<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg046.1st1K-grc1:10.1-10.12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg046.1st1K-grc1:10.1-10.12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg046.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="10"><div type="textpart" subtype="verse" n="1"><p>Αἰτεῖσθε παρὰ Κυρίου ὑετὸν καθʼ ὥραν, πρόιμον καὶ ὄψιμον·
Κύριος ἐποίησεν φαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ
βοτάνην ἐν ἀγρῷ.</p></div><div type="textpart" subtype="verse" n="2"><p>διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ
οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδθῆ ἐλάλουν, μάταια
παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν,
διότι οὐκ ἦν ἴασις.</p></div><div type="textpart" subtype="verse" n="3"><p>ἐπὶ τοὺς ποιμένας παροξύνθη ὁ θυμός μου, καὶ
ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται Κύριος ὁ θεὸς ὁ
παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς
ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ.</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ ἀπʼ αὐτοῦ ἐπέβλεψεν, καὶ
ἀπʼ αὐτοῦ ἔταξεν, καὶ ἀπʼ αὐτοῦ τόξον ἐν θυμῷ· ἀπʼ αὐτοῦ ἐξελεύσεται
πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ.</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες
πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, διότι Κύριος
μετ αὐτῶν· καὶ καταισχυνθήσονται ἀναβάται ἵππων.</p></div><div type="textpart" subtype="verse" n="6"><p>καὶ κατισχύσω
τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ
<note type="marginal">U+05D0AQΓ</note> <note type="footnote">12 τοξον] pr εις AΓ εξεγειρω] επεγειρω AQΓ Σιων BᵇAQΓ 14 Κυ-
ριος εσται] εσται κς A Γ σαλπιει] σαλπιγει U+05D0* (-πίει U+05D0¹ postea ras) πορευ-
σονται A 15 αυτους 1⁰] ουτων U+05D0c.a ,c.b AQΓ καταναλωσωσιν A om
και καταχωσουσιν αυτους U+05D0c.a (hah U+05D0 *c.ᵇ) αυτους 4⁰] το αιμα ουτων
U+05D0c.a AQΓ τας φιαλας] ως φ. AQΓ om ως2⁰ AQ 16 om ο θεος
ουτων AQΙ κυλιονται Ιᵃ⁽ᵛᵈ (U+05D0*) 17 om και ει τι καλον αυτου Γ
αυτου 2⁰] ουτων U+05D0* (-του U+05D0c.a, c.b) pr παρ AQ X 1 παρα Κυριου υετον]
υετον παρα κυ AQΓ πρωιμον BᵇQΓa υετον 2⁰] υτον U+05D0* (υετ. U+05D0c.a, c.b)
2 μαντις U+05D0* (-τεις U+05D0c.b) εξηρανθησαν] εξηρθησαν U+05D0c.b) διοτι 2⁰] οτι U+05D0c.b) A
3 παρωζυνθη Bᵃᵇ om και 10 U+05D0* (hab U+05D0c.b) επισκεπτεται A omI και
30 U+05D0c.b (postea restit) 4 απ quater εξ U+05D0c.b) (1⁰, etiam U+05D0c.a) AQΓ
απ αυτου (1⁰)] απ| αυτ. B* α| π αυτ. Bᵇ τοξον] pr το AQᵃ (om Qᵃ) + εξ
αυτου Q* (om Qᵃ) απ αυτου (40)] pr και Q εξελαυνων] ελαυνων A
5 διοτι] οτι U+05D0c.b Κυριος] + παντοκρατωρ A μετ| ουτων B* με| τ αυτ. Bᵇ
αναβαται] αναβοται U+05D0¹</note>

<pb n="87"/>
αὐτούς, ὅτι ἠγάπησα αὐτούς, καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην
οὐτούς· διότι ἐγὼ Κύριος ὁ θεὸς αὐτῶν, καὶ ἐπακούσομαι αὐτοῖς.</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφράιμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν
ὡς ἐν οἵνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐφρανθήσονται, καὶ
χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ κυρίῳ.</p></div><div type="textpart" subtype="verse" n="8"><p>σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι
αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληθυνθήσονται καθότι
ἦσαν πολλοί</p></div><div type="textpart" subtype="verse" n="9"><p>καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί
μου, ἐκθρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν.</p></div><div type="textpart" subtype="verse" n="10"><p>καὶ
ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι
αὐτούς, καὶ εἰς τὴν Γαλαδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ
οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἰς·</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ διελεύσονται ἐν θαλάσσῃ
στενῇ, καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα
τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ
σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται.</p></div><div type="textpart" subtype="verse" n="12"><p>καὶ κατισχύσω αὐτοὺς ἐν
Κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει
Κύριος.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>