<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0551.tlg017.perseus-grc2:3.10.76-3.11.81</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0551.tlg017.perseus-grc2:3.10.76-3.11.81</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0551.tlg017.perseus-grc2" xml:lang="grc"><div n="3" type="textpart" subtype="book"><div n="10" type="textpart" subtype="chapter"><div n="76" type="textpart" subtype="section"><p>ἐγὼ δὲ καὶ Ἵρτιος τὸ προστεταγμένον ἐποιοῦμεν μέχρι συστεῖλαι τὸν Ἀντώνιον ἐπιπολάζοντα ὑπεροψίᾳ· ἡττηθέντα δὲ σοὶ συναλλάσσειν ἐπενοοῦμεν, ὡς τῇ Καίσαρος φιλίᾳ τόδε χαριστήριον ἔχοντες ἀποδοῦναι καὶ μόνον τῇ μοίρᾳ χρησιμώτατον ἐσόμενον ἐς τὰ μέλλοντα. τοῦτο δʼ οὐκ ἦν ἐκφέρειν σοι πρότερον, ἡττημένου δὲ νῦν Ἀντωνίου καὶ Ἱρτίου τεθνεῶτος κἀμὲ τοῦ χρεὼν ἀπάγοντος, ἐν καιρῷ λέλεκται, οὐχ ἵνα μοι γινώσκῃς χάριν ἀποθανόντι, ἀλλʼ ἵνα σὺν δαιμονίᾳ μοίρᾳ γενόμενος, ὡς τὰ ἔργα ὑποδείκνυσι, τά τε σαυτῷ συμφέροντα γινώσκῃς καὶ τὴν ἐμὴν καὶ Ἱρτίου προαίρεσίν τε καὶ ἀνάγκην. τὸν μὲν οὖν στρατόν, ὃν ἡμῖν αὐτὸς ἔδωκας, εὐπροφάσιστον ἀποδοῦναί σοι, καὶ παραδίδωμι· τοὺς δὲ νεήλυδας εἰ μὲν καθέξεις λαβών, καὶ τούσδε σοι παραδώσω, εἰ δὲ τεθήπασι τὴν βουλὴν ἀμέτρως, ὅτι καὶ οἱ ἄρχοντες αὐτῶν φύλακες ἡμῖν ἐπέμφθησαν εἶναι, καὶ τό τε ἔργον ἐπίφθονον ἔσται σοι καὶ πρὸ τοῦ δέοντος ἐξανίστησί σε, ὁ ταμίας παραλήψεται Τορκουᾶτος.”</p><p>ταῦτα εἰπὼν καὶ τῷ ταμίᾳ τοὺς νεήλυδας ἐγχειρίσας ἀπέθανε. καὶ τούσδε μὲν ὁ ταμίας, καθὰ προσέτασσεν ἡ βουλή, Δέκμῳ παρεδίδου, Ἵρτιον δὲ καὶ Πάνσαν ὁ Καῖσαρ ἐπιφανῶς ἔθαπτε καὶ ἐς Ῥώμην ἔπεμπε μετὰ τιμῆς.</p></div></div><div n="11" type="textpart" subtype="chapter"><div n="77" type="textpart" subtype="section"><p>τῷ δʼ αὐτῷ χρόνῳ περί τε Συρίαν καὶ Μακεδονίαν τοιάδε ἐγίγνετο. Γάιος Καῖσαρ ὅτε Συρίαν διώδευε, τέλος ἐν αὐτῇ καταλελοίπει τὰ ἐς Παρθυαίους ἤδη διανοούμενος. τούτου τὴν μὲν ἐπιμέλειαν Καικίλιος Βάσσος εἶχε, τὸ δὲ ἀξίωμα Ἰούλιος Σέξστος, μειράκιον αὐτοῦ Καίσαρος συγγενές, ὅπερ ἐκδιαιτώμενον ἐς τρυφὴν τὸ τέλος ἀσχημόνως ἐπήγετο πανταχοῦ. μεμψαμένῳ δὲ τῷ Βάσσῳ ποτὲ ἐνύβρισε· καὶ καλῶν αὐτὸν ὕστερον, ἐπεὶ βραδέως ὑπήκουσεν, ἄγειν ἐκέλευσεν ἕλκοντας. θορύβου δὲ καὶ πληγῶν γενομένων ἡ στρατιὰ τὴν ὕβριν οὐ φέρουσα τὸν Ἰούλιον κατηκόντισε. καὶ εὐθὺς ἦν μετάνοια καὶ δέος ἐκ τοῦ Καίσαρος. συνομόσαντες οὖν, εἰ μή τις αὑτοῖς συγγνώμη καὶ πίστις γένοιτο, μέχρι θανάτου διαγωνιεῖσθαι καὶ ἐς αὐτὸ Βάσσον ἀναγκάσαντες ἄλλο συνέλεξαν τέλος καὶ συνεγύμνασαν. ὧδε μέν τισι περὶ τοῦ Βάσσου δοκεῖ, Λίβωνι δʼ, ὅτι τῆς Πομπηίου στρατιᾶς γενόμενος καὶ μετὰ τὴν ἧτταν ἰδιωτεύων ἐν Τύρῳ, διέφθειρέ τινας τοῦ τέλους, καὶ διεχρήσαντο τὸν Σέξστον καὶ τῷ Βάσσῳ σφᾶς ἐνεχείρισαν. ὁποτέρως δʼ ἐγένετο, Στάιον Μοῦρκον οἵδε, μετὰ τριῶν τελῶν ἐπιπεμφθέντα σφίσιν ὑπὸ τοῦ Καίσαρος, ἐγκρατῶς ἀπεμάχοντο, ἕως ὁ Μοῦρκος ἐπεκαλεῖτο Μάρκιον Κρίσπον ἡγούμενον Βιθυνίας καὶ ἀφίκετο αὐτῷ βοηθῶν ὁ Κρίσπος τέλεσιν ἄλλοις τρισίν.
