<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="21">καὶ σὲ δʼ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,</l><l n="22">σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴν</l><l n="23">ἔμμεναι· ἀλλʼ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.</l></p><p><l n="24">Τὸν δʼ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·</l><l n="25">τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δʼ ἐν ἅπασιν </l><l n="26">ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.</l><l n="27">Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος</l><l n="28">Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ</l><l n="29">Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.</l><l n="30">γείνατο δʼ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς, </l><l n="31">σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.</l><l n="32">πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;</l><l n="33">σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε</l><l n="34">ὅσσα παρʼ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθει</l><l n="35">ἄρτος τρισκοπάνιστος ἀπʼ εὐκύκλου κανέοιο, </l><l n="36">οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,</l><l n="37">οὐ τόμος ἐκ πτέρνης, οὐχ ἥπατα λευκοχίτωνα,</l><l n="38">οὐ τυρὸς νεόπηκτος ἀπὸ γλυκεροῖο γάλακτος,</l><l n="39">οὐ χρηστὸν μελίτωμα, τὸ καὶ μάκαρες ποθέουσιν,</l><l n="40">οὐδʼ ὅσα πρὸς θοίνας μερόπων τεύχουσι μάγειροι, </l></p></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>