<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:27-33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2:27-33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2"><div type="textpart" subtype="section" n="27"><p>ὁ δὲ πατὴρ αὐτὸν οὕτως ἐμίσει σφόδρα, ὥστʼ οὐδʼ <add>ἂν</add>
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδʼ ἂν</foreign> Reiske: <foreign xml:lang="grc">οὐδὲ</foreign> MSS.</note> ἀποθανόντος ἔφασκε τὰ ὀστᾶ κομίσασθαι.
                  τελευτήσαντος δʼ ἐκείνου ἐραστὴς γενόμενος Ἀρχεβιάδης αὐτὸν ἐλύσατο. οὐ πολλῷ δὲ
                  χρόνῳ ὕστερον κατακυβεύσας τὰ ὄντα, ἐκ Λευκῆς ἀκτῆς ὁρμώμενος τοὺς φίλους
                  κατεπόντιζεν. </p></div><div type="textpart" subtype="section" n="28"><p>ὅσα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἢ εἰς τοὺς πολίτας ἢ εἰς τοὺς ξένους ἢ περὶ τοὺς
                  αὑτοῦ οἰκείους
                  <note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἰκείους</foreign><gap reason="lost"/> ce/nous transp.
                     Frohberger</note> ἢ περὶ τοὺς ἄλλους ἡμάρτηκε, μακρὸν ἂν εἴη λέγειν· Ἱππόνικος
                  δὲ πολλοὺς παρακαλέσας ἐξέπεμψε τὴν αὑτοῦ γυναῖκα, φάσκων τοῦτον οὐχ ὡς<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐχ ὡς</foreign> Contius: <foreign xml:lang="grc">ὡς
                        οὐκ</foreign>.</note> ἀδελφὸν αὐτῆς ἀλλʼ ὡς ἄνδρα ἐκείνης εἰς τὴν οἰκίαν
                  εἰσιέναι τὴν αὑτοῦ. </p></div><div type="textpart" subtype="section" n="29"><p>καὶ τοιαῦθʼ ἡμαρτηκότι καὶ οὕτω δεινὰ καὶ πολλὰ καὶ μεγάλα πεποιηκότι οὔτε τῶν
                  γεγενημένων αὐτῷ μέλει<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μέλει</foreign> Kayser: <foreign xml:lang="grc">μεταμέλει</foreign> MSS.</note> οὔτε τῶν μελλόντων ἔσεσθαι, ἀλλʼ ὃν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀλλʼ ὃν</foreign> Reiske: <foreign xml:lang="grc">ὃν
                        μᾶλλον</foreign>.</note> ἔδει κοσμιώτατον εἶναι τῶν πολιτῶν, ἀπολογίαν
                  ποιούμενον τὸν ἑαυτοῦ βίον τῶν τοῦ πατρὸς ἁμαρτημάτων, οὗτος ἑτέρους ὑβρίζειν
                  πειρᾶται, ὥσπερ δυνάμενος ἂν πολλοστὸν μέρος τῶν ὀνειδῶν<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῶν ὀνειδῶν</foreign> Markland: <foreign xml:lang="grc">τῶν
                        εἱδῶν</foreign> cod. pal</note> τῶν ἑαυτῷ προσηκόντων τοῖς ἄλλοις
                  μεταδοῦναι, καὶ ταῦθʼ ὑὸς ὢν Ἀλκιβιάδου, </p></div><div type="textpart" subtype="section" n="30"><p>ὃς ἔπεισε μὲν Δεκέλειαν Λακεδαιμονίους ἐπιτειχίσαι, ἐπὶ δὲ τὰς νήσους ἀποστήσων
                  ἔπλευσε, διδάσκαλος δὲ τῶν τῆς πόλεως κακῶν ἐγένετο, πλεονάκις δὲ μετὰ τῶν ἐχθρῶν
                  ἐπὶ τὴν πατρίδα ἐστρατεύσατο ἢ μετὰ τῶν πολιτῶν ἐπʼ ἐκείνους. ἀνθʼ ὧν καὶ ὑμῖν καὶ
                  τοῖς μέλλουσιν ἔσεσθαι τιμωρεῖσθαι προσήκει ὅντινα λαμβάνετε τούτων. </p></div><div type="textpart" subtype="section" n="31"><p>καίτοι σφόδρα εἴθισται λέγειν ὡς οὐκ εἰκός ἐστι τὸν μὲν πατέρα αὐτοῦ κατελθόντα
                  δωρεὰς παρὰ τοῦ δήμου λαβεῖν, τοῦτον δʼ ἀδίκως διὰ τὴν φυγὴν τὴν ἐκείνου
                  διαβεβλῆσθαι. ἐμοὶ δὲ δοκεῖ δεινὸν εἶναι, εἰ τὰς μὲν δωρεὰς αὐτοῦ ἀφείλεσθε ὡς οὐ
                  δικαίως δεδωκότες, τούτου δὲ ἀδικοῦντος ἀποψηφιεῖσθε ὡς τοῦ πατρὸς χρηστοῦ περὶ
                  τὴν πόλιν γεγενημένου. </p></div><div type="textpart" subtype="section" n="32"><p><milestone unit="para" ed="P"/>καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἄλλων τε πολλῶν
                  ἄξιον ἕνεκα αὐτοῦ καταψηφίσασθαι, καὶ ὅτι ταῖς ὑμετέραις ἀρεταῖς χρῆται
                  παραδείγμασι περὶ τῆς ἑαυτοῦ πονηρίας. τολμᾷ γὰρ λέγειν ὡς Ἀλκιβιάδης οὐδὲν δεινὸν
                  εἴργασται ἐπὶ τὴν πατρίδα </p></div><div type="textpart" subtype="section" n="33"><p>στρατεύσας<note resp="Loeb" anchored="true"><foreign xml:lang="grc">στρατεύσας</foreign> Markland: <foreign xml:lang="grc">στρατεύσασθαι</foreign> MSS.</note>· καὶ γὰρ ὑμᾶς φεύγοντας Φυλὴν
                  καταλαβεῖν καὶ δένδρα τεμεῖν καὶ πρὸς τὰ τείχη προσβαλεῖν, καὶ ταῦτα ποιήσαντας
                  οὐκ ὄνειδος τοῖς παισὶ καταλιπεῖν, ἀλλὰ τιμὴν παρὰ πᾶσιν ἀνθρώποις κτήσασθαι, ὡς
                  τῶν αὐτῶν ὄντας ἀξίους ὅσοι φυγόντες μετὰ τῶν πολεμίων ἐπὶ τὴν χώραν ἐστράτευσαν,
                  καὶ ὅσοι κατῄεσαν Λακεδαιμονίων ἐχόντων τὴν πόλιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>