</p></div><div n="78" type="textpart" subtype="section"><p>ὡς δὲ ὑπὸ τούτων ἐπολιορκοῦντο, ὁ Κάσσιος σὺν ἐπείξει καταλαβὼν τά τε τοῦ Βάσσου δύο τέλη παρελάμβανεν αὐτίκα καὶ τὰ τῶν πολιορκούντων αὐτὸν ἕξ, φιλίᾳ τε παραδόντων καὶ ὡς ἀνθυπάτῳ κατηκόων γενομένων· ἐψήφιστο γάρ, ὥς μοι προείρηται, πάντας ὑπακούειν Κασσίῳ τε καὶ Βρούτῳ. ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἐκ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων. καὶ αὐτὸν ὁ Κάσσιος οὐδὲν προπεπυσμένον ἐν τῇ Παλαιστίνῃ περιέλαβέ τε καὶ ἠνάγκασεν ἑαυτῷ προσθέσθαι, δείσαντα τοῖς τέσσαρσι μάχεσθαι πρὸς ὀκτώ. ὧδε μὲν δὴ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀθρόως ἐκράτει καὶ Δολοβέλλαν ἐκ τῆς Ἀσίας σὺν δύο τέλεσιν ἐλθόντα τε καὶ ἐς Λαοδίκειαν ὑπὸ οἰκειότητος ἐσδεχθέντα περικαθήμενος ἐπολιόρκει. καὶ ἡ βουλὴ μαθοῦσα ἐφήδετο.
</p></div><div n="79" type="textpart" subtype="section"><p>Μακεδονίας δὲ πέρι Γάιος Ἀντώνιος, ὁ Ἀντωνίου Μάρκου ἀδελφός, Βρούτῳ διεφέρετο καὶ ἐπολέμει, τέλος ἔχων ἓν ὁπλιτῶν· καὶ τὸν Βροῦτον ἡσσώμενος ἐνήδρευσεν. ὁ δʼ ἐκφυγὼν ἀντενήδρευσε καὶ οὐδὲν εἰργάσατο ἀποληφθέντας, ἀλλὰ ἀσπάσασθαι τῷ ἰδίῳ στρατῷ τοὺς ἐναντίους προσέταξε· τῶν δὲ οὐκ ἀντασπασαμένων οὐδὲ τὴν πεῖραν ἐνδεξαμένων, μεθῆκεν ἀπαθεῖς ἐκ τῆς ἐνέδρας ἀπιέναι. κατὰ δὲ ἄλλας ὁδοὺς περιελθὼν αὖθις ἐν ἀποκρήμνοις κατέστησε καὶ πάλιν οὐκ ἐπεχείρησεν, ἀλλʼ ἠσπάσατο. οἱ δέ, ὡς πολιτῶν τε περιφειδόμενον καὶ τῆς δόξης ἄξιον ἧς εἶχεν ἐπὶ σοφίᾳ τε καὶ πραότητι, ἠγάσαντο καὶ ἀντησπάσαντο καὶ ἐς αὐτὸν μετεβάλοντο. ἐπέτρεψε δὲ καὶ ὁ Γάιος ἑαυτὸν καὶ ἦν ἐν τιμῇ παρὰ Βρούτῳ, μέχρι τὸν στρατὸν πολλάκις διαφθείρων ἐλεγχθεὶς ἀνῃρέθη. οὕτω μὲν δὴ καὶ Βρούτῳ μετὰ τῶν προτέρων στρατῶν ἓξ ἐγίνετο τέλη· καὶ Μακεδόνας ἐπαινῶν δύο τέλη κατέλεξεν ἐξ αὐτῶν, καὶ ἐς τὸν Ἰταλικὸν τρόπον καὶ τάδε ἐγυμνάζετο.
