<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:5.56-5.65</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:5.56-5.65</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="verse" n="56"><p>καὶ ἔστησαν τοὺς
Λευείτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου· καὶ ἔστη
Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοί, καὶ ὁ Δαμαδιὴλ ὁ ἀδελφός,
καὶ οἱ υἱοὶ Ἰησοῦ Ἠμαδαβούν, καὶ οἱ υἱοὶ Ἰούδα τοῦ Εἰλιαδοὺν
σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευεῖται ὁμοθυμαδὸν ἐργοδιῶκται,
<note type="footnote">46 την ανατολην A 47 Ισραηλ] pr του A 48 αυτου] αυτο· A | <note type="marginal">A</note>
Μωυσεως A 49 κατωρθωθησαν] κατωρθωσαν A | om επι 1⁰ A | αυτων]
αυτου A | κατισχυσαν] pr και Bᵃᵇ (superscr κ) A | Κυριω] pr τω A 50 την
της σκ.] τας σκ. A 52 ηυξαντο A | πρωιου] εβδομου A | ηρξαντο A
53 τεκτοσιν A | βρωτα και ποτα A | βρωτα και χ. Β | χαρα] κορρα A | Σιδω-
νοις BᵇA | και 7⁰] κατα A | του ΙΙ. β.] των ΙΙ. β. A 55 ναον] οικον A
56 ο Δαμαδιηλ] Καδωηλ A | Ιουδα] Ιωδα A | Ιλιαδουν A</note>

<pb n="146"/>
<note type="marginal">B</note> ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ κυρίου· καὶ
οἰκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου.</p></div><div type="textpart" subtype="verse" n="57"><p>Καὶ ἔστησαν
οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων, καὶ
οἱ Λευεῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα (60)ὑμνοῦντες τῷ
κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυεὶδ βασιλέα τοῦ Ἰσραήλ·</p></div><div type="textpart" subtype="verse" n="58"><p>καὶ
ἐφώνησαν δι᾿ ὕμνων εὐλογοῦντες τῷ κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ
καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="59"><p>καὶ πᾶς ὁ λαὸς
ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ, ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ
τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="60"><p>καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν
Λευειτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ
πρεσβύτεροι ἑωρακότες τὸν πρὸ τοῦ οἶκον(64)πρὸς τὴν τούτου
οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου,</p></div><div type="textpart" subtype="verse" n="61"><p>καὶ πολλοὶ διὰ
σαλπίγγων, καὶ χαρὰ μεγάλῃ τῇ φωνῇ·</p></div><div type="textpart" subtype="verse" n="62"><p>ὥστε τὸν λαὸν μὴ
ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος
ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.</p></div><div type="textpart" subtype="verse" n="63"><p>Καὶ
ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἤλθοσαν
ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων,</p></div><div type="textpart" subtype="verse" n="64"><p>καὶ ἐπέγνωσαν ὅτι οἱ
ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ θεῷ Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="65"><p>καὶ προσελθόντες τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις
τῶν πατριῶν λέγουσιν αὐτοῖς Συνοικοδομήσομεν ὑμῖν·</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>