<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg049.1st1K-grc1:9.1-9.20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg049.1st1K-grc1:9.1-9.20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg049.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="verse" n="1"><p>Τίς δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων,
καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους
θυγατρὸς λαοῦ μου;</p></div><div type="textpart" subtype="verse" n="2"><p>τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν
ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπʼ αὐτῶν
ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων,</p></div><div type="textpart" subtype="verse" n="3"><p>καὶ ἐνέτειναν τὴν
γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ
τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν, καὶ ἐμέ οὐκ ἔγνωσαν.</p></div><div type="textpart" subtype="verse" n="4"><p>ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπʼ ἀδελφοῖς αὐτῶν
μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος
δολίως πορεύσεται.</p></div><div type="textpart" subtype="verse" n="5"><p>ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται,
ἀλήθειαν οὐ μὴ λαλήσωσιν· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ,
ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι.</p></div><div type="textpart" subtype="verse" n="6"><p>τόκος ἐπὶ τόκῳ, καὶ
δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με.</p></div><div type="textpart" subtype="verse" n="7"><p>Διὰ τοῦτο τάδε λέγει
Κύριος Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ
προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.</p></div><div type="textpart" subtype="verse" n="8"><p>βολὶς τιτρώσκουσα ἡ
γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον
αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν.</p></div><div type="textpart" subtype="verse" n="9"><p>μὴ ἐπὶ τούτοις
οὐκ ἐπισκέψομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει
ἡ ψυχὴ μου</p></div><div type="textpart" subtype="verse" n="10"><p> Ἐπὶ τὰ ὄρη λάβετε κοπετόν, καὶ ἐπὶ τὰς
τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους·
οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως
κτηνῶν ἐξέστησαν, ᾤχοντο.</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ δώσω τὴν Ἰερουσαλὴμ εἰς
μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων, καὶ τὰς πόλεις Ἰούδα
εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικεῖσθαι.</p></div><div type="textpart" subtype="verse" n="12"><p>τίς ὁ ἄνθρωπος
ὁ συνετός, καὶ συνέτω τοῦτο· καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς
<note type="footnote">22 σιτινη A IX 1 κεφαλην Q* | τον λαον μου sub ?? Q? | τους τετραυμ.] <note type="marginal">U+05D0AQ</note>
και τετραυμ. A 2 δωη] δωσει Q | σταθμον] α΄ καταλυμα σ΄ αυλισμον Qmg |
τον λαον μου] + τουτον U+05D0 3 τοξος A | εγνωσαν] + φησιν κς Q 4 αυτου]
+ εξηλθοσαν A | φυλαξεσθαι U+05D0 | ουτων] εαυτων A 5 om κατα U+05D0 | αυτου]
εαυτου A | καταπαιξεται] καταπεζετε U+05D0* -παιζεται U+05D0c.b παιξεται U+05D0c.c κατα-
φευξεται A* (καταπεξ. A?) | αληθιαν U+05D0 | λαλησουσιν U+05D0A | διελειπον U+05D0c.bA
6 om και U+05D0Q | δολος] λ ex δ fec vid U+05D0* | ηθελον] ηθελησαν Q | με] + ηφησιν
κς Q 7 Κυριος] + των δυναμεων Q | πυρω|ρ incep U+05D0* (πυρω|σω U+05D01 (vid)) |
δοκιμασω U+05D0c. ᵃ | πονηριας] της U+05D0 8 γλωσσα] καρδια A | εαυτω] αυτω U+05D0*
(εαυτ. U+05D0c.c) 9 om μη U+05D0* (hab U+05D0c.a) | τω τοιουτω] om τω AQ 10 εξε-
λειπον U+05D0c.b AQa vid | ανθρωπους] + α΄θ΄ ?? παραπορευομενους Qmg | κτηνων] pr
των A 11 κατοικητηρια A | πολις U+05D0* (-λεις U+05D0c.ᵇ) 12 om ο bis A |
συνετος (-τως A* )] σοφος Q | συνετω] συνετιω U+05D0c. ᵃ (postea rurs -τω) συνιειτε
A | om ω U+05D0* (hab U+05D0c.c) A | λογος] pr ο U+05D0* AQa</note>

<pb n="244"/>
<note type="marginal">B</note> αὐτόν, ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ· ἀνήφθη ὡς
ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν.</p></div><div type="textpart" subtype="verse" n="13"><p>Καὶ εἶπεν Κύριος
πρὸς μέ Διὰ τὸ ἐνκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ
προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου,</p></div><div type="textpart" subtype="verse" n="14"><p>ἀλλ᾿ ἐπορεύθησαν
zxὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω
τῶν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν.</p></div><div type="textpart" subtype="verse" n="15"><p>διὰ τοῦτο τάδε
λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας, καὶ
ποτιῶ αὐτοὺς ὕδωρ χολῆς,</p></div><div type="textpart" subtype="verse" n="16"><p>καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν
εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ
ἐπʼ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν
αὐτῇ.</p></div><div type="textpart" subtype="verse" n="17"><p>Τάδε λέγει Κύριος Καλέσατε τὰς θρηνούσας καὶ
ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν</p></div><div type="textpart" subtype="verse" n="18"><p>καὶ λαβέτωσαν ἐφʼ ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ
ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ῥείτω ὕδωρ, </p></div><div type="textpart" subtype="verse" n="19"><p>ὅτι φωνὴ οἰκτροῦ
ἠκούσθη ἐν Σειών Πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα,
ὅτι ἐνκατελίπομεν τὴν γῆν καὶ ἀπερίψαμεν τὰ σκηνώματα ἡμῶν.</p></div><div type="textpart" subtype="verse" n="20"><p>ἀκούσατε δή, γυναῖκες, λόγον θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν
λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον,
καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>