</p></div><div n="80" type="textpart" subtype="section"><p>τοιαῦτα μὲν δὴ καὶ τὰ περὶ Συρίαν καὶ Μακεδονίαν ἦν· ἐν δὲ τῇ Ἰταλίᾳ ὁ Καῖσαρ ἐν ὕβρει θέμενος ἀντὶ οὗ Δέκμον ᾑρῆσθαι στρατηγὸν ἐπὶ Ἀντωνίῳ, τὴν μὲν ὀργὴν ἐπέκρυπτε, θρίαμβον δʼ ἐπὶ τοῖς εἰργασμένοις ᾔτει. καταφρονούμενος δʼ ὑπὸ τῆς βουλῆς ὡς πρεσβύτερα τῆς ἡλικίας ἐπινοῶν, ἔδεισε, μὴ διαφθαρέντος Ἀντωνίου μᾶλλον ἔτι καταφρονηθείη, καὶ τὰς ἐς αὐτὸν συμβάσεις ἐπόθει, καθὰ καὶ Πάνσας αὐτῷ διεσήμαινεν ἀποθνῄσκων. τούς τε οὖν ἀλωμένους ἐκ τῆς ἐκείνου στρατιᾶς ἡγεμόνας ἢ στρατιώτας ἐφιλανθρωπεύετο, καὶ τοῖς ἰδίοις ἐγκατέλεγεν ἢ τοὺς ἐθέλοντας αὐτῶν ἐς τὸν Ἀντώνιον ἔπεμπεν, ὡς οὐ διʼ ἔχθρας ἀνηκέστου πρὸς αὐτὸν ἰόντα· Οὐεντιδίῳ τε τῷ Ἀντωνίου φίλῳ, μετὰ τριῶν τελῶν ὄντι, παραστρατοπεδεύσας καὶ δέος ἐμβαλὼν ἔπραξε μὲν οὐδὲν πολέμιον, ἐδίδου δὲ ὁμοίως συνεῖναί οἱ ἢ ἐς τὸν Ἀντώνιον ἀδεῶς ἀπιέναι μετὰ τοῦ στρατοῦ καὶ μέμφεσθαι τῆς ἐς τὸ κοινὸν συμφέρον ἀγνωσίας. ὧν Οὐεντίδιος συνεὶς ἐς τὸν Ἀντώνιον ἀπῄει. ὁ δὲ Καῖσαρ Δέκιον, τῶν τινα ἡγεμόνων Ἀντωνίου, περὶ Μουτίνην ληφθέντα διὰ τιμῆς ἄγων μεθῆκεν, εἰ θέλοι, πρὸς τὸν Ἀντώνιον ἀπιέναι· καὶ πυνθανομένῳ περὶ τῆς ἐς τὸν Ἀντώνιον γνώμης πολλὰ ἔφη σύμβολα τοῖς εὖ φρονοῦσιν ἐξενηνοχέναι, τοῖς δʼ ἄφροσιν οὐδὲ τὰ πλείονα ἀρκέσειν.
</p></div><div n="81" type="textpart" subtype="section"><p>Ἀντωνίῳ μὲν δὴ τάδε ὁ Καῖσαρ ἐνεσήμαινε, Λεπίδῳ δὲ καὶ Ἀσινίῳ σαφέστερον ἔτι περὶ τῆς ἐς αὑτὸν ὕβρεως καὶ τῆς τῶν σφαγέων ἀθρόας προαγωγῆς ἐπέστελλεν, ἐκφοβῶν αὐτούς, μὴ ἐς χάριν τῆς Πομπηιανῆς ἑταιρείας καθʼ ἕνα τῶν Καίσαρος ἕκαστος ὅμοια Ἀντωνίῳ πάθοι, κἀκείνῳ διʼ ἀφροσύνην καὶ ὑπεροψίαν τοῦδε τοῦ δέους τάδε παθόντι. ἠξίου τε ἐς μὲν εὐπρέπειαν τῆς βουλῆς εἶναι κατηκόους, ἐς δὲ τὸ σφέτερον ἀσφαλὲς συμφρονεῖν, ἕως ἔτι δύνανται, καὶ ὀνειδίζειν ταῦτα Ἀντωνίῳ, μιμεῖσθαί τε τοὺς ὑπὸ σφίσιν ὁπλίτας· οὐ διαλυομένους, οὐδʼ ὅτε παύσαιντο τῶν στρατειῶν, ἵνα μὴ τοῖς ἐχθροῖς εἶεν εὐεπίθετοι, ἀλλʼ ἀθρόους ἐν ἀλλοτρίᾳ συνοικίζεσθαι διὰ τὴν ἰσχὺν μᾶλλον ἐθέλοντας ἢ καθʼ ἕνα τῶν πατρίδων ἀπολαύειν. τάδε μὲν ὁ Καῖσαρ Λεπίδῳ τε ἐπέστελλε καὶ Ἀσινίῳ· Δέκμῳ δὲ ὁ ἀρχαῖος στρατὸς ἐνόσει πιμπλάμενος ἐκ λιμοῦ καὶ τὰς γαστέρας κατερρήγνυντο, ὅ τε νεοστράτευτος ἀγύμναστος ἔτι ἦν. Πλάγκος δὲ προσεγένετο μετὰ τοῦ οἰκείου στρατοῦ, καὶ ὁ Δέκμος ἐπέστελλε τῇ βουλῇ τὸν Ἀντώνιον ἀλώμενον κυνηγετήσειν ναυτικῶν περ ἤδη γεγονότων.
</p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>