<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg020.1st1K-grc1:6.20-7.12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg020.1st1K-grc1:6.20-7.12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg020.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="verse" n="20"><p> καὶ παρεκάλεσαν τὸν Ἀχιώρ, καὶ ἐπήνεσαν αὐτὸν σφόδρα.</p></div><div type="textpart" subtype="verse" n="21"><p>καὶ παρέλαβεν αὐτὸν Ὀζείας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ,
καὶ ἐποίησεν πότον τοῖς πρεσβυτέροις· καὶ ἐπεκαλέσαντο
τὸν θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.</p></div></div><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="verse" n="1"><p>Τῇ δὲ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πάσῃ τῇ στρατείᾳ
αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν
αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βαιτυλουὰ καὶ τὰς ἀναβάσεις τῆς ἀρινῆς
προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="2"><p>καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ
δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες ἀνδρῶν πεζῶν ἑκατὸν
ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο, χωρὶς τῆς ἀποσκευῆς
τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα.</p></div><div type="textpart" subtype="verse" n="3"><p>καἰ
<note type="marginal">U+05D0Α</note> <note type="footnote">14 om δε A* (superscr A¹) | αυτω] επ αυτον A | Βαιτουλουα U+05D0 | επι] εις A
15 Οζειας] Οζιας Bᵃᵇ O, ας sup ras Aᵃ? (seq ras 1 vet 2 litt) | Μειχα] Μιχα
Bᵇ Χειμα A | Γοθονιηλ] Γοθονιου U+05D0* (Γοθονιηλ U+05D0 c.a) | Χαρμεις] Χαλμεις A |
υιος Μελχειηλ] ο του Σελλημ U+05D0* (υς Μελχιηλ U+05D0 c.a) υιος Μελχιηλ A
16 συνεκαλεσαν U+05D0A | της πολεως] Ισραηλ U+05D0* της πολ. (non del Ισρ.) U+05D0c.a |
om ουτων 2⁰ U+05D0 | Οζιας BᵇA (item 21) 17 συνεδριας BᵇU+05D0A | ελαλησαν A
18 τω θεω] pr κω U+05D0 19 κατιδε] επιβλεψον U+05D0 καθειδε A (pr ras 1 lit) |
υπερηφανιας] post α 1⁰ ras 1 lit A? | ουτων] α sup ras A¹ V II 1 στρατια
A | τω λαω] om τω A | οι] και U+05D0 | Βαιτουλουα U+05D0 | ορεινης BᵃᵇA 2 ανε-
ζευξεν] ε 1⁰ sup litur U+05D0¹ | om ανδρων 2⁰ U+05D0Α | εκατον εβδομηκοντα] οκτω U+05D0*
ρκ U+05D0 ο | ιππων U+05D0 | δεκα δυο] ιB΄ U+05D0 | των ανδρων] pr και U+05D0Α</note>

<pb n="793"/>
παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουὰ ἐπὶ τῆς πηγῆς, καὶ <note type="marginal">B</note>
παρέτειναν εἰς εἶρος ἐπὶ Δωθάειμ ἕως Βελβάιμ, καὶ εἰς μῆκος ἕως Βαιτυλουὰ
ἕως Κυαμῶνος ἥ ἐστιν ἀπέναντι τοῦ Ἐσδρηλών.</p></div><div type="textpart" subtype="verse" n="4"><p>οἱ δὲ υἱοὶ
Ἰσραήλ, ὡς ἴδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα, καὶ εἶπαν
ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Νῦν ἐκλίξουσιν οὗτοι τὸ πρόσωπον
τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες
οὕτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν.</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ ἀναλαβόντες
ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ
τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην.</p></div><div type="textpart" subtype="verse" n="6"><p>τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν λοφέρνης πᾶσαν τὴν ἵππον
αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ἰσραὴλ οἳ ἤσαν ἐν Βετυλουά,</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ
ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν, καὶ τὰς πηγὰς τῶν
ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτάς, καὶ ἐπέστησεν αὐταῖς
παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν
αὐτοῦ.</p></div><div type="textpart" subtype="verse" n="8"><p>Καὶ προσελθόντες αὐτῷ πάντες ἄρχοντες υἱῶν
Ἠσαὺ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωὰβ καὶ οἱ στρατηγοὶ
τῆς παραλίας εἶπαν</p></div><div type="textpart" subtype="verse" n="9"><p>Ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα
<lb n="10"/> μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου.</p></div><div type="textpart" subtype="verse" n="10"><p>ὁ γὰρ λαὸς οὗτος τῶν
υἱῶν Ἰσραὴλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν ἀλλʼ ἐπὶ
τοῖς ὕψεσι τῶν ὀρέων αὐτῶν, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς·
οὐ γὰρ ἔστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν.</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος
παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς.</p></div><div type="textpart" subtype="verse" n="12"><p>ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου, διαφυλάσσων πάντα ἄνδρα
ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς
πηγῆς τοῦ ὕδατος ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους,</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>