<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:1.21-1.30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:1.21-1.30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="verse" n="21"><p>καὶ ὠρθώθη τὰ ἔργα Ἰωσείου
ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.</p></div><div type="textpart" subtype="verse" n="22"><p>καὶ
τὰ κατʼ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ
τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν
ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἔστιν· καὶ οἱ λόγοι
<note type="marginal">A</note> <note type="footnote">9 χιλια] πεντακεισχιλια (εισχ sup ras Aᵃ) A 10 ταυτα τα γενο-
μενα] τουτων γενομενων A | οι Λευειται] om οι A* (hab superscr A¹) | Μωση
A | ουτως A 11 om εν 1ᵇ Bᵃᵇ | ηψησαν] ωπτησαν A | πασιν A | εκ] ε
sup ras Aᵃ 12 ουτων] εαυτων A 16 ουτων] ων sup ras Aᵃ 14 υιοι]
ιοι sup ras Aᵃ | ουτων] εαυτων A | Εδδινους A | οι παρα] ο παρα A
15 εαυτοις] αυταις A 16 του κυριου] τω κω A | προσαχθηναι] προσενε-
χθηναι A 17 ηγαγον A 19 τοιουτο A | ο ευρεθεις] οι ευρεθέντες A
21 εν] ε sup ras Aᵃ | πληρεις BᵃᵇA 22 ησεβηκ.] η 1° sup ras Aᵃ | om
α A | εστιν] εν αισθησει A</note>

<pb n="131"/>
τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="23"><p> Καὶ μετὰ πᾶσαν τὴν
πρᾶξιν ταύτην Ἰωσείου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα
πόλεμον ἐγεῖραι ἐν Καρκαμὺς ἐπὶ τοῦ Εὐφράτου· καὶ ἐξῆλθεν εἰς
ἀπάντησιν αὐτῷ Ἰωσείας.</p></div><div type="textpart" subtype="verse" n="24"><p>καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου
πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ἰουδαίας;</p></div><div type="textpart" subtype="verse" n="25"><p>οὐχὶ πρὸς σέ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ
Εὐφράτου ὁ πόλεμός μού ἐστιν· καὶ νῦν Κύριος μετʼ ἐμοῦ ἐστιν,
καὶ Κύριος μετʼ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιου
τῷ κυρίῳ.</p></div><div type="textpart" subtype="verse" n="26"><p>καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσείας ἐπὶ τὸ
ἄρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ, οὐ προσέχων ῥήμασιν
Ἰερεμίου προφήτου ἐκ στόματος Κυρίου·</p></div><div type="textpart" subtype="verse" n="27"><p>ἀλλὰ συνεστήσατο
πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μετααδδοῦς· καὶ
κατέβησαν οἱ ἄρχοντες πρὸς βασιλέα Ἰωσείαν.</p></div><div type="textpart" subtype="verse" n="28"><p>καὶ εἶπεν ὁ
βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἀποστήσατέ με ἀπὸ τῆς μάχης.
ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες
αὐτοῦ ἀπὸ τῆς παρατάξεως,</p></div><div type="textpart" subtype="verse" n="29"><p>καὶ ἀνέβη ἐπὶ τὸ ἄρμα τὸ δευτέριον
αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς Ἰερουσαλὴμ μετήλλαξεν τὸν βίον
αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ.</p></div><div type="textpart" subtype="verse" n="30"><p>καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ
ἐπένθησαν τὸν Ἰωσείαν· καὶ ἐθρήνησεν Ἱερεμίας ὁ προφήτης
ὑπέρ Ἰωσείου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν
αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γενέσθαι αἰεὶ
εἰς πᾶν τὸ γένος Ἰσραήλ.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>