<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg046.1st1K-grc1:6.1-6.15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg046.1st1K-grc1:6.1-6.15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg046.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="verse" n="1"><p>Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ
τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν
ὄρη χαλκᾶ.</p></div><div type="textpart" subtype="verse" n="2"><p>ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ
ἄρματι τῷ δευτέρῳ ἵπποι μέλανες,</p></div><div type="textpart" subtype="verse" n="3"><p>καὶ ἐν τῷ ἄρματι τῷ τρίτῳ ἵπποι
λευκοί, καὶ ἐν τῷ ἄρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί.</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ
ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν
ταῦτα, κύριε;</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν
Ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι
τῷ κυρίῳ πάσης τῆς γῆς.</p></div><div type="textpart" subtype="verse" n="6"><p>ἐν ᾧ ἤσαν οἱ ἵπποι οἱ μέλανες.
ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν
αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου,</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ οἱ ψαροὶἐξεπορεύοντο
καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν
γῆν. καὶ εἶπεν Πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν
τὴν γῆν.</p></div><div type="textpart" subtype="verse" n="8"><p>καὶ ἀνεβόησαν, καὶ ἐλάλησεν πρὸς μέ λέγων
Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ, καὶ ἀνέπαυσαν τὸν θυμόν μου
ἐν γῇ βορρᾶ.</p></div><div type="textpart" subtype="verse" n="9"><p>Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων</p></div><div type="textpart" subtype="verse" n="10"><p>Λάβε τὰ ἐκ τῆς
αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ
παρὰ τῶν ἐπεγνωκότων αὐτήν, καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
εἰς τὸν οἶκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ
λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις
<note type="marginal">U+05D0AQΓ</note> <note type="footnote">9 ταις πτ.] τοις πτι U+05D0* (ταις U+05D01) ειχον] ειπον U+05D0*vid (ειχ. U+05D0¹) πτερυγας
(γες U+05D0* ᵛⁱᵈ .γας U+05D0¹)] + ως πτερυγας U+05D0AQᵐᵍ 10 που] του U+05D0*vid
(που U+05D0¹) αποφερουσι Qa 11 αυτο] αυτω Γ* V I I επεστρεψα] incep
επι U+05D0* (επεστρ. U+05D01(vid) et postea ειδον] ιδον AΓ τεσσερα U+05D0AΓ 2 εν 1⁰] pr
και Γ πυροι U+05D0Α 4 εστι Qᵃ 5 ειπεν (πε Qᵃ)] + προς με U+05D0c.a (postea
del) ταυτα εστιν] ουτοι εισιν A ταυτα εισιν Q εκπορευονται] pr οι U+05D0c.a
(postea del) QΓ τω κυριω] εν κω *ᵛᵈ 6 οι ιπποι] om οι U+05D0 | επι γην]
εγγης U+05D0* (επι γην U+05D0c.a c.b ) βορραν U+05D0* | om ουτων U+05D0* (hab U+05D0?) αυτον Γ
7 εξεπορευοντο] + ӄ εζητουν U+05D0c.a (rus et superscr επι γην νοτου U+05D0c ᵇ ras omnia
U+05D0c.c) om πορευεσθαι...και ειπεν U+05D0* (hab περιοδευσαι την γην ӄ ειπεν U+05D0c.a c.b
του περιοδευσαι] και περιοδ. AQΓ 8 ανεβοησεν BᵃᵇU+05D0AQ* ( σε Qᵃ) Γ
γην] την U+05D0* γης QΓ om και 3⁰ U+05D0c.a,c.b U+05D0AQΓ 9 με] εμε U+05D0* 10 και
παρα (1⁰) bis scr U+05D0* (improb 1⁰ U+05D01) αυτην] ουτων A 11 λημψη U+05D0ΑQ
λημψω Γ* ληφω Γᵃ στεφανους] ου rescr U+05D01 (prius ην ut vid)</note>

<pb n="81"/>
ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου,</p></div><div type="textpart" subtype="verse" n="12"><p>καὶ <note type="marginal">B</note>
ἐρεῖς πρὸς αὐτόν Γάδε λέγει Κύριος Παντοκράτωρ Ἰδοὺ ἀνήρ, Ἀνατολὴ
ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν
οἶκον Κυρίου·</p></div><div type="textpart" subtype="verse" n="13"><p>καὶ αὐτὸς λήμψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει
ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ
εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων.</p></div><div type="textpart" subtype="verse" n="14"><p>ὁ δὲ στέφανος ἔσται τοῖς
ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν,
καὶ εἰς χάριτα υἱοῦ Σοφονίου, καὶ εἰς ψαλμὸν ἐν οἵκῳ Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="15"><p>καὶ
οἱ μακρὰν ἀπʼ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου,
καὶ γνώσεσθε διότι Κύριος ΙΙαντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς
καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ θεοῦ
ὑμῶν.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>