<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="2"><p>—Ὦ τέκνον, σοφία ⟨ἡ⟩ ΜΉΤρα, ἐν σιγῇ ⟨κύουσα⟩, καὶ ἡ σπορὰ τὸ ἀληθινὸν ἀγαθόν.—Τίνος σπείραντος, ὦ πάτερ; τὸ γὰρ σύνολον ἀπορῶ.—Τοῦ θελήματος τοῦ θεοῦ, ὦ τέκνον.—⟨⟨Λέγε μοι καὶ τοῦτο· τίς ἐστι τελεσιουργὸς τῆς παλιγγενεσίας;—[ ὁ τοῦ] Θεοῦ παῖς ἄνθρωπος εἷς, θελήματι θεοῦ⟩⟩ ⟨ὑπουργῶν⟩.—Καὶ 
<pb facs="ScottHermeticaVolOne_0243"/> ποταπὸς ὁ γεννώμενος, ὦ πάτερ; [[ἄμοιρος γὰρ τῆς ἐν ἐμοὶ οὐσίας καὶ τῆς νοητῆς]]—Ἄλλος [ἔσται] ὁ γεννώμενος, θεοῦ θεὸς παῖς, τὸ πᾶν, ἐν παντί· ⟨⟨ἄμοιρος γάρ ⟨ἐστι⟩ τῆς ⎡ἐν ἐμοὶ⎤ οὐσίας, καὶ τῆς νοητῆς⟩⟩ ⟨μοῖραν ἔχει⟩, ἐκ πασῶν δυνάμεων συνεστώς.—Αἴνιγμα μοι λέγεις, ὦ πάτερ, καὶ οὐχ ὡς πατὴρ υἱῷ διαλέγῃ.—Τοῦτο τὸ γένος, ὦ τέκνον, οὐ διδάσκεται, ἀλλ᾽ [[ὅταν θέλῃ]] ὑπὸ τοῦ θεοῦ, ⟨⟨ὅταν θέλῃ,⟩⟩ ἀναμιμνήσκεται. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>