<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="1">Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος</l><l n="2">ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ᾿ ἀοιδῆς,</l><l n="3">ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,</l><l n="4">δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,</l><l n="5">εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι </l><l n="6">πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,</l><l n="7">γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,</l><l n="8">ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δʼ ἔχεν ἀρχήν.</l></p><p><l n="9">Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,</l><l n="10">πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον, </l><l n="11">ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε</l><l n="12">λιμνόχαρις πολύφημος, ἔπος δʼ ἐφθέγξατο τοῖον·</l></p><p><l n="13">Ξεῖνε τίς εἶ; πόθεν ἦλθες ἐπʼ ἠϊόνας; τίς ὁ φύσας;</l><l n="14">πάντα δʼ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.</l><l n="15">εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω· </l><l n="16">δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.</l><l n="17">εἰμὶ δʼ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην</l><l n="18">τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·</l><note type="footnote">Titulus: Ὁμήρου βατραχομυομαχία vulg.: μυοβατραχομαχία P9: βατρα-
χομαχία O²: ἀρχὴ τῆς μυοβατραχομαχίας· αὕτη δέ ἐστιτίγρητος τοῦ καρός
U² V1 : ὁμήρου βατραχομυομαχίᾳ, ἐν δέ τισι τίγρητος τοῦ καρός S1 U³
V12 (γρητὸς) 1-8 litt. uncialibus scr. O² 1 πρώτης σελίδος O²:
πρῶτον μουσῶν cet. (πρώτως k: πρῶτος P8, S2 ss.) 5 πάντα O2
6 ἀριστήσαντες A10 B1: ἀριστεύσοντες A8 P1 P4 V3: -εύοντες k- ἔτευξαν
P8, γρ. 8 λόγος] ἔπος fg ἔχον lB1 L2 R1 ἀρχή P9
10 λίχνον O2: πίνων 1- L1 L2 L8 S2: ἁπαλὸν cet. παρέθηκε 1 L2 L8 O2 S2;
προσέθηκε cet. 12 πολύφωνος 1 A10 B1 L1 P4 U3 τ᾿ ἔφατʼ
ἔκ τʼ ὀνόμαζε b c f al. 13 ἠιόνας 1L8 O2 (ἠῶνας ex ἰ) S2: ἠόνα
vulg. τίς ὁ φ. A8 O2: τίς δὲ vel τίς δέ σʼ cet. 18 ἐν βατράχοις
1:1 (ἐν βατράχων L3L4</note><pb n="169"/><l n="19">καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃ</l><l n="20">μιχθεὶς ἐν φιλότητι παρʼ ὄχθας Ἠριδανοῖο. </l></p></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>