύδρακες, ἐπικνυκτίδες τε, ἅπασι γνώριμα πάθη. γνώριμος δ’ οὐχ ἥκιστα καὶ ὁ δοθιήν ἐστιν, ἐπιεικὴς μὲν ὑπάρχων, ὅτε ἐν αὐτῷ μόνῳ συνίσταται τῷ δέρματι, κακοήθης δὲ, ὅταν ἐκ πλείονος ἀνίσχηται βάθους. ἔοικε γὰρ οὕτως φύματι, καὶ τῇ σκληρότητι μόνον διήνεγκε φύματος ὁ τοιοῦτος δοθιήν. ἔστι δ’ ἄμφω τὰ πάθη φλεγμονώδη. καὶ τρίτον ἐπ’ αὐτοῖς ὁ βουβὼν, καὶ τέταρτον ὅπερ ὀνομάζουσιν ἔνιοι φύγεθλον, θερμότητι ἅμα καὶ τάχει γενέσεως ἀφορίζοντες τῶν ἄλλων φυμάτων. εἰσὶ δὲ καὶ οἱ κατὰ βουβῶνας καὶ μασχάλας μόνας γίνεσθαι φύγεθλα λέγοντες, φλεγμονὰς ὑπάρχοντα τῶν ἀδένων. τῶν τῇδε σκιῤῥωθέντων τὸ δὲ πάθος ὀνομάζεται χοιρὰς, ὥσπέρ γε καὶ τῶν ὄρχεων σκιῤῥωθέντων ὄνομα τῷ νοσήματι σαρκοκήλην ἔθεντο, καθάπερ ὅταν ὑγρὸν ὑδατῶδες ἐν τοῖς περὶ τὸν ὄρχιν ἀθροίζηται χιτῶσιν, ὑδροκήλην καλοῦσιν, ἐπιπλοκήλην τε καὶ ἐντεροκήλην, καὶ πρὸς τούτων ἔτι τὸ σύνθετον ἐξ ἀμφοῖν, μᾶλλον τοῦ δέοντος πεπλεγμένον, ἐντεροεπιπλοκήλην, νεωτέρων ἰατρῶν ὄνομα, τῶν καὶ σύμπαντας τοὺς κατὰ τῶν ὄρχεων ὄγκους ὀνομαζόντων κήλας διὰ τοῦ η΄ στοιχείου τῆς πρώτης λεγομένης συλλαβῆς, οὐ διὰ τοῦ α΄, καθάπερ ὑπὸ τῶν Ἀθηναίων. ὥσπερ δὲ τῶν εἰρημένων ὀνομάτων ἕκαστον  ἐνδείκνυται τοῦ μέρους τὸ νόσημα καθ’ οὗ λέγεται, οὕτω καὶ ἡ κιρσοκήλη νεώτερον ὄνομα δηλοῖ τὸ πάθος ἐφ’ οὗ λέλεκται.

Κιρσοὺς δὲ καὶ τὰς ἄλλας ἁπάσας φλέβας εὐρυνομένας ὀνομάζουσιν οἱ παλαιοί. κιρσοὺς δὲ καὶ ταύτας οἱ νεώτεροι καλοῦσιν ἰατροὶ, τὸ ι΄ στοιχεῖον μετὰ τοῦ κ΄ στοιχείου τιθέντες, οὐ καθάπερ οἱ Ἀθηναῖοι. γίνονται δὲ καὶ κατὰ τὰ σκέλη κιρσοὶ διὰ ἀῤῥωστίαν τῶν τῇδε φλεβῶν, καὶ μᾶλλον ὅταν αἷμα παχὺ πλεονάζῃ κατὰ τὸ σῶμα. περιτοναίου δὲ τρωθέντος, ἢ ῥαγέντος, εἶτα μὴ συμφύντος, ὄγκος μαλακὸς γίνεται κατὰ τὸ χωρίον. εἰ δὲ καὶ κατὰ τὸν βουβῶνα γένοιτο, καλοῦσι βουβωνοκήλην. εἰ δὲ κατὰ τὸν ὀμφαλὸν συμβαίη τοῦτο, καλοῦσιν ἐξομφάλους ἔνιοι τῶν ἰατρῶν τοὺς ᾧδε πάσχοντας. ἔστι δ’ οὐ τοῦ περιτοναίου μόνου οὐδὲν τῶν παθῶν τούτων, ἀλλὰ χρὴ πάντως καὶ τὴν τοῦ μυὸς ἀπονεύρωσιν παθεῖν, ἣν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ὁποία