<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:3.8.1-3.8.8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:3.8.1-3.8.8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="1"><p> Ἀθανάσιος δὲ φεύγων ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀφίκετο. Κατ̓ αὐτὸ
                                δὲ συνέβη καὶ Παῦλον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον συνδραμεῖν,
                                καὶ Μάρκελλον τὸν Ἀγκύρας, καὶ Ἀσκληπᾶν τὸν Γάζης, ὃς ἐναντίος ὢν
                                τοῖς Ἀρείου, γραφὴν ὑπομείνας πρὸς <pb n="247"/> ἑτεροδόξων τινῶν ὡς
                                θυσιαστήριον ἀνατρέψας, καθῃρέθη. Ἀλλ̓ ἀντὶ τούτου μὲν ἐπιτρέπεται
                                τὴν Γαζαίων ἐκκλησίαν Κυντιανός. Καὶ Λούκιος δὲ ὁ Ἁδριανουπόλεως
                                ἐπίσκοπος, ἐπ̓ ἄλλῳ κατηγορηθεὶς, </p></div><div type="textpart" subtype="section" n="2"><p>καὶ τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας ἀφαιρεθεὶς, ἐν Ῥώμῃ διῆγε. Μαθὼν δὲ ὁ
                                Ῥωμαίων ἐπίσκοπος τὰ ἑκάστου ἐγκλήματα, ἐπειδὴ πάντας ὁμονοοῦντας
                                εὗρε περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, ὡς ὁμοδόξους αὐτοὺς εἰς
                                κοινωνίαν προσήκατο. Οἷα δὲ τῆς πάντων κηδεμονίας αὐτῷ προσηκούσης
                                διὰ τὴν ἀξίαν τοῦ θρόνου,</p></div><div type="textpart" subtype="section" n="3"><p> ἑκάστῳ τὴν ἰδίαν ἐκκλησίαν ἀπέδωκε. Καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις
                                ἔγραψε, μεμφόμενος ὡς οὐκ ὀρθῶς βουλευσαμένοις περὶ τοὺς ἄνδρας, καὶ
                                τὰς ἐκκλησίας ταράττουσι, τῷ μὴ ἐμμένειν τοῖς ἐν Νικαίᾳ δόξασιν.
                                    <milestone unit="altedition" n="103"/>Ὀλίγους δὲ ἐκ πάντων εἰς
                                ῥητὴν ἡμέραν παρεῖναι ἐκέλευσε, διελέγξοντας δικαίαν ἐπ̓ αὐτοῖς
                                ἐνηνοχέναι τὴν ψῆφον: ἢ τοῦ λοιποῦ οὐκ ἀνέξεσθαι ἠπείλησεν, εἰ μὴ
                                παύσοιντο νεωτερίζοντες. Καὶ ὁ μὲν τάδε ἔγραψεν.</p></div><div type="textpart" subtype="section" n="4"><p> Οἱ δὲ ἀμφὶ τὸν Ἀθανάσιον καὶ Παῦλον, ἕκαστος τὸν ἑαυτοῦ κατείληφε
                                θρόνον, καὶ τὰς Ἰουλίου <pb n="248"/> ἐπιστολὰς διεπέμψαντο τοῖς ἀνὰ
                                τὴν ἕω ἐπισκόποις. Οἱ δὲ ἐπὶ ταύταις χαλεπῶς ἤνεγκαν: καὶ
                                συλλεγέντες ἐν Ἀντιοχείᾳ, ἀντέγραψαν Ἰουλίῳ κεκαλλιεπημένην τινὰ,
                                καὶ δικανικῶς συντεταγμένην ἐπιστολὴν, εἰρωνείας τε πολλῆς ἀνάπλεων,
                                καὶ ἀπειλῆς οὐκ ἀμοιροῦσαν δεινοτάτης.</p></div><div type="textpart" subtype="section" n="5"><p> Φέρειν μὲν γὰρ πᾶσι φιλοτιμίαν τὴν Ῥωμαίων ἐκκλησίαν ἐν τοῖς
                                γράμμασιν ὡμολόγουν, ὡς ἀποστόλων φροντιστήριον καὶ εὐσεβείας
                                μητρόπολιν ἐξ ἀρχῆς γεγενημένην: εἰ καὶ ἐκ τῆς ἕω ἐνεδήμησαν αὐτῇ οἱ
                                τοῦ δόγματος εἰσηγηταί. Οὐ παρὰ τοῦτο δὲ τὰ δευτερεῖα φέρειν ἠξίουν,
                                ὅτι μὴ μεγέθει ἢ πλήθει ἐκκλησίας πλεονεκτοῦσιν, ὡς ἀρετῇ καὶ
                                προαιρέσει νικῶντες.</p></div><div type="textpart" subtype="section" n="6"><p> Εἰς ἐγκλήματα δὲ προφέροντες Ἰουλίῳ τὸ κοινωνῆσαι τοῖς ἀμφὶ τὸν
                                Ἀθανάσιον, ἐχαλέπαινον ὡς ὑβρισμένης αὐτῶν τῆς συνόδου, καὶ τῆς
                                ἀποφάσεως ἀναιρεθείσης: καὶ τὸ γενόμενον ὡς ἄδικον καὶ
                                ἐκκλησιαστικοῦ θεσμοῦ ἀπᾴδον διέβαλλον. </p></div><div type="textpart" subtype="section" n="7"><p> Ἐπὶ τούτοις δὲ ὡδέπως μεμψάμενοι, καὶ δεινὰ πεπονθέναι μαρτυράμενοι,
                                δεχομένῳ μὲν Ἰουλίῳ τὴν <pb n="249"/> καθαίρεσιν τῶν πρὸς αὐτῶν
                                ἐληλαμένων, καὶ τὴν κατάστασιν τῶν ἀντ̓ αὐτῶν χειροτονηθέντων,
                                εἰρήνην καὶ κοινωνίαν ἐπηγγέλλοντο: ἀνθισταμένῳ δὲ τοῖς δεδογμένοις,
                                τἀναντία προηγόρευσαν: ἐπεὶ καὶ τοὺς πρὸ αὐτῶν ἀνὰ τὴν ἕω ἱερέας
                                οὐδὲν ἀντειπεῖν ἰσχυρίζοντο, ἡνίκα Ναυατιανὸς τῆς Ῥωμαίων ἐκκλησίας
                                ἠλάθη.</p></div><div type="textpart" subtype="section" n="8"><p> Περὶ δὲ τῶν πεπραγμένων παρὰ τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν,
                                οὐδὲν αὐτῷ ἀντέγραψαν, πολλὰς μὲν αἰτίας ἔχειν εἰς παραίτησιν
                                ἀναγκαίαν τῶν γεγενημένων δηλώσαντες: ἀπολογεῖσθαι δὲ νῦν ὑπὲρ
                                τούτων περιττὸν εἰπόντες, ὡς ἅπαξ ὁμοῦ ἐπὶ πᾶσιν ἀδικεῖν
                                ὑπονοηθέντες. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>