GetPassage urn:cts:greekLit:tlg0057.tlg052.1st1K-grc1:1-4 urn:cts:greekLit:tlg0057.tlg052.1st1K-grc1:1-4
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΠΑΡ’ ΠΙΠΟΚΡΑΤΕΙ ΚΩΜΑΤΟΣ ΒΙΒΛΙΟΝ.

Τί ποτε σημαίνει τὸ τοῦ κώματος ὄνομα παρ’ Ἱπποκράτει; πότερον τὴν εἰς ὕπνον καταφορὰν, ὥς τινες τῶν ἐξηγησαμένων ἔφασαν; ἢ ὕπνον αὐτόν; ἢ, καθάπερ ἄλλοι, τὴν ὑπνώδη καταφοράν; καὶ γὰρ καὶ οὕτως ὠνόμασάν τινες ἐν συνθέτῳ προσηγορίᾳ τὴν ἐξήγησιν ποιησάμενοι. τινὲς δ’ οὐδὲν μὲν τούτων, τὴν ληθαργικὴν δὲ καταφορὰν κῶμα πρὸς τοῦ ἀνδρὸς ὀνομάζεσθαί φασι. παρὰ μὲν τῶν ἄλλων παλαιῶν οὐδὲ μία γένοιτ’ ἂν μεγάλη μαρτυρία· καὶ γὰρ εἰ καὶ μάλιστα καθ’. ἑτέρου πράγματος ἐκεῖνοι τοὔνομα φέρουσιν, οὐδὲν κωλύει τὸν Ἱπποκράτην διαφερόντως χρῆσθαι. αὐτίκα παρὰ τῷ ποιητῇ δόξειεν ἂν ὕπνον δηλοῦν τοὔνομα·

Ἦ με μάλ’ αἰνοπαθῆ μαλακὸν περὶ κῶμ’ ἐκάλυψεν.

καὶ

— — ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα.

ἀλλ’ οὐχ Ἱπποκράτης οὕτω φαίνεται χρώμενος, εἴγε καὶ μετὰ ἀγρυπνίας πολλάκις τὸ κῶμα γίγνεσθαί φησι καὶ φρενιτικοῖς συνεδρεύειν. ἐν ἀρχῇ μὲν τοῦ προῤῥητικοῦ τάδε γράφει· οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσιν; ἐν δὲ τῷ τρίτῳ τῶν ἐπιδημιῶν (ἀπό τινων τῶν ὁμολογουμένων αὐτοῦ γνησίων βιβλίων λάβωμεν τὰς μαρτυρίας) ὧδέ πως φησιν· ἑνδεκάτῃ κατενόει, κωματώδης δὲ ἦν, οὖρα πολλὰ, λεπτὰ καὶ μέλανα, ἄγρυπνος. εἶτ’ ἐφεξῆς ταῦτά φησι· ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα, καὶ κῶμα παρείπετο, ἀπόσιτος, ἄγρυπνος, ἄθυμος. ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ῥήσεσιν ἀγρυπνίας καὶ κώματος φαίνεται μνημονεύων. ἕτερον δ’ ἄῤῥωστον αὖθις γράφων ἐν τῷ αὐτῷ βιβλίῳ φησί· τουτέῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ μέλανα, κωματώδης, ἄγρυπνος. ὥστ’ ἄντικρυς εἶναι δῆλον, ὅτι μηδ’ ὕπνον, μηδὲ καταφορὰν παρ’ αὐτῷ δηλοῖ τὸ τοῦ κώματος ὄνομα. διὰ τοῦτο, οἶμαι, τινὲς τῶν ἐξηγητῶν ἀπὸ τοῦ κωμάζειν φασὶ τοὺς κωματώδεις ὠνομάσθαι· ἐγρηγορέναι μὲν γὰρ καὶ τοὺς κωμάζοντας, ἐγρηγορέναι δὲ καὶ τοὺς κωματώδεις. καὶ νὴ Δία ὥσπερ οἱ κωμάζοντες οὐ πάνυ τι κατανεύουσιν, οὕτως οὐδὲ τοὺς κωματίζοντας, καὶ μάλιστα τοῖν ὀφθαλμοῖν. ὑγρούς τε γὰρ εἶναι καὶ ἐρυθροὺς καὶ ἀστηρίκτους καὶ ἐνδεδυμένους· ἀλλὰ τὸ πᾶν ἀμφοτέροις σῶμα σφαλερὸν ἐν ταῖς κινήσεσι καὶ ἀκρατές· αὐτὸν διὰ τοῦτο καὶ τὸν Ἱπποκράτην περὶ τῆς ὅλης συνδρομῆς ἀπορεῖν, εἴτε χρὴ φρενιτικοὺς αὐτοὺς ὀνομάζειν, εἴτ’ ἄλλο τι. φρενιτικοὺς μὲν γὰρ εὐλαβεῖσθαι καλεῖν, μηδέπω παραπαίοντας· ἅπαντα δὲ ὁρῶντα συμπτώματα φρενιτικὰ, καὶ γὰρ κεφαλὴν, ὀσφὺν ὑποχόνδριον, καὶ τράχηλον ἀλγοῦντα, μήτε σφάλμα τι, μήτ’ ἄγνοιαν μηδεμίαν ὑποστέλλεσθαι. ταῦθ’ ὡς μὲν οὐκ ἔχει πιθανῶς, οὐδεὶς ἀντείποι· οὐδὲ μὴν ἱκανῶς ἐμοὶ γοῦν, οὐδὲ μετ’ ἀποδείξεως εἰρῆσθαι δοκεῖ. ἐχρῆν γὰρ ἐξ Ἱπποκράτους αὐτοῦ τὴν ἐξήγησιν ποιεῖσθαι τῆς λέξεως, ἵνα μὴ μόνον ὅτι πιθανῶς εἴρηται λέγειν ἔχωμεν, ἀλλ’ ὅτι καὶ κατὰ τὴν ἐκείνου γνώμην. οὐ γὰρ ἡγοῦμαι τοῦτο χρῆναι σκοπεῖσθαι μόνον τὸν ἀγαθὸν ἐξηγητὴν, εἰ πιθανῶς ἢ ἀληθῶς εἴρηκεν, ἀλλ’ εἰ καὶ τῆς γνώμης ἔχεται τοῦ συγγραφέως, ὅπερ οὐκ ἐν τῷ πρόσθεν λόγῳ· καίτοι γε μέρος τι τῆς περὶ τοὔνομα γνώμης τοῦ παλαιοῦ δέδεικται διὰ τῶν ῥήσεων, ἐν αἷς ἀγρυπνίαν τὸ κῶμα γνοὺς ἐφαίνετο. καί τις ἴσως ἔχειν ἤδη τὸ πᾶν δόξειεν ἂν, ἀλλ’ ἂν βραχὺ περιμείνας ἀκούσῃ ἐκ τοῦ αὐτοῦ βιβλίου τοῦ τρίτου τῶν ἐπιδημιῶν ῥήσεων ἑτέρων, οὐχ ὅπως τὸ πᾶν, ἀλλ’ οὐδὲ τὸ ἥμισυ τοῦ παντὸς ἑαυτὸν εὑρήσει γιγνώσκοντα.

