<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0551.tlg017.perseus-grc2:4.9.67-4.9.71</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0551.tlg017.perseus-grc2:4.9.67-4.9.71</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0551.tlg017.perseus-grc2" xml:lang="grc"><div n="4" type="textpart" subtype="book"><div n="9" type="textpart" subtype="chapter"><div n="67" type="textpart" subtype="section"><p>οἱ μὲν δὴ τὸν Ἀλέξανδρον ἐκ τούτων εἵλοντο σφίσι πρυτανεύειν, ἥπερ ἐστὶν ἀρχὴ παρʼ αὐτοῖς μάλιστα αὐτοκράτωρ, καὶ ναυαρχεῖν Μνασέαν,  ἔπεμπον δʼ ὅμως ἐς τὸν Κάσσιον ἔτι πρεσβευτὴν Ἀρχέλαον, ὃς ἐν Ῥόδῳ τὰ Ἑλληνικὰ διδάσκαλος γεγένητο τῷ Κασσίῳ, δεησόμενον ἤδη τόνδε τοῦ Κασσίου λιπαρέστερον· καὶ ἐδεῖτο, τῆς δεξιᾶς λαβόμενος, ὡς γνωρίμου.</p><p>“μὴ πόλιν ἀναστήσῃς Ἑλληνίδα φιλέλλην ἀνήρ, μὴ Ῥόδον φιλελεύθερος ἀνήρ· μηδὲ αἰσχύνῃς ἀξίωμα Δώριον, οὐχ ἡσσημένον, ἐξ οὗ γεγόναμεν, μηδὲ ἐκλάθῃ καλῆς ἱστορίας ἧς ἔμαθες ἐν Ῥόδῳ τε καὶ ἐν Ῥώμῃ, ἐν Ῥόδῳ μέν, ὅσα Ῥόδιοι κατὰ πόλεις καὶ πρὸς βασιλέας, ἄλλους τε καὶ τοὺς μάλιστα ἀμάχους δόξαντας εἶναι, Δημήτριον καὶ Μιθριδάτην, ὑπὲρ ἐλευθερίας ἔπραξαν, ὑπὲρ ἧς δὴ καὶ σὺ φῂς τάδε κάμνειν· ἐν Ῥώμῃ δέ, ὅσα ὑμῖν αὐτοῖς καθʼ ἑτέρων καὶ κατʼ Ἀντιόχου τοῦ μεγάλου συνεμαχήσαμεν, ὧν εἰσὶν ὑπὲρ ἡμῶν ἀνάγραπτοι στῆλαι παρʼ ὑμῖν.</p></div><div n="68" type="textpart" subtype="section"><p>τάδε μὲν δὴ καὶ γένους ἕνεκα καὶ ἀξιώσεως ἡμῶν καὶ τύχης ἐς τὸ νῦν ἀδουλώτου καὶ συμμαχίας καὶ προαιρέσεως ἐς ὑμᾶς, ὦ Ῥωμαῖοι, λελέχθω·  πρὸς σὲ δέ, ὦ Κάσσιε, καὶ αἰδώς τις ἔστιν ἐξαίρετος ἔς τε τὴν πόλιν καὶ τὴν ἐν αὐτῇ τροφήν τέ σου καὶ παίδευσιν καὶ διατριβὴν καὶ ἑστίαν, ἣν ᾤκησας, καὶ τοὐμὸν διδασκαλεῖον αὐτὸ καὶ ἐμέ, ἐλπίσαντα μὲν ἐς ἕτερα τούτοις ποτὲ ἐναβρυνεῖσθαι, νῦν δὲ ὑπὲρ τῆς πατρίδος αὐτὰ δαπανῶντα, ἵνα μηδʼ αὐτή σοι πολεμεῖν ἀναγκάζηται πεπαιδευμένῳ τε ὑφʼ αὑτῆς καὶ τεθραμμένῳ μηδὲ γένηται δυοῖν ὑπʼ ἀνάγκης θάτερον, ἢ Ῥοδίους ἀποθανεῖν πάντως ἢ Κάσσιον ἡσσᾶσθαι. συμβουλεύω δὲ ἐπὶ τῇ παρακλήσει, τοιῶνδέ σε ὑπὲρ τῆς Ῥωμαίων πολιτείας ἁπτόμενον ἔργων θεοὺς ἡγεμόνας αἰεὶ ποιεῖσθαι παντὸς ἔργου. θεοὺς δʼ ὠμόσατε, ὅτε ἡμῖν ἔναγχος διὰ Γαΐου Καίσαρος συνετίθεσθε καὶ σπονδὰς ἐπὶ τοῖς ὅρκοις ἐσπένδετε καὶ δεξιὰς ἐτίθεσθε, αἳ καὶ παρὰ πολεμίοις ἰσχύουσιν, οὐ παρὰ φίλοις καὶ τροφεῦσιν; φείδου δὲ ἐπὶ τοῖς θεοῖς καὶ δόξης τῆς κατὰ ἀνθρώπους· ὡς οὐδέν ἐστι συνθηκῶν παραβάσεως μᾶλλον, ὃ τοὺς ἁμαρτάνοντας ἀπίστους ἐς ἅπαντα ποιεῖ καὶ φίλοις καὶ πολεμίοις.
