<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg038.1st1K-grc1:1.1-1.16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg038.1st1K-grc1:1.1-1.16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg038.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="verse" n="1"><p>ΚAI ἐγένετο λόγος Κυρίου πρὸς Μειχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν <note type="marginal">B</note>
ἡμέραις Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπέρ ὧν
εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ἰερουσαλήμ.</p></div><div type="textpart" subtype="verse" n="2"><p>Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ
ἐν αὐτῇ, καὶ ἔσται κύριος Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ
οἴκου ἁγίου αὐτοῦ.</p></div><div type="textpart" subtype="verse" n="3"><p>διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου
αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ σαλευθήσεται τὰ ὄρη
ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου
πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.</p></div><div type="textpart" subtype="verse" n="5"><p>διὰ ἀσέβειαν
Ἰακὼβ πάντα ταῦτα, καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ
ἀσέβεια τοῦ Ἰακώβ, οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἵκου Ἰούδα,
οὐχὶ Ἰερουσαλήμ;</p></div><div type="textpart" subtype="verse" n="6"><p>καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ
καὶ εἰς φυτίαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους
αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω·</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ πάντα τὰ γλυπτὰ
αὐτῆς κατακόψουσιν, καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν
ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι
ἐκ μισθωμάτων πορνείας συνήγαγεν, καὶ ἐκ μισθωμάτων πορνείας
<note type="footnote">Inscr Μειχαιας γ B* Μιχαιας γ BᵇAQ Ι 1 Μιχαιαν BᵇAQ Μωραθει <note type="marginal">AQ</note>
A Μωραθι Q* Μωρασθιν Qᵐᵍ Αχας Qᵃ βασιλεως A υπερ] περι |ειδεν]
ιδε A περι Ιερουσαλημ] περιλημ (sic) A 2 λογους] παντες Qmᵍ | εσται]
οι ο εστω Qmg κυριος Κυριος] κς A κς ο θς Oᵐᵍ 3 τοπου] τοπ sup ras
Aᵃ καταβησεται] επιβησεται A + και επιβησεται BᵃᵇO*e ᵐᵍ (καταβ. Qᵃ)
υψη] υψηλα Q* (υψη Qᵃ) 5 δια bis] δι Qᵃ πανια ταυτα] ταυτα παν-
ια O* του Ιακωβ] om του A ου] ουχι A 6 εις 1⁰] ως A οπωροφυλα-
κιον] ο 1⁰ sup ras Aa κειον Q* ηφυτειαν Bᵃ?ᵇAQᵃ 7 κατακοψουσιν]|
κοψουσιν Q* (κατακοψ. Qmg) ενπρησουσιν Q</note>

<pb n="30"/>
<note type="marginal">B</note> συνέστρεψεν.</p></div><div type="textpart" subtype="verse" n="8"><p>ἔυεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται
ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος
ὡς θυγατέρων σειρήνων·</p></div><div type="textpart" subtype="verse" n="9"><p>ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι
ἥλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἰερουσαλήμ.</p></div><div type="textpart" subtype="verse" n="10"><p>Οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε, οἱ ἐν Ἀκείμ, μὴ ἀνοικοδομεῖτε
ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα
ὑμῶν·</p></div><div type="textpart" subtype="verse" n="11"><p>κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα
Σεναάρ, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς· λήμψεται ἐξ ὑμῶν
πληγὴν ὀδύνης.</p></div><div type="textpart" subtype="verse" n="12"><p>τίς ἡρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ; ὅτι
κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ,</p></div><div type="textpart" subtype="verse" n="13"><p>ψόφος ἁρμάτων
καὶ ἱππευόντων. κατοικοῦσα λαχεἱς ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶν τῇ
θυγατρὶ Σειών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="14"><p>διὰ
τοῦτο δώσει ἐξαποστελλομένους ἕως κληρονομίας Γέθ, οἴκους ματαί
ους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν τοῦ Ἰσραήλ·</p></div><div type="textpart" subtype="verse" n="15"><p>ἕως τοῖς
κληρονόμους ἀγάγωσιν, κατοικοῦσα Λάχεις· κληρονομία ἕως Ὀδολλὰμ
ἤξει, ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="16"><p>ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα
τὰ τρυφερά σου, ἐνπλάτυνον τὴν χηρίαν σου ὡς ἀετός, ὅτι ήχμαλωτεύθησαν
ἀπὸ σοῦ.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>