<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0551.tlg017.perseus-grc2:5.10.92-5.11.97</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0551.tlg017.perseus-grc2:5.10.92-5.11.97</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0551.tlg017.perseus-grc2" xml:lang="grc"><div n="5" type="textpart" subtype="book"><div n="10" type="textpart" subtype="chapter"><div n="92" type="textpart" subtype="section"><p>Καίσαρι δὲ οὐδʼ ἐς ἥμισυ τῶν νεῶν περιεσώθη, καὶ τοῦτο σφόδρα πεπονηκός. καταλιπὼν δʼ ὅμως αὐτοῦ τινας ἐπιμελεῖσθαι, ἐπὶ Καμπανίαν ᾔει δυσφορῶν· οὔτε γὰρ ἄλλας ναῦς εἶχεν, δεόμενος πολλῶν, οὔτε χρόνον ἐς ναυπηγίαν, ἐπειγόμενος ὑπὸ τοῦ λιμοῦ καὶ τοῦ δήμου περὶ συμβάσεων αὖθις ἐνοχλήσαντος καὶ τὸν πόλεμον ἐπιτωθάσαντος ως παράσπονδον. χρημάτων τʼ ἔχρῃζε καὶ ἠπόρει, Ῥωμαίων οὔτε εἰσφερόντων οὔτε τοὺς πόρους ἐώντων, οὓς ἐπινοήσειε. δεινὸς δὲ ὢν ἀεὶ τὸ συμφέρον συνιδεῖν ἔπεμπε Μαικήναν ἐς Ἀντώνιον, μεταδιδάξοντα περὶ ὧν ἔναγχος ἐπεμέμφοντο ἀλλήλοις, καὶ ἐς συμμαχίαν ὑπαξόμενον. εἰ δὲ μὴ πείσειεν, ἐπενόει τοὺς ὁπλίτας ὁλκάσιν ἐπιβήσας ἐς Σικελίαν περαιοῦν καὶ τὴν θάλασσαν μεθεὶς κατὰ γῆν πόλεμον συνίστασθαι. οὕτω δʼ ἀθύμως ἔχοντι αὐτῷ ἀγγέλλεται ὁ Ἀντώνιος συνθέμενος συμμαχήσειν καὶ νίκη κατὰ Κελτῶν τῶν Ἀκυιτανῶν ἐπιφανής, ἣν Ἀγρίππας ἄγων ἐφάνη. οἵ τε φίλοι καὶ τῶν πόλεών τινες αὐτῷ ναῦς ὑπισχνοῦντο καὶ ἐποίουν.</p></div><div n="93" type="textpart" subtype="section"><p>ὁ μὲν δὴ καὶ τῆς λύπης ἀνίη καὶ λαμπροτέραν τῆς προτέρας παρασκευῆς συνεπήγνυτο· ἀρχομένου δʼ ἦρος ὁ μὲν Ἀντώνιος ἐξ Ἀθηνῶν ἐς Τάραντα διέπλει ναυσὶ τριακοσίαις, τῷ Καίσαρι συμμαχήσων, ὡς ὑπέσχητο, ὁ δʼ ἐνήλλακτο τὴν γνώμην καὶ ἐς τὰς ἔτι γινομένας αὑτῷ ναῦς ἀνεβάλλετο. καλούμενος δὲ αὖθις ὡς ἐπὶ ἕτοιμα καὶ ἀρκοῦντα τὰ Ἀντωνίου, ἑτέρας ἀσχολίας προύφερε καὶ δῆλος ἦν ἢ αὖθις ἐπιμεμφόμενός τι τῷ Ἀντωνίῳ ἢ τῆς συμμαχίας διὰ τὴν εὐπορίαν τὴν οἰκείαν ὑπερορῶν. χαλεπαίνων δʼ ὁ Ἀντώνιος ἐπέμενεν ὅμως καὶ αὖθις αὐτὸν ἐκάλει· τῇ τε γὰρ χορηγίᾳ τοῦ ναυτικοῦ κάμνων καὶ στρατοῦ χρῄζων ἐπὶ Παρθυαίους Ἰταλοῦ, Καίσαρι τὰς ναῦς ἐπενόει διαλλάξαι, εἰρημένον μὲν ἐν ταῖς συνθήκαις ἑκάτερον ξενολογεῖν ἐκ τῆς Ἰταλίας, δυσχερὲς δʼ ἐσόμενον αὐτῷ Καίσαρος τὴν Ἰταλίαν εἰληχότος. Ὀκταουία οὖν ἐχώρει πρὸς Καίσαρα διαιτήσουσα αὐτοῖς. καὶ ὁ μὲν ἐγκαταλελεῖφθαι τοῖς κινδύνοις ἔλεγε τοῖς ἐν πορθμῷ καταλαβοῦσιν, ἡ δὲ ἐκλελύσθαι τοῦτο διὰ Μαικήνα. ὁ δὲ τὸν Ἀντώνιον ἔφη καὶ Καλλίαν ἀπελεύθερον ἐς Λέπιδον ἐκπέμψαι, συντιθέμενον τῷ Λεπίδῳ κατὰ Καίσαρος, ἡ δὲ συνειδέναι Καλλίαν περὶ γάμων ἀπεσταλμένον· βουληθῆναι γὰρ Ἀντώνιον πρὸ τῶν Παρθυικῶν ἐκδεδόσθαι τὴν θυγατέρα τῷ παιδὶ Λεπίδου, καθάπερ ὡμολόγητο. καὶ τάδε μὲν ἡ Ὀκταουία, Ἀντώνιος δὲ καὶ τὸν Καλλίαν ἔπεμπεν, ἐς βάσανον τῷ Καίσαρι διδούς· ὁ δὲ οὐκ ἐδέξατο μέν, ἀφίξεσθαι δὲ ἔφη καὶ συμμίξειν Ἀντωνίῳ μεταξὺ Μεταποντίου καὶ Τάραντος, μέσον ἔχων ποταμὸν τὸν ἐπώνυμον.