Σκόπει οὖν, ἐπί τινος ἀῤῥώστου γυναικὸς ἃ λέγει. ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν, ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν ἄγρυπνος. φαίνεται γὰρ διαστέλλων κατ’ ἀντίθεσιν τὸ κῶμα τῆς ἀγρυπνίας, ὡς ἐναντία. αὖθις δ’ ἐν τῇ λοιμώδει καταστάσει, κωματώδεές, φησιν, ἐπὶ πολὺ, καὶ πάλιν ἄγρυπνοι. καὶ μετ’ ὀλίγα· κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν. ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασι, τοῖσι μεγίστοισιν, ὅτι μετὰ πυρετοῦ γίνοιτο. διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο, ἢ λεπτοὺς καὶ μικροὺς ὕπνους κοιμᾶσθαι. καὶ πάλιν· ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ’ ἀρχὰς συνεχὴς, καυσώδης, διψώδης, ἀρχόμενος κωματώδης, καὶ πάλιν ἄγρυπνος. ἐν ἅπασι γὰρ τούτοις ἀντιτίθησι τὴν ἀγρυπνίαν τῷ κώματι. συνήθως γοῦν οὕτως ἑρμηνεύων, μυριάκις εὑρήσεις αὐτὸν, ὅταν ἐναντίων πραγμάτων μνημονεύῃ, τὸν τρόπον τοῦτον γράφοντα, μᾶλλον δὲ οὐδέποτ’ ἄλλως, οἷον ἐκ πολλῶν ὀλίγα παραγράψω ἐκ τοῦ αὐτοῦ βιβλίου. κάλλιον γὰρ ἐξ ἑνὸς εἶναι δοκεῖ πάντα τὰ παραδείγματα λαβεῖν. δύο γυναῖκας ἀναγράφων πρὸ τῆς λοιμώδους καταστάσεως, ἐπὶ μὲν τῆς προτέρης φησὶν, ἑτέρην ἐξ  ἀποφθορῆς περὶ πεντάμηνον, οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν, ἀρχομένη δὲ κωματώδης, καὶ πάλιν ἄγρυπνος. ἐπὶ δὲ τῆς δευτέρας φησί· γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τότε τεκοῦσαν πρῶτον ἐπιπόνως ἄρσεν, πῦρ ἔλαβεν· καὶ πάλιν εἰς νύκτα ἐπεῤῥίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνοντο, οὐκ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει· η΄ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης, ἀσώδης. ἑξῆς δ’ ἐν τῷ λοιμῷ πολλοὺς ἀῤῥώστους γράφει, πρῶτόν θ’ ἁπάντων, οὗ μικρὸν πρόσθεν ἐμνημόνευσα, ποικίλως τε καὶ ἀνωμάλως νοσήσαντα, καὶ πολλὰς πολλάκις (ἀπιότ. καὶ ἀχειρόπ.) εἰς τἀναντία μεταβολὰς ποιησάμενον. ἄρχεται δὲ τοῦτον τὸν τρόπον· ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς. ἀλλ’ οὐδὲν εἰς τὸν παρόντα λόγον χρεία πρώτων ἡμερῶν, ὧν δὲ χρῄζω, τούτων μνημονεύσω. ἑνδεκάτῃ ἵδρωσεν οὐ δι’ ὅλου, περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. σαφῶς γὰρ ἂν τῷ περιέψυξε τὸ ἀνεθερμάνθη ἐναντίον. ἔπειτα δωδεκάτῃ πυρετὸς ὀξὺς, διαχωρήματα χολώδεα, λεπτὰ, πολλὰ, οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως. οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ ἵδρωσεν δι’ ὅλου, ἄπυρος, διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης. εἰκοστῇ τετάρτῃ ὑπέστρεψεν. τριακοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ ξυνίστατο, καὶ πάλιν ἀνεθερμάνθη. τεσσαρακοστῇ ἄπυρος, κοιλίη ξυνέστη χρόνον οὐ πολὺν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε. πάλιν· εἰ γάρτοι διαλείποι καὶ διακουφίσαιεν, πάλιν ταχὺ ὑπέστρεφεν. ἐναντίον γὰρ τῷ διακουφίσαι τὸ ὑποστρέψαι. καὶ τὰ κατὰ κοιλίην, φησὶ, συνιστάμενα, καὶ πάλιν διαλυόμενα. τὸ γὰρ συνίστασθαι τῷ διαλύεσθαι ἐναντίον. ἑξῆς δ’ ἑτέραν ἄῤῥωστον ἐκτιθέμενος, ὀγδόῃ, φησὶ, πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας, καὶ ταχὺ πάλιν κατενόει. καὶ πάλιν ἑξῆς· εἰκοστῇ μικρὰ περιέψυξε, καὶ ταχὺ πάλιν ἀνεθερμάνθη. καὶ αὖθις· ἑβδόμῃ καὶ εἰκοστῇ ἄπυρος, κοιλία ξυνέστη. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολὺν, πυρετοὶ δὲ πάλιν παρείποντο. εἶτ’ ἐφεξῆς· καὶ τὰς ἑπομένας ἄφωνος, καὶ πάλιν κατενόει καὶ διελέγετο. ἀλλὰ τί δεῖ μακρολογεῖν ἁπάντων μνημονεύοντα μυρίων μυριάκις ὄντων; οὕτω πολλὰ παρ’ αὐτοῦ τοῦ τοιούτου εἴδους τῆς ἑρμηνείας. ὡς ὅταν λέγῃ, κωματώδης καὶ πάλιν ἄγρυπνος, ἐναργῶς ἀντιτίθησι τῇ ἀγρυπνίᾳ τὸ κῶμα. καὶ μὴν ἀγρυπνίᾳ καταφορὰν εἰς ὕπνον ἔχεις ἀντιτιθέναι, καὶ οὐδὲν ἄλλο τοίνυν θάτερον ἀναφαίνεται πάλιν ἐκ τοῦ κώματος σημαινόμενον. τί δ’ ὅταν λέγῃ, κατεῖχε δ’ ἢ τὸ κῶμα συνεχὲς οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι. καὶ γὰρ ἂν καὶ τὸ τοιοῦτο εἶδος τῆς ἑρμηνείας ἴδιον Ἱπποκράτει, ἐπισημαίνεσθαι τὰ συνέπεσθαι μὲν εἰωθότα, νῦν δ’ οὐχ ἑπόμενα παρὰ λόγον. οἷον ὅταν εἴπῃ, οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ αἱμοῤῥαγίη, εἰ μὲ πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔτε παράληροι. καὶ μετὰ ὀλίγα· οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα. δι’ ἅ λάβρον ἐκ ῥινῶν αἱμοῤῥαγεῖν, ἅπτεσθαι τῆς διανοίας, ὀξεῖς σχεῖν κινδύνους, μηδὲν ἀπαντῆσαν τηνικαῦτα, ὁμοίως ἐπισημαίνεται. καὶ τὸ ἐπιφερόμενον δ’, οὐδὲ φρενιτικὰ οἶδα τότε γενόμενα, κατὰ τὸν αὐτὸν εἴρηται λόγον. ἐπὶ γὰρ ταῖς αὐταῖς καταστάσεσι καὶ τοῖς αὐτοῖς αἰτίοις οἵ τε καῦσοι καὶ φρενίτιδες, ἀμέλει κατὰ τὴν ὥραν πλεονάζουσι τὴν θερινὴν, καὶ ἐν χωρίοις θερμοτέροις, καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων, καὶ ἐν φύσεσι θερμοτέραις, καὶ διαιτήμασιν ὡσαύτως, καὶ ἐπιτηδεύμασιν. καὶ τὰ φρενιτικὰ πλεονάζειν ἀξιοῦν ἦν, ὡς παράλογον ἐπισημήνασθαι τὸ ἀπαντῆσαν, φρενίτιδες μὲν οὐδ’ ὅλως ἐγένοντο, καῦσοι δὲ πολλοί. κατὰ τὴν αὐτὴν γνώμην εἴρηται καὶ ταῦτ’· ἦν δ’ ἡ κατάστασις τῶν γενομένων καύσων. ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς οὐκ ὀξὺς, οὐδὲ διψώδεες λίην, οὐδὲ παράληροι. καὶ μετ’ ὀλίγον· οὔτε γὰρ ᾑμοῤῥάγει καλῶς, οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος. ἐκεῖνα δὲ πῶς εἴρηται; ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα ἦν, καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν, ἀπύροισιν ὀρθοστάδην, ἔστι δ’ οἷς καὶ σμικρὰ ἐπεθερμαίνοντο, κατέσβη πᾶσιν ἀσινέως, οὐδ’ ἐξεπύησεν οὐδενὶ, ὥσπερ τὰ ἐξ ἄλλων προφάσεων. ὄντως γὰρ παράλογον, μηδὲν ἐκπυῆσαι, καὶ οὐκ εἰθισμένα πάντως. εἶτ’ ἐπιφέρει, ἦν δ’ ὁ τρόπος αὐτέων, χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς· παράλογον γὰρ χωρὶς φλεγμονῆς ἅπασι γενέσθαι τὰς περὶ τὰ ὦτα ἀποστάσεις. ὥστε φέρειν πάλιν κᾀνταῦθα τὸ κῶμα φαίνεται ἐπὶ καταφορᾶς τῆς