τίς ἐστιν ἐδήλωσα. ταυτὶ μὲν οὖν τὰ πάθη τῶν ἐγκαρσίων μυῶν ἐστιν, αἱ δ’ ἐν τῷ βουβῶνι κῆλαι τῶν λοξῶν, ἤτοι ῥηγνυμένης, ἢ ἀνευρυσμένης αὐτῶν τῆς κατὰ τοῦτο τὸ χωρίον ἀπονευρώσεως ἅμα τῷ περιτοναίῳ χιτῶνι. γίγνονται δὲ καὶ ἄλλοι τῶν ταύτῃ χωρίων ὄγκοι, διά τι τῶν ὑποκειμένων σπλάγχνων ἐξαιρόμενον. εἴρηται δὲ καὶ τὰ πάθη τὰ τοὺς ὄγκους αὐτῶν ἐργαζόμενα. φλεγμοναὶ γάρ εἰσι καὶ σκίῤῥοι καὶ ἀποστήματα καὶ ὅσα τοιαῦτα. κατὰ δὲ τοὺς ὑδερικοὺς ἀθροίζεται ταύτῃ πλῆθος, ὑδατῶδες μὲν ἐν τοῖς ἀσκίταις, πνευματῶδες δὲ ἐν τοῖς τυμπανίταις, φλεγματῶδες δὲ ἐν τοῖς ἀνὰ σάρκα καὶ λευκοφλεγματίαις ὀνομαζομένοις.

Ἤδη δὲ καὶ ἄλλοι τινὲς ὄγκοι τετυχήκασιν ἰδίων ὀνομάτων, οὐδὲν ἐξαίρετον ἔχοντες, οἷον ἐπουλίδες τε καὶ παρουλίδες, καὶ θύμοι, καὶ τἄλλα ὅσα τοιαῦτα σαρκώδη βλαστήματα. καθάπερ γε πάλιν αἱ σταφυλαὶ καὶ τὰ παρίσθμια καὶ αἱ ἀντιάδες οὐκ ἄλλό τι ἢ φλεγμοναί εἰσιν, αἱ μὲν σταφυλαὶ τοῦ γαργαρεῶνος, αἱ δὲ ἀντιάδες τῶν ἐν ἀρχῇ τῆς φάρυγγος ἀντικειμένων ἀλλήλοις ἀδένων, ὥσπερ τὰ παρίσθμια τῶν κατ’ αὐτὴν τὴν φάρυγγα σωμάτων. Ἱπποκράτης δ’ ἔοικεν οὐχ ἅπασαν φλεγμονὴν τοῦ κίονος ὀνομάζειν σταφυλὴν, ἀλλ’ ἓν μόνον εἶδος, ἐν ᾧ τὸ πέρας τοῦ γαργαρεῶνος ὁμοιοῦται σταφυλῆς ῥαγί. ἀλλὰ καὶ οἱ πολύποδες, ἤτοι φλεγμονῆς, ἢ φύματος, ἤ τινος βλαστήματος, ἢ ὅπως ἂν ἐθελήσῃ τις ὀνομάζειν, ἐν μυκτῆρσι συνισταμένου ἀποτελοῦνται, φλεγμονώδεις δ’ εἰσὶ καὶ ὑγροὶ διὰ τὸ χωρίον. ἐγκανθὶς δὲ καὶ αὕτη παρὰ φύσιν μέν τις ὄγκος ἐν τοῖς μεγάλοις γίνεται κανθοῖς, ἔστι δ’ οὐ τῷ παντὶ γένει παρὰ φύσιν. τὰ δὲ πτερύγια βλαστήματά ἐστι τοῦ ἐπιπεφυκότος ἔξωθεν ὑμένος τοῖς ὀφθαλμοῖς, ὃς ἀπὸ τοῦ περιοστίου καταφερόμενος ἐπὶ τὴν στεφάνην ἀφικνεῖται. τὰ δὲ σταφυλώματα καλούμενα, τὰ μὲν τῇ θέσει μόνῃ, τὰ δὲ τῇ διαθέσει παρὰ φύσιν ἐστὶν, εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων, ὅσα κατὰ τοὺς ὀφθαλμοὺς συνίσταται πάθη, δι’ ἑτέρου. καιρὸς οὖν ἤδη παύειν ἐν τῷδε τὸν λόγον, οὐδὲ μιᾶς ἔτι τῶν παρὰ φύσιν ὄγκων ἰδέας ἀῤῥήτου καταλελειμμένης.