”</p></div><div n="69" type="textpart" subtype="section"><p>ταῦτʼ εἰπὼν ὁ πρεσβύτης οὐ μεθίετο τῆς χειρός, ἀλλʼ ἐπεδάκρυεν αὐτῇ, ὡς ἐρυθριᾶσαι μὲν ἐπὶ τῷ σχήματι τὸν Κάσσιον καὶ παθεῖν τι ὑπὸ αἰδοῦς, ὑφελόντα δὲ ὅμως εἰπεῖν·</p><p>“εἰ μὲν οὐ συνεβούλευσας Ῥοδίοις μὴ ἀδικεῖν με, σύ με ἠδίκεις· εἰ δὲ διδάσκων οὐκ ἔπεισας, ἀμυνῶ σοι. ἠδικούμην δὲ δή που σαφῶς τὸ μὲν πρῶτον ἀδίκημα συμμαχίαν αἰτῶν καὶ παρορώμενος ὑπὸ τῶν παιδευσάντων καὶ θρεψάντων, τὸ δὲ ἑξῆς προτιμώντων μου Δολοβέλλαν, ὃν οὐκ ἐπαίδευσαν οὐδὲ ἀνέθρεψαν, τὸ δὲ ἀνιαρότερον, ἐμοῦ μὲν καὶ Βρούτου καὶ ὅσων ὁρᾶτε ἀπὸ τῆς βουλῆς ἀρίστων ἀνδρῶν φευγόντων τυραννίδα καὶ τὴν πατρίδα ἐλευθερούντων, ὦ Ῥόδιοι φιλελεύθεροι, Δολοβέλλα δὲ αὐτὴν καταδουλοῦντος ἑτέροις, οἷς δὴ καὶ ὑμεῖς εὔνως ἔχοντες ὑποκρίνεσθε ἐξίστασθαι τοῖς ἐμφυλίοις ἡμῶν. ἔστι δὲ ἐμφύλια μέν, εἰ καὶ ἡμεῖς δυναστείας ὠρεγόμεθα, πόλεμος δὲ σαφὴς τὸ γιγνόμενόν ἐστι δημοκρατίας πρὸς μοναρχίαν. καὶ δημοκρατίαν ἀβοήθητον καταλείπετε οἱ παρακαλοῦντες ὑπὲρ αὐτονομίας· φιλίαν τε Ῥωμαίοις προφέροντες οὐκ ἐλεεῖτε ἀκρίτους ἐπὶ θανάτῳ καὶ δημεύσει προγραφομένους, ἀλλʼ ὑποκρίνεσθε πεύσεσθαι τῆς βουλῆς τῆς ταῦτα πασχούσης καὶ οὐδὲ ἀμύνειν ἑαυτῇ πω δυναμένης. ἡ δʼ ὑμῖν ἤδη προαπεκρίνατο, ἐν οἷς ἐψηφίσατο τοὺς ἀμφὶ τὴν ἕω πάντας ἀμύνειν ἐμοί τε καὶ Βρούτῳ.
</p></div><div n="70" type="textpart" subtype="section"><p>σὺ δέ, εἰ μέν ποτε ἡμῖν περικτωμένοις τι συνεπράξατε, ὧν εὐεργεσίας καὶ μισθοὺς ἀντικεκόμισθέ που, καταλογίζῃ, ὅτι δὲ ἡμῖν ἐς τὴν ἐλευθερίαν καὶ σωτηρίαν ἀδικουμένοις οὐ συμμαχεῖτε, ἐπιλανθάνῃ· οὓς εἰκὸς ἦν, εἰ καὶ μηδὲν ἡμῖν ἐς ἀλλήλους ὑπῆρχεν, ἀλλὰ νῦν ἄρχειν ἐθελοντὰς ὑπερμαχῆσαι τῆς Ῥωμαίων δημοκρατίας, Δωριέας ὄντας. οἳ δʼ ἀντὶ τοιούτων ἔργων καὶ λογισμῶν συνθήκας ἡμῖν προφέρετε, γενομένας μὲν ὑμῖν καὶ τάσδε πρὸς Γάιον Καίσαρα, τῆσδε τῆς μοναρχίας ἡγεμόνα· λέγουσι δʼ ὅμως αἱ συνθῆκαι Ῥωμαίους καὶ Ῥοδίους ἐν ταῖς χρείαις ἀλλήλοις ἀμύνειν. ἀμύνατε οὖν ἐς τὰ μέγιστα κινδυνεύουσι Ῥωμαίοις. Κάσσιος ὑμῖν ἐστιν ὁ τὰς συνθήκας τάσδε προφέρων καὶ ἐπὶ συμμαχίαν καλῶν, Ῥωμαῖος ἀνὴρ καὶ Ῥωμαίων στρατηγός, ὥς φησι τὸ ψήφισμα τῆς βουλῆς, ἐν ᾧ πάντας ὑπακούειν ἡμῖν