<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="3"><p>—Ἀδύνατά μοι λέγεις, ὦ πάτερ, καὶ βεβιασμένα. ὅθεν πρὸς ταῦτα ὀρθῶς ἀντειπεῖν ἔχω <q>⟨ἆρ᾽⟩ ἀλλότριος [υἱὸς] πέφυκα τοῦ πατρικοῦ γένους;</q> μὴ φθόνει μοι, πάτερ· γνήσιος υἱός εἰμί· διάφρασόν μοι τῆς παλιγγενεσίας τὸν τρόπον.—Τί εἴπω, ὦ τέκνον; ⟨⟨τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται, οὐδὲ τῷ πλαστῷ τούτῳ ⎡στοιχείῳ⎤, δι᾽ οὗ ⟨σὺ ὁρᾷς⟩, ἐστιν ἰδεῖν.⟩⟩ οὐκ ἔχω λέγειν πλὴν τοῦτο· ὁρῶ[ν] τι⟨ν᾽⟩ ἐν ἐμοὶ ἄπλαστον ἰΔέαν γεγενημένην ἐξ ἐλέου θεοῦ, καὶ ἐμαυτὸν ⟨δι⟩εξελήλυθα εἰς ἀθάνατον σῶμα· καί εἰμι νῦν οὐχ ὁ πρίν, ἀλλ᾽ ⟨ἀν⟩εγεννήθην ἐν νῷ, [[τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται οὐδὲ τῷ πλαστῷ τούτῳ στοιχείῳ δι᾽ οὗ ἐστιν ἰδεῖν]] καὶ διαλέλΥταί μοι τὸ πρῶτον [σύνθετον] εἶδος. οὐκάτι κεχρω⟨μάτ⟩ισμαι καὶ ἁφὴν ἔχω καὶ μέτρον, ἀλλότριος δὲ τούτων εἰμὶ νῦν, [ὁρᾷς με ὦ τέκνον ὀφθαλμοῖς] ⟨καὶ πάντων⟩ ὅϲα [δὲ] κατανοεῖς ἀτενίζων σωματικ῀ιΗ ὁράσει. οὐκ ὀφθαλμοῖς τ⟨οι⟩ούτοις θεωροῦμαι νῦν, ὦ τέκνον. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>