<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:4.25.1-4.25.6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:4.25.1-4.25.6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="25"><div type="textpart" subtype="section" n="1"><p> Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν Ἱεροσολύμων <pb n="412"/> καθεῖλον,
                                ὡς Εὐσταθίῳ καὶ Ἐλπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν
                                Μελιτινῇ συνελθοῦσι, μεθ̓ ὧν καὶ αὐτὸς συνεληλύθει: καὶ ὡς μετὰ τὴν
                                ἐν Παλαιστίνῃ καθαίρεσιν, κοινωνίας μετασχόντα σὺν Βασιλείῳ, καὶ
                                Γεωργίῳ τῷ Λαοδικείας ἐπισκόπῳ. </p></div><div type="textpart" subtype="section" n="2"><p> Ἐπειδὴ γὰρ ἐπετράπη τὴν Ἱεροσολύμων ἐπισκοπὴν, περὶ μητροπολιτικῶν
                                δικαίων διεφέρετο πρὸς Ἀκάκιον τὸν Καισαρείας, ὡς ἀποστολικοῦ θρόνου
                                ἡγούμενος: ἐντεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν, καὶ ἀλλήλους
                                διέβαλον, ὡς οὐχ ὑγιῶς περὶ Θεοῦ φρονοῖεν: καὶ γὰρ καὶ πρὶν ἐν
                                ὑπονοίᾳ ἑκάτερος ἦν, ὁ μὲν τὰ Ἀρείου δογματίζων: </p></div><div type="textpart" subtype="section" n="3"><p>Κύριλλος δὲ, τοῖς ὁμοιοούσιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγουμένοις
                                ἑπόμενος. Οὕτω δὲ ἔχων γνώμης Ἀκάκιος, σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν
                                ἐπισκόποις τοῦ ἔθνους, φθάνει καθελὼν Κύριλλον ἐπὶ προφάσει <pb n="413"/> τοιᾷδε, λιμοῦ καταλαβόντος τὴν Ἱεροσολύμων χώραν, ὡς
                                εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομένων πλῆθος, τῆς ἀναγκαίας τροφῆς
                                ἀπορούμενον, ἐπειδὴ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κειμήλια καὶ
                                ἱερὰ παραπετάσματα ἀπέδοτο.</p></div><div type="textpart" subtype="section" n="4"><p> Ἐκ τούτων δὲ λόγος, τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν
                                ἐπὶ θυμέλης ἠμφιεσμένην: πολυπραγμονῆσαι τε ὅθεν ἔχοι, καὶ εὑρεῖν
                                ἔμπορον αὐτῇ ἀποδόμενον: τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον: αἰτίαν δὲ
                                ταύτην προϊσχόμενον, καθελεῖν αὐτὸν Ἀκάκιον. Καὶ τὰ μὲν, ὡς
                                ἐπυθόμην, ὧδε ἔχει: τοὺς δὲ δηλωθέντας, ὡς εἴρηται, καθαιρεθέντας
                                ἐξήλασαν οἱ ἀμφὶ Ἀκάκιον τῆς Κωνσταντινουπόλεως. </p></div><div type="textpart" subtype="section" n="5"><p> Τοὺς δὲ σὺν αὐτοῖς, οἳ ταῖς καθαιρέσεσιν πογράφειν οὐκ ἠνείχοντο,
                                δέκα τὸν ἀριθμὸν ὄντας, καθ̓ ἑαυτοὺς εἶναι τέως παρεκελεύσαντο, καὶ
                                μήτε λειτουργεῖν, μήτε τὰς ἐκκλησίας διοικεῖν, <milestone unit="altedition" n="172"/>ἄχρις ἂν ταύταις ὑπογράψωσιν. Εἰ δὲ
                                μὴ μεταμεληθεῖεν ἐντὸς μηνῶν ἓξ, καὶ πᾶσι τοῖς δόξασι καὶ
                                πεπραγμένοις ἐν τῇ συνόδῳ <pb n="414"/> ταύτῃ συναινέσωσι, καὶ
                                αὐτοὺς καθαιρεῖσθαι: τοὺς δὲ κατ̓ ἔθνος ἐπισκόπους συνϊόντας, </p></div><div type="textpart" subtype="section" n="6"><p>ἀντὶ αὐτῶν χειροτονεῖν ἑτέρους, Ἐπεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο καὶ
                                εἰς ἔργον ἷκτο, γράφουσι τοῖς πανταχοῦ ἐπισκόποις καὶ κληρικοῖς,
                                τάδε φυλάττειν καὶ ἐπιτελεῖν: ἐκ τούτου τε, οὐ πολλῷ ὕστερον
                                ἀντικαθίστανται πρὸς τῶν ἀμφὶ τὸν Εὐδόξιον, ἄλλος ἄλλῳ: Μακεδονίῳ τε
                                αὐτὸς Εὐδόξιος, καὶ Βασιλείῳ Ἀθανάσιος: καὶ Ἐλευσίῳ Εὐνόμιος, ὃς
                                ἀρχηγὸς μετὰ ταῦτα ἐγένετο τῆς ἀπ̓ αὐτοῦ καλουμένης αἱρέσεως: ἀντὶ
                                δὲ Εὐσταθίου, Μελέτιος τὴν ἐν Σεβαστείᾳ ἐκκλησίαν ἐπετράπη. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>