<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:1.1-1.10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1:1.1-1.10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg017.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="verse" n="1"><p>ΚΑΙ ἤγαγεν Ἰωσείας τὸ πάσχα ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ αὐτοῦ, <note type="marginal">B</note>
καὶ ἔθυσαν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ
πρώτου,</p></div><div type="textpart" subtype="verse" n="2"><p>στήσας τοὺς ἱερεῖς κατʼ ἐφημερίας ἐστολισμένους ἐν τῷ
ἱερῷ τοῦ κυρίου.</p></div><div type="textpart" subtype="verse" n="3"><p>καὶ εἶπεν τοῖς Λευείταις, ἱεροδούλοις τοῦ Ἰσραήλ,
ἁγιάσαι αὐτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου
ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμὼν ὁ τοῦ Δαυεὶδ ὁ βασιλεύς·</p></div><div type="textpart" subtype="verse" n="4"><p>Οὐκ ἔσται ὑμῖν ἄραι ἐπʼ ὤμῶν αὐτήν· καὶ νῦν λατρεύετε τῷ κυρίῳ
θεῷ ὑμῶν, καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ἰσραήλ, καὶ ἑτοιμάσατε
κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶυ )(⁵)κατὰ τὴν γραφὴν Δαυεὶδ
βασιλέως Ἰσραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ
αὐτοῦ·</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν
ὑμῶν τῶν Λευειτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραὴλ </p></div><div type="textpart" subtype="verse" n="6"><p>ἐν τάξει, (5) θύσατε τὸ πάσχα, καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς
ὑμῶν, καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ
δοθὲν τῷ Μωυσῆ.</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ ἐδωρήσατο Ἰωσείας τῷ λαῷ τῷ εὑρεθέντι
ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχ χους τρισχιλίους· (8) ταῦτα
ἐκ τῶν βασιλικῶν ἐδόθη κατʼ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν
καὶ Λευείταις.</p></div><div type="textpart" subtype="verse" n="8"><p> καὶ ἔδωκεν Κελκείας καὶ Ζαχαρίας καὶ Ἠσύηλος
οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια
ἑξακόσια, μόσχους τριακοσίους.</p></div><div type="textpart" subtype="verse" n="9"><p>καὶ Ἰεχονίας καὶ Σαμαίας καὶ
Ναθαναὴλ ὁ ἀδελφὸς καὶ Σαβίας καὶ Οχίηλος καὶ Ἰωρὰμ χιλίαρχοι
<note type="footnote">Ιnscr ο ιερευς A 1 1 Ἰωσιας BᵇA (ira fere ubique) | αυτου] εαυτου <note type="marginal">A</note>
A | εθυσαν] εθυσε Bᵃᵇ + οι υιοι Ιηλ A | τεσσαρεσκαιδ. (τεσσαρισκαιδ. Bᵃ)]
τε ιδ’ A (improb τε A?) 3 Λευιταις A (λευιτ. ubique) | αυτους]
εαυτους A | του Δ.] pr υιος A 4 τω κυριω θεω] κω τω θω A | υμων 1⁰]
ημων A | τας φυλας] om τας A 5 αγιω] ιερω A 5 6 Ισλ| εν ταξει
A 6 του κυριου] κῦ A 7 χιλιάδες A 8 Χελκιας BᵇA | συηλος
B*A] η συνοδος Bᵃ? ᵇ | post εξακοσια ras 1 lit A? 0 Οχιηλος] ζιηλος Aᵃ?
(? A*)</note>

<pb n="130"/>
<note type="marginal">B</note> ἔδωκαν τοῖς Λευείταις εἰς πάσχα πρόβατα χίλια, μόσχους ἑπτακοσίους.</p></div><div type="textpart" subtype="verse" n="10"><p>καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς
καὶ οἱ Λευεῖται, ἔχοντες τὰ ἄζυμα, κατὰ τὰς φυλὰς (¹¹)καὶ κατὰ
τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ, προσενεγκεῖν
τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτω τὸ
πρωινόν.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>