<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:13b-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1:13b-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="13b"><p rend="indent">[[διὰ τὸν λόγον τοῦτον τὸν περὶ τῆς παλιγγενεσίας εἰς ὃν ὑπεμνηματισάμην, ἵνα μὴ ὦμεν διάβολοι τοῦ παντὸς εἰς τοὺς πολλούς, εἰς οὓς ὁ θεὸς αὐτὸς θέλει.]] </p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent">Εἰπέ μοι, ὦ πάτερ, τὸ σῶμα τοῦτο τὸ ἐκ δυνάμεων συνεστὸς λύσιν ἕζει ποτέ; —Εὐφήμησον, καὶ μὴ ἀδύνατα φθέγγου, ἐπεὶ [ἁμαρτήσεις καὶ] ἀσεβή⟨σεις. μὴ ἐσβέσ⟩θη [σεται] σου ὁ ὀφθαλμὸς τοῦ νοῦ; τὸ αἰσθητὸν τῆς φύσεως σῶμα πόρρωθέν ἐστι [τῆς] ⟨τοῦ⟩ οὐσιώδους [γενέσεως]· τὸ μὲν γάρ ἐστι διαλυτόν, τὸ δὲ ἀδιάλυτον, καὶ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. ἀγνοεῖς ὅτι θεὸς πέφυκας καὶ τοῦ ἑνὸς παῖς, ὃ κάγώ;—</p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent">Ἐβουλόμην, ὦ πάτερ, τὴν διὰ τοῦ ὕμνου εὐλογίαν ⟨μαθεῖν⟩, ἥν, ⟨⟨καθὼς⟩⟩ ἔφης, ἐπὶ τὴν ὀγδοάδα γενομένου ϲου ἀκούσ⟨εσθ⟩αί ⟨σε⟩ τῶν δυνάμεων [[καθὼς]] [ὀγδοάδα] ὁ Ποιμάνδρης ἐθέσπισε.—⟨Ὦ⟩ τέκνον, καλῶς σπεύδεις· ⟨⟨κεκάθαρϲαι γάρ,⟩⟩ λυσάΜ⟨ενος⟩ τὸ σκῆνος [[κεκαθαρμένος γάρ.]] ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς, πλέον μοι τῶν ἐγγεγραμμένων οὐ παρέδωκεν, εἰδὼς ὅτι ἀπ᾽ ἐμαυτοῦ δυνήσομαι πάντα νοεῖν, καὶ ἀκούειν ὧν βούλομαι, καὶ ὁρᾶν τὰ πάντα· καὶ ἐπέτρεψέ μοι ἐκεῖνος ⎡ποιεῖν τὰ καλά.⎤ διὸ [κ] αἱ ἐν πᾶσι[ν αἱ] δυνάμεις καὶ ἐν ἐμοὶ ᾄδουσι.—Θέλω, πάτερ, ἀκοῦσαι ⟨⟨ταῦτα⟩⟩, καὶ βούλομαι [[ταῦτα]] νοῆσαι. </p></div><div type="textpart" subtype="section" n="16"><p>—Ἡσύχασον, ὦ τέκνον, καὶ τῆς ἁρμοζούσης ⟨⟨τ῀ιΗ παλιγγενεσίᾳ⟩⟩ νῦν ἄκουε εὐλογίας τὸν 
<pb facs="ScottHermeticaVolOne_0253"/> ὕμνον [[τῆς παλιγγενεσίας]], ὃν οὐκ ἔκρινα οὕτως εὐκόλως ἐκφάναι ⟨⟨σοι⟩⟩ [[εἰ μὴ [[σοι]] ἐπὶ τέλει τοῦ παντός]].</p><p rend="indent">[ὅθεν τοῦτο οὐ διδάσκεται, ⟨⟨εἰ μὴ ἐπὶ τέλει τοῦ παντός,⟩⟩ ἀλλὰ κρύπτεται ἐν σιγῇ.] [οὕτως οὖν, [ὦ τέκνον,] στὰς ἐν ὑπαίθρῳ τόπῳ, νότῳ ἀνέμῳ ἀποβλέπων, περὶ καταφορὰν ἡλίου [δύνοντος] προσκύνει· ὁμοίως ⟨δὲ⟩ καὶ ἀνιόντος πρὸς ἀπηλιώτην.] [ἡσύχασον, ὦ τέκνον.] </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>