<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:8.5.1-8.5.6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:8.5.1-8.5.6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="8"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="1"><p> Ἰωάννης δὲ ἄριστα τῆς Κωνσταντινουπόλεως ἐκκλησίας <pb n="802"/>
                                ἐπιτροπεύων, πολλοὺς μὲν ἐκ τῶν Ἑλλήνων, πολλοὺς δὲ ἐκ τῶν αἱρέσεων
                                ἐπήγετο. Συνέρρει δὲ πρὸς αὐτὸν ἑκάστοτε πλῆθος, τῶν μὲν, ἐπ̓
                                ὠφελείᾳ ἀκουσομένων, τῶν δὲ, ἀπόπειραν ληψομένων. Ἅπαντάς τε ᾕρει,
                                καὶ τὰ αὐτὰ δοξάζειν αὐτῷ περὶ τὸ θεῖον ἔπειθε.</p></div><div type="textpart" subtype="section" n="2"><p> Τοσοῦτον δὲ πρὸς αὐτὸν τὸ πλῆθος ἐκεχήνεσαν, καὶ τῶν αὐτοῦ λόγων
                                κόρον οὐκ εἶχον, ὥστε, ἐπεὶ ὠστιζόμενοι καὶ περιθλίβοντες ἀλλήλους
                                ἐκινδύνευον, ἕκαστος προσωτέρω ἰέναι βιαζόμενος ὅπως ἐγγὺς παρεστὼς
                                ἀκριβέστερον αὐτοῦ λέγοντος ἀκούοι, μέσον ἑαυτὸν πᾶσι παρέχων, ἐπὶ
                                τοῦ βήματος τῶν ἀναγνωστῶν καθεζόμενος ἐδίδασκεν.</p></div><div type="textpart" subtype="section" n="3"><p> Ἐν καιρῷ δέ μοι δοκεῖ, τὸ συμβὰν ἐπὶ αὐτοῦ θαῦμα συμπεριλαβεῖν τῇ
                                γραφῇ. Ἀνήρ τις τῆς Μακεδονίου αἱρέσεως, τοιαύτῃ γυναικὶ συνῴκει:
                                περιτυχὼν δὲ αὐτῷ διδάσκοντι ὅπως χρὴ περὶ Θεοῦ δοξάζειν, ἐπαινέτης
                                ἦν τοῦ δόγματος, καὶ τὴν γυναῖκα ὁμοφρονεῖν αὐτῷ παρεκάλει. Ἐπεὶ δὲ
                                τῇ πρὸ τούτου συνηθείᾳ, καὶ ταῖς ὁμιλίαις <pb n="803"/> τῶν γνωρίμων
                                γυναικῶν ἡττᾶτο, καὶ πολλάκις νουθετῶν ὁ ἀνὴρ οὐδὲν ἤνυεν, Εἰ μὴ,
                                φησὶ, κοινωνήσεις μοι τῶν θείων, οὐδὲ τοῦ βίου κοινωνὸς ἔσῃ μοι τοῦ
                                λοιποῦ. </p></div><div type="textpart" subtype="section" n="4"><p> Ἐνταῦθα δὲ ἡ γυνὴ συνθεμένη τοῦτο ποιεῖν, κοινοῦται τινὶ τῶν
                                θεραπαινίδων ἣν ἡγεῖτο πιστὴν, καὶ παραλαμβάνει συνεργὸν ἐς ἀπάτην
                                τοῦ ἀνδρός. Περὶ δὲ τὸν καιρὸν τῶν μυστηρίων: ἴσασι δὲ οἱ μεμυημένοι
                                ὃ λέγω: ἡ μὲν, ὅπερ ἐδέξατο κατέχουσα, ὡς εὐξομένη ἐπέκυψε.
                                    <milestone unit="altedition" n="333"/>Παρεστῶσα δὲ αὐτῇ ἡ
                                θεράπαινα, λάθρα δέδωκεν ὃ μετὰ χεῖρας ἦλθε φέρουσα: </p></div><div type="textpart" subtype="section" n="5"><p> τὸ δὲ πρὸς τοῖς ὀδοῦσι λίθος ἐπήγνυτο. Περιδεὴς δὲ γενομένη ἡ γυνὴ
                                μή τι πάθοι, θεῖον οὕτω πρᾶγμα ἐπ̓ αὐτῇ συμβὰν, δρομαία ἐπὶ τὸν
                                ἐπίσκοπον ἐλθοῦσα, ἑαυτὴν κατεμήνυσε: καὶ τὸν λίθον ἐπέδειξεν,
                                εἰκόνα φέροντα τοῦ δήγματος, ἀγνῶτα δὲ τὴν ὕλην, καὶ <pb n="804"/>
                                παράξενόν τι δεικνύντα χρῶμα: σὺν δάκρυσί τε συγγνώμην αἰτήσασα,
                                ὁμοφρονοῦσα τῷ ἀνδρὶ συνῆν. </p></div><div type="textpart" subtype="section" n="6"><p> Ἀλλὰ τάδε μὲν εἴ τῳ μὴ πιθανὰ δοκεῖ, μάρτυς αὐτὸς ὁ λίθος, εἰσέτι
                                νῦν ἐν τοῖς κειμηλίοις τῆς ἐκκλησίας Κωνσταντινουπόλεως
                                φυλαττόμενος. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>