ἔταξε τοὺς τοῦ Ἰονίου πέραν. τὰ δʼ αὐτὰ καὶ Βροῦτος ὑμῖν προτείνει ψηφίσματα καὶ Πομπήιος, τὴν θάλασσαν ὑπὸ τῆς βουλῆς ἐπιτετραμμένος, τὰς δʼ ἱκετείας ἐπὶ τοῖς ψηφίσμασι καὶ οἵδε πάντες, ὅσοι φεύγουσιν ἀπὸ τῆς βουλῆς, οἱ μὲν ἐς ἐμὲ καὶ Βροῦτον, οἱ δʼ ἐς Πομπήιον. ἔστι δὲ δή που τὸ συγκείμενον, Ῥωμαίοις Ῥοδίους βοηθεῖν, κἂν καθʼ ἕνα χρῄζωσιν. εἰ δὲ οὔτε στρατηγοὺς ἡμᾶς οὔτε Ῥωμαίους ἔτι, ἀλλὰ φυγάδας ἢ ξένους ἢ κατακρίτους, ὡς οἱ προγράψαντες λέγουσιν, ἡγεῖσθε, οὐ πρὸς ἡμᾶς ἐστιν ὑμῖν ἔτι, ἀλλὰ πρὸς Ῥωμαίους, ὦ Ῥόδιοι, τὰ συγκείμενα· ἡμεῖς δὲ ξένοι καὶ ἀλλότριοι τῶν συνθηκῶν ὄντες πολεμήσομεν ὑμῖν, ἢν μὴ ἐς πάντα κατακούητε.”</p></div><div n="71" type="textpart" subtype="section"><p>τοιαῦτα μὲν ὁ Κάσσιος ἐπειρωνευσάμενος τὸν Ἀρχέλαον ἀπέλυεν,  Ἀλέξανδρος δὲ καὶ Μνασέας, οἱ Ῥοδίων ἡγούμενοι, ταῖς τριάκοντα καὶ τρισὶ ναυσὶν ἀνήγοντο ἐπὶ Κάσσιον ἐς Μύνδον ὡς προκαταπλήξοντες τῷ ἐπίπλῳ· καί τί που καὶ κούφως εἶχον ἐλπίδος, ὅτι καὶ Μιθριδάτῃ ἐς Μύνδον ἐπιπλεύσαντες ἐδόκουν ἐς τὸ τοῦ πολέμου τέλος εὐτυχῆσαι. εἰρεσίᾳ δὲ ἐς ἐπίδειξιν χρώμενοι τήν τε πρώτην ἡμέραν ηὐλίσαντο ἐν Κνίδῳ καὶ τῆς ἐπιούσης ἐπεφαίνοντο τοῖς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ πελάγους. οἱ δὲ θαυμάσαντες ἀντανήγοντο, καὶ τὸ ἔργον ἦν ἑκατέρωθεν ἰσχύος τε καὶ δυνάμεως· Ῥόδιοι μὲν γὰρ ναυσὶ κούφαις διεξέπλεόν τε τοὺς πολεμίους ὀξέως καὶ περιέπλεον καὶ ἐπανόδοις ἐχρῶντο, Ῥωμαῖοι δὲ ἐπὶ νεῶν βαρυτέρων, ὅτε συμπλακεῖεν, ἀπὸ βαρυτέρας ῥύμης ἐπεβάρουν ὥσπερ ἐν πεζομαχίᾳ. τοῦ δὲ Κασσίου πλήθει νεῶν τὰς πολεμίας περιλαβόντος, οἱ μὲν Ῥόδιοι περιπλεῖν ἔτι καὶ διεκπλεῖν οὐκ ἐδύναντο, ἐμβάλλουσι δʼ αὐτοῖς μόνον ἐκ τοῦ μετώπου καὶ ἀναχωροῦσιν ἡ μὲν ἐμπειρία διέφθαρτο ὑπὸ τῆς στενοχωρίας κεκυκλευμένοις, αἱ δὲ ἐμβολαὶ καὶ ἀποσιμώσεις ἐς βαρυτέρας τὰς Ῥωμαίων ναῦς ἀσθενεῖς ἐγίγνοντο, Ῥωμαίοις δʼ ἦσαν ἐς κουφοτέρας εὔτονοι, μέχρι Ῥόδιαι μὲν τρεῖς αὐτοῖς ἀνδράσιν ἐλήφθησαν καὶ δύο ἀνερράγησάν τε καὶ κατέδυσαν καὶ αἱ λοιπαὶ βεβλαμμέναι διέφυγον ἐς τὴν Ῥόδον, αἱ δὲ Ῥωμαίων ἅπασαι μὲν ἐπανῆλθον ἐς Μύνδον, ἐπεσκευάζοντο δὲ καὶ τούτων αἱ πλέονες βλαβεῖσαι.
</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>