<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:22a-22b</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1:22a-22b</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="22a"><p rend="merge">διό, ὦ τέκνον, εὐχαριστοῦντα τῷ θεῷ δεῖ εὔχεσθαι καλοῦ τοῦ νοῦ τυχεῖν.</p><p rend="indent">εἰς μὲν οὖν τὸ κρεῖττον ψυχὴ μεταβαίνει· εἰς δὲ τὸ ἔλαττον ἀδύανατον.</p></div><div type="textpart" subtype="section" n="22b"><p rend="indent">κοινωνία δέ ἐστι ψυχῶν· καὶ κοινωνοῦσι⟨ν⟩ ⟨⟨αἱ⟩⟩ μὲν [[αἱ]] τῶν θεῶν ταῖς τῶν ἀνθρώπων, αἱ δὲ τῶν ἀνθρῶπων ταῖς τῶν ἀλόγων. ἐπιμελοῦνται δὲ οἱ κρείττονες τῶν ἐλαττόνων, θεοὶ μὲν ἀνθρώπων, ἄνθρωποι δὲ τῶν ἀλόγων [ζῴων], ὁ δὲ θεὸς πάντων· πάντων γὰρ οὗτος κρείττων [καὶ πάντα αὐτοῦ ἐλάττονα]. ὁ μὲν οὖν κόσμος ὑπόκειται τῷ θεῷ, ὁ δὲ ἄνθραωπος τῷ κόσμῳ, τὰ δὲ ἄλογα τῷ ἀνθρώπῳ· ὁ δὲ θεὸς ὑπὲρ πάντα καὶ περὶ πάντα. καὶ τοῦ μὲν θεοῦ καθάπερ ἀκτῖνες αἱ ἐνέργειαι· τοῦ δὲ κόσμου [ἀκτῖνες] αἱ φύσεις· τοῦ δὲ ἀνθράπον, αἱ τέχναι καὶ ἐπιστῆμαι. καὶ αἱ μὲν ἐνέργειαι, διὰ τοῦ κόσμου ἐνεργοῦσ⟨α⟩ι, καὶ ἐπὶ τὸν ἄνθρωπον ⟨διήκουσι⟩ διὰ τῶν τοῦ κόσμου φυσικῶν ἀκτίνων· αἱ δὲ φύσεις διὰ τῶν στοιχείων. [οἱ δὲ ἄνθρωποι διὰ τῶν τεχνῶν καὶ ἐπιστημῶν.]</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>