</p></div><div n="94" type="textpart" subtype="section"><p>κατὰ δαίμονα δʼ ἀμφοτέρων προσιόντων τῷ ῥεύματι, Ἀντώνιος ἐκ τῆς ἀπήνης καταθορὼν ἔς τι τῶν παρορμούντων σκαφῶν ἐσήλατο μόνος καὶ ἐπέρα πρὸς τὸν Καίσαρα, πιστεύον ὡς φίλῳ. καὶ ὁ Καῖσαρ ἰδὼν ἀντεμιμεῖτο, καὶ ξυμβάλλουσιν ἀλλήλοις κατὰ τὸ ῥεῦμα καὶ διήριζον, ἑκάτερος ἐκβῆναι βουλόμενος ἐς τὴν ὄχθην τοῦ ἑτέρου. ἐνίκα δὲ ὁ Καῖσαρ, ὡς καὶ πρὸς τὴν Ὀκταουίαν ἥξων ἐς Τάραντα, ἐπί τε τῆς ἀπήνης Ἀντωνίου συνήδρευεν αὐτῷ καὶ ἐν Τάραντι ἐς τὴν καταγωγὴν αὐτοῦ παρῆλθέ τε ἀφύλακτος καὶ τὴν νύκτα ὁμοίως ἀνεπαύετο χωρὶς δορυφόρων παρʼ αὐτῷ. τὰ δʼ ὅμοια καὶ παρʼ Ἀντωνίου τῆς ἐπιούσης ἐπεδείκνυτο. οὕτως αὐτοῖς ἦν συνεχὴς ἡ μεταβολή, πρός τε τὰς ὑπονοίας διὰ φιλαρχίαν καὶ ἐς τὰς πίστεις ὑπὸ χρείας.
</p></div><div n="95" type="textpart" subtype="section"><p>τὸν μὲν οὖν ἐπίπλουν τὸν ἐπὶ Πομπήιον ὁ Καῖσαρ ἐς νέωτα ἀνεβάλλετο· ὁ δʼ Ἀντώνιος ἐπιμένειν διὰ Παρθυαίους οὐ δυνάμενος, ἀντέδοσαν ὅμως ἀλλήλοις, Καίσαρι μὲν ὁ Ἀντώνιος ναῦς ἑκατὸν εἴκοσιν, ἃς αὐτίκα πέμψας εἰς Τάραντα παρέδωκεν, Ἀντωνίῳ δὲ ὁ Καῖσαρ δισμυρίους Ἰταλοὺς ὁπλίτας, οὓς ἐπιπέμψειν ὑπισχνεῖτο· ἐδωρήσατο δὲ καὶ Ὀκταουία τὸν ἀδελφόν, αἰτήσασα παρʼ Ἀντωνίου, δέκα φασήλοις τριηριτικοῖς, ἐπιμίκτοις ἔκ τε φορτίδων νεῶν καὶ μακρῶν, καὶ τὴν Ὀκταουίαν ὁ Καῖσαρ χιλίοις λογάσι σωματοφύλαξιν, οὓς ἐπιλέξαιτο Ἀντώνιος. ἐπεὶ δὲ ὁ χρόνος αὐτοῖς ἔληγε τῆς ἀρχῆς, ἣ τοῖς τρισὶν ἐψήφιστο ἀνδράσιν, ἑτέραν ἑαυτοῖς ὥριζον πενταετίαν, οὐδὲν ἔτι τοῦ δήμου δεηθέντες. οὕτω μὲν οὖν διεκρίθησαν ἀπʼ ἀλλήλων, καὶ ὁ Ἀντώνιος εὐθὺς ἐς τὴν Συρίαν ἠπείγετο, τὴν Ὀκταουίαν παρὰ τῷ ἀδελφῷ καταλιπὼν μετὰ θυγατρὸς ἤδη γενομένης αὐτοῖς.