ὑπνώδους, ὅταν λέγῃ· ἦν δὲ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες· ὡς γὰρ ὑπνῶδες εἶναι δέον αὐτὸ, καὶ ὡς τοιοῦτο ἀεὶ γιγνόμενον, εἶτα νῦν παραλόγως οὐ γιγνόμενον, ἐπισημαίνεται. τὸ δ’, ὅταν ἐν τῷ αὐτῷ βιβλίῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐπὶ τοῦ Πυθίωνος εἴπῃ, ἐννάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο· σαφῶς γὰρ κᾀνταῦθα τὸ κῶμα καταφοράν τινα δηλοῦν ἔοικεν. ἀλλ’ οὐχ οἷόν τέ φασιν ἅμα καταφέρεσθαι καὶ ἀγρυπνεῖν. ταῦτα γὰρ οἱ θαυμαστοὶ λέγουσιν ἐξηγηταὶ, μὴ γιγνώσκοντες, ὅτι δύο εἰσὶν εἴδη καταφορᾶς, ὡς οἵ τε δοκιμώτατοι τῶν ἰατρῶν γεγράφασι καὶ αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ.  κοινὸν μὲν γὰρ ἀμφοτέρων ἐστὶν, ὅτι ἐπαίρειν οὐ δύνανται τοὺς ὀφθαλμοὺς, ἀλλ’ εὐθέως βαρύνονται καὶ ὑπνοῦν βούλονται· ἴδιον δὲ θατέρας, ὅτι οἱ μὲν ὑπνοῦσιν εὐθέως, βαθέως τε καὶ χρόνον πολύν· οἱ δὲ ἄγρυπνοι στρεφόμενοί εἰσιν, ἄλλης ἐπ’ ἄλλῃ φαντασίας ἐπιγινομένης, καὶ τὴν γνώμην κινούσης, καὶ τὸν ὕπνον διακοπτούσης, ὅθεν ἀεὶ μὲν ἄγρυπνοι μένουσιν, ἀνίστασθαι δὲ ἀδυνατοῦσι καὶ πράττειν τὰ τῶν ἐγρηγορότων, ἀλλ’ ἐλλιπέστερον ἔχουσιν, ἢ ὡσανεὶ ἐγρηγόρουν, καὶ βαρύνονται καὶ καταφέρονται, ὥστ’ ἐλπίσεις, ἂν συγχωροίης αὐτοῖς, ῥᾳδίως ἂν κατακοιμηθῆναι, συγχωρηθέντος δ’ αὐτοῖς τούτου, οὐχ ὅπως ὑπνοῦσιν, ἀλλ’ οὐδ’ ἣν εἶχον ἐλπίδα, ὡς ὑπνώσοντες, φυλάττουσιν. ἐνταῦθ’ οὖν νόει μοι κῶμα, ὡς κοινὸν ἀμφοτέρων, ὅπερ δὴ καλεῖν ἔθος ἡμῖν καταφοράν· ἂν δὲ τὴν ὑπνώδη μόνην νοήσῃς, ἁμαρτήσεις, τὴν γὰρ οὐχ ὑπνώδη καταφορὰν στερήσεις ὀνόματος, οὐχ ἧττον τῆς ἑτέρας δεομένην τῆς τοῦ κώματος ἐπωνυμίας. ἄν τε μὲν οὖν ὑπνώδης ἄν τε ἄγρυπνος εἴη καταφορὰ, κῶμα καλεῖν ἔθος ἐστὶν αὐτῷ· καὶ οὐδαμῶς γε ἀλλήλοις μάχεται τὰ κατὰ μέρος, ἀλλ’ εὐλόγως ὁτὲ μὲν ἐν ταῖς σμικραῖς ἀγρυπνίαις εὑρίσκεται τὸ κῶμα, ὁτὲ δ’ ἐν τῷ ὕπνῳ. καὶ γὰρ ἡ καταφορὰ ὁτὲ μὲν ὑπνώδης ἐστὶν, ὁτὲ δὲ ἄγρυπνος, ὥστε οὐκ ἔχεις εἰπεῖν περὶ τῶν καταφερομένων, ὅτι ἀγρυπνοῦσιν ἢ μή· τοσοῦτόν γε μὴν διαφέρουσιν, ὅσον οἱ μὲν πλείους αὐτῶν ὑπνοῦσιν, ὀλίγοι δὲ τῶν οὕτως ἐχόντων ἄγρυπνοι μένουσιν, ὅθεν καίτοι ἀμφοτέρων τυγχάνον τὸ πάθος, οἰκειότερον μέντοι πολλῷ τῶν ὑπνούντων εὑρίσκεται. διὰ τοῦτο μὲν οὖν φησιν, ἦν δὲ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες, ὡς ἂν ἐπὶ τὸ πολὺ ὑπνώδους γιγνομένου. ἂν τοίνυν κοινόν ἐστιν ἀμφοτέρων τὸ κῶμα καὶ τοῦ ὕπνου οἰκειότερον, εὐλόγως, ὅταν βούληται τὴν ὑπνώδη σημαίνειν καταφορὰν, ἁπλῶς φάσκει κωματώδεις· ὅταν δὲ πάλιν τὴν ἄγρυπνον, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης φησὶ κωματώδεις ἀγρύπνους. οἶδε γὰρ ἀμφότερα, ὅτι τε οἰκειότερόν ἐστι τῷ ὕπνῳ τὸ κῶμα καὶ τῇ αὐτοῦ φύσει μᾶλλον ὡμοίωται, καὶ ὅτι μετ’ ἀγρυπνίας ἔστιν ὅτε συνίσταται. κᾂν μὲν τοῦθ’ οὕτως ἔχῃ, θαυμαστὸν οὐδὲν, εἰ μὴ μόνον τοῖς ληθαργικοῖς, ἀλλὰ καὶ τοῖς φρενιτικοῖς συμπίπτῃ. τὸ δ’ οὐχ ὑπνῶδες κῶμα τούτοις μὲν οὐκ ἔστιν ἴδιον, γίνεται