<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:6.21-6.33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:6.21-6.33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="verse" n="21"><p>καὶ ἐὰν εὑρίσκηται μετὰ
τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ
κυρίου τοῦ ἐν Ἰερουσαλήμ, καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ
ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων.</p></div><div type="textpart" subtype="verse" n="22"><p>Τότε ὁ βασιλεὺς
Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βιβλιοφυλακίοις τοῖς
κειμένοις ἐν Βαβυλῶνι, καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει
τῇ ἐν Μηδείᾳ χώρᾳ τόπος ἐν ᾧ ὑπομνημάτιστο τάδε </p></div><div type="textpart" subtype="verse" n="23"><p>Ἔτους
πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξεν τὸν
οἶκον τοῦ κυρίου τὸν ἐν Ἰερουσαλὴμ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσιν
<note type="marginal">A</note> <note type="footnote">12 εσμεν] pr ημεις A 13 ωκοδομειτο A 14 Βαβυλωνος] της
Βαβυλωιας A 16 βασιλευς] pr ο A | οικοδομησαι τον οικον τουτον]
τον οικον τουτον οικοδομηθηναι A 17 αργυρεα A | αυτου] εαυτου A |
Βαβυλωνια] Βαβυλωνι A | Σαβανασσαρω] Σα|ναβασσαρω A 18 και
απηνεγκεν] απενεγκαντι A | om παντα A | ταυτα τα σκευη A | κυριου] F
τουτον A 19 Σαναβασσαρος]+εκεινος A | εισεβαλλετο] ενεβαλλετο Bᵃᵇ
ενεβαλετο A | Κυριου] pr του A | οικοδομουμενον A 20 ουν] οὖ (sic) Bᵇ |
κρινεται] pr ει A | om βασιλεως τοις εν Βαβυλωνι A 21 κυριου] pr οικου
BᵃᵇᵐgA 22 βιβλιοφυλακιοις] pr βασιλικοις A | Μηδια B* (Μηδεια
B ᵃᵇA) | τοπος] τομος εις A | υπεμνηματιστο A</note>

<pb n="149"/>
διὰ πυρὸς ἐνδελεχοῦς,</p></div><div type="textpart" subtype="verse" n="24"><p>οὗ τὸ ὕψος πήχεων ἐξήκοντα, <note type="marginal">Β</note>
πλάτος πήχεων ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ
δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι
ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως.</p></div><div type="textpart" subtype="verse" n="25"><p>καὶ τὰ ἱερὰ σκεύη τοῦ
οἴκου Κυρίου τά τε χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσὸρ
ἐκ τοῦ οἴκου τοῦ ἐν Ἰερουσαλήμ, ἀπήνεγκεν εἰς Βαβυλῶνα,
ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ἰερουσαλὴμ οὖ
ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ·</p></div><div type="textpart" subtype="verse" n="26"><p>προσέταξεν δὲ ἐπιμεληθῆναι
Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς
συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν
ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα Κυρίου Ζοροβαβέλ,
ὕπαρχον δὲ τῆς Ἰουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων
τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.</p></div><div type="textpart" subtype="verse" n="27"><p>κἀγὼ
δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι, καὶ ἀτενίσαι ἴνα συνποιῶσιν
τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι
τὸν οἶκον τοῦ κυρίου·</p></div><div type="textpart" subtype="verse" n="28"><p>καὶ ἀπὸ τῆς φορολογίας κοίλης Συρίας
καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις
εἰς θυσίαν τῷ κυρίῳ, Ζοροβαβὲλ ἐπάρχῳ, εἰς ταύρους καὶ κριοὺς
καὶ ἄρνας,</p></div><div type="textpart" subtype="verse" n="29"><p>ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον
ἐνδελεχῶς κατʼ ἐνιαυτόν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ἰερουσαλὴμ
ὑπαγορεύσαωσιν ἀναλίσκεσθαι καθʼ ἡμέραν ἀναμφισβητήτως,</p></div><div type="textpart" subtype="verse" n="30"><p>ὅπως προσφέρωνται σπονδαὶ τῷ θεῷ τῷ ὑψίστῳ ὑπέρ τοῦ
βασιλέως καὶ τῶν παίδων, καὶ προσεύχωνται περὶ τῆς αὐτῶν
ζωῆς·</p></div><div type="textpart" subtype="verse" n="31"><p>καὶ προστάξαι ἴνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν γεγραμ-
μένων καὶ ἀκυρώσωσιν, λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ
καὶ ἐπʼ αὐτοῦ κρεμασθῆναι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι
βασιλικά.</p></div><div type="textpart" subtype="verse" n="32"><p>διὰ ταῦτα καὶ ὁ κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται
ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενεῖ
χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον Κυρίου ἐκεῖνον
τὸν ἐν Ἰερουσαλήμ.</p></div><div type="textpart" subtype="verse" n="33"><p>ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς
κατὰ ταῦτα γίγνεσθαι.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>