<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg031.perseus-grc2:7-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg031.perseus-grc2:7-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg031.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="7"><p> ἐγὼ τοίνυν ἀποφανῶ Φίλωνα τουτονὶ περὶ πλείονος ποιησάμενον τὴν ἰδίαν ἀσφάλειαν ἢ τὸν κοινὸν τῆς πόλεως κίνδυνον, καὶ ἡγησάμενον κρεῖττον εἶναι αὐτὸν ἀκινδύνως τὸν βίον διάγειν ἢ τὴν πόλιν σῴζειν ὁμοίως τοῖς ἄλλοις πολίταις κινδυνεύοντα. </p></div><div type="textpart" subtype="section" n="8"><p><milestone unit="para" ed="P"/>οὗτος γάρ, ὦ βουλή, ὅτε ἡ συμφορὰ τῇ πόλει ἦν (ἧς ἐγώ, καθʼ ὅσον ἀναγκάζομαι, κατὰ τοσοῦτον μέμνημαι), ἐκκεκηρυγμένος ἐκ τοῦ ἄστεως ὑπὸ τῶν τριάκοντα μετὰ τοῦ ἄλλου πλήθους τῶν πολιτῶν τέως μὲν ᾤκει ἐν ἀγρῷ, ἐπειδὴ δὲ οἱ ἀπὸ Φυλῆς κατῆλθον εἰς τὸν Πειραιᾶ, καὶ οὐ μόνον οἱ ἐκ τῶν ἀγρῶν ἀλλὰ καὶ οἱ ἐκ τῆς ὑπερορίας οἱ μὲν εἰς τὸ ἄστυ οἱ δʼ εἰς τὸν Πειραιᾶ συνελέγοντο, καὶ καθʼ ὅσον ἕκαστος οἷός τʼ ἦν, κατὰ τοσοῦτον ἐβοήθει τῇ πατρίδι, τὰ ἐναντία ἅπασι τοῖς ἄλλοις πολίταις ἐποίησε· </p></div><div type="textpart" subtype="section" n="9"><p> συσκευασάμενος γὰρ τὰ ἑαυτοῦ ἐνθένδε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐνθένδε</foreign> Bekker: <foreign xml:lang="grc">ἐνθάδε</foreign> MSS.</note> εἰς τὴν ὑπερορίαν ἐξῴκησε, καὶ ἐν Ὠρωπῷ μετοίκιον κατατιθεὶς ἐπὶ προστάτου ᾤκει, βουληθεὶς παρʼ ἐκείνοις μετοικεῖν μᾶλλον ἢ μεθʼ ἡμῶν πολίτης εἶναι. οὐ τοίνυν οὐδʼ ὥσπερ ἔνιοί τινες τῶν πολιτῶν μετεβάλοντο, ἐπειδὴ ἑώρων τοὺς ἀπὸ Φυλῆς ἐν οἷς ἔπραττον εὐτυχοῦντας, οὐδὲ τούτων τι τῶν εὐτυχημάτων ἠξίωσε μετασχεῖν, ἐπὶ κατειργασμένοις μᾶλλον ἐλθεῖν βουλόμενος ἢ συγκατελθεῖν κατεργασάμενός τι τῶν τῇ κοινῇ πολιτείᾳ συμφερόντων· οὐ γὰρ<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐ γὰρ</foreign> Weidner: <foreign xml:lang="grc">οὐδʼ</foreign> MSS.</note> ἦλθεν εἰς τὸν Πειραιᾶ, οὐδʼ ἔστιν ὅπου ἑαυτὸν ὑμῖν τάξαι παρέσχεν. </p></div><div type="textpart" subtype="section" n="10"><p> καίτοιγε<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">καίτοιγε</foreign> Scheibe: <foreign xml:lang="grc">καὶ γὰρ</foreign>.</note> ὅστις εὐτυχοῦντας ὁρῶν ἡμᾶς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡμᾶς</foreign> Taylor: <foreign xml:lang="grc">ὑμᾶς</foreign> MSS.</note> ἐτόλμα προδιδόναι, τί ποτε ὡς μὴ ἐβουλόμεθά γε πράττοντας ἐποίησεν ἄν; ὅσοι μὲν τοίνυν διὰ συμφορὰς ἰδίας οὐ μετέσχον τῶν τότε γενομένων τῇ πόλει κινδύνων, συγγνώμης τινὸς ἄξιοί εἰσι τυχεῖν· οὐδενὶ γὰρ οὐδὲν ἑκούσιον δυστύχημα γίγνεται· </p></div><div type="textpart" subtype="section" n="11"><p> ὅσοι δὲ γνώμῃ τοῦτο ἔπραξαν, οὐδεμιᾶς συγγνώμης ἄξιοί εἰσιν· οὐ γὰρ διὰ δυστυχίαν ἀλλὰ διʼ ἐπιβουλὴν ἐποίησαν αὐτό. καθέστηκε δέ τι ἔθος δίκαιον πᾶσιν ἀνθρώποις τῶν αὐτῶν ἀδικημάτων μάλιστα ὀργίζεσθαι τοῖς μάλιστα δυναμένοις μὴ ἀδικεῖν, τοῖς δὲ πένησιν ἢ ἀδυνάτοις τῷ σώματι συγγνώμην ἔχειν διὰ τὸ ἡγεῖσθαι ἄκοντας αὐτοὺς ἁμαρτάνειν. </p></div><div type="textpart" subtype="section" n="12"><p> οὗτος τοίνυν οὐδεμιᾶς συγγνώμης ἄξιός ἐστι τυχεῖν· οὔτε γὰρ τῷ σώματι ἀδύνατος ἦν ταλαιπωρεῖν, ὡς καὶ ὑμεῖς ὁρᾶτε, οὔτε τῇ οὐσίᾳ ἄπορος λῃτουργεῖν, ὡς ἐγὼ ἀποδείξω. ὅστις οὖν ὅσον δυνατὸς ἦν ὠφελεῖν, τοσοῦτον κακὸς ἦν, πῶς οὐκ ἂν εἰκότως ὑπὸ πάντων ὑμῶν μισοῖτο; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>