δ’ ἐνίοτε. εὑρήσεις γὰρ πολλοὺς φρενιτικοὺς οὔτε ἀνισταμένους οὔτε ἐπαίρειν τοὺς ὀφθαλμοὺς ὅλως δυναμένους, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ μένοντας ὁμοίους τοῖς ληθαργικοῖς, ὥστε τούτους οἱ πολλοὶ καὶ ἀπαίδευτοι τῶν ἰατρῶν, οὔτε τί δεῖ καλεῖν οἴδασιν, ἀλλὰ παντάπασιν ἀποροῦσι, καὶ ἀλλότριον δοκεῖ αὐτοῖς εἶναι τοῦτο τὸ πάθος καὶ ἀνώνυμον, ἔνιοι δὲ σύμμικτόν ἐκ ληθάργου τε καὶ φρενίτιδος ὑπολαμβάνουσι, καὶ προσαγορεύουσι τυφομανίαν. καὶ τὸ κάκιστον πάντων, τινὲς τῶν Ἱπποκρατείων εἶναι προσποιουμένων τοῦτό φασι, καίτοι δήπου σαφῶς οὕτω καὶ φανερῶς γράφοντος Ἱπποκράτους, οὐκ ἐν ἀμφιδόξῳ βιβλίῳ, ἀλλ’ εἴπερ τις ἄλλος τῶν γνησίων εἶναι πεπιστευμένῳ τῷ τρίτῳ τῶν ἐπιδημιῶν, οὔτ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ὥσπερ ἐπ’ ἄλλοισιν, ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ νωθρῇ βαρέως ἀπώλλυντο. οὐ μόνον γὰρ ὅτι καταφορὰ ταῖς φρενίτισιν ἐνίοτε συμπίπτει διήγγειλεν, ἀλλ’ ὅτι καὶ νωθρὰ πολλάκις. τίς δ’ ἡ νωθρά; μεμνήσῃ πρῶτον μὲν τῆς διαιρέσεως, ἂν μὴ μέλλῃς τὰ παρόντα παρακούειν, ὅταν καταφορὰν τὴν μὲν ὑπνώδη, τὴν δὲ ἄγρυπνον ἐκάλουν, καὶ τὴν μὲν ὑπνώδη ἰδίαν εἶναι τῶν ληθαργικῶν καὶ διαπαντὸς ὑπάρχειν αὐτοῖς, τὴν δὲ οὔτε ἰδίαν εἶναι τῶν φρενιτικῶν οὔτε ὑπάρχειν αὐτοῖς διαπαντός.

Ἡ μὲν οὖν ὑπνώδης, ὅσον ἐπὶ τῷ παρόντι, τοῖς ληθαργικοῖς συμπίπτει· τὴν δ’ ἄγρυπνον, ἥτις τοῖς φρενιτικοῖς ἐπιγίγνεται, πειράσομαι διορίζειν, ἵνα δυνηθῇς εὑρίσκειν τὴν ὑφ’ Ἱπποκράτους εἰρημένην διαφοράν. οὐ γὰρ ἦν τῶν ματαίως τὰ ὀνόματα ἐπιτιθέντων οὗτος ὁ ἀνὴρ, οὔτ’ ἀνοήτως πρόσκειται τῇ καταφορᾷ τὸ νωθρὰ, οὔτε φησιν, ὥσπερ Ὅμηρος, ὑγρὸν ἔλαιον καὶ γάλα λευκὸν, μηδενὸς ἕνεκα διορισμοῦ· καὶ γὰρ πᾶν γάλα λευκὸν καὶ ἔλαιον ὑγρόν· ἀλλ’ ἑκάστη λέξις καὶ συλλαβὴ πᾶσα πρᾶγμά τι σημαίνει παρ’ αὐτοῦ. περὶ φρενίτιδος ἄρα λόγον ποιούμενος, ὅπερ πρὸς τὰ παρόντα χρήσιμόν ἐστι διδάσκειν τοὺς τὸ σύνηθες αὐτῷ μανθάνειν βουλομένους, ποτὲ μὲν οὕτω γράφει, παρελήρει· ποτὲ δ’ οὕτω, παρηνέχθη· ποτὲ δὲ πάλιν, παρέκοψε· πάλιν δὲ, παρεφρόνησε· καὶ πάλιν, ἐξέστη· καὶ αὖθις, ἐμάνη, καὶ ἐξεμάνη, καὶ οὐ κατενόει, καὶ παρέλεγε. ταῦτα πάντα τῶν βεβλαμμένων τὴν διάνοιάν ἐστιν, οὓς ἅπαντας σὺ μὲν παραφρονοῦντας ὀνομάζεις, Ἱπποκράτει δ’ οὐκ ἀρκεῖ τὸ γένος μόνον εἰπεῖν, ἀλλ’ ἑκάστῳ μεγέθει τοῦ τῆς παραφροσύνης εἴδους ἴδιον ἐφεύρηκεν ὄνομα. ἄνθρωπος γάρ, φησι, θερμαινόμενος ἐδείπνησεν, οὐκ ἐτόλμησεν εἰπεῖν πυρετὸν τοσαύτην θερμασίαν, καθ’ ἣν δύναταί τις δειπνῆσαι. πάλιν δὲ τὸ τοῦ πυρετοῦ μέγεθος ἐνδεικνύναι βουλόμενός φησι, πῦρ ἔλαβεν αὐτόν. ἠσχολησάμην μὲν ἐπιδεικνύων τὴν τοῦ ἀνδρὸς ἐπιμέλειαν περὶ τὰς λέξεις, ἀλλ’ ὡς ἤδη εἰδόσι καὶ πεπεισμένοις ἐπὶ τὸ ζητούμενον ἀφίξομαι. διττὸν μὲν εἶδος τῆς ἀγρύπνου καταφορᾶς. ὀνομάζεται δὲ ἡ μὲν νωθρὰ, ἧς μέμνηται νῦν Ἱπποκράτης· ἡ δὲ τῷ τοῦ γένους ὀνόματι κέχρηται. κοινὸν δ’ ἀμφοτέρων ἐστὶ τῶν καὶ μάλιστα τῆς ὑπνώδους