</p></div><div n="96" type="textpart" subtype="section"><p>Μηνόδωρος δέ, εἴτε τις ὢν φύσει παλιμπροδότης εἴτε δείσας τήν ποτε ἀπειλὴν Ἀντωνίου, ἀπάξειν αὐτὸν εἰπόντος ὡς ἀνδράποδον πολεμοποιόν, εἴτε ἐλασσόνων ἀξιοῦσθαι νομίζων παρʼ ἃ προσεδόκησεν, εἴτε τῶν ἄλλων αὐτὸν ἐξελευθέρων τοῦ Πομπηίου συνεχῶς ὀνειδιζόντων ἐς ἀπιστίαν δεσπότου καὶ παρακαλούντων ἐπανελθεῖν Μενεκράτους ἀποθανόντος, πίστιν αἰτήσας καὶ λαβὼν ηὐτομόλησε πρὸς Πομπήιον σὺν ἑπτὰ ναυσί, Καλουίσιον τὸν ναύαρχον τοῦ Καίσαρος διαλαθών. ἐφʼ ᾧ τὸν Καλουίσιον ὁ Καῖσαρ ἀπέλυσε τῆς ναυαρχίας καὶ ἀντικατέστησεν Ἀγρίππαν.</p><p>ἐπεὶ δʼ ἕτοιμος ἦν ὁ στόλος, ἐκάθαιρεν αὐτὸν ὁ Καῖσαρ ὧδε. οἱ μὲν βωμοὶ ψαύουσι τῆς θαλάσσης, καὶ ἡ πληθὺς αὐτοὺς περιέστηκε κατὰ ναῦν μετὰ σιωπῆς βαθυτάτης· οἱ δὲ ἱερουργοὶ θύουσι μὲν ἑστῶτες ἐπὶ τῇ θαλάσσῃ καὶ τρὶς ἐπὶ σκαφῶν περιφέρουσιν ἀνὰ τὸν στόλον τὰ καθάρσια, συμπεριπλεόντων αὐτοῖς τῶν στρατηγῶν καὶ ἐπαρωμένων ἐς τάδε τὰ καθάρσια, ἀντὶ τοῦ στόλου, τὰ ἀπαίσια τραπῆναι. νείμαντες δὲ αὐτά, μέρος ἐς τὴν θάλασσαν ἀπορρίπτουσι καὶ μέρος ἐς τοὺς βωμοὺς ἐπιθέντες ἅπτουσι, καὶ ὁ λεὼς ἐπευφημεῖ. οὕτω μὲν Ῥωμαῖοι τὰ ναυτικὰ καθαίρουσιν.</p></div></div><div n="11" type="textpart" subtype="chapter"><div n="97" type="textpart" subtype="section"><p>ἔμελλε δʼ ὁ μὲν Καῖσαρ ἐκ Δικαιαρχείας, ὁ δὲ Λέπιδος ἐκ Λιβύης, Ταῦρος δʼ ἐκ Τάραντος ἐπιπλευσεῖσθαι τῇ Σικελίᾳ, ὡς ἂν αὐτὴν ἐξ ἠοῦς ὁμοῦ καὶ δύσεως καὶ μεσημβρίας περιλάβοιεν. καὶ τῆς ἀναγωγῆς τοῦ Καίσαρος ἡ ἡμέρα προείρητο πᾶσι, καὶ ἦν δεκάτη τροπῶν θερινῶν, ἥν τινα Ῥωμαῖοι νουμηνίαν ἔχουσι τοῦ μηνός, ὃν ἐπὶ τιμῇ τοῦ Καίσαρος τοῦ προτέρου Ἰούλιου ἀντὶ Κυιντιλίου καλοῦσι. τήνδε μὲν ὁ Καῖσαρ ὥρισε τὴν ἡμέραν, αἰσιούμενος ἴσως διὰ τὸν πατέρα νικηφόρον αἰεὶ γενόμενον· ὁ δὲ Πομπήιος Λεπίδῳ μὲν ἀντέταττε Πλένιον ἐι Λιλυβαίῳ, τέλος ὁπλιτῶν ἔχοντα καὶ ἄλλο πλῆθος ἐσκευασμένον κούφως, τὴν δὲ πρὸς ἕω καὶ δύσιν ἀκτὴν τῆς Σικελίας πᾶσαν ἐφρούρει, καὶ νήσους μάλιστα Λιπάραν τε καὶ Κοσσύραν, ἵνα μήτε Κοσσύρα Λεπίδῳ μήτε Λιπάρα Καίσαρι ἐνορμίσματα ἢ ναύσταθμα γένοιτο εὔκαιρα ἐπὶ τῇ Σικελίᾳ. τὸ δʼ ἄριστον τοῦ ναυτικοῦ ἐν Μεσσήνῃ συνεῖχεν ἐπεδρεῦον ὅπῃ δεήσειεν.
</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>