<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:34-35</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:34-35</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2"><div type="textpart" subtype="section" n="34"><p>καὶ μὲν δὴ πᾶσιν ἡγοῦμαι δῆλον εἶναι ὅτι οὗτοι μὲν ἐζήτουν κατιέναι ὡς τὴν μὲν τῆς
                  θαλάττης ἀρχὴν Λακεδαιμονίοις παραδώσοντες, αὐτοὶ δʼ ὑμῶν ἄρξοντες. τὸ δʼ ὑμέτερον
                  πλῆθος κατελθὸν τοὺς μὲν πολεμίους ἐξήλασε, τῶν δὲ πολιτῶν καὶ τοὺς βουλομένους
                  δουλεύειν ἠλευθέρωσεν· ὥστʼ οὐχ ὁμοίων τῶν ἔργων ἀμφοτέροις γεγενημένων τοὺς
                  λόγους ποιεῖται. </p></div><div type="textpart" subtype="section" n="35"><p>ἀλλʼ ὅμως τοσούτων συμφορῶν καὶ οὕτως αὐτῷ μεγάλων ὑπαρχουσῶν ἐπὶ τῇ τοῦ πατρὸς
                  πονηρία φιλοτιμεῖται, καὶ λέγει ὡς οὕτως ἐκεῖνος μέγα ἐδύνατο, ὥστε τῇ πόλει
                  πάντων <add>τῶν</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῶν</foreign> add. Cobet</note> κακῶν αἴτιος γεγένηται.
                  καίτοι τίς οὕτως ἄπειρος τῆς ἑαυτοῦ πατρίδος, ὃς οὐκ ἂν βουλόμενος εἶναι πονηρὸς
                  εἰσηγήσαιτο μὲν τοῖς πολεμίοις ἃ χρὴ καταλαβεῖν τῶν χωρίων, δηλώσειε δʼ ἂν ἃ κακῶς
                  φυλάττεται τῶν φρουρίων, διδάξειε δʼ ἂν ἃ πονηρῶς ἔχει τῶν πραγμάτων, μηνύσειε δʼ
                  ἂν τοὺς βουλομένους ἀφίστασθαι τῶν συμμάχων; </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>