διαφερουσῶν, ὅτι φράζουσί τε καὶ παραληροῦσι μεδεμιᾶς ἐχόμενα γνώμης, κᾀπὶ τὰς ἀναστάσεις πρόθυμοί εἰσι μάλα, ὧν οὐδὲν ἐπὶ ταῖς ληθαργικαῖς ὑπάρχει καταφοραῖς. οὔτε γὰρ χωρὶς  φράζουσί τι καὶ πανούργως, δυσαίσθητοι δ’ εἰσὶν, οὕτε πρὸς τῶν ἐπιβοώντων καὶ νυττόντων ἐγείρονται ῥᾳδίως. κῶμα δὲ τὸ μὲν φρενιτικὸν καὶ ἄγρυπνον ἔξω ταύτης ἐστὶ τῆς δυσαισθησίας καὶ δυσκινησίας· καὶ γὰρ ἀνίστανται ῥᾳδίως ἀκούσαντες τῆς φωνῆς καὶ ἤχου παντὸς, κᾂν μέρους τινὸς ἅψῃ τοῦ σώματος, εὐθὺς ἐξαίρουσι τοὺς ὀφθαλμοὺς, καὶ πρὸς τὸν ἁπτόμενον ἀποβλέπουσι. κατ’ αὐτὴν δὲ τὴν καταφόρησιν ἢ χεῖρα κινοῦσιν, ἢ σκέλος, ἢ σύμπαν τὸ σῶμα ῥίπτουσιν ἀλόγως, ἐξαίφνης τε καὶ παραφρονητικῶς ἐξάλλονται σπασμοῦ δίκην, καὶ ταῦτα πάντα ποιοῦσι μετὰ τοῦ καὶ λέγειν τινὰ οὐ προσηκόντως, ὧν οὐδὲν οἱ μετὰ καταφορᾶς ληθαργικοὶ πράττουσιν, ἀκίνητοι γὰρ ἀεὶ καὶ ἄφωνοι κεῖνται τοῖς βαθέως κοιμωμένοις ὁμοιωθέντες. τῶν δὲ μὴ ὑπνωδῶς καταφερομένων οἱ μὲν οὕτω ῥᾳδίως καὶ ἐπὶ πολὺ εὐκίνητοί εἰσιν, ὥστε μὴ διαλείπειν βοῶντες μέγα, καὶ κινεῖν τι μόριον σφοδρῶς, ἂν δ’ ἐξεγείρῃς αὐτοὺς ἢ προσλαλῇς, προσβλέπουσιν ἀπρεπῶς καὶ μᾶλλον ἐξίστανται, καὶ κακὸν πράττειν ἐπιχειροῦσι, καὶ πάντως ἀκούειν προθυμότατοί εἰσιν οὐδὲν ἀπολειπόμενοι τῶν ἄκρως παραφρονούντων· οἱ δ’ ἔμπαλιν ἀνιστάμενοι κατανοοῦσι μᾶλλον, καὶ οὐ πολὺ κινοῦνται, καὶ τότε μᾶλλον παραφρονοῦσιν, ὅταν ἐπιτρέψῃς αὐτοὺς τῷ κώματι. καὶ κατὰ τοῦτο μάλιστά ἐστιν αὐτοὺς διορίζειν τῶν ληθαργικῶν καταφορῶν. αὕτη μὲν οὖν ἐστιν ἡ πρὸς Ἱπποκράτους λεγομένη νωθρὰ καταφορά. ἐπεὶ δὲ σαφῶς ἐμάθομεν, ὡς οὐ μόνον τὸ καταφέρεσθαι τῶν φρενιτικῶν τισι συμβαίνει, ἀλλὰ καὶ τὸ νωθρῶς, (περὶ τούτου μάλιστ’ ἄν τις ἀπορήσειεν) ἐπὶ τὴν λοιπὴν μεταβῶμεν ἀμφισβήτησιν, ἧς εἰ μέν τινα εὑρήσωμεν λύσιν, ἕξομεν ἤδη τὸ πᾶν. ἔστι δὲ ἡ ἀμφισβήτησις ἥδε. μεμνημένος Ἱπποκράτης ἐν τῷ προῤῥητικῷ τῶν κωματωδῶν ἀγρύπνων, ἀπορεῖ πότερον φρενιτικοὺς αὐτοὺς, ἤ τι ἕτερον ὀνομάσει. ἔχει δὲ ἐφεξῆς οὕτως. οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσι; γράφεται δὲ διχῶς ἥδε ἡ ῥῆσις, ἐπί τισι μὲν ἀντιγράφοις οὕτως, ἐπί τισι δὲ ἄνευ τοῦ εἰσίν, ἆρά γε φρενιτικοί; ἀλλὰ νῦν μὲν τὸ πρῶτον ἐρευνῶμεν. ἐπειδὴ δύο τὰ πρῶτά ἐστι κώματος εἴδη, καὶ τὸ μὲν τοῖς ληθαργικοῖς ἀεὶ, τὸ δὲ τοῖς φρενιτικοῖς ἔστιν ὅτε συμπίπτει, ἀπορεῖ νῦν Ἱπποκράτης, εἰ δεῖ τοὺς οὕτως ἔχοντας ὀνομάζειν φρενιτικούς. τοῦτο δὲ οὐχ ὅπως ἄπορον, ἀλλ’ ἔμπαλιν ῥᾳδίως εὑρετὸν καὶ πρόχειρον εἶναι δοκεῖ. ἐπειδὴ γάρ ἐστι δύο κώματα, καὶ τὸ μὲν ὑπνῶδες τὸ τῶν ληθαργικῶν ἴδιον οὐ δύναται ἐνταῦθα νοηθῆναι, τὸ γὰρ ἄγρυπνοι προσκείμενον οὐκ ἐπιτρέπει σημαίνεσθαι τοῦτο, περὶ τοῦ λοιποῦ κώματος τὸ ἆρά γε φρενιτικόν ἐστιν ἀπαγγέλλειν φαίνεται. πῶς ἄρα ἀπορεῖ; συλλογιστική ἐστί, φησιν, ἡ ἆρα λέξις, οὐκ ἀπορητική. ἀλλὰ τοῦτο μὲν ἐὰν μὴ βάρβαρον εἶχε τὴν ἑρμηνείαν καὶ πάσης Ἑλληνικῆς συνηθείας ἀλλοτρίαν, ἴσως ἂν ἀπεδεχόμην· ὅτε δὲ οὔτε οἱ ἄλλοι Ἕλληνες οὔτε ὁ Ἱπποκράτης τοιαύτῃ προτάσεων συντάξει οὐχ εὑρίσκονται χρώμενοι, πῶς ἂν δεχοίμην συλλογιστικὸν εἶναι τὸ ἆρα ἐπίῤῥημα; πρὶν γὰρ ἢ λήμμασι χρῆσθαι ἐν τῷ λόγῳ καὶ προτάξαι αὐτὰ τοῦ συμπεράσματος, οὐκ ἔστι συλλογίζεσθαι. φέρε εἰπεῖν, ὅπως τὸ λεγόμενον σαφὲς γένηται καὶ τοῖς ἧττον γεγυμνασμένοις, τὸ ἆρά γε ἡμέρα ἐστί; καὶ, ἆρά γε ἐλεύσεται σήμερον; ἀπορητικὸν ἔχει ἐπίῤῥημα. ἂν δὲ λόγῳ ἀποφαίνειν αὐτοῖς βουληθῶ, ἤτοι ἁπλῶς λέγων οὕτω χωρὶς πάσης ἀποδείξεως, ἐλεύσεται σήμερον· ἤτοι μετ’ ἀποδείξεως οὕτως, ἐὰν ἥλιος ὑπὲρ γῆν ἐστιν, ἡμέρα ἐστίν· ἐὰν περιπατεῖ, κινεῖται ἄρα. ὅταν δὲ χωρὶς ἀποδείξεως ἀποφαίνωμέν τι, οὐ δεόμεθα τοῦ ἄρα ἐπιῤῥήματος, περιττὸς γάρ ἐστιν ὁ λόγος, καὶ οὐδεὶς οὕτω φησὶν, ἡμέρα ἐστὶν ἄρα, οὔθ’ οὕτως, ἀρά γε ἡμέρα ἐστὶν, ἐπειδὰν ἐξῇ λέγειν οὕτως ἁπλῶς, ἡμέρα ἐστίν. οὔθ’ οὕτω κατ’ ἀπόδειξιν οἷόν τέ ἐστι χρῆσθαι αὐτὸν τῷ ἆρά γε. πῶς γὰρ ἂν εἴη ἀπόδειξις, πάσης ἀποδείξεως ἐξ ἑτέρων λημμάτων ἕτερον λῆμμα καταλαμβανούσης; ἀλλὰ μηδὲν φαίνεται νῦν λῆμμα συλλογιστικὸν εἰς ἀπόδειξιν λαμβάνων. πῶς οὖν τὸ ἆρά γε ἐπίῤῥημα γενήσεται ἀντ’ ἀπορητικοῦ συλλογιστικὸν καὶ συμπεραντικόν; μετὰ γάρ τινων οὔτε τὸν αὐτὸν τόπον κατέχουσι τὸ ἀπορητικὸν ἐπίῤῥημα καὶ τὸ συλλογιστικόν τε καὶ συμπεραντικὸν καλούμενον, ἀλλὰ τὸ μὲν ἀπορητικὸν πρόκειται ἀεὶ, τὸ δὲ συλλογιστικὸν καὶ συμπεραντικὸν μεταξὺ τοῦ ὀνόματος καὶ τοῦ κατηγορουμένου καθίσταται. ἀποροῦντες γὰρ λέγομεν, ἆρά γε ἡμέρα ἐστί; συλλογιζόμενοι δὲ οὕτως, ἡμέρα ἄρα ἐστί. πῶς οὖν νῦν προετέθη; ὡς οὐ συλλογιστικὸν ὑπάρχον, προετέθη. οὐ γὰρ εἴρηται οὕτω, φρενιτικοὶ ἄρα εἰσὶν, ἀλλ’ ἁπλῶς, ἆρά γε φρενιτικοί εἰσιν; ἀποροῦντος φανερῶς τοῦ Ἱπποκράτους, καὶ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως ὑπὲρ αὐτῶν, ὥσπερ ἀμέλει πολλάκις φαίνεται ποιῶν. ἀρκέσει δ’ ἓν ἢ δεύτερον παράδειγμα, χάριν τοῦ μὴ διατρίβειν ἐπὶ πλέον ἐν οὕτω σαφεῖ πράγματι. ἐν μὲν οὖν τῷ πρώτῳ τῶν ἐπιδημιῶν φησι, μετὰ δὲ ταῦτα δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες. ἆρά γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον. ἐνταῦθα τὸ σκεπτέον προσκείμενον, οὐδὲ τὸν ἀναιδέστατον ἄλλως ἀκούειν ἐάσει τοῦ ἄρα συνδέσμου, πλὴν ὡς ἀπορητικοῦ. ἐν δὲ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν τὸ μετ’ οὔρησιν σύναγμά, φησι, παιδίοισι μᾶλλον, ἆρά γε ὅτι θερμότερα; ἐν αὐτῷ δὲ τῷ προῤῥητικῷ, ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις κακὸν, ὡς καὶ Ἀρχεκράτει. ἆρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται; καὶ πάλιν, ἐν  ἀφωνίῃ πνεῦμα, οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν. ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον; εἰ τοίνυν χρὴ κεφαλὴν ἐπιδοῦναι τῷ λόγῳ, καὶ μήτ’ ἄλλος τις τῶν Ἑλλήνων οὕτω κέχρηται τῷ ἆρα συνδέσμῳ μήθ’ Ἱπποκράτης αὐτὸς, ὡς ἐγὼ νῦν ἔδειξα, μέμψαιτ’ ἄν τις, οἶμαι, τοὺς ἐξηγησαμένους ὡς οὐκ ἀπορητικὸν σύνδεσμον.

Καί τοι χαλεπώτερον ἐμαυτὸν τὸν λόγον ἐπίσταμαι ποιεῖν. διωρισμένης γὰρ τῆς ὑπνώδους καταφορᾶς ἀπὸ τῆς οὐχ ὑπνώδους φρενίτιδος, οὐκ ἂν ἔτι δεόντως ἀπορῶν φαίνοιτο καὶ μὴ βεβαίως ἀποφαινόμενος φρενιτικοὺς εἶναι τοὺς τοιούτους. ἀλλ’ ἧττον γὰρ ἐμοὶ μέλει τῆς ἐν τοῖς λόγοις χαλεπότητος ἢ τῆς ἀληθείας, ὅτι τε ἀπορητικός ἐστιν ὁ σύνδεσμος, ὁμολογῶ, καὶ δείξω τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐτόλμησε φρενιτικοὺς εἶναι τοὺς τοιούτους ἀποφήνασθαι ὁ Ἱπποκράτης, ἀλλ’ ἔτ’ ἀπορεῖ. τὸ γὰρ ἐν ἀρχῇσι προσκείμενον τὴν πάσαν ἔχει τοῦ λόγου δύναμιν, ὃ παραλείπουσιν οἱ πολλοὶ τῶν ἐξηγητῶν, ὥσπερ μάτην προσγεγραμμένον. παραπλήσιον γάρ τι συμβαίνει πολλῶν ἀρχομένοις νοσημάτων, οἷον ἔν τισι τῶν μεθυσθέντων ἔστιν ἰδεῖν γιγνόμενον. ὅταν μὲν κωματώδεις ὦσι, καὶ σφάλλονται, καὶ βαρῶσι τὴν κεφαλὴν, καὶ μηδ’ εἰ βιάζοιντο διαίρειν δύνανται τὰ βλέφαρα· δι’ αὐτὸ δ’ αὖ πάλιν τοῦτο τὸ βάρος ὑπνοῦν ἀδυνατοῦσιν ἀσώμενοι, καὶ στρεφόμενοι, καὶ ῥιπτοῦντες ἑαυτοὺς, καὶ μεταβάλλοντες ἄλλοτ’ εἰς ἄλλο σχῆμα. ταῦτα γὰρ ἔστιν ἰδεῖν πολλάκις ἐπὶ τῶν μεθυσθέντων γιγνόμενα, πληρωθείσης αὐτῶν ἐν τῇ μέθῃ τῆς κεφαλῆς, εἶθ’ ὑπὸ τοῦ βάρους ἅμα τ’ εἰς κῶμα κατασπώσης ἅμα τε ὕπνον κωλυούσης. οὕτως οὖν καὶ πλήθους ἀπέπτου τὴν κεφαλὴν κατειληφότος, ἄγρυπνοί τε ἅμα καὶ κωματώδεις εἰσίν. καὶ τοῦτο κατ’ ἀρχὰς γενόμενον, ἔστιν ὅτε μὲν πεφθῇ καλῶς, ὥσπερ καὶ ἐξ οἴνου τοιοῦτο εἴη γεγονός· ἀλλ’ οὕτω μὲν οὔτε λήθαργος, οὔτε φρενῖτις ἠκολούθησεν· ἔστιν ὅτε δὲ δριμὺ γενόμενον εἰς φρενίτιδα ἐτελεύτησε. πολλοῖς δ’ αὖ τὸ μὲν λεπτότερον ἢ πεφθὲν ἢ διαφορηθὲν ἐκενώθη, ὑπέμεινε δὲ τὸ παχύτερον, καὶ οὕτω λήθαργος ἐπεγένετο. προεληλυθότος μὲν τοῦ τοιούτου νοσήματος, ἡ τοιαύτη διάθεσις, ὡς μὲν ἡμεῖς ἐδείξαμεν, ἐγγὺς ἤδη φρενίτιδος· ὡς δ’ οἱ τὸ μικτὸν πάθος ἐκ ληθάργου καὶ φρενίτιδος εἰσάγοντες ὑπολαμβάνουσιν, ἐκείνῳ δόξειεν ἂν εἶναι συγγενεστέρα. πότερον δ’ ἤδη τοὺς οὕτως ἔχοντας ὀνομάζειν χρὴ φρενιτικοὺς, ἢ ὀλίγου ὕστερον ἔσεσθαι προσδοκᾷν, τοῦθ’ ἑτέρας ἂν εἴη σκέψεως, οὔτ’ ὠφελούσης τι τὰ νῦν προκείμενα, καὶ ἄλλως διὰ τοῦ εἰσίν, ὃ καί τινες προσγράφουσι τῷ ἆρα φρενιτικοὶ, τινὲς